Ancient Greek · ~1 min
Book 3, ζ′ εἰ καταληπτὰ τὰ σώματα.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.39
Not analysed yet
τινὲς δὲ σῶμα εἶναι λέγουσι τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας. σημεῖον μὲν γάρ φασιν οὗ μέρος οὐθέν, γραμμὴν δὲ μῆκος ἀπλατές, ἐπιφάνειαν δὲ μῆκος μετὰ πλάτους· ὅταν δὲ αὕτη καὶ βάθος προσλάβῃ καὶ ἀντιτυπίαν, σῶμα εἷναι, περὶ οὗ νῦν ἐστιν ἡμῖν ὁ λόγος, συνεστὼς ἔκ τε μήκους καὶ πλάτους καὶ βάθους καὶ ἀντιτυπίας.