Ancient Greek · ~2 min
Book 3, ζ′ εἰ καταληπτὰ τὰ σώματα.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.40
Not analysed yet
εὐμαρὴς μέντοι καὶ ὁ πρὸς τούτους λόγος. τὸ γὰρ σῶμα ἤτοι οὐδὲν παρὰ ταῦτα εἶναι λέξουσιν ἢ ἕτερόν τι παρὰ τὴν συνέλευσιν τῶν προειρημένων. καὶ ἔξωθεν μὲν τοῦ μήκους τε καὶ τοῦ πλάτους καὶ τοῦ βάθους καὶ τῆς ἀντιτυπίας οὐδὲν ἂν εἴη τὸ σῶμα· εἰ δὲ ταῦτά ἐστι τὸ σῶμα, ἐὰν δείξῃ τις, ὅτι ἀνύπαρκτά ἐστιν, ἀναιροίη ἂν καὶ τὸ σῶμα· τὰ γὰρ ὅλα συναναιρεῖται τοῖς ἑαυτῶν πᾶσι μέρεσιν. ποικίλως μὲν οὖν ἔστι ταῦτα ἐλέγχειν· τὸ δὲ νῦν ἀρκέσει λέγειν, ὅτι εἰ ἔστι τὰ πέρατα, ἤτοι γραμμαί εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα.