Ancient Greek · ~4 min
3.4 to 3.6
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.4-6
Not analysed yet
ἀλλ’ ἄφθαρτόν τι, φασί, καὶ μακάριον ἐννοήσας, τὸν θεὸν εἶναι τοῦτο νόμιζε. τοῦτο δέ ἐστιν εὔηθες· ὥσπερ <γὰρ> ὁ μὴ εἰδὼς τὸν οὐδὲ τὰ συμβεβηκότα αὐτῷ ὧς Δίωνι δύναται νοεῖν, οὕτως ἐπεὶ οὐκ ἴσμεν τὴν οὐσίαν τοῦ θεοῦ, οὐδὲ τὰ συμβεβηκότα αὐτῷ μαθεῖν τε καὶ ἐννοῆσαι δυνησόμεθα. χωρὶς δὲ τούτων εἰπάτωσαν ἡμῖν, τί ἐστι τὸ μακάριον, πότερον τὸ ἐνεργοῦν κατὰ ἀρετὴν καὶ προνοούμενον τῶν ὑφ’ ἑαυτὸ τεταγμένων, ἢ τὸ ἀνενέργητον καὶ μήτε αὐτὸ πράγματα ἔχον μήτε ἑτέρῳ παρέχον· καὶ γὰρ καὶ περὶ τούτου διαφωνήσαντες ἀνεπικρίτως ἀνεννόητον ἡμῖν πεποιήκασι τὸ μακάριον, διὰ δὲ τοῦτο καὶ τὸν θεόν. Ἳνα δὲ καὶ ἐπινοῆται ὁ θεός, ἐπέχειν ἀνάγκη περὶ τοῦ πότερον ἔστιν ἢ οὐκ ἔστιν, ὅσον ἐπὶ τοῖς δογματικοῖς. τὸ γὰρ εἷναι τὸν θεὸν πρόδηλον μὲν οὔκ ἐστιν. εἰ γὰρ ἐξ ἑαυτοῦ προσέπιπτεν, συνεφώνησαν ἂν οἱ δογματικοί, τίς ἐστι καὶ ποδαπὸς καὶ ποῦ· ἡ ἀνεπίκριτος δὲ διαφωνία πεποίηκεν αὐτὸν ἄδηλον ἡμῖν εἶναι δοκεῖν καὶ ἀποδείξεως δεόμενον.