Ancient Greek · ~2 min
Book 3, γ′ περὶ θεοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.7
Not analysed yet
ὁ μὲν οὖν <ἀποδεικνύων> ὅτι ἔστι θεός, ἤτοι διὰ προδήλου τοῦτο ἀποδείκνυσιν ἢ δι’ ἀδήλου. διὰ προ- δήλου μὲν οὖν οὐδαμῶς· εἰ γὰρ ἦν πρόδηλον τὸ ἀποδεικνύον ὅτι ἔστι θεός, ἐπεὶ τὸ ἀποδεικνυόμενον πρὸς τῷ ἀποδεικνύντι νοεῖται, διὸ καὶ συγκαταλαμβάνεται αὐτῷ, καθὼς καὶ παρεστήσαμεν, πρόδηλον ἔσται καὶ τὸ εἶναι θεόν, συγκαταλαμβανόμενον τῷ ἀποδεικνύντι αὐτὸ προδήλῳ ὄντι. οὔκ ἐστι δὲ πρόδηλον, ὧς ὑπεμνήσαμεν· οὐδὲ ἀποδείκνυται ἄρα διὰ προδήλου. ἀλλ’ οὐδὲ δι’ ἀδήλου.