Ancient Greek · ~2 min
Book 3, ζ′ εἰ καταληπτὰ τὰ σώματα.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.45
Not analysed yet
‘Ακατάληπτος δέ ἐστι καὶ ἡ ἀντιτυπία. αὕτη γὰρ εἴπερ καταλαμβάνεται, ἀφῇ καταλαμβάνοιτο ἄν. ἐὰν οὖν δείξωμεν, ὅτι ἀκατάληπτός ἐστιν ἡ ἁφή, σαφὲς ἔσται ὅτι οὐχ οἷόν τέ ἐστι καταλαμβάνεσθαι τὴν ἀντιτυπίαν. ὅτι δὲ ἀκατάληπτός ἐστιν ἡ ἁφή, διὰ τούτων ἐπιλογιζόμεθα. τὰ ἁπτόμενα ἀλλήλων ἤτοι μέρεσιν ἀλλήλων ἅπτεται ἢ ὅλα ὅλων. ὅλα μὲν οὖν ὅλων οὐδαμῶς· ἑνωθήσεται γὰρ οὕτω καὶ οὐχ ἅψεται ἀλλήλων. ἀλλ’ οὐδὲ μέρεσι μερῶν· τὰ γὰρ μέρη αὐτῶν ὡς μὲν πρὸς τὰ ὅλα μέρη ἐστίν, ὡς δὲ πρὸς τὰ μέρη ἑαυτῶν ὅλα. ταῦτα οὖν τὰ ὅλα, <ἅ> ἐστιν μέρη, ὅλα μὲν ὅλων οὐχ