Ancient Greek · ~2 min
Book 3, ζ′ εἰ καταληπτὰ τὰ σώματα.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.46
Not analysed yet
ἅψεται διὰ τὰ προειρημένα, ἀλλ’ οὐδὲ μέρεσι μερῶν· καὶ γὰρ τὰ τούτων μέρη ὡς πρὸς τὰ ἑαυτῶν μέρη ὅλα ὄντα οὔτε ὅλα ὅλων ἅψεται οὔτε μέρεσι μερῶν. εἰ δὲ μήτε κατὰ ὁλότητα μήτε κατὰ μέρη γινο- μένην ἁφὴν καταλαμβάνομεν, ἀκατάληπτος ἔσται ἡ ἁφή. διὰ δὲ τοῦτο καὶ ἡ ἀντιτυπία. ὅθεν καὶ τὸ σῶμα· εἰ γὰρ οὐδέν ἐστι τοῦτο παρὰ τἀς τρεῖς διαστάσεις καὶ τὴν ἀντιτυπίαν, ἐδείξαμεν δὲ ἀκατάληπτον τούτων ἕκαστον, καὶ τὸ σῶμα ἔσται ἀκατάληπτον. Οὕτω μὲν οὖν, ὅσον ἐπὶ τῇ ἐννοίᾳ τοῦ σώματος, ἀκατάληπτόν ἐστιν, εἰ ἔστι τι σῶμα·