Ancient Greek · ~2 min
Book 3, η′ περὶ κράσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.59
Not analysed yet
λείπεται λέγειν, ὅτι καὶ αἱ ποιότητες τῶν κιρναμένων καὶ αἱ οὐσίαι χωροῦσι δι’ ἀλλήλων καὶ μιγνύμεναι τὴν κρᾶσιν ἀποτελοῦσιν. ὃ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον’ ἀδύνατος γάρ ἐστιν ἡ τοιαύτη κρᾶσις. οἶον γοῦν ἐὰν δέκα κοτύλαις ὕδατος κωνείου χυλοῦ κοτύλη μιχθῇ, παντὶ τῷ ὕδατι συνανακίρνασθαι ἂν λέγοιτο τὸ κώνειον· εἰ γοῦν καί τι βραχύτατον μέρος τοῦ μίγματος λάβοι τις, εὑρήσει πεπληρωμένον αὐτὸ τῆς τοῦ κωνείου δυνάμεως.