Ancient Greek · ~3 min
Book 3, η′ περὶ κράσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.60
Not analysed yet
εἰ δὲ ἐπιμίγνυται τὸ κώνειον παντὶ μέρει τοῦ ὕδατος καὶ παρεκτείνεται αὐτῷ ὅλον ὅλῳ κατά τε τὴν τῶν οὐσιῶν καὶ τῶν ποιοτήτων ωὐτῶν δι’ ἀλλήλων δίοδον, ἴν’ οὕτως ἡ κρᾶσις γένηται, τὰ δὲ παρεκτεινόμενα ἀλλήλοις καθ’ ἅπαν μέρος τὸν ἴσον ἐπέχει τόπον, διὸ καὶ ἴσα ἀλλήλοις ἐστίν, ἴση ἔσται ἡ κοτύλη τοῦ κωνείου ταῖς δέκα κοτύλαις τοῦ ὕδατος, ὡς εἴκοσι κοτύλας ὀφείλειν εἶναι τὸ μῖγμα ἢ δύο μόνας, ὅσον ἐπὶ τῇδε τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως· καὶ κοτύλης πάλιν ὕδατος ταῖς εἴκοσι κοτύλαις ὅσον ἐπὶ τῷ λόγῳ τῆς ὑποθέσεως ἐπεμβληθείσης τεσσαράκοντα κοτυλῶν ὀφείλει τὸ μέτρον εἶναι ἢ πάλιν δύο μόνων, ἐπειδὴ καὶ τὴν κοτύλην εἴκοσι κοτύλας ἐνδέχεται νοεῖν, ὅσαις παρεκτείνεται, καὶ τὰς εἲκοσι κοτύλας μίαν, ἡ συνεξισοῦνται.