Ancient Greek
Book 3, ι′ περὶ τῆς μεταβατικῆς κινήσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.68
Not analysed yet
ἄλλως τε καὶ εἰ τὸ κινοῦν ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν κινεῖται, κἀκεῖνο δεήσεται κινοῦντος ἑτέρου, καὶ τὸ δεύτερον τρίτου, καὶ μέχρις ἀπείρου, ὡς ἄναρχον γίνεσθαι τὴν κίνησιν· ὅπερ ἄτοπον. οὐκ ἄρα πᾶν τὸ κινούμενον ὑφ᾿ ἑτέρου κινεῖται. ἀλλ᾿ οὐδὲ ὑφ᾿ ἑαυτοῦ. ἐπεὶ <γὰρ> πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον ἢ ἀνωθοῦν ἢ ἐνθλῖβον, δεήσει τὸ ἑαυτὸ κινοῦν κατά τινα τῶν προειρημένων τρόπων ἑαυτὸ κινεῖν.