Ancient Greek
3.69 to 3.70
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.69-70
Not analysed yet
ἀλλ᾿ εἰ μὶν προωστικῶς ἑαυτὸ κινεῖ, ἔσται ἐξόπισθεν ἑαυτοῦ, εἰ δὲ ἐπισπαστικῶς, ἒμπροσθεν, εἰ δὲ ἀνωστικῶς, ὑποκάτω, εἰ δὲ ἐνθλιπτικῶς, ἐπάνω. ἀδύνατον δὲ αὐτό τι ἑαυτοῦ ἐπάνω εἶναι ἢ ἔμπροσθεν ἢ ὑποκάτω ἢ ὀπίσω· ἀδύνατον ἄρα ὑφ᾿ ἑαυτοῦ τι κινεῖσθαι. εἰ δὲ μήτε ὑφ᾿ ἑαυτοῦ τι κινεῖται μήτε ὑφ᾿ ἑτέρου, οὐδὲ κινεῖταί τι. εἰ δέ τις ἐπὶ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν καταφεύγοι, ὑπομνηστέον αὐτὸν τῆς περὶ τοῦ ἐφ’ ἡμῖν διαφωνίας, καὶ ὅτι ἀνεπίκριτος αὕτη καθέστηκεν, κριτήριον ἡμῶν τῆς ἀληθείας ἄχρι νυν οὐχ εὑρηκότων.