Ancient Greek · ~3 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιδ′ περὶ τῶν δέκα τρόπων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 41
Not analysed yet
περὶ μὲν οὖν τὰς γενέσεις, ὅτι τῶν ζῴων τὰ μὲν χωρὶς μίξεως γίνεται τὰ δ’ ἐκ συμπλοκῆς. καὶ τῶν μὲν χωρὶς μίξεως γινομένων τὰ μὲν ἐκ πυρὸς γίνεται ὡς τὰ ἐν ταῖς καμίνοις φαινόμενα χωΰωια, τὰ δ’ ἐξ ὕδατος φθειρομένου ὡς κώνωπες ,τὰ δ’ ἐξ οἴνου τρεπομένου ὡς σκνῖπες, τὰ δ’ ἐκ γῆς <ὡς . . . . >,τὰ δ’ ἐξ ἰλύος ὡς βάτραχοι, τὰ δ’ ἐκ βορβόρου ὡς σκώληκες, τὰ δ’ ἐξ ὄνων ὡς κάνθαροι τὰ δ’ ἐκ λαχάνων ὡς κάμπαι, τὰ δ’ ἐκ καρπῶν ὡς οἱ ἐκ τῶν ἐρινεῶν ψῆνες, τὰ δ’ ἐκ ζῴων νῶν ὡς μέλισσαι ταύρων καὶ σφῆκες ἱππὼν·