Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιδ′ περὶ τῶν δέκα τρόπων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 59
Not analysed yet
εἰ δὲ τὰ αὐτὰ πράγματα ἀνόμοια φαίνεται παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ὁποῖον μὲν ἡμῖν θεωρεῖται τὸ ὑποκείμενον ἕξομεν λέγειν, ὁποῖον δὲ ἔστι πρὸς τὴν σιν ἐφέξομεν. οὐδὲ γὰρ ἐπικρίνειν αὐτοὶ δυνησόμεθα τὰς φαντασίας τάς τε ἡμετέρας καὶ τἀς τῶν ἄλλων ζῴων, μέρος ρος καὶ αὐτοὶ τῆς διαφωνίας ὄντες καὶ διὰ τοῦτο τοῦ ἐπικρινοῦντος κρινοῦντος δεησόμενοι μᾶλλον ἢ αὐτοὶ κρίνειν δυνάμενοι.