Ancient Greek · ~2 min
66 to 67
Sextus Empiricus, Pyrrhoniae hypotyposes 66-67
Not analysed yet
ὁ τοίνυν κύων, ἐφ’ οὗ τὸν λόγον ἔδοξε στῆσαι παραδείγματος ἕ αἴρεσιν ποιεῖται ποιεῖται τῶν οἰκείων καὶ φυγὴν τῶν βλαβερῶν, τὰ μὲν τρόφιμα διώκων, μάστιγος δὲ ἀναταθείσης ὑποχωρῶν. ἀλλὰ καὶ τέχνην ἔχει ποριστικὴν τῶν οἰκείων, τὴν θηρευτικήν. ἔστι δὲ οὐδ’ ἀρετῆς ἐκτός· τῆς γέ τοι δικαιοσύνης οὔσης τοῦ κατ’ ἀξίαν ἀποδοτικῆς ἑκάστῳ, ὁ κύων τοὺς μὲν οἰκείους γε καὶ εὖ ποιοῦντας σαίνων καὶ φρουρῶν τούς δὲ ἀνοικείους καὶ ἀδικοῦντας ἀμυνόμενος οὐκ ἔξω ἂν εἴη τῆς δικαιοσύνης.