Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιδ′ περὶ τῶν δέκα τρόπων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 73
Not analysed yet
περὶ δὲ τοῦ προφορικοῦ λόγου τέως μὲν οὐκ ἔστιν ἀναγκαῖον ζητεῖν· τοῦτον γὰρ καὶ τῶν δογματικῶν ἔνιοι παρῃτήσαντο ὧς ἀντιπράττοντα τῇ τῆς ἀρετῆς ἀναλήψει, διὸ καὶ παρὰ τὸν τῆς μαθήσεως χρόνον ἤσκησαν σιωπήν· καὶ ἄλλως, εἰ καθ’ ὑπόθεσιν εἴη ἄνθρωπος ἐνεός, οὐδεὶς φήσει αὐτὸν εἶναι ἄλο- γον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, μάλιστα μὲν ὁρῶμεν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, καὶ ἀνθρωπίνας προφερόμενα φωνάς, ὧς κίττας καὶ ἄλλα τινά.