Ancient Greek
81 to 83
Sextus Empiricus, Pyrrhoniae hypotyposes 81-83
Not analysed yet
κατὰ δὲ ἰδιοσυγκρισίας διαφέρομεν ὡς ἐνίους κρέα βόεια πετραίων ἰχθυδίων ῥᾷον πέττειν καὶ ὑπὸ Λεσβίου οἰναρίου εἰς χολέραν περιτρέπεσθαι. ἦν δέ, φασίν, γραῦς Ἀττικὴ τριάκοντα ὁλκὰς κωνείου ἀκινδύνως προσφερομένη, Λῦσις δὲ καὶ μηκωνείου τέσσαρας ὁλκὰς ἀλύπως ἐλάμβανεν. καὶ Δημοφῶν μὲν ὁ Ἀλεξάνδρου τραπεζοποιὸς ἐν ἡλίῳ γινόμενος ἢ ἐν βαλανείῳ ἐρρίγου, ἐν σκιᾷ δὲ ἐθάλπετο, Ἀθηναγόρας δὲ ὁ Ἀργεῖος ὑπό σκορπίων καὶ φαλαγγίων ἀλύπως ἐπλήσσετο, οἱ δὲ καλούμενοι Ψθλλαεῖς οὐδ’ ὑπὸ ὄφεων ἤ ἀσπίδων δακνόμενοι βλάπτονται, οἱ δὲ Τεντυρῖται τῶν Αἰγυπτίων οὐ βλάπτονται πρὸς ἄνω κάτω] τῶν κροκοδείλων. ἀλλά καὶ Αἰθιόπων οἱ ἀντι- πέραν τῆς Μερόης παρὰ τὸν ’Αστάπουν ποταμὸν οἰκοῦντες σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν. καὶ Ῥουφῖνος δὲ ὁ ἐν Χαλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει οὔτε ὅλως ἐκαθαίρετο, ἀλλ’ ὥς τι τῶν συνήθων προσεφέρετο καὶ ἔπεσσεν.