Ancient Greek · ~3 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιδ′ περὶ τῶν δέκα τρόπων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 86
Not analysed yet
δεόντως οὖν καὶ οἱ ποιηταὶ περὶ τούτων ἀπεφήναντο· ὁ μὲν γὰρ Πίνδαρός φησιν (fr. 242 Boeckh, 221 Schroed.) ἀελλοπόδων μέν τιν’ εὐφραίνουσιν ἱππὼν τιμαί <τε> καὶ στέφανοι, τοὺς δ’ ἐν πολυχρύσοις θαλάμοις βιοτά· τέρπεται δὲ καί τις ἐπ’ οἶδμ’ ἅλιον ναὶ· θοᾷ διαμείβων. ὁ δὲ ποιητὴς λέγει (ξ 228) ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. ἀλλὰ καὶ ἡ τραγῳδία μεστὴ τῶν τοιούτων ἐστί· λέγει γοῦν (Eurip. Phoen. 499) εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ’ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, καὶ πάλιν (Fragm. Trag. adesp. 462 Nauck) δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν τοῖς δ’ ἔχθος εἶναι. ἐπεὶ οὖν ἡ αἵρεσις καὶ ἡ φυγὴ ἐν ἡδονῇ