Ancient Greek
90 to 92
Sextus Empiricus, Pyrrhoniae hypotyposes 90-92
Not analysed yet
Ἐπεὶ δὲ φίλαυτοί τινες ὄντες οἱ δογματικοί φασι δεῖν τῶν ἄλλων ἀνθρώπων ἑαυτούς προκρίνειν ἐν τῇ κρίσει τῶν πραγμάτων, ἐπιστάμεθα μὲν ὅτι ἄτοπός ἐστιν ἡ ἀξίωσις αὐτῶν μέρος γάρ εἰσι καὶ αὐτοὶ τῆς διαφωνίας· καὶ ἐὰν αὐτοὺς προκρίνοντες οὕτω κρίνωσι τὰ φαινόμενα, πρὶν ἄρξασθαι τῆς κρίσεως τὸ ζητούμενον συναρπάζουσιν, ἑαυτοῖς τὴν κρίσιν ἐπιτρέποντες), ὁμῶ ’ς δ’ οὖν ἔνα καὶ ἐπὶ ἑνὸς ἀνθρώπου τὸν λόγον ἱστάντες, οἷον τοῦ παρ’ αὐτοῖς ὀνειροπολουμένου σοφοῦ, ἐπὶ τὴν ἐποχὴν καταντῶμεν, τὸν τρίτον τῇ τάξει τρόπον προχειριζόμεθα. τοῦτονδ᾿ ἐλέγομεν τὸν ἀπὸ τῆς διαφορᾶς τῶν αἰσθήσεων. ὅτι δὲ διαφέρονται αἱ αἰσθήσεις πρὸς ἀλλήλας, πρόδηλον. αἱ γοῦν γραφαὶ τῇ μὲν ὄψει δοκοῦσιν εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν, οὐ μὴν καὶ τῇ ἁφῇ. καὶ τὸ μέλι τῇ μὲν γλώττῃ ἡδύ φαίνεται ἐπί τινων, τοῖς δ’ ὀφθαλμοῖς ἀηδές· ἀδύνατον οὖν ἐστιν εἰπεῖν πότερον ἡδύ ἐστιν εἰλικρινῶς ἢ ἀηδές. καὶ ἐπὶ τοῦ μύρου ὁμοίως· τὴν μὲν γὰρ ὄσφρησιν εὐφραίνει, τὴν δὲ γεῦσιν ἀηδίζει.