Ancient Greek
Page 80
Sextus Julius Africanus Hist., Epistula ad Origenem 80
Not analysed yet
καὶ ταῦτα τῇ βασιλέως αὐτῶν γενομένου γυναικὶ Ἰωακείμ, ὃν σύνθρονον πεποίητο ὁ Βαβυλωνίων βασιλεύς· εἰ δὲ οὐχ οὗτος, ἀλλ' ἄλλος τις τοῦ λαοῦ Ἰωακείμ, πόθεν τοιαύτη κατάλυσις αἰχμαλώτῳ περιῆν καὶ παράδεισος ἀμφιλαφὴς ἦν; πρὸ δὲ τούτων ἁπάντων ἥδε ἡ περικοπὴ σὺν ἄλλαις δύο ταῖς ἐπὶ τῷ τέλει τῷ παρὰ τῶν Ἰουδαίων εἰλημμένῳ Δανιὴλ οὐκ ἐμφέρεται. ἐπὶ δὲ πᾶσι τοσούτων προωδοιπορηκότων προφητῶν ἑξῆς οὐδεὶς ἑτέρου κέχρηται ῥητῷ ἢ νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν ἀληθὴς ὤν· οὑτοσὶ δὲ ἐκείνων θατέρῳ ἐπαπειλῶν ὑπομιμνήσκει λέγοντος τοῦ κυρίου· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Ἐξ ἁπάντων τούτων ἐμοὶ δοκεῖ προσκεῖσθαι ἡ περικοπή. ἀλλὰ καὶ τῆς φράσεως ὁ χαρακτὴρ διαλλάσσει. Ἔκρουσα· σὺ δέ μοι καὶ ἤχησον καὶ ἀντιγράφων παίδευε. Τοὺς κυρίους μου πάντας προσαγόρευε, σὲ οἱ ἐπιστάμενοι πάντες προσαγορεύουσιν. ἐῤῥῶσθαί σε ἅμα τῇ συνοδίᾳ [καὶ] κατὰ νοῦν θεῷ εὔχομαι.