Ancient Greek
56.4
Simias, Fragmenta 56.4
Unproofread scanNot analysed yet
(Schol. marg. Ἱστορεῖ Ξάνθος Λυδιακοῖς καὶ Νεάνυης β’ καὶ Συμμίας ὁ Ῥόδιος). Διαφόρως δὲ [καὶ] τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ Νιόβης. Οὐ γὰρ Ταντάλου φασιν αὐτὴν γενέσθαι, ἀλλ’ Ἀσσάονος μὲν θυγατέρα, Φιλότητος δὲ γυναῖκα. Εἰς ἔριν δὲ ἀφικομένην Ἀγτοῖ περὶ καλλιτεχνίας ὑποσχεῖν τίσιν τοιαύδε. Τὸν μὲν Φιλότην ἐν κυνηγίᾳ διαφθαρήναι· τὸν δὲ Ἀσσάονα τῆς θυγατρὸς πόθῳ ἔχοντα αὐτὴν αὐτῷ γῆμασθαι. Μὴ ἐνιδούσης δὲ τῆς Νιόβης τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι. Καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὐτὴν βίψαι, ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἀμαρτημάτων διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.