Ancient Greek · ~2 min
Fragment 2
Simon Scriptor De Re Equestri, Fragmenta 2
Not analysed yet
Pollux II, 69: Ὅθεν καὶ Σίμων τοὔνειδος (sic codd. FS; τοῦτο τὸ ὄνειδος ceteri) τῆς ἀμαθίας Μίκωνι παρένεγκεν, ὅτι καὶ τὰς κάτω βλεφαρίδας προσέγραψεν ἵππου γραφῇ. Hierocles Hipp. p. 173: Καίτοι πολλοῖς τὰ τοιαῦτα ἠγνοήθη, ὥσπερ Μίκωνι τῷ παλαιῷ, ὃς ᾤετο ἵππου καὶ τὸ κάτω βλέφαρον ἔχειν τρίχας, ἃς καλοῦσιν Ἕλληνες βλεφαρίδας· καθάπτεται γοῦν αὐτοῦ Σίμων τὴν ἄγνοιαν ταύτην αἰτιώμενος.