Ancient Greek
146 to 148
Simonides Lyr., Fragmenta 146-148
Unproofread scanNot analysed yet
Μνήμην δ’ οὐτινὰ φημὶ Σιμωνίδῃ ἰσοφαρίζειν ὀγδοηκοντάετι παιδὶ Λεωπρέπεος. Ἥρξεν Ἀδείμαντος μὲν Ἀθηναίοις, ὅτ’ ἔνικα Ἀντιοχὶς φυλὴ δαιδάλεον τρίποδα· Ξεινοφίλου δὲ τοῦθ’ υἱὸς Ἀριστείδης ἔχορήγει πεντήκοντ’ ἀνδρῶν καλὰ μαθόντι χορῷ· ἀμφὶ διδασκαλίῃ δὲ Σιμωνίδῃ ἔσπετο κῦδος Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὦραι ἀνωλόλυξαν κιθσοφόρους ἐπὶ διθυράμβοις αἱ Λιονυσιάδες, μέτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκήασαν λιπαρὰν ἑθεῖραν,