Ancient Greek · ~5 min
Volume 1a,8,F, lines 1-6
Simonides Lyr., Fragmenta 1-6
Not analysed yet
ET. M. p. 479, 47 (TZETZ. Lyk. 355): Ἰτωνὶς καὶ Ἰτωνία ἡ
Ἀθηνᾶ εἴρηται παρὰ τοῖς Θεσσαλοῖς, ἀπό τινος πόλεως Ἴτωνος. φησὶ δὲ
ὁ γενεαλόγος Σιμωνίδης Ἰτώνου θυγατέρας γενέσθαι δύο, Ἀθηνᾶν καὶ
Ἰοδάμαν, ἃς ἐζηλωκυίας τὴν ὁπλομαχικὴν εἰς ἔριν τὴν εἰς ἀλλήλας χωρῆ-
σαι, ἀναιρεθῆναί τε τὴν Ἰοδάμαν ὑπὸ τῆς Ἀθηνᾶς.
SCHOL. APOLL. RHOD. II 866: Ἀγκαίωι . . . ὃν Ἰμβρασίοισι
παρ' ὕδασιν Ἀστυπάλαια τίκτε Ποσειδάωνι] ὅτι Ποσειδῶνος καὶ Ἀστυ-
παλαίας τῆς Φοίνικος ὁ Σάμιος Ἀγκαῖος ἦν παῖς, ὃς ἐκυβέρνα τὴν ναῦν
μετὰ τὴν Τίφυος τελευτήν, καὶ Σιμωνίδης ὁ γενεαλόγος ὁμοίως τῶι Ἀπολ-
λωνίωι γενεαλογεῖ.
SCHOL. APOLL. RHOD. I 763: Φρίξος Μινυήιος] Μινυήιος ὁ Ἰώλκιος· τὴν γὰρ
Ἰωλκὸν Μινύαι ὤικουν, ὥς φησι Σιμωνίδης ἐν Συμμίκτοις. δύναται δὲ καὶ ἀντὶ τοῦ
Ὀρχομένιος· πολλοὶ γάρ φασιν ἐν Ὀρχομενῶι οἰκῆσαι τὸν Ἀθάμαντα.
PLUTARCH. Lykurg. I, 8 (Schol. PLAT. Resp. 599 D): **ἐπεὶ καὶ
Σιμωνίδης ὁ ποιητὴς (F 217 Bgk) οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρός, ἀλλὰ
Πρυτάνιδος καὶ τὸν Λυκοῦργον καὶ τὸν Εὔνομον, οἱ πλεῖστοι σχεδὸν οὐχ οὕτω γενεαλο-
γοῦσιν κτλ.
GNOMOL. VAT. GR. 1144 (=Hesiod. T 18d Jac): Σιμωνίδης τὸν
Ἡσίοδον κηπουρὸν ἔλεγε, τὸν δὲ Ὅμηρον στεφανηπλόκον, τὸν μὲν ὡς φυτεύσαντα τὰς
περὶ θεῶν καὶ ἡρώων μυθολογίας, τὸν δὲ ὡς ἐξ αὐτῶν συμπλέξαντα τὸν Ἰλιάδος καὶ
Ὀδυσσείας στέφανον.