Ancient Greek
ΣΙΜΠΛΙΚΙΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΚΑΤΗΓΟΡΙΑΣ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
Simplicius, In Aristotelis Categorias Commentarium ΣΙΜΠΛΙΚΙΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΚΑΤΗΓΟΡΙΑΣ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1
Not analysed yet
Πολλοὶ πολλὰς κατεβάλοντο φροντίδας εἰσ τὸ τῶν Κατηγοριῶν τοῦ Ἀριστοτέλους βιβλίον, οὐ μόνον ὅτι προοίμιόν ἔστι τῆς ὅλης φιλοσοφίας (εἴπερ αὐτὸ μἐν τῆς λογικῆς ἐστιν ἀρχὴ πραγματείας, ἡ δὲ λογικῆ τῆς ὅλης προλαμβάνεται δικαίως φιλοσοφίας), ἀλλὰ καὶ ὅτι τρόπον τινὰ περὶ ἀρχῶν ἐστι τῶν πρώτων, ὡς ἐν τοῖς περὶ τοῦ σκοποῦ μαθησόμεθα λόγοις. ἄλλοι δὲ᾿ κατ᾿ ἄλλην τὰς περὶ τοῦτο τὸ βιβλίον πραγματείας πεποίηνται, οἱ μὲν αὐτὴν μόνην τὴν λέξιν ἐπὶ τὸ σαφέστερον μεταθεῖναι προθυμηθέντες, ὥσπερ Θεμίστιός τε ὁ εὐφραδῆς καὶ εἴ τις ἄλλος τοιοῦτος,κ οἱ δὲ καὶ τὰς ἐννοίας μέν, αὐτὰς δὲ μόνας ψιλὰς τὰς ὑπὸ τοῦ Ἀριστοτέλους προτεινομένας συντόμως ἀπκκλύπτειν ἐσπούδασαν, ὥσπερ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν βιβλίῳ πεποίηκεν ὁ Πορφύριος, ἄλλοι δὲ πρὸς τούτοις καὶ ζητημάτων ἐφήψαντο μετρίως, ὡς ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος καὶ Ἑρμῖνος καὶ ὅσοι τοιοῦτοι, ὧν καὶ Μάξιμον ἐγὼ τίθημι, τὸν Αἰδεσίου μὲν τοῦ Ἰαμβλιχείου μαθητήν, ἐν δὲ τῷ εἰς τὰς Κατηγορίας ὑπομνήματι πάντα σχεδὸν τῷ Ἀλεξάνδρῳ συνασαντα· τινὲς μέντοι καὶ βαθυτέραις περὶ αὐτὸ διανοίαις κατεχρήσαντο, ὥσπερ ὁ θαυμάσιος Βόηθος. ἄλλοις δὲ ἤρεσεν ἀπορίας μόνας γράψαι πρὸς τὰ λεγόμενα, ὅπερ Λούκιός τε πεποίηκε καὶ μετ’ αὐτὸν Νικόστρατος τὰ τοῦ Λουκίου ὑποβαλλόμενος, σχεδόν τι πρὸς πάντα τὰ εἰρημένα κατὰ τὸ βιβλίον ἐνστάσεις κομίζειν φιλοτιμούμενοι, καὶ οὐδὲ εὐλαβῶς, ἀλλὰ καταφορικῶς μᾶλλον καὶ ἀπηρυθριακότως· πλὴν καὶ τούτοις χάρις, καὶ ὅτι πραγματειώδεις τὰς πολλὰς τῶν αποριῶν προεβάλοντο καὶ ὅτι λύσεώς τε τῶν ἀποριῶν ἀφορμὰς καὶ ἄλλων πολλῶν καὶ καλῶν θεωρημάτων τοῖς μεθ᾿ εαυτοὺς ἐνδεδώκασι. Πλωτῖνος δὲ ὁ μέγας ἐπὶ τούτοις τὰς πραγματειωδεστάτας ἐξετάσεις ἐν B τρισὶν ὅλοις βιβλίοις τοῖς Περὶ τῶν γενῶν τοῦ ὄντος ἐπιγεγραμμένοις τῷ 25 τῶν Κατηγοριῶν βιβλίῳ προσήγαγε. μετὰ δὲ τούτους ο πάντων ἡμῖν τῶν καὶ αἴτιος Πορφύριος ἐξήγησίν τε ἐντελῆ τοῦ βιβλίου καὶ τῶν ἐνστάσεων πασῶ λύσεις οὐκ ἀπόνως ἐν ἑπτὰ βιβλίοις ἐποιήσατο τοῖς Γεδαλείῳ προσφωνηθεῖσι, πολλὰ καὶ τῶν Στωικῶν ἐκεῖ δογμάτων κατὰ τὴν κοινωνίαν τοῦ λόγου προσιστορῶν. μετὰ τοῦτον δὲ ὁ θεῖος Ἰάμβλιχος πολύστιχον καὶ αὐτὸς πραγματείαν εἰς τοῦτο τὸ βιβλίον κατεβάλετο, τὰ μὲν πολλὰ τοῖς Πορφυρίου καὶ ἐπ᾿ αὐτῆς τῆς λέξεως κατακολουθῶν, τινὰ δὲ ἐπικρίνων ἐκείνων καὶ διαρθρῶν ἀκριβέστερον μετὰ τοῦ συστέλλειν τὴν ὡς ἐν σχολαῖς πρὸς τὰς ἐνστάσεις μακρολογίαν, πανταχοῦ δὲ τὴν νοερὰν θεωρίαν ἑκάστῳ σχεδὸν τῶν κεφαλαίων ἐπιτιθεὶς καὶ τι καὶ ἄλλο πρὸς τούτοις χρησιμον τῷ συγγράμματι προστιθείς· Ἀρχύτου γὰρ τοῦ Πυθαγορικοῦ καὶ πρὸ Ἀριστοτέλους τὴν εἰς δέκα τῶν πρώτων γενῶν ποιησαμένου διαίρεσιν ἐν τῷ βεβλίῳ ὃ Περὶ τοῦ παντὸς ἐκεῖνος ἐπίγραψε καὶ τά τε γνωρίσματα αὐτῶν διὰ παραδειγματων ἐναργῶς σαφηνίζοντος καὶ τάξιν ἣν ἔχουσι πρὸς ἄλληλα καὶ τὰς κατ’ εἴδη διαφορὰς ἑκάστου καὶ τὰ ὑπάρχοντα αὐτοῖς κοινῶς τε καὶ ἰδίως Γ ὑποδεικνύντος αὐτὸς ἐν τοῖς προσήκουσι τόποις τὰ τοῦ Ἀρχύτου παράγων ἐκεῖνά τε νοερῶς συνεσπειραμένα ἐξήπλωσε καὶ τὴν συμφωνίαν τὴν πρὸς αὐτὰ τοῦ Ἀριστοτέλους ἐπέδειξε καὶ εἴ πού τι διάφωνον ἦν (ὀλίγα δὲ ταῦτα), καὶ τοῦτο ὑπ᾿ ὄψιν ἤγαγε τοῖς φιλομαθέσι, μηδὲ τὴν αἰτίαν τῆς διαφωνίας ἀνεξέταστον καταλιμπάνων, εἰκότως, διότι φαίνεται πανταχοῦ τῷ Ἀρχύτᾳ κατακολουθεῖν ὁ Ἀριστοτέλης βουλόμενος. καὶ Δέξιππος δὲ ὁ Ἰαμβλίχειος καὶ αὐτὸς μὲν τὸ τοῦ Ἀριστοτέλους βιβλίον συντόμως ἐξηγήσατο, προηγουμένως δὲ τὰς Πλωτίνου ἀπορίας ὡς ἐν διαλόγῳ προτεινομένας αὐτῷ διαλύειν προτίθεται, οὐδὲν οὐδὲ οὗτος σχεδὸν τοῖς Πορφυρίου καὶ Ἰαμβλίχου προστεθεικώς. Τοσαύτης τοίνυν τῶν κλεινοτάτων ἐν φιλοσοφίᾳ περὶ τὸ τῶν Κατηγοριῶν βιβλίον γενομένης σπουδῆς καταγέλαστος εὐθὺς ἀπ’ ἀρχῆς ἂν δόξαιμι γράψαι τι καὶ αὐτὸς τολμήσας, εἰ μὴ αἰτίαν εὔλογον ἐπιδείξαιμι τοῦ τολμήματος. ἐγὼ γὰρ ἐνέτυχον μὲν καί τισι τῶν εἰρημένων συγγράμμασιν, ἐπιμελέστρον δὲ ὡς οἷός τε ἦν τοῖς Ἰαμβλίχου παρα|κολουθῶν ἀπεγραψάμην, καὶ αὐτῇ πολλαχοῦ τῇ λέξει τοῦ φιλοσόφου χρησάμενος, ὁ δὲ σκοπὸς ἦν μοι τῆς ἀπογραφῆς ἅμα μὲν ὡς ἂν δυναίμην ἐκ τοῦ γράφειν ἀκριβεστέραν τῶν εἰρημένων κατανόησιν προσλαβεῖν, ἅμα δὲ τὸν ὑψηλὸν νοῦν τοῦ ἀνδρὸς καὶ τοῖς πολλοῖς ἄβατον ἐπὶ τὸ σαφέστερόν τε καὶ συμμετρότερον καταγαγεῖν, ἐκ τρίτων δὲ καὶ τὸ πολὺ πλῆθος τῶν πολυειδῶν συγγαμμάτων ἐπ᾿ ἔλαττον ὁπωσοῦν συστεῖλαι, οὐχ οὕτως ὡς ὁ φιλοσοφώτατος Συριανὸς εἰς ἐλάχιστον, ἀλλὰ μετὰ τοῦ μηδὲν ὡς δυνατὸν τῶν ἀναγκαίων παραλιπεῖν. εἰ δέ τι καὶ αὐτὸς ἴσχυσα προσθεῖναι, καὶ ὑπὲρ τούτου τοῖς ἀνδράσι τούτοις μετὰ τοὺς θεοὺς χάρις, ὑφ᾿ ὧν χειραγωγούμενος ἢ ἀπορίαν οὐκ ἀπόβλητον ἢ διάρθρωσιν τῶν εἰρημένων ἀξίαν τινὰ τοῦ λόγου προστέθεικα· συμβουλεύω μέντοι τοῖς ἐντευξομένοις μηδέποτε τῶν Πορφυρίου μάλιστα καὶ Ἰαμβλίχου καταφρονῆσαι συγγραμμάτων ἐπὶ τούτοις τοῖς σχολικοῖς, ἀλλ᾿ εἴπερ ἄρα, ὡς εἰσαγωγῇ καὶ γυμνασίῳ τούτοις χρήσασθαι πρὸς ἀκριβεστέραν τῶν ἐκείνοις τοῖς ἀνδράσιν εἰρημένων κατάληψιν. Ἐπεὶ δὲ πρώτῳ τῶν Ἀριστοτέλους τῷ τῶν Κατηγοριῶν ἐντυγχάνομεν βιβλίῳ, μία δὲ τῶν κατὰ φιλοσοφίαν αἱρέσεών ἐστιν ἡ ᾿Αριστοτέλους Περιπατητικὴ πατητικὴ καλουμένη, ῥητέον πρῶτον, κατὰ πόσους καὶ ποίους τρόπους τάς ὀνομασίας ἔσχον αἱ κατὰ φιλοσοφίαν αἱρέσεις, δεύτερον, τίς ἡ διαίρεσις τῶν ᾿Αριστοτελικῶν συγγραμμάτων, ἵνα καὶ τὸ προκείμενον ὅπου χοροῦ τάξωμεν γένηται δῆλον, τρίτον, πόθεν ἀρκτέον τῶν ᾿Αριστοτέλους συγγραμμάτων, τέταρτον, τί τὸ τέλος ἐστὶν τῆς ᾿Αριστοτέλους φιλοσοφίας, πέμπτον, τίνα τὰ ἄγοντα ἡμᾶς πρὸς τὸ τέλος, ἕκτον, τί τὸ εἶδος τῶν ᾿Αριστοτελικῶν συγγραμμάτων, ἕβδομον, διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ὄγδοον, ποῖον δεῖ τὸν ἐξηγητὴν εἶναι τῶν τοιούτων λόγων, ἔνατον, ποῖον δεῖ τὸν ἀκροατὴν παραλαμβάνεσθαι, δέκατον, πόσα δεῖ προλαμβάνειν ἑκάστης Ἀριστοτελικῆς πραγματείας κεφάλαια καὶ ποῖα καὶ διὰ ποίαν αἰτίαν. Αἱ μὲν οὖν κατὰ φιλοσοφίαν αἱρέσεις ἑπταχῶς ὀνομάζονται, ἢ ἀπὸ τοῦ συστησαμένου τὴν αἵρεσιν ὠς Πυθαγόρειοι καὶ Πλατωνικοί, ἢ ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατρίδος ὡς Κυργναϊκοῖ οἱ ἀπ᾿ Ἀριστίππου καὶ Μεγαρικοί οἱ ἀπὸ Εὐκλείδου καὶ Ἐλεατικοὶ οἱ ἀπὸ Ξενοφάνους καὶ Παρμενίδου, ἢ ἀπὸ τοῦ τόπου ἐν ᾧ διέτριβον ψιλοσοφοῦντες ὡς Ἀκαδημαϊκοὶ καὶ Στωικοί, ἢ ἀπὸ συμβεβηκυίας ἐνεργείας ὡς Περιπατητικοί, ἢ ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως ὡς Ἐφεκτικοὶ οἱ ἀπὸ Πύρρωνος, ἢ ἀπὸ τοῦ τέλους ὃ προτίθενται τῆς ἑαυτῶν φιλοσοφίας ὡς Ηδονικιί οἱ Ἐπικούρειοι, ἠ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς ὡς οἱ Κυνικιί· ἄλλο γὰρ τὸ τέλος οὗ στοχάζονται καὶ ἄλλο τὸ εἶδος τῆς ἐπιτηδεύσεως· οὐ γὰρ δι᾿ ἡδονῆς οἱ Ἐπικούρειοι τὴν ἡδονὴν ἐθήρων, ἀλλὰ διὰ πόνων μάλιστα καὶ ἐγκρατείας. Τῶν δὲ Ἀριστοτελικῶν συγγραμάτων τὰ μέν ἐστι μερικά, ὡς αἱ Ἐπῖστολαὶ πρὸς ἕνα τινὰ καὶ περὶ μερικοῦ τινος γεγραμμέναι πράγματος, τὰ δὲ καθόλου, τὰ δὲ καὶ μεταξύ, ὡς αἱ Περὶ ζῴων καὶ φυτῶν ἱστορίαι, οὐ περὶ μερικῶν οὖσαι πάντῃ τινῶν· περὶ γὰρ εἰδῶν εἰσι ζῴων. ἀλλὰ τὰ μὲν μερικὰ καὶ τὰ μέσα μενέτω νῶν ἀδιαίρετα· τῶν δὲ καθόλου τὰ μέν ἐστιν ὑπομνηματικά, ὅσα πρὸς ὑπόμνησιν οἰκείαν καὶ πλείονα βάσανον συνέταξεν ὁ φιλόσοφος, ὧς τὰ μὲν μονοειδὴ ἐστιν, ὡς περὶ ἑνός τινος ὑπομιμνῄσκοντα, τὰ δὲ ποικίλα, ὡς περὶ πλειόνων. δοκεῖ δὲ τὰ ὑπομνηματικὰ μὴ πάντῃ σπουδῆς ἄξια εἶναι· διὸ οὐδὲ πιστοῦται ἀέ αὐτῶν τὰ τοῦ φιλοσόφου δόγματα. ὁ μέντοι Ἀλέξανδρος τὰ ὑπομνηματικὰ καὶ συμπεφορημένα φησὶν εἶναι καὶ μὴ πρὸς ἕνα σκοπὸν ἀναφέρεσθαι· διό καὶ πρὸς ἀντιδιαστολὴν τούτων συνταγματικὰ τὰ ἕτερα λέγεσθαι. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, τὰ δὲ αὐτοπρόσωπα, καὶ τῶν αὐτοπροσώπων τὰ μέν ἐστιν θεωρητικά, τὰ δὲ πρακτικά, τὰ δὲ ὀργανικά, καὶ τῶν θεωρητικῶν τὰ μὲν θεολογικά, ὡς ἡ Μετὰ τὰ φυσικά, τὰ δὲ φυσιολογικά, ὡς ἡ Φυσικὴ ἀκρόασις καὶ αἱ ἑπόμεναι ταύτῃ πραγματεῖαι, τὰ δὲ μαθηματικά, οἷα γεωμετρικά τε αὐτῷ γέγραπται καὶ μηχανικὰ βιβλία. τῶν δὲ πρακτικῶν τὰ μὲν ἡθικά, ὡς τά τε Νικομάχεια καὶ Εὐδήμεια καὶ τὰ ἐπιγραφόμενα Μεγάλα, τὰ δὲ οἰκονομικά, τὰ δὲ πολιτικά, ὡς οἱ Οἰκονομικοὶ καὶ Πολιτικοὶ ἐπιγεγραμμένοι λόγοι. τῶν δὲ ὀργανικῶν τὰ μὲν περὶ αὐτῆς ἐστιν τῆς ἀποδεικτικῆς μεθόδου, τὰ δὲ περὶ τῶν πρὸ αὐτῆς, ὡς τὰ Πρότερα ἀναλυτικὰ καὶ τὸ Περὶ ἐρμηνείας καὶ αἱ Κατηγορίαι, τὰ δὲ περὶ τῶν τὴν ἀπόδειξιν ὑποδυομένων, ὡς οἱ Τόποι καὶ οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ αἱ ῾Ρητορικαὶ τέχνα. αὕτη μὲν οὖν ἡ ὁλοσχερεστέρα τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις. Περὶ δὲ τοῦ τρίτου ῥητέον, πόθεν ἄρχεσθαι δεῖ τῶν Ἀριστοτελικῶν συγγραμμάτων· μετὰ γὰρ τὴν διαίρεσιν ἀκόλουθος ὁ περὶ τούτου λόγος. τινὲς μὲν οὖν ἀπὸ τῶν ὀργανικῶν φασιν ἄρχεσθαι δεῖν· ταῦτα γὰρ ἡμῖν ἐμποιεῖ τὸ διακρίνει ἐν μὲν ταῖς πράξεσιν τὰ ἀγαθὰ καὶ κακά, ἐν δὲ ταῖς γνώσεσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὥστε καὶ τῶν πρακτικῶν καὶ τῶν γνωστικῶν συγγραμμάτων προηγεῖσθαι χρὴ τὰ τὴν διακριτικὴν ἡμῖν δύναμιν παρεχόμενα. εἰ δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν φαίνεται προγηουμένη ἡ τῶν ἀργάνων γνῶσις, |οἶον τεκτονικῆς, χαλκευτικῆς, καὶ ἐπὶ ἰστρικῆς δέ, πολλῷ μᾶλλον καὶ ταύτῃ μόνῃ τήν τε ζωὴν ἡμῶν καὶ τὴν γνῶσιν ἐπιτρεπούσης. πῶς οὖν ἄνευ ἀποδείξεως ἢ τοῖς πρακτικοῖς ἢ τοῖς θεωρητικοῖς λόγοις ἐντυγχάνοντες οὐ ταὐτὸν πεισόμεθα τοῖς ἄνευ τοῦ Ἑρμαϊκοῦ μώλυος παρὰ τὴν Κίρκην ἰοῦσι καὶ θελγομένοις ὑπὸ τῶν παρ᾿ ἑκάστοις πιθανῶς λεγομένων; τινὲς δὲ ἀπὸ τῶν ἠθικῶν προστάττουσι ποιεῖσθαι τὴν ἀρχήν· τὰ γὰρ ὄργανα, φασί, τῶν μέσων ἐστὶν καὶ δυνατὸν αὐτοῖς καὶ εὖ καὶ κακῶς χρῆσθαι· δηλοῦσι δὲ καὶ οἱ πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν. δεῖν οὖν πρότερον τοῖς χρησομένοις τοῖς ὀργάνοις ζωῆς μετρίως παρεσκευασμένης. οὐ γὰρ τοιαύτη ἐστὶν ἡ τῶν οἰκοδομικῶν καὶ κυβερνητικῶν γνῶσις, οἵα ἡ φιλοσοφίας, ἀλλ᾿ αὕτη ζωτική· δεῖ οὖν πρώτης τῆς ἀπὸ τῶν ἠθικῶν καταρτύσεως, οὐκ ἀποδεικτικῶς, ἀλλ᾿ ὀρθοδοξαστικῶς τὰ ἠθικὰ παραλαμβανόντων ἡμῶν κατὰ τὰς αὐτοφυεῖς περὶ τῶν ὄντων ἐννοίας. ἀλλ᾿ εἰ μὲν τὰ Ἠθικὰ Ἀριστοτέλους κατηχήσεις μόνον ἦσαν παραινετικαὶ καὶ ἀναπόδεικτοι, οἷαι πολλαὶ παρὰ τοῖς πυθαγορείοις ἐλέγοντο, ὀρθῶς εἶχεν ἐν τούτων ἀρχομένους προκαταρτύειν δι᾿ αὐτῶν τὰ ἤθη· εἰ δὲ καὶ ἐκεῖνα μετὰ διαιρέσεων καὶ ἀποδείξεων τῶν ἐπιστημονικωτάτων παραδέδωκεν Ἀριστοτέλης, πῶς ἄνευ τῶν ἀποδεικτικῶν μεθόδων ἰόντες ἐπ᾿ αὐτὰ δυνησόμεθά τι πλέον ἀνύτειν; μήποτε οὖν δεῖ πάντως ἠθικῆς προκατηχήσεως, ἀλλ᾿ οὐ διὰ τῶν Ἀριστοτέλους Ἠθικῶν παραδιδο- μένης, ἀλλὰ δι᾿ ἀγράφου συνεθισμοῦ καὶ τῶν ἀτέχνων παραινέσεων ἀγράφως τε καὶ ἐγγράφως τὸ ἦθος ἡμῶν ἀπευθυνόντων, καὶ τότε τῆς λογικῆς τε καὶ ἀποδεικτικῆς μεθόδου· καὶ μετ᾿ ἐκείνας τούς τε περὶ ἠθῶν ἐπιστημονικοὺς λόγους καὶ τοὺς τῆς περὶ τῶν ὄντων θεωρίας ἐπιστημονικῶς δυνησόμεθα παραδέχεσθαι. Τέταρτον δὲ ἦν τῶν προβληθέντων τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας εὑρεῖν· ἐκ τούτου γὰρ καὶ τὸ σεμνὸν αὐτῆς θεασόμεθα. τέλος τοίνυν καὶ τῆς τοῦδε τοῦ ἀνδρὸς φιλοσοφίας κατὰ μὲν τὸ ἦθος ἡ διὰ τῶν ἀρετῶν καὶ γὰρ οἶδεν αὐτὴν ἐπιστημονικῶς καὶ ἐσέφθη καὶ λαμπρᾷ τῇ φωνῇ ἀνεβόησεν “οὐκ ἀγαθὸν πολυκοιρανίη”, κοινὸν δὲ ἀμφοῖν τέλος τὸ ἐπιβάλλον ἀνθρώπῳ ἡ τελεωτάτη εὐδαιμονία, πρὸς ἣν οὐδεμίαν ὑπερβολὴν οὐδενὶ τῶν ἄκρως φιλοσοφησάντων καταλέλοιπεν Ἀριστοτέλης, οὐδὲ ἄνθρωπον ἔτι καλεῖν ἀξιῶν, ἀλλὰ θεὸν τὸν εἰς ἐκείνην ἀναδραμόντα· τοιαῦτα γὰρ ἐν τοῖς τελευταίοις τῶν Νικομαχείων ἠθικῶν μεγαληγορεῖ. πρὸς δὲ τὸ τοιοῦτον ἄγει τέλος ἅπαντα τὰ τοῦ φιλοσόφου συγγράμματα, τὰ μὲν τὴν ἀποδεικτικὴν παρασκευάζοντα μέθοδον, τὰ δὲ τὰ ἤθη διὰ τῶν ἀρετῶν κοσμοῦντα, τὰ δὲ τὴν γνῶσιν διὰ τῶν φυσικῶν ἐπὶ τὰ ὑπὲρ φύσιν ἀνάγοντα. Εἶδος δὲ τῆς Ἀριστοτελικῆς ἑρμηνεία τὸ κατὰ τε τὸν νοῦν καὶ τὴν λέξιν συνεστραμμένον καὶ νοερὸν καὶ γοργόν. ἢ γὰρ τὴν λύσιν εὐθὺς ἐπάγει τῇ ἀπορίᾳ ἢ πολλὰς ἐπισυνάπτων ἀπορίας μιᾷ λύσει καὶ ταύτῃ συντόμῳ διαλύει πάσας, οὐδαμοῦ δὲ ἐθέλει τῆς ἐναργείας ἐξίστασθαι. διττῆς δὲ οὔσης ἐναργείας εἰς πίστιν, τῆς μὲν ἀπὸ νοῦ, τῆς δὲ ἀπὸ αἰσθήσεως, τοῖς μετὰ αἰσθήσεως ζῶσιν διαλεγόμενος τὴν ἀπὸ τῆς αἰσθήσεως προτιμᾷ· διὰ καὶ τὸ ἀναγκαστικὸν αὐτοῦ ταῖς ἀποδείξεσιν ὑπάρχει, ὡς καὶ τὸν μὴ πειθόμενον διά τινας οὐκ εὐτυχεῖς προλήψεις ὅμως ἠναγκασμένον ἐπιστομίζεσθαι. πανταχοῦ δὲ ἐθέλει τῆς φύσεως μὴ ἐξίστασθαι, ἀλλὰ καὶ τὰ ὑπὲρ τὴν φύσιν κατὰ τὴν πρὸς τὴν φύσιν θεωρεῖ σχέσιν, ὥσπερ ὁ θεῖος Πλάτων ἀνάπαλιν κατὰ τὸ Πυθαγόρειον ἔθος καὶ τὰ φυσικὰ ἐπισκέπτεται καθὸ τῶν ὑπὲρ φύσιν μετέχουσιν. οὐ μὴν οὐδὲ μύθοις οὐδὲ συμβολικοῖς αἰνίγμασιν, ὡς τῶν πρὸ αὐτοῦ τινες, Ἀριστοτέλης ἐχρήσατο, ἀλλ᾿ ἀντὶ παντὸς ἄλλου παραπετάσματος τὴν ἀσάφειαν προετίμησεν. Ἐζήτει δὲ καὶ ταύτης τὴν αἰτίαν ὁ λόγος κατὰ τὸ ἕβδομον τῶν προβληθέντων καὶ καλῶς εἰς αὐτὴν αὐτοφυῶς ἐμπέπτωκεν. τῶν γὰρ παλαιοτέρων νομιζόντων μὴ δεῖν καὶ τοῖς σκυτοτόμοις τὴν ἑαυτῶν σοφίαν προτιθέναι εἰς πάρεργον ἀντίληψιν διὰ τὴν προφαινομένην σαφήνειαν οἱ μὲν μύθοις, οἱ δὲ συμβόλοις αὐτὴν ἐπέκρυψαν ὡς τοῖς παραπετάσμασιν τὰ ἀπορρητότερα τῶν ἱερῶν. Ἀριστοτέλης δὲ τὴν ἀσάφειαν προετίμησεν, ἴσως μὲν καὶ τὴν ἀόριστον τῶν μύθων καὶ τῶν συμβόλων τὰ τοιαῦτα), ἴσως δὲ καὶ γυμναστικωτέραν εἰς ἀγχίνοιαν ὑπολαμβάνων τὴν τοιαύτην ἀσάφειαν. ἔδρασεν δὲ ὅμως ὅπερ ἐβούλετο, τοῖς ῥᾳθύμοις οὐδὲ τὴν μυθικὴν ψυχαγωγίαν προτείνειν ἀξιῶν, ἀλλ᾿ οὕτως αὐτοὺς ἀποσκευαζόμενος, ὡς πάντων ἀσαφέστερος μαρτυρεῖσθαι. ὅτι γὰρ οὐκ ἀσθενείᾳ λόγου τὸ ἀσαφὲς αὐτοῦ τοῖς συγγράμμασιν ἐπεγένετο, ἴσασι μὲν καὶ οἱ μετρίως λόγῳ παρακολουθεῖν δυνάμενοι, ὅτι πολλὴν ἐμφαίνει λεκτικὴν δύναμιν ἡ Ἀριστοτέλους ἑρμηνεία, ὡς δι᾿ ὀλίγων πολλάκις συλλαβῶν παραδιδόναι, ὅσα οὐκ ἄν τις ἐν πολλαῖς περιόδοις ἐδίδαξεν· δῆλον δὲ καὶ ἐξ ὧν ἐν οἷς ἐβουλήθη σαφέστατα ἐδίδαξεν, ὡς ἐν τοῖς Μετεώροις καὶ τοῖς Τοπικοῖς καὶ ταῖς γνησίαις αὐτοῦ Πολιτείαις, ἅπερ διὰ τὸ κοινότερον τῶν θεωρημάτων σαφέστερον ἀπαγγεῖλαι σύνοιδεν. τὸ δὲ δύνασθαι σαφῶς εἰπεῖν δηλοῖ μάλιστα ὁ τῶν Ἐπιστολῶν αὐτοῦ χαρακτὴρ τὸν ἀνὰ χεῖρα διάλογον ὡς ἐπιστολαῖς προσήκει μετ᾿ εὐπερπείας ἐπιστολικὸν καὶ οὐδὲ ἐστίν τις τῶν συνεγωνσμένων Ἀριστοτέλει περὶ τὸν ἐπιστολικὸν χαρακτῆρα προσόμοιος. Τὸν δὲ ἄξιον τῶν Ἀριστοτελικῶν συγγραμμάτων ἐξηγητὴν δεῖ μὴ πάντῃ τῆς ἐκείνου μεγαλονοίας ἀπολείπεσθαι. |δεῖ δὲ καὶ τῶν πανταχοῦ τῷ φιλοσόφῳ σόφῳ γεγραμμένων ἔμπειρον εἶναι καὶ τῆς Ἀριστοτελικῆς συνηθείας ἐπιστήμονα. δεῖ δὲ καὶ κρίσιν ἀδέκαστον ἔχειν, ὡς μηδὲ τὰ καλῶς λεγόμενα κακοσχόλως ἐκδεχόμενον ἀδόκιμα δεικνύναι μηδὲ εἴ τι δέοιτο ἐπιστάσεως, πάντῃ πάντως ἄπταιστον φιλονεικεῖν ἀποδεῖξαι, ὡς εἰς τὴν αἵρεσιν ἑαυτὸν ἐγγράψαντα τοῦ φιλοσόφου. δεῖ δὲ οἶμαι καὶ τῶν πρὸς Πλάτωνα λεγομένων αὐτῷ μὴ πρὸς τὴν λέξιν ἀποβλέποντα μόνον διαφωνίαν τῶν φιλοσόφων καταψηφίζεσθαι, ἀλλ᾿ εἰς τὸν νοῦν ἀφορῶντα τὴν ἐν τοῖς πλείστοις συμφωνίαν αὐτῶν ἀνιχνεύειν. Καὶ τὸν ἀκροατὴν δεῖν καλόν τε εἶναι καὶ σπουδαῖν ἱκανῶς καὶ προὔργου παντὸς ποιεῖσθαι τὴν ἐπὶ πολὺ τῶν Ἀριστοτελικῶν νοημάτων ἐξέτασιν καθ᾿ αὑτόν γε καὶ μετὰ τῶν ὁμοίως φιλομαθῶν. φυλάττεσθαι δὲ χρὴ τὴν ἐριστικὴν φλυαρίαν, εἰς ἣν πολλοὶ τῶν Ἀριστοτέλει συγγινομένων αποπίπτουσιν. τοῦ γὰρ φιλοσόφου τοῖς ἀνελέγκτοις τῆς ἐπιστήμης ὅροις τὰ πάντα ἀποδεικνύναι σπουδάζοντος οἱ περιττῶς σοφοὶ καὶ πρὸς τὰ ἐναγρῆ ἀντιλέγειν ἐθίζονται τὸ ὄμμα τῆς ἑαυτῶν ψυχῆς ἀποτυφλοῦντες, πρὸς οὓς ἀρκεὶ τὸ τοῦ Ἀριστοτέλους εἰπεῖν, ὅτι ἢ αἰσθήσεως ἢ κολάσεως δέονται· εἰ μὲν γάρ μὴ ἐφιστάνοντες φιλονε3ικοῦσιν, αἰσθήσεως· εἰ δὲ ἐφιστάνοντες μέν, ἐπὶ λόγων δὲ δυνάμει φιλοτιμοῦνται, κολάσεως. Δέκατον λοιπὸν ἦν τῶν προτεθέντων, πόσα χρὴ κεφάλαια καὶ τίνα τῶν Ἀριστοτέλους πραγματειῶν προδιαρθροῦσθαι. καὶ ἔστι ταῦτα ὁ σκοπός, τὸ χρήσιμον, ἡ τῆς ἐπιγραφῆς αἰτία, ἡ τάξις τῆς ἀναγνώσεως, εἰ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, ἡ εἰς τὰ κεφάλαια διαίρεσις· οὐκ ἄτοπον δὲ ἴσως ζητεῖν καὶ ὑπὸ ποῖον μέρος αὐτοῦ τῆς φιλοσοφίας ἀνάγεται. ὁ φὲν γὰρ σκοπὸς ὀρθῶς γωνσθεὶς ὁρίζει καὶ κατευθύνει τὴν διάνοιαν ἡμῶν, ἳνα μὴ ἐπ᾿ ἄλλα καὶ ἄλλα φετρώμεθα μάτηv, ἀλλὰ πρὸς αὐτὸν ὅπαντα ἀναφέρωμεν. τὸ δὲ χρήσιμον προφανὲν συντονωτέρους ἡμᾶς καὶ προθυμοτέρους ἐργάζεται. ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς, ὅταν σαφὴς οὖσα τυγχάνῃ, οὐκ ἐνοχλεῖ, καὶ E προσαφηνισθεῖσα δὲ βεβαιοῖ τὸν σκοπόν. καὶ τὸ γνήσιον δὲ, ὅπερ, ἐμοὶ δοκεῖ, πρὸ πάντων ἔδει τῶν ἄλλων βασανίζεσθαι, ἀναγκαίως προλαμβάνεται· πάσχομεν γάρ τι καὶ ὑπὸ τῆς τῶν προσώπων δόξης, καὶ οὐκ ἀτόπως, διὰ τὸ μὴ πάντῃ παρεσκευάσθαι πρὸς τὴν τοῦ ἀληθοῦς διάκρισιν, ἀλλ᾿ ἀγαπᾶν ἔν τισι τὸ τοῖς κρείττοσιν ἕπεσθαι. πολλὰ γὰρ ἐγράγη καὶ νόθα βιβλία κατ᾿ ἐκεῖνον μάλιστα τὸν χρόνον, ὅτε πολλοὶ τῶν βασιλέων περὶ τὰς βιβλιοθήκας σπουδάζοντες πολλοῦ χρυσίου τὰ ἀπεξενωμένα τῶν βιβλίων ὠνοῦντο. ἡ δὲ εἰς τὰ κεφάλαια τῶν βιβλίων διαίρεσις οἷον κατ᾿ ἄρθρα τέμνουσα μιμεῖται τὴν ἀνατομικὴν παρὰ τοῖς ἰατροῖς θεωρίαν· ὡς γὰρ ἐκείνη τὴν εἰς τὸ ὅλον τείνουσαν χρείαν ἑκάστου τῶν μορίων διὰ τῆς ἀνατομῆς εὑρίσκει καὶ γνῶσιν ἀκριβεστέραν τοῦ συνθέτου παρέχεται παραγυμνώσασα τὰ ἁπλᾶ, οὕτως καὶ αὕτη διελοῦσα τὸ ὅλον ὑπ᾿ ὄψιν μᾶλλον ἄγει, καὶ τὴν ἑκάστου παρίστησιν χρείαν πρὸς τὸν ὅλον σκοπόν. καὶ τὸ δεὶξαι δὲ ὑπὸ ποῖον ἀνάγεται μέρος τὴν τοῦ μέρους πρὸς τὸ ὅλον παρέχεται σύνταξιν. ιστέον δέ, ὅτι οὐκ ἀεὶ ταῦτα πάντα δεῖται θιαρθρώσεως· πολλάκις γὰρ τὸ χρήσιμον τῷ σκοπῷ συναναφαίνετα καὶ ἡ ἐπιγραφὴ παντὶ δήλη καθέστηκεν, ὡς ἡ Περὶ ψθχῆς, καὶ τὸ γνήσιον οὐκ ἐπὶ πάντων δεῖται κατασκευῆς, ἀλλ᾿ ἐφ᾿ ὦν ἔστιν τις ὅλως ἀντιλογίας ἀφορμή. Ἴδωμεν οὖν καὶ ἐπὶ τοῦ προκειμένου βιβλίου τῶν προβληθέντων κεφαλαίων ἕκαστον. καὶ πρῶτον τίς ὁ σκοπὸς θεωρήσωμεν, ἐπειδὴ καὶ παρὰ τοῖς ἐλλογιμωτάτοις διαμφισβητούμενος φαίνεται. ὅτι μὲν γὰρ περὶ δέκα τινῶν ἁπλῶν ποιεῖται τὸν λόγον, ἅπερ γένη καλοῦσιν ὡς ὁλικώτατα, πρόδηλον. ταῦτα δὲ οἱ μὲν φωνὰς εἶναι λέγουσιν καὶ περὶ φωνῶν ἁπλῶν εἶναι τὸν σκοπόν φασι καὶ ὅτι μέρος ἐστὶ τῆς λογικῆς τὸ πρῶτον· ὡς οὖν τὸ περὶ τῶν προτάσεων βιβλίον περὶ φωνῶν ἐστι συνθέτων, ἀλλ᾿ οὐχὶ περὶ πραγμάτων, οὕτως καὶ τοῦτο περὶ τῶν μερῶν τῆς προτάσεως ὂν περὶ φωνῶν ἂν εἴη. ἔτι δὲ ἀρχόμενος τοῦ λόγου ὁ Ἀριστοτέλης “τῶν λεγομένων, φησί, τὰ μὲν κατὰ συμπλοκὴν, τὰ δὲ ἄνευ συμπλοκῆς λέγεται”, καὶ πάλιν “τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει”, ὡς περὶ τῶν φωνῶν οὔσης τῆς προθέσεως τῶν σημαινουσῶν, καὶ μετὰ τὴν τῶν δέκα γενῶν ἀπαρίθμησιν “ἕκαστον, φησί, τῶν εἰρημένων αὐτὸ μὲν καθ᾿ αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται·” ἡ γὰρ τῶν φωνῶν συμπλοκὴ γίνεται κατάφασις, ἀλλ᾿ οὐχὶ τῶν πραγμάτων. ἄλλοι δὲ τοῦτον μὲν οὐκ ἀποδέχονται τὸν σκοπόν· οὐ γὰρ φιλοσόφου τὸ περὶ φωνῶν θεωρεῖν, ἀλλὰ γραμματικοῦ μᾶλλον τά τε πάθη καὶ τοὺς σχηματισμοὺς καὶ παρασχηματισμοὺς αὐτῶν καὶ τὰς κυριότητας καὶ τὰς ἰδέας ἐπισκεπτομένου· περὶ δὲ τῶν ὄντων αὐτῶν τῶν ὑπὸ τῶν φωνῶν σημαινομένων εἶναι λέγουσι τὸν σκοπὸν καὶ ταῦτα εἶναι τὰ λεγόμενα. καὶ μάρτυρα καὶ οὗτοι τὸν Ἀριστοτέλη παρέχονται λέγοντα “τῶν ὄντων τὰ μὲν καθ᾿ ὑποκειμένου τινὸς λέγεται”, ὡς περὶ τῶν ὄντων οὔσης τῆς διαιρέσεως, καὶ πάλιν “οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη”, ὥστε περὶ τῆς οὔσης οὐσίς καὶ τῶν ἄλλων τῶν ὄντων ὁ λόγος. ἀλλὰ καὶ τούτοις ἀντίκειται |τὸ τῆς λογικῆς πραγματείς μέρος εἶναι τὸ προκείμενον βιβλίον, περὶ δὲ τῶν ὄντων ᾗ ὄντα ἐστὶν τὴν μετὰ τὰ φυσικὰ καὶ ὅλως τὴν πρώτην πραγματεύσθαι φιλοσοφίαν. ἄλλοι δὲ οὔτε περὶ τῶν σημαινουσῶν φωνῶν οὔτε περὶ τῶν σημαινομένων πραγμάτων εἶναι λέγουσι τὸν σκοπόν, ἀλλὰ περὶ τῶν ἁπλῶν νοημάτων· εἰ γὰρ περὶ τῶν δέκα γενῶν ὁ λόγος ἐν τούτοις, ταῦτα δὲ ὕστερον καὶ ἐννοηματικά, περὶ νοημάτων ἂν εἴη ὁ λόγος· ὅτι δὴ περὶ τῶν λεγομένων ἐστίν, σαφῶς εἶπεν ὁ Ἀριστοτέλης, τὰ δὲ λεγόμενα καὶ λεκτὰ τὰ νοήματά ἐστιν, ὡς καὶ τοῖς Στωικοῖς ἐδόκει. ἔδει δὲ τοὺτους ἐννοεῖν, ὅτι τὸ περὶ νοημάτων καθὸ νοήματα λέγειν οὐ λογικῆς, ἀλλὰ ἦς περὶ ψυχῆς ἐστιν πραγματείας. ἀλλὰ τούτων μὲν ἕκαστος ἀτελῶς ἀντελάβετο τοῦ σκοποῦ· διὸ καὶ πάντες τὸν Άριστοτέλη μαρτύρονται ὡς μερικῶς ἀληθεύοντες καὶ κατηγοροῦσιν ἀλλήλων εἰκότα καὶ αὐτοὶ πάλιν εὐθύνονται δικαίως. ἴδωμεν δὲ καὶ τοὺς τελεώτερον ἀντιλαμβανομένους, ὧν ἐν πρώτοις κατ᾿ ἐμήν ἐστιν γνώμην ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, ἀρχὴν λέγων εἶναι τῆς λογικῆς πραγματείας τοῦτο τὸ βιβλίον, “ἐπειδὴ, φησίν, ὁ λόγος σημαίνει τῷ τὰ μόρια αὐτῷ τὰ πρῶτα σημαίωειν· τίνα δὲ ἐστιν τὰ ὑπὸ τῶν πρώτων καὶ ἁπλῶν μορίων τοῦ λόγου σημαινόμενα νοήματα βουλόμενος δηλῶσαι διαιρεῖ τὸ ὂν οὐκ εἰς τὰ καθ᾿ ἕικαστα (/απερίληπτα γὰρ ταῦτα καὶ ἄγνωστα διὰ τε τὸ πλῆθος καὶ τὴν παντοίαν μεταβολήν), ἀλλ᾿ εἰς τὰ ἀνωτάτω γένη τὰ δέκα ταῦτα, ἅπερ κατηγορίας ἐκάλεσεν,κ ὡςκ γενικώτατα καὶ αὐτὰ μὲν μηδενὶ ὐποκείμενα, κατηγορούμενα δὲ τῶν ἄλλων, ὥστε περὶ τῶν ἁπλῶν καὶ γενικωτάτων τοῦ λόγου μορίων εἶναι τὸν σκοπὸν τῶν τὰ απλᾶ πράγματα σημαινόντων καὶ τὰ περὶ τῶν ἁπλῶν πραγμάτων ἁπλᾶ νοήματα”. τῆς δὲ αὐτῆς ἐγένετο δόξης καὶ ὁ Αἰγαῖος Ἀλέξανδρος. ὁ δἐ Πορφύριος σκοπὸν εἶναι τοῦ βιβλίου φησὶν ἔν τε τῷ πρὸς Γεδάλειον καὶ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν περὶ τῶν κατηγορου μένων· αὗται δέ εἰσιν αἱ ἁπλαῖ φωναὶ αἱ σημαντικαὶ τῶν πραγμάντων, καθὸ σημαντικαὶ εἰσιν, ἀλλ᾿ οὑ καθὸ λέξεις ἁπλῶς. καθ[ο μὲν γὰρ λέξεις, ἄλλας εχουσι πραγματείας, ἂς ἐν τῷ Περὶ τῶν τοῦ λόγου στοιχείων ὅ τε Θεόφραστος ἀνακινεῖ καὶ οἱ περὶ αὐτὸν γεγραφότες οἷον πότερον ὄνομα καὶ ῥῆμα τοῦ λόγου στοισχεῖα ἢ καὶ ἄρθρα καὶ σύνδεσμοι καὶκ ἄλλα τινά (λέξεως δὲ καὶ ταῦτα μέρη, λόγου δὲ ὅνομα καὶ ῥῆμα), καὶ τις ἡ κυρία λέξις, τὶς δὲ ἡ μεταφορικήμ, καὶ τίνα τὰ πάθη αὐτῆς, οἶον τί ἀποκοπή, τί ἀφαίρεσις, τίνες αἱ ἁπλαῖ, τίνες αἱ σύνθετοι, τίνες οἱ ὑποσύνθετοι καὶ ὅσα τοιαῦτα, καὶ ὅσα περὶ ἰδεῶν εἴρηται, τί τὸ σαφὲς ἐν ταῖς λέξεσιν, τί τὸ μεγαλοπεπές, τί τὸ ἡδὺ καὶ πιθανόν· καθὸ μέντοι σημαντική ἐστιν ἡ λέξις, κατὰ τὰ γὲνη τῶν ὄντων ἀφορίζεται. καὶ ἡ μὲν λέξις κατηγορία λέγεται ὡς κατὰ τοῦ πράγματος ἀγορευομένη, τὸ δὲ πεᾶγμα κατηγόρημα. τῆς οὖν κατηγορίας ἤτοι πράγματος ὄντος μετὰ τῆς σημαινούσης αὐτὸ λέξεως ἢ τῆς σημαντικῆς λέξεως, καθόσον ἐστὶν σημαντική, ἑκατέρως ἔχεται καὶ τῶν πραγμάτων ἡ κατηγορία. ἀπείρων δὲ ὄντων τῶν κατὰ μέρος καὶ ἀκαταλήπτων, εἰς δέκα γένη τὰ ἄπειρα ἀνηγαγεν ὁ Ἀριστοτέλης, τὰς μὲν οὐσίας πάσας εἰς μίαν συνελὼν τὴν ἀνωτάτω οὐσίαν, ἧς ἐστι καὶ λέξις σημαντικὴ αὐτὴ ἡ οὐσία σύμβολον οὖσα τῆς ἐν τοῖς οὖσιν οὐσίας, εἴτε ὑποστάσεως οὔσης εἴτε ἄχρι ἐπινοίας ὑφεστώσης· οὐδὲν γὰρ τοῦτο τῇ κατηγορίᾳ διενήνοχεν· οὐ γὰρ καθὸ ἐν ὑποστάσει ἐστὶ τὰ πράγματα δηλοῦται ὑπὸ τῆς κατηγορίας, ἀλλὰ καθὸ ἀπινοεῖται ἤτοι ὄντα ἢ ὡς ὄντα. ὁμοίως δὲ καὶ τῶν καθ᾿ ἕκαστα ποσῶν ἐπὶ τὸ γενικώτατον ποσὸν ἀναγομένων ἄλλη γίνεται κατηγορία, ἡ ἀνωτάτω λέξις τοῦ ποσοῦ, κατὰ τοῦ ἀνωτάτω πράγματος ἀγορευομένη. οὕτως δὲ καὶ τὸ ποιόν. ἕτερον δέ τι γένος ἐστὶν τὸ πρὸς τι, ὑφ᾿ ὃ πάντα ἀνάγεται τὰ πρὸς ἄλλο τί πως ἔχοντα, καὶ κατηγορία ἄλλη τῆς πρὸς τι λέξεως, ὑφ᾿ ἣν τὸ διπλάσιον τὸ ἣμισυ, δοῦλος δεσπότης, πατὴρ υἱὸς καὶ τὰ τοιαῦτα. τὸ δὲ καθῆσθαι καὶ ἑσταναι καὶ κατακεῖσθαι ἄλλο γένος ποιεῖ τὸ κεῖσθαι. τὸ δὲ ἠμφιέσθαι καὶ ὡπλίσθαι ὑπὸ τὸ ἔχειν ἀνάγεται, τὸ δὲ ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ ὑφ᾿ ἓν γένος τὸ ποῦ. καὶ τὸ ποτὲ γένος ἐστὶν ἄλλο περιέχον τὰ τοῦ χρόνου εἴδη καὶ μέρη. τὸ δὲ τέμνειν καὶ καίειν εἰς τὸ ποιεῖν, ὥσπερ τὸ τέμνεσθαι καὶ καίεσθαι εἰς τὸ πάσχειν. προστίθησιν δὲ καὶ τὰ τοῦ Βοήθου ὁ Πορφύριος πολλῆς ἀγχινοίας γέμοντα καὶ εἰς τὸ αὐτὸ τείνοντα τοῖς εἰρημένοις. λέγει γὰρ καὶ ἐκεῖνος, ὅτι κατὰ μὲν τὸ ὄνομα καὶ τὸ ῥῆμα ἡ διαίρεσις εἰς τὰ τοῦ λόγου γίνεται στοιχεῖα, κατὰ δὲ τὰς κατηγορίας ἡ διαίρεσις γίνεται, καθὸ σχέσιν ἔχουσιν αἱ λέξεις πρὸς τὰ ὄντα, σημαντικαὶ τούτων οὖσαι. “διό, φησίν, οἱ σύνδεσμοι ἐν μὲν τῇ λέξει εὑρίσκονται, τῶν δὲ κατηγοριῶν ἐκπίπτουσιν· οὐδὲν γὰρ τῶν ὄντων δηλοῦσιν, οὔτε οὐσίαν οὔτε ποιὸν οὔτε ἄλλο τι τοιοῦτον”. δῆλον οὖν τῶν εἰρημένων, ὅτι οὔτε περὶ φωνῶν ψιλῶν οὔτε περὶ αὐτῶν τῶν ὄντων ᾗ ὄντα ἐστὶν οὔτε περὶ τῶν νοημάτων μόνων οἱ ἄνδρες οὖτοι τὸν σκοπὸν ἀφορίζονται, ἀλλὰ περὶ φωνῶν μὲν ἁπλῶν καὶ λέξεων, διότι λογικῆς ἐστι πραγματείας προοίμιον, καθὸ δὲ σημαντικαὶ τῶν ὄντων εἰσὶ τῶν πρώτων καὶ ἁπλῶν, ἀλλ᾿ οὐ καθὸ παρασχηματίζονται ἢ συσχηματίζονται ἢ πάθη τοιάδε ἀναδέχονται καὶ ἰδέας ἔχου|σι τοιάσδε, ἅπερ ἡ περὶ τῶν λέξεων ὡς λέξεων ἐπίσκεψις πολυπραγμονεῖ. δῆλον δὲ ὅτι, εἰ περὶ τῶν λέξεων, καθὸ σημαίνουσιν, ἀνάγκη καὶ τὰ πράγματα συν ηρτῆσθαι τὰ σημαινόμενα καὶ τὰ νοήματα τὰ κατὰ τὰς σημασίας γινόμενα. διὸ καὶ τί σημαίνει ἑκάστη λέξις ἀναδιδάσκει καὶ τὰ πράγματα καθ᾿ Ἱκάστην κατηγορίαν διορίζεται καὶ τῇ διαιρέσει τῇ αὐτῇ χρῆται καὶ ἐνταῦθα, ὅπου περὶ τῶν σημαντικῶν λέξεών ἐστιν προηγουμένως ὁ σκοπός, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά, ὅπου περὶ τῶν ὄντων ᾗ ὄντα διδάσκει· παραπλησίως δὲ καὶ ἐν τοῖς λογικοῖς, οἷον ἐν τοῖς Τοπικοῖς, καὶ ἐν τοῖς Νικομαχείοις ἠθικοῖς καὶ ἐν ταῖς ἄλλαις πραγματείαις τῇ εἰς τὰ δέκα ταύτῃ χρῆται διαιρέσει τῶν πρώτων γενῶν, ὡς πανταχοῦ μὲν τῆς αὐτῆς ὂὔσης διαιρέσεως, ἀλλ᾿ ἐνταῦθα μὲν οἰκείως τῇ λογικῇ πραγματείᾳ κατὰ τὰς σημαντικὰς λέξεις λαμβανομένης, ἀλλαχοῦ δὲ οἰκείως τῇ περὶ τῶν ὄντων θεωρίᾳ κατὰ τὴν τῶν ὄντων ὑπόστασιν, οὔτε τῶν σημαvτικῶv λέξεων πάντῃ κεχωρισμένων της τῶν οντων φυσεως οὐτε τῶν οντων απηρτημενων τῶν σημαινειν αὐτα πεφυκότων ὀνομάτων, ἀλλ᾿ οὐδὲ τῶν νοημάτων ἔξω τῆς ἀμφοῖν ὄντων φύσεως· ἓν γὰρ ὄντα πρότερον τὰ τρία ταῦτα διεκρίθησαν ὕστερον. ὁ μὲν γὰρ νοῦς αὐτὰ τὰ πράγματα ὢv καὶ αὐτὴ ἡ νόησις ταὐτὸν ἔχει τά τε ὄντα καὶ τὰ τῶν ὄντων νοήματα διὰ τὴν ἀδιάκριτον ἕνωσιν, καὶ φωνῆς ἐκεῖ οὐδὲν χρεία· ψυχὴ δὲ πρὸς μὲν νοῦν ἐστραμμένη τὰ αὐτὰ δευτέρως ἔχει, ὅτε καὶ γεννητικούς, ἀλλ᾿ οὐ γνωστικοὺς μόνον ἔχει τοὺς ἐν αὐτῇ λόγους, ἀποστᾶσα δὲ ἐκεῖθεν καὶ τοὺς ἐν αὐτῇ λόγους τῶν ὄντων χωρίσασα καὶ διὰ τοῦτο εἰκόνας αὐτοὺς ἀντὶ τῶν πρωτοτύπων ποιήσασα διέστησεν ἀπὸ τῶν πραγμάτων τὴν νόησιν, καὶ τοσύτῳ μᾶλλον, ὅσῳ καὶ τῆς πρὸς τὸν νοῦν ὁμοιότητος ἀπέστη, καὶ λοιπὸν ἀγαπᾷ σύμφωνα τοῖς πράγμασιν προβάλλεσθαι τὰ νοήματα. πεσοῦσα δὲ εἰς γένεσιν καὶ λήθης ἀναπλησθεῖσα ἐδεήθη μὲν ὄψεως, ἐδεήθη δὲ ἀκοῆς πρὸς ἀνάμνησιν· δεῖται γὰρ τοῦ ἤδη τεθεαμένου τὴν ἀλήθειαν διὰ φωνῆς ἀπὸ τῆς ἐννοίας προφερομένης κινοῦντος καὶ τὴν ἐν αὐτῇ τέως ἀπεψυγμένην ἔννοιαν· καὶ οὕτως ἡ τῆς φωνῆς ἐγένετο χρεία προσεχῶς μὲν τοῖς νοήμασιν ἐξομοιοῦσθαι σπευδούσης, δι᾿ ἐκείνων δὲ καὶ τοῖς πράγμασιν ἐφαρμοττούσης καὶ συμφυομένης πρὸς αὐτά, ἵνα μὴ μάτηρ αἱ φωναὶ λέγοιντο ὥσπερ ἡ βλίτυρι, ἀλλὰ κινοῖεν ἐν τῷ ἀκούοντι τὰς ὁμοίας ταῖς κινητικαῖς νοήσεσιν. ἀπὸ γὰρ νοήσεων προϊοῦσαι νοήσεις καὶ αὐταὶ κινοῦσι προσεχῶς καὶ συνάπτουσι τὰς τοῦ μανθάνοντος ταῖς τοῦ διδάσκοντος, μεσότητες ἀμφοῖν γινόμεναι. αἱ δὲ νοήσεις οἰκείως κινηθεῖσαι ἐφαρμόττουσι τοῖς πράγμασιν, καὶ οὕτως γίνεται ἡ τῶν ὄντων γνῶσις καὶ ὁ αὐτοφυὴς ἔρως τῆς ψυχῆς ἀποπίμπλαται. καὶ ἔστιν ἡ φωνὴ πέρας τῆς ψυχικῆς ἐνεργείας, τῶν δὲ περάτων ἐστὶν τὸ ἐπιστρέιν εἰς τὰς ἀρχά· διὸ καὶ ἡ φωνὴ τὰς ἀποστάσας ἀπὸ νοῦ καὶ τῶν ὄντων ψυχὰς καὶ διακριθείσας ἀλλήλων συνάγει τε εἰς ὁμόνοιαν καὶ τοῖς πράγμασιν συναρμόζειν ποιεῖ καὶ πρὸς νοῦν ἀναπέμπει καὶ παρασκευάζει μὴ μόνον ἀφώνους ἐθέλειν εἶναι, ἀλλὰ μηδὲ ἐννοίας τῶν πραγμάτων ἑτέρας ἔχειν. 10 οὕτως οὖν τὰ ἡμωμένως ἐν τῷ νῷ προειλημμένα ἐμέρισεν ἡ ψυχή, μετὰ μέντοι τοῦ φυλάξαι καὶ ἐν τῇ διαιρέσει τὴν ἀλληλουχίαν. ἔστιν οὖν ἐκ τῶν εἰρημένων δῆλον, ὅτι ἐστὶν μὲν ὁ σκοπὸς οἰκεῖος τῇ λογικῇ πραγματείᾳ περὶ τῶν ἁπλῶν καὶ πρώτων καὶ γενικῶν φωνῶν, καθὸ σημαντικαὶ τῶν ὄντων εἰσίν, συνδιδάσκεται δὲ πάντως καὶ τὰ σημαινόμενα ὑπ᾿ αὐτῶν πράγματα 15 καὶ τὰ νοήματα, καθὸ σημαίνεται τὰ πράγματα ὑπὸ τῶν φωνῶν. καὶ ταῦτα καὶ τοῖς Ἀλεξάνδροις καὶ Ἑρμίνῳ καὶ Βοήθῳ καὶ Πορφυρίῳ δοκεῖ καὶ ὁ θεῖος Ἰάμβλιχος ἐπιχηφίζει καὶ Συριανὸς σαφηνίζει καὶ οἱ ἡμέτεροι διδάσκαλοι ἀποδέχονται. ἀλλ᾿ ἐπεὶ δέδεικται περὶ φωνῶν ὁ σκοπός, τῶν δὲ φωνῶν αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ σύνθετοι, περὶ τῶν ἁπλῶν ἐστι φωνῶν τῶν πρώτων καὶ τὰ πρῶτα καὶ γενικώτατα τῶν ὄντων σημαινουσῶν διὰ μέσων τῶν ἁπλῶν καὶ πρώτων νοημάτων. τὰ δὲ ἁπλᾶ εἰς δεκάδα συνήγαγον οἱ Πυθαγόρειοι, ὡς Ἀρχύτας, ᾧ καὶ Πλάτων συγγέγονεν, ὡς ἐν τῷ Περὶ τῶν καθόλου λόγων ἐδίδαξεν βιβλίῳ, ᾧ καὶ Ἀριστοτέληςκολούθησεν καὶ μέχρι τῶν ὀνομάτων, κατὰ τοσοῦτον μόνον, ὡς δοκεῖ τισι, παραλλάξας, καθόσον τὸ ἓν αὐτὸς οὐ προσλογίζεται τὸ τῶν δέκα περικτικὸν καὶ τὸ κατὰ φύσιν τῶν ὀνμάτων ἀπογινώσκει. Χρήσιμος δὲ ἡ τούτων διδασκαλία πρός τε τῆν τῆς ὅλης φιλοσοφίας καὶ πρὸς τὴν τῆς λογικῆς πραγματείας εἰσαγωγήν. δῆλον γὰρ ὅτι τὰ ἁπλᾶ πρὸς στοιχείωσίν ἐστιν ἐπιτήδεια. διὸ καὶ ὁ γεωμέτρης ἀπὸ τῶν ἁπλουστέρων ἀρχόμενος περὶ τριγώνων πρώτων καὶ τετραγώνων ἐφεξῆς διδάσκει καὶ τότε περὶ πενταγώνων καὶ τῶν ἐφεξῆς πολυγώνων, καὶ οἱ περὶ τοῦ ἀριθμοῦ ἐσπουδακότες τί ἄρτιον καὶ τί περιττὸν καὶ οὕτως τί ἀρτιοπέρισσον ἢ περισσάρτιον. πρὸς δὲ τὴν λογικὴν πραγματείαν ὅτι χρήσιμος ἡ ἀπὸ τῶν ἁπλουστάτων λέξεων ἀρχή, φανερὸν ἐντεῦθεν. ἡ θεωρία καὶ ἡ πρᾶξις ἀνάπαλιν ὁδεύουσιν· καὶ γὰρ ἡ μὲν θεωρία ἀπὸ τοῦ τέλους ἀρξαμένη ὁδῷ πρόεισιν ἐπὶ τὴν ἀρχήν, ἡ δὲ πρᾶξις ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδεύει, ὡς ἐπὶ οἰκίας· ἡ μὲν γὰρ θεωρία αὐτῆς τὴν χρείαν εὐθὺς ἐννοεῖ, δι᾿ ἥν ἐστιν οἰκία, ὅτι διὰ σκέπην ἀνέμων καὶ ὄμβρων καὶ καύματος, καὶ ἀρξάμενος ἀπὸ τοῦ τέλους καὶ ὅπως ἂν τοῦτο περιγένοιτο θεωρῶν εὑρίσκει ὅτι σκέπην ἄνευ τοίχων ἐπικεῖσθαι ἀδύνατον, τοὺς δὲ τοίχους ἄνευ θεμελίων οὐχ οἷόν τε ἱδρῦσθαι, ἀλλ᾿ οὐδὲ τούτους καταβληθῆναι πρὸ τοῦ τὴν |γῆν ὀρυχθῆναι, καὶ ἐνταῦθα κατέληξεν, ὅθεν ἡ πρᾶξις ἀρξαμένη πρῶτον μὲν ὀρύττει τὴν γῆν, εἶτα τοῦ θεμελίους καταβάλλεται καὶ τούτοις ἐποικοδομεῖ τοὺς τοίχους καὶ τελευταίαν τὴν ὀροφὴν ἐπιτίθησιν. κἀνταῦθα τούνυν μοι τὸ ὅμοιον παραφύλαττε· ὡς γὰρ τῆς οἰκίας δεόμεθα κωλυούσης τὴν ἀπ’ ἀνέμων καὶ ὄμβρων καὶ καύματος γινομένην φθοράν, οὕτω καὶ τῆς ἀποδείξεως δεόμεθα κωλυούσης τήν τε ἀπὸ τοῦ ψεύδους ἐν τῇ θεωρίᾳ καὶ τὴν ἀπὸ τοῦ κακοῦ ἐν τῇ πράξει κυρίως ἂν καλουμένην φθοράν. καὶ γὰρ ὥσπερ ἐπὶ τῆς θεωρίας ἀντίκειται τῷ ἀληθεῖ τὸ ψεῦδος, οὕτω καὶ ἐν τῇ πρακτικῇ φιλοσοφία̣ ἀντίκειται τῷ ἀγαθῷ τὸ κακόν, καὶ δεόμεθά τινος ὀργάνου τοῦ διακρίνοντος αὐτά, ἵνα μὴ τοῖς ψεύδεσιν ἀντὶ τῶν ἀληθῶν καὶ τοῖς κακοῖς ἀντὶ τῶν ἀγαθῶν περιπίπτωμεν. τοῦτο τέ ἐστιν ἡ ἀπόδειξις, τὸ κριτήριον ἑκάστου τὸ μὴ συγχωροῦν διά τι ἀμυδρὸν ἴσως ἴχνος τοῦ ἀληθοῦς ἢ τοῦ ἀγαθοῦ ἀπατᾶν, ἀλλὰ γυμνοῦν πάντα καὶ βασανίζον. ὥσπερ οὖν τὴν οἰκίαν ὅπως ἂν γένοιτο σκοποῦντες ἐπὶ τὴν ὄρυξιν τῆς γῆς καταλήγομεν, οὕτως καὶ τῆς ἀποδείξεως τὴv γένεσιν σκοποῦντες, ἐπειδὴ ἡ ἀπόδειξις λέγει, τί τίνι ὑπάρχει καὶ τί τίνι οὐχ ὑπάρχει, οὐχ ἁπλῶς, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθεῖσα, διὰ τί ὑπάρχει ἢ οὐχ ὑπάρχει, δῆλον ὅτι οὐκ ἔστιν ἁπλοῦς λόγος, ἀλλὰ συλλογὴ πλειόνων τοῦ τε ὑπάρχοντος καὶ ᾧ ὑπάρχει καὶ τῆς αἰτίας εἰς δύο τοὐλάχιστον προτάσεις συναγομένων. ὁ γὰρ δεικνὺς ὅτι ἡ ψυχὴ ἀθάνατος διὰ μέσου τοῦ αὐτοκινήτου λέγει οὕτως· ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον· καὶ οὕτως ἐπάγει τὸ συμπέρασμα, ὅτι ἡ ψυχὴ ἀθάνατος. συλλογισμὸς οὖν ἀποδεικτικός ἐστιν ἡ ἀπόδειξις. πῶς δὲ ἂν μάθοιμεν τὸv ἀποδεικτικὸν συλλογισμὸν μὴ τὸv ἁπλῶς συλλογισμὸν προμαθόντες; οὐδὲ γὰρ γράφειν τόνδε τὸν τύπον ἢ τόνδε δυνησόμεθα μὴ ἁπλῶς γράφειν μαθόντες. τὸν δὲ ἁπλῶς συλλογισμὸν πῶς ἔστιν μαθεῖν, εἰ μὴ τὰ ἐξ ὧν συνέστηκεν μάθοιμεν; αὗται δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται ἐξ ὀνομάτων εἰσὶ καὶ ῥγμάτων, τῶν μὲν ὑποκειμένων, τῶν δὲ κατηγορουμένων. δεῖ οὖν καὶ τῆς τούτων γνώσεως. καὶ οὐδὲ μέχρι τούτων ἔχει τέλος ἡ ἀνάλυσις· προηγεῖται γὰρ καὶ τούτων ἡ τῶν ἁπλῶν φωνῶν θεωρία, καθ᾿ ἣν πάντα ὀνόματά ἐστιv, διότι ἡ πρώτη θέσις τῶν φωνῶν ὡς ονομάτων ἐστίν· δεηθέντες γὰρ οἱ ἄνθρωποι σημαίνειν ἀλλήλοις τὰ πράγματα διὰ τὸ τῆς κοινῆς ἀποστῆναι νοήσεως ἔθεντο τῷδε μὲν ὄνομα σῶμα, τῷδε δὲ δεξιόν, καὶ ἄλλῳ ποιεῖν ἢ πάσχειν, οὔπω διαφορᾶς οὔσης, καθ᾿ ἣν τὰ μὲν ὑπόκειται, τὰ δὲ κατηγορεπῖται καὶ τὰ μὲν προσσημαίνει χρόνον, τὰ δὲ οὔ. προηγεῖται οὖν ἡ τῶν ἁπλῶν φωνῶν θεωρίαν, καὶ ἀπὸ ταύτης ἀρκτέον τῷ τὴν απόδειξιν δημιουργοῦντι. εἰκότως οὖν ἀπὸ τῶν Κατηγοριῶν ἀρχόμεθα, ἐπειδὴ δι᾿ αὐτῶν εἴς τε τὸν σημαντικὸν λόγον καὶ εἰς τὰ σημαινόμενα πράγματα εἰσαγόμεθα ἀπò ἁπλουστέρων ἐπὶ συνθετώτερα. μετὰ γὰρ τὰς ἁπλᾶς φωνὰς τί ὄνομα καὶ τί ῥῆμα μανθάνομεν, ἔπειτα τί κατάφασις καὶ τί ἀπόφασις καὶ τίνες αἱ τούτων διαφοραί, ἅπερ ἐν τῷ Περὶ ἑρμηνείας διδασκόμεθα, εἶτα τί ὅρος καὶ τί πρότασις καὶ συλλογισμὸς καὶ τίνα τὰ τῶν συλλογισμῶν εἴδη καὶ πόσα καθ᾿ ἕκαστον σχήματα καὶ καθ᾿ ἕκαστον σχῆμα πόσοι γίνονται τρόποι, ἅπερ διὰ τῶν Προτέρων ἀναλυτικῶν διδασκόμεθα· καὶ οὕτως εἰς τὴν ἀποδεικτικὴν ἐρχόμεθα πραγματείαν, ἣν Ὑστέρων ἀναλυτικῶν ὁ᾿ Ἀριστοτέλης ἐπέγραψεν. εἰκότως οὖν ἀπὸ τοῦ τῶν Κατηγοριῶν βιβλίου καὶ τῆς λογικῆς πραγματείας καὶ τῆς ὅλης ἀρχόμεθα φιλοσοφίας, καὶ ἔχομεν ἐκ τῶν εἰρημένων καὶ τὴν τάξιν τῆς ἀναγνώσεως τοῦ προκειμένου βιβλίου παραδιδομένην. Ἀλλὰ καὶ τίς ἡ τῆς ἐπιγραφῆς αἰτία ζητεῖν ἄξιον, πρῶτον δέ, κατὰ πόσους ἐπιγέγραπται τρόπους, καὶ τίς τῶν ἐπιγραφῶν ἡ δοκιμωτέρα. καὶ γὰρ οἱ μὲν Πρὸ τῶν τοπικῶν ἐπέγραψαν τὸ βιβλίον, οἱ δὲ Περὶ τῶν γενῶν τοῦ ὄντος, ἄλλοι δὲ Περὶ τῶν δέκα γενῶν, ἄλλοι δὲ Κατηγορίαι δέκα, ἄλλοι δὲ Κατηγορίαι, ὥσπερ καὶ νῦν ἔτι φέρεται. ἀλλ᾿ οἱ μὲν Πρὸ τῶν τοπικῶν ἐπιγράψαντες Γ καὶ ταύτην τῷ βιβλίῳ τὴν τάξιν ἀποδιδόντες ἄτοποι· οὐ γὰρ τῶν τοπικῶν προηγεῖται μόνων, ἀλλ᾿ ἐν μὲν τοῖς λογικοῖς τῆς τε συλλογιστικῆς ἤτοι ἀναλυτικῆς πάσης θεωρίας καὶ τῆς περὶ προτάσεων, ἣν Περὶ ἑρμηνείας ἐπιγράφουσιν, ἐν δὲ τῇ περὶ τῶν ὄντων θεωρίᾳ πάσης ἡγεῖται φιλοσοφίας ἡ τῶν ἁπλῶν παράδοσις, ἅτε περὶ τῶν στοιχειωδεστάτων διδάσκουσα. ἐπειδὴ δὲ οὐχ ὁ τυχών ἐστιν ἀνὴρ ὁ μετὰ τὰς Κατηγορίας εὐθὺς τὰ Τοπικὰ τάξας βιβλία, ἀλλὰ Ἄδραστος ὁ Ἀφροδισιεύς, ἀνὴρ τῶν γνησίων Περιπατητικῶν γεγονώς, ἐν τῷ Περὶ τῆς τάξεως τῆς Ἀριστοτέλους φιλοσοφίας μετὰ τὸ τῶν Κατηγοριῶν βιβίον τὰ Τοπικὰ βούλεται τετάχθαι, τίνα ἂν ἔχοι κἂν πιθανὴν αἰτίαν ἀνδρὸς ἐλλογίμου κρίσις; ἢ ὅτι προηγεῖσθαι μὲν δεῖ πάντως τὴν τῶν ἁπλῶν φωνῶν γνῶσιν διὰ τοῦ τῶν Κατηγοριῶν βιβλίου, πρὸ δὲ τῆς ἀποδεικτικῆς μεθόδου καὶ τῶν ἀναγκαίως αὐτῆς προγηουμένων συλλογισμῶν καὶ προτάσεως τὴν ἐξ ἐνδόξων καὶ πιθανῶν συλλογιζομένην παραδίδωσιν μέθοδον. διὸ ἐπειδὴ κατὰ συλλογισμόν καὶ αὕτη πρόεισιν, προδιδάσκει καὶ ἐπὶ ταύτης, τί ἐστι κοινὸς συλλογισμός, ὥσπερ καὶ ἐπὶ τῶν Προτέρων ἀναλυτικῶν. εἰ γὰρ ἀπὸ τῶν ἐνδόξων ἐπὶ τὰ ἀποδεικτικὰ καὶ ἀπὸ τῶν πιθανῶν ἐπὶ τὰ πάντως ἀληθῆ προϊέναι χρή, εἰκότως, φαίη ἂν Ἄδραστος, ἡ τοπικὴ πραγματεία τῆς τε ἀποδεικτικῆς προηγεῖται καὶ τῶν ἀναγκαίως προλαμβανομένων |τῆς ἀποδείξεως. ἀλλὰ ταῦτα μὲν πιθανῶς, εἴπερ ἄρα καὶ πιθανῶς εἴρηται, ἄτοπος δὲ ὄντως ἡ Πρὸ τῶν τοπικῶν ἐπιγραφὴ γραφὴ τοῦ βιβλίου· αἱ γὰρ ἁπλαῖ φωναὶ τῶν τε προτάσεων τῶν ἀπ᾿ αὐτῶν ἡγοῦνται προσεχῶς καὶ τῶν ἐξ ἐκείνων συλλογισμῶν. οἱ δὲ Περὶ τῶν γενῶν τοῦ ὄντος ἢ πρὸς αὐτὰς ἀντιλογίᾳ, πρὸς τὰ πράγματα ἀφορῶσιν μόνον, ἀλλ᾿ οὐ πρὸς τὸν λογικὸν σκοπόν. τὰ γὰρ γένη τοῦ ὄντος αὐτὰ τὰ πράγματά ἐστιν· ὅτι δὲ οὐ περὶ τῶν ὄντων ὁ σκοπός, ἀλλὰ περὶ τῶν σημαινουσῶν αὐτὰ φωνῶν, καθὸ σημαντικαί, εἴρηται μὲν καὶ πρότερον, σαφῶς δὲ καὶ αὐτὸς ἐνδείκνυται ἕκαστον τῶν εἰρημένων εἰπὼν αὐτὸ μὲν καθ᾿ αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεσθαι, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασιν γίνεσθαι· εἰ γὰρ ἡ κατάφασις ἐν φωνῇ καὶ λόγῳ, οὐκ ἂν εἴη περὶ τῶν ὄντων ὁ σκοπός· οὐ γὰρ ἡ τῶν πραγμάτων συμπλοκὴ κατάφασις γίνεται, ἀλλ᾿ ἡ τῶν σημαντικῶν φωνῶν. εἰ δὲ καὶ ἕκαστον τῶν ἐνταῦθα παραδιδομένων ἤτοι οὐσίαν σημαίνειν ἢ ποσὸν ἢ ποιὸν ἢ ἄλλο τί φησι, τὰ δὲ σημαίνοντα οὐχὶ τὰ πράγματά ἐστιν 9σημαίνεται γὰρ ἐκεῖνα), ἀλλ᾿ αἱ φωναί, δῆλον ὅτι οὐ περὶ τῶν ὄντων, ἀλλὰ περὶ τῶν σημαινουσῶν τὰ ὄντα φωνῶν ἡ πραγματεία. Ἀλλ᾿ ἐπειδὴ Κατηγορίαι παρὰ τοῖς πλείστοις ἐπιγέγραπται, τὴν αἰτίαν τούτου ζητητέον. οὐ γὰρ δὴ τὰς μετὰ αἰτίας ἐγκλήσεις ὅπως χρὴ ποιεῖσθαι, διὰ τοῦδε τοῦ βιβλίου διδασκόμεθα· ῥητόρων γὰρ ἀλλ᾿ οὐ φιλοσόφων ἡ τοιαύτη σπουδή, καὶ ἀντίκειται τῷ τοιούτῳ κατηγορεῖν τὸ ἀπηγορεῖν, ὅπερ ἐστὶν τὸ ἀπολογεῖσθαι. ἀλλ᾿ ὁ μὲv Πορφύριος ἁπλοϊκώτερον ἐξηγούμενος τὸ ἀγορεύειν φησὶ τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν λέγεσθαι καὶ ὅλως τὸ λέξιν σημαντικὴν κατὰ πράγματος λέγειν, “ὥστε, φησίν, πᾶσα ἁπλῆ λέξις σημαντική, ὅταν καθ᾿ οὗ σημαίνηται πράγματος ἀγορευθῇ τε καὶ λεχθῇ, λέγεται κατηγορία”, οὑτωσὶ καὶ τοῖς ῥήμασιν λέγων. καίτοι τούτῳ γε τῷ λόγῳ καὶ ἡ Σωκράτης καὶ ἡ τῶν μερικῶν ἕκαστον σημαίνουσα ἁπλῆ λέξις κατηγορία ἂν ῥηθείη, καὶ οὕτως οὐ περὶ τῶν γενικωτάτων, ἀλλὰ περὶ ἁπλῶν λέξεων ἔσται ὁ λόγος. ἄμεινον οὖν οἱ ἄλλοι Κατηγορίας ἐπιγεγράφθαι φασὶν διὰ τὸ περὶ τῶν γενικωτάτων εἶναι, ἅπερ ἀεὶ κατηγορεῖσθαι πέφυκεν. τοῦ γὰρ ἀποφαντικοῦ λόγου, ἐν ᾧ τὸ ἀληθὲς συνίσταται καὶ τὸ ψεῦδος, τὸ μέν τί ἐστιν ὑποκείμενον, περὶ οὗ ὁ λόγος, τὸ δὲ περὶ ἐκείνου λεγόμενον, ὅπερ κατηγορούμενον ὡς κατὰ τοῦ ὑποκειμένου λεγομενον καλεῖται· οἷον ‘Σωκράτης ἄνθρωπός ἐστιν’· ὑπόκειται μὲν ὁ Σωκράτης, κατηγορεῖται δὲ ὁ ἄνθρωπος. καὶ ὑπόκειται μὲν τὸ μερικώτερον, κατηγορεῖται δὲ τὸ καθολικώτερον, καὶ ἀδύνατον ἐπὶ τῶν κυρίως κατηγορουμένων ἀντιστρέψαι· οὐ γὰρ δυνατὸν εἰπεῖν ὅτι ὁ ἄνθρωπος Σωκράτης ἐστὶν οὐδὲ ὅτι τὸ ζῷον ἄνθρωπος. ἔστιν δὲ τὰ μὲν μόνως κατηγορούμενα, ὡς καὶ ἐν τῇ Πορφυρίου Εἰσαγωγῇ εἴρηται, τὰ γενικώτατα γένη, τὰ δὲ μόνως ὑποκείμενα, τὰ ἄτομα. καὶ γὰρ ἐκείνων μὲν τὰ ἄλλα μετέχει, διὸ καὶ λέγεται κατὰ τῶν μετεχόντων· ἐκεῖνα δὲ ἄλλων οὐ μετέχει, διὸ οὐδενὶ ἐκεῖνα πρὸς κατηγορίαν ὑπόκειται· τὰ δὲ ἄτομα μετέχει μὲv τῶν ὑπὲρ αὐτὰ καὶ διὰ τοῦτο ὑπόκειται αὐτοῖς, ὑπ᾿ οὐδενὸς δὲ ὡς ὁλικώτερα μετέχεται καὶ διὰ τοῦτο οὐδενὸς κατηγορεῖται. εἰ τοίνυν περὶ τῶν ἀνωτάτω γενῶν ἐστιν ὁ τοῦ βιβλίου σκοπός, εἰκότως ἐπιγέγραπται Κατηγορίαι. καὶ γὰρ καὶ Ἀρχύτας τὸν αὐτὸν ἔχων σκοπὸν τὸ βιβλίον Περὶ τῶν καθόλου λόγων ἐπέγραψεν, τῶν καθόλου κατηγορουμένων ἀεὶ τῶν ὑφ᾿ ἑαυτά, οὐδέποτε δὲ ὑποκειμένων. εἰ δὲ ξενίζει τὸ ὄνομα παρὰ τὴν συνήθειαν κείμενον, οὐδὲν θαυμαστόν· ἐλλειπόντων γὰρ τῶν ὀνομάτων ὡς πρὸς τὰ πράγματα οἱ φιλόσοφοι οὐ μόνον γινώσκειν τὰ πράγματα βουλόμενοι τὰ τοῖς ἄλλοις ἀγνοούμενα, ἀλλὰ καὶ ἐκφαίνειν τοῖς βουλομένοις μαθεῖν, ποτὲ μὲν ὀνοματοποιεῖν ἀναγκάζονται, ὡς αὐτὸς Αριστοτέλης τὸ τῆς ἐντελεχείας ὄνομα ποιήσας, ἔστιν δὲ ὅτε τοῖς ἐπ᾿ ἄλλων κειμένοις ἐπ᾿ ἄλλων κατεχρήσαντο οἰκείως μεταφέροντες, ὥσπερ νῦν τῷ τῆς κατηγορίας. Κατηγορίαι δὲ ἐπιγέγραπται καὶ οὐ Περὶ κατηγοριῶν διὰ τὸ σύνηθες εἶναι πολλάκις τὸ ὄνομα περὶ οὗ ὁ λόγος ἐπ᾿ εὐθείας πτώσεως προγράφειν τοῦ συγγράμματος· οὕτως ὁ 6 περὶ Θεμιστοκλέους λόγος Θεμιστοκλῆς ἐπιγέγραπται καὶ ὁ περὶ πολιτείας Πολιτεία. Ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, μάλιστα μὲν ἡ τῶν ἐννοιῶν πυκνότης καὶ τὸ συνεστραμμένον τῆς φράσεως δηλοῖ κατὰ τὴν νοερὰν τοῦ Ἀριστοτέλος προϊόντα δύναμιν. καὶ αὐτὸς δὲ μέμνηται τοῦ βιβλίου ἐν ἄλλοις, δέκα κατηγορίας αὐτὸ καλῶν, ἵνα μηδὲ ὑπονοήσωμεν τοῦ Ἀρχυτείου μνημονεύειν αὐτὸν ἄλλην ἐπιγραφὴν ἔχοντος· ἢ οὖν καὶ ἐκεῖνα νοθεύειν χρὴ τὰ συγγράμματα, ἐν οἷς μέμνηται τούτου, ἢ μηδὲ τοῦτο ἀθετεῖν. ἀλλὰ καὶ οἱ σπουδαιότατοι τῶν ἑταίρων αὐτοῦ ὡς γνήσιον ἀπεδέξαντο τὸ βιβλίον. πρὸς δὲ τούτοις μὴ τούτου προγραφέντος τῷ Ἀριστοτέλει τοῦ βιβλίου ἄναρχος ἂν ἦν καὶ ἀκέφαλος καὶ πᾶσα μὲν ἡ Ἀριστοτέλους φιλοσοφία, ἐξαιρέτως δὲ ἡ λογικὴ πραγματεία. ἱστορεῖ δὲ ὁ Ἄδραστος ἐν τῷ Περὶ τῆς τάξεως τῶν Ἀριστοτέλους συγγραμμάτων, ὅτι φέρεται καὶ ἄλλο τῶν κατηγοριῶν βιβλίον ὡς Ἀριστοτέλους καὶ αὐτὸ ὂν βραχὺ καὶ σύντομον κατὰ τὴν λέξιν καὶ διαιρέσεσιν ὀλίγαις διαφερόμενον, ἀρχὴν δὲ ἔχον “Τῶν ὄντων τὸ μέν ἐστιν”· πλῆθος δὲ στίχων ἑκατέρου τὸ αὐτὸ ἀναγράφει, ὥστε τὸ βραχὺ κατὰ τὴν λέξιν εἶπεν ὠς συντόμως ἑκάστου τῶν ἐπιχειργμάτων |ἐκτιθεμένων. Λοιπὸν δὲ τὸ περὶ τῆς εἰς τὸ καφάλαια διαιρέσεως τοῦ βιβλίου λέγειν ὑπολείπεται, ἃ τινες μὴ ἐπιστήσαντες ὅπως τε κατ’ ἄρθρα διῄρηνται καὶ ὅπως τὴν τε πρὸς τὸν ὅλον σκοπὸν χρείαν ἀποπλγροῦσι καλῶς καὶ τὴν πρὸς ἄλληλα συνέχειαν διασῴζουσιν, στοιβηδὸν κεῖσθαι νομίζουσιν τὰ κεφάλαια κατὰ τὸν ὑπομνηματικὸν τρόπον. καὶ δὴ καὶ ἀντιλέγουσιν αὐτῷ τινες ἀθετοῦντες τὴν διαίρεσιν, οἱ μὲν ὡς πλεοηνάζουσαν μάτην, οἱ δὲ ὡς πολλὰ παρεῖσαν ὥσπερ Κορνοῦτος καὶ Ἀθηνόδωρος, οἵτινες περὶ λέξεων οἰόμενοι τὸν σκοπὸν εἶναι καθὸ λέξεις εἰσίν, πολλὰς λέξεις προβάλλοντες τὰς μὲν κυρίας, τὰς δὲ τροπικάς, ἐλέγχειν οἴονται τὴν διαίρεσιν, ὡς οὐ πάσας τὰς λέξεις περιλαβοῦσαν· οἵ καὶ διαίρεσιν τῶν ὁνομάτων οἴονται ποιεῖσθαι εἰς ὁμώνυμα καὶ συνώνυμα καὶ παρώνυμα καὶ εἶναι τὸ βιβλίον παντοδαπῶν θεωρημάτων σωρείαν ὑπολαμβάνουσιν λογικῶν τε καὶ φυσικῶν καὶ ἡθικῶν καὶ θεολογικῶν· εἶανι γὰρ τὰ μὲν περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων σκέμματα λογικά, ἔτι δὲ καὶ τὸ περὶ τῶν ἀντικειμένων, τὰ δὲ περὶ κινήσεως φοσικά, ἠθικὰ δὲ τὰ περὶ ἀρετῆς καὶ κακίας,κ ὥσπερ θεολοτγικὰ τὰ περὶ τῶν δέκα γενῶν φιλοσοφήματα. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει· οὔτε γὰρ διαίρεσιν ποιεῖται τῶν ὀνομάτων· οὐ γὰρ ἄν τὰ ἑτερώνυμα καὶ πολυώνυμα παρῆκεν. ἀλλ᾿ ἔστιν, ὡς εἰς μεγάλα μὲρη διελεῖν, τριμερὲς τὸ βιβλίον. καὶ ἐν μὲν τῷ πρώτῳ διαρθροῖ τινα πρὸς τὰς κατηγορίας ἐσόμενα χρήσιμα, τί ἐστιν ὁμώνυμον, τὶ συνώνυμον, τί παρώνυμον· καὶ γὰρ ἔμελλεν ἐρεῖν ὅτι τὰ μὲν ἐν ὑποκειμένῳ ομωνύμως καατηγορεῖται, τὰ δὲ καθ᾿ ὑποκειμένου συνωνύμως, καὶ ὅτι παρωνύμως ἀπὸ τῆς ποιότητος λέγεται τὰ ποιὰ καὶ ἀπὸ τῆς ποσότητος τὰ ποσά· ἵνα τοίνυν μὴ διακόπτηται ἡ συνέχεια τῆς διδασκαλίας περὶ τούτων αὐτοῦ μεταξὺ διδάσκοντος ἢ ἀνερμήνευτα μένοντα τὸν ὅλον λόγον ἀσαφῆ ποιῇ, εἰκότως αὐτῶν προὔλαβεν τὴν διάρθρωσιν. τὸ δὲ δεύτερον κεφάλαιον περὶ αὐτῶν τῶν δέκα γενῶν διεξέρχεται. τὸ δὲ τρίτον περίκ τινων καὶ αὐτὸ διαλέγεται. ὧν ἐν τοῖς περὶ τῶν κατηγοριῶν ἐμνήσθη λόγοις, καὶ τούτων τὴν ἀκριβεστέραν ἔννοιαν παραδίδωσιν, τί τὸ ἅμα λέγων, ἐπειδὴ Γ τὸ πρὸς τι ἅμα εἶπεν ὑφεστάναι, καὶ ποσαχῶς λέγεται τὸ πρότερον, ἵνα μὴ νῦν μὲν αὐτοῦ τήνδε τὴν οὐσίαν προτέραν λέγοντος, ἄλλοτε δὲ ἄλλην, ἀντιφάσκειν αὐτὸν πρὸς ἑαυτὸν ὐπονοήσωμεν, ἀλλ᾿ εἰδείημεν κατὰ ποῖον μὲν ἐκείνη τοῦ προτέρου σημαινόμενον εἴρηται πρώτη, κατὰ ποῖον δὲ αὕτη. καὶ περὶ κινήσεως δὲ λέγει μνησθεὶς αὐτῆς ἐν τῷ ποιεῖν καὶ πάσχειν, καὶ τὰ ἀντικείμενα διαιρεῖται μνημονεύσας καὶ τούτων ἔν τε τοῖς πρὸς τι καὶ τισι τῶν ποιῶν. τί οὖν μὴ καὶ ταῦτα προὔταξεν τοῦ περὶ τῶν κατηγοριῶν λόγου ἢ διὰ τί μὴ κἀκεῖνα μετὰ τὰς κατηγορίας ἐπύηγαγεν ἀπορήσας ὁ Πορφύριος λύει καλῶς τὴν ἀπορίαν· ὅτι ἐκεῖνα μὲν ἄγωνστα παντελῶς ἦν ἀπὸ τῆς συνηθείας, τούτων δὲ ἐννοίας μὲν ἔχομέν τινας, οὐ μὴν ἀκριβῆ διάκρισιν οὐδὲ αὐτῶν· μὴ βουλόμενος οὖν ἐπὶ πολὺ τὸν περὶ αὐτῶν τῶν κατηγοριῶν ἀναβάλλεσθαι λόγον ὑπερέθετο ταῦτο εἰς ὕστερον, οὔτε προδιδάξαι αὐτὰ ἀναγκασθεὶς διὰ τὴν ὁποιανοῦν προϋπάρχουσαν αὐτῶν ὔννοιαν οὔτε ἀτεχνῆ τὴν περὶ αὐτῶν γνῶσιν καταλείπεσθαι τῷ ἀκροατῇ συγχωρῶν· εἰ γὰρ καὶ χρώμεθά τισιν ἀπὸ τῆς συνηθείας ὀνόμασιν, ἀλλ᾿ οὐ γινώσκοντες αὐτῶν τὰς φύσεις ἀκριβῶς, εἰς ἃς οἱ ὀνοματοθέται βλέποντες τεθείκασιν. ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῆς τοῦ βιβλίου διαιρέσεως εἰς τὰ οἰκεῖα καφάλαια. Εἰ δὲ καὶ ὑπὸ ποῖον μέρος τῆς Ἀριστοτέλους φιλοσοφίας ποθεῖ τις μαθεῖν, δῆλον ὅτι ὑπὸ τὸ ὀργανικόν. τῆς γὰρ λογικῆς πραγματείας δέδεικται τὸ πρῶτον ἐπέχουσα μέρος ἡ περὶ τῶν ἁπλῶν φωνῶν διδασκαλία, ἡ δὲ λογικὴ πᾶσα τὸ ὀργανικόν ἐστι μέρος τῆς ἁπλῶν φιλοσοφίας, ὥσπερ οἱ κανόνες, ὥσπερ αἱ στάθμαι τῶν τεκτόνων τε καὶ οἰκοδόμων. |