Ancient Greek
Ὅμώνυμα λέγεται ὧν ὄνομα μόνον κοιν όν.
Simplicius, In Aristotelis Categorias Commentarium Ὅμώνυμα λέγεται ὧν ὄνομα μόνον κοιν όν..1
Not analysed yet
Ἀποροῦσιν οἱ περὶ τὸv Νικόστρατον, τί δήποτε περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενος οὐ περὶ αὐτῶν εὐύς, ἀλλὰ περὶ τῶν ἄλλων διδάσκει τῶν τε ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύων. πρὸς οὓς καλῶς ὑπήντησεν ὁ Πορφύροις, ὅτι καθ᾿ ἑκάστην σχεδὸν θεωρητικὴν πραγματείαν προγράφεταί τινα πρὸς σαφήνειαν τείνοντα τῶν ἑξῆς, ὡς ἐν γεωμετρίᾳ οἱ ὅροι καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήματα· καὶ ἐνταῦθα οὖν, ἐπειδὴ περὶ τῶν πρώτων λέξεων πρόκειται λέγειν, αἵτινές εἰσιν τῶν πρώτων καὶ ἁπλῶν πραγμάτων δηλωτικαί, ὑφ᾿ ἃς ἔδει καὶ τὰ ἄλλα πάντα ἀνάγεσθαι, εἰ μὲν ἑκάστου πραγματος εν ἠν ονομα ιδιον, ὑπο μιαν ἕκαστον ἀνηγετο κατηγορίαν· εἰ δὲ τὸ αὐτὸ ὄνομα πλειόνων ἐστὶ πραγμάτων καὶ κατ’ οὐσίαν διαφερόντων, διακρίσεως ἔδει, πότε μὲν δῆλον ὅτι ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν, πότε δὲ οὔ. ὥσπερ ζῷον ὁ ἄνθρωπος καλεῖται καὶ ὁ ἵππος καὶ πάλιν ζῷον ὅ τε Σωκράτης καὶ ἡ τοῦ Σωκράτους εἰκὼν χρωμάτων οὖσα σχηματισμός· τούτων γὰρ ὁ μὲν ἄνθρωπος καὶ ὁ ἵππος τῆς αὐτῆς οὐσίας τοῦ ζῴου μετέχοντες συνωνύμως αὐτῶν κατηγορουμένης ὑπὸ μίαν ἀνάγονται κατηγορίαν, ὁ δὲ Σωκράτης καὶ ὁ γεγραμμένος ἅτε μὴ τῆς οὐσίας ἄμφω τοῦ ζῴου μετέχοντες, ἀλλ᾿ ὁ μὲν τῆς οὐσίας, ὁ δὲ χρώματος ἢ σχήματος ἐπιπολαίου, οὐχ ὑπὸ τὴν αὐτὴν ἀνάγονται ικατηγορίαν, ἀλλ᾿ ὁ μὲν Σωκράτης ὁπὸ τὴν οὐσίαν, ὁ δὲ γεγραμμένος ὑπὸ τὸ ποιόν. ἔδει τοίνυν προδιδάξαι περὶ τοῦ ὁμωνύμου καὶ συνωνύμου. ὅτι δὲ χρειώδης ἐστὶν ἡ τῶν ὁμωνύμων πρόλψις, ἐδήλωσεν Ἀωδρόνικος προτάξας “τῶν λεγομένων τὰ μὲν ανευ συμπλοκῆς λέγεται, τὰ δὲ μετὰ συμπλοκῆς· καὶ τῶν ἄνευ συμπλοκῆς ὁμώνυμα μὲν λέγεται, ὧν ὄνομα μόνον κοινόν”. ὥστε χρειώδης ἡ τῶν ὁμννύμων νύμων φαίνεται πρόληψις διὰ τε τὰ εἰρημένα καὶ ὅτι πολλῆς οὔσης ἀμφιβολίας, εἴτε γένος τὸ ὂν εἴτε μὴ, ἐκ τῶν ὁμωνύμων καὶ συνωνύμων γινώσκεται. ὁ δὲ γε θεῖος Ἰάμβλιχος “δοκεῖ μοι, φησίν, πάντων κάλλιστα ἀπὸ τῶν ὁμωνύμων αρχεσθαι ὁ περὶ τῶν κατηγοριῶν διαπραγματευόμενος. αὐταὶ γὰρ δήπουθεν αἱ κατηγορίαι ὁμώνυμον ἔχουσι τὸ τῆς κατηγορίας ὄνομα· πράγμασι μὲν γὰρ καὶ τοῖς ὅλοις γένεσι διεστήκασιν, οὐδὲν δὲ ἀλλο πλὴν ὄνομα μόνον ἔχουσι κοινόν. καὶ αὐτὸ δὲ τὸ κατηγορεῖν ὁμωνύμως λέγεται. εἰ τοίνυν οὐκ ἔνεστιν οὐδὲ αὐτὸ τοῦτο τὸ ἰδίωμα τῆς κατηγορίας συνιέναι οὐδὲ ὄπως κοινῇ κατὰ πλειόνων ὑπάρχει καὶ πρὸς πάντα τὰ ὄντα σχέσιν ἔχει δυνατὸν ἀνευρεῖν, εἰ μή τις τὰ ὁμώνυμα ἀφορίσαιτο, εἰκότως ἐν ἀρχῇ τὸν τὸν αὐτῶν ποιεῖται λόγον”. καί ἄλλως δὲ πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις οὐδὲν ἐστιν οἷον τὸ διαστέλλεσθαι τὰ ὀνόματα. καὶ τοῦτο καὶ Πλάτων ἐν τῷ Εὐθυδήμῳ λέγει, συνομολογοῦσι δὲ καὶ οἱ ἄλλοι πάντες, ὅτι τὸ διττὸν [ὁ Εὐθύδημος] τῶν ὀμνομάτων μεγάλην ἀφορμὴν εἰς διαλεκτικὴν παραδέδωκεν. Ἀλλ᾿ ἴδωμεν ὅπως τῶν ὁμωνύμων τὴν φύσιν ὁ Ἀριστοτέλης ἐδήλωσεν, ὧδέ πως αὐτοῦ τὴν λέξιν σαφηνίζοντες. τῶν πραγμάτων ἕκαστον καὶ δι᾿ ὀνόματος δηλοῦται καὶ διὰ λόγου ὑπογραφικοῦ ἢ ὁριστικοῦ, οἷον ὁ ἄνθρωπος καὶ διὰ τούτου τοῦ ἄωθρωπος ἀονόματος καὶ διὰ τοῦ ὁριστικοῦ λόγου τοῦ λέγοντος ζῷον λογικὸν θνητόν, τοῦ μὲν ὀνόματος κατὰ τὸ μονοειδὲς αὐτὸ δηλοῦντος, τοῦ δὲ λόγου κατὰ τὸ πολυμερές. ἀλλὰ τὸ μὲν ὄνομα σύμβολον ὑυπάρχον δυνατὸν καὶ ἄλλου τινὸς κατ᾿ οὐσίαν διαφέροντος τὸ αὐτὸ εἶναι, οἷον τοῦ γεγραμμένου ἀνθρώπου, σύμβολον καὶ ἐκείνου γινόμενον, τὸν δὲ ἐξηγητικὸν τῆς οὐσίας λόγον ἀκύνατον ἄλλου κατ’ |οὐσίαν διαφέροντος τὸν αὐτὸν εἶναι. ἰστέον οὖν ὅτι ὅσα μὲν κατὰ τὸ ὄνομα κοινωνοῦντα διαφέρει κατὰ τὸν λόγον, ταῦτα καλεῖται ὁμώνυμα, ὅσα δὲ ἀνάπαλλιν κατὰ μὲν τὸν λόγον κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸ ὄνομα, ταῦτα καλεῖται πολυώνυμα, οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμὸς εἷς ὁνόματα δὲ πλείονα, μέροψ βροτὸς καὶ εἴ τι τοιοῦτον. τὰ 60 κατ’ ἄμφν κοινωνοῦντα τό τε ὄνομα καὶ τὸν λόγον καλεῖται συνώνυμα, ὡς ἄνθρωπος καὶ ἵππος κοινωνεῖ καὶ τοῦ ὁνόματος τοῦ ζῴου καὶ τοῦ ὁρισμοῦ· ζῴα γὰρ ἄμφω καὶ οὐσία ἔμψυχος αὐσθητική· καὶ διὰ τοῦτο συνωνύμως ἀμφοῖν τὸ ζῴον κατηγορεῖται. τὰ δὲ μήτε κατὰ τὸ ὄνομα μήτε κατὰ τὸν λόγον κοινωνοῦντα νοῦντα καλεῖται ἑτερώνυμα, ἔστιν δὲ κατὰ τὸ ἀληθὲς ἕτερα, καὶ μάλιστα ὅταν μηδὲ ὑποκείμενον ἔχωσι κοινὸν ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις τὴν κλίμακα· τὰ γὰρ τοιαῦτα μᾶλλον ἂν ἑτερώνυμα λέγοιτο. ἔστιν δὲ τινα καὶ τὰ πῇ μὲν κοινωνοῦντα ἀμφοῖν, πῇ δὲ καὶ διαφέροντα, ὡς τὰ παρώνυμα λεγόμενα, ὅταν ἀπὸ τῆς λευκότητος λευκὸν λέγηται καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικός. πέντε οὖν τούτων ἐκ τῆς διαιρέσεωε ἀναφανέντων, ὁμωνύμων συνωνύμων πολυωνύμων ἑτερωνύμων παρωνύμων, τὰ τρία μόνα νῦν παρέλαβεν ὁ Ἀριστοτέλης, τά τε ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ παρώνυμα, τάχα μὲν καὶ ὡς τούτοιε μόνοις ἐν τῷ περὶ τῶν κατηγοριῶν χρησάμενος λόγῳ, τάχα δὲ καὶ ὡς ἐκ τῶν δύο τούτων ῥᾳδίας οὔσης τῆς τῶν ἀντικειμένων αὐτοῖς γνώσεως. ὁ γὰρ τὰ ὁμώνυμα ἐγνωκὼς τὰ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦντα, κατὰ δὲ τὸν διάφορα δὲ τὰ ὀνόματα· καὶ τὰ πολυώυμα τὸν μὲν λόγον ἔχοντα κοινόν, διάφορα δὲ τὰ ὀνόματα· καὶ πάλιν ὁ τὰ συνώνυμα ἐγνωκὼς τὰ κατ᾿ ἄμφω κοινωνοῦντα, εἴσεται καὶ τὰ ἑτερώνυμα διαφέροντα κατ᾿ ἄμφω. τάχα μὲν οὖν καὶ οὕτως ἄν τις ὀρθῶς λέγοι τῆς Ἀριστοτελικῆς συντομίας στοχαζόμενος, ὀρθοτερον δέ, ὡς καὶ τῷ φιλοσόφῳ Συριανῷ δοκεῖ, τὸ τὰ παραλειφθέντα δύο, τά τε πολυώνυμα καὶ τὰ ἑτερώνυμα, πρὸς λεκτικὴν <μᾶλλον> παρασκευὴν ὁρᾶν ἢ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων ἐπίβλεψιν· διόπερ ἐν ῥητορικαῖς τέχναις καὶ τοιαύταις ἄλλαις πραγματείαις οἰκειότερον περὶ τούτων διαλέξεται, ἐν αἷς τό τε αὐτὸ πολλαχῶς λέγειν διὰ τῆς πολυωνυμίας διδάξει καὶ τὰ ἕτερα τῇ φύσει δι᾿ ἑτέρων ὀνομάτων προφέρεσθαι, ἵνα σαφὴς καὶ ἀσύγχυτος ὁ λόγος φαίνηται· ἐνταῦθα δὲ περὶ ὁμωνύμων καὶ συνωνύμων διαλέγεται πραγματειώδη τὴν διαφορὰν ἐχόντων, καὶ πρῶτον περὶ τῶν ὁμωνύμων ὡς ἁπλουστέρας δεομένων γνώσεως καὶ καθ᾿ ἓν καονωνούντων τὸ ὄναμα, εἶτα περὶ συνωνύμων κατ᾿ ἄμφω κοινωνούντων τό τε ὄνομα καὶ τὸν λόγον, καὶ ἐφεξῆς παρωνύμων τελείως μὲν κατ᾿ οὐδὲν τούτων, λέγωμεν δὴ όνόματος καὶ πράγματος κοινωνούντων, μέσων δὲ ὄντων ὁμωνύμων καὶ συνωνύμων. ὁ δὲ θεῖος Ἰάμβλιχος διὰ τοῦτο ὡς περὶ ἁπλουστέρων τὸν περὶ τῶν ὁμωνύμων λόγον προηγεῖσθαί φησιν, διότι αἱ κατηγορίαι ὁμωνύμως εἰσὶ κατηγορίαι, καίτοι [τὴν φύσιν] συνωνύμως ἔχουσαι τὸ τῶν ὑφ᾿ αὑτάς, καὶ αὐτό γε τοῦτο τὸ κατηγορίαι εἶναι καὶ γένη γενικώτατα οὐ μέχρι τοῦ ὀνόματος μόνου κοινὸν ἔχουσιν, ἀλλὰ καὶ αὐτὴ ἡ τοῦ κατηγορεῖσθαι φύσις, τουτέστιν τὸ εἶναι γενικώτατα, χοινή ἐστιν. Ἀποροῦσι δὲ καὶ διὰ τί, καίτοι περὶ λέξεων προθέμενος εἰπεῖν, ἀλλ᾿ οὐ περὶ αὐτῶν τῶν πραγμαάτων, ὅμως περὶ ὁμωνυμίας μὲν οὐδὲν λέγει, περὶ δὲ τῶν ὁμωνύμων διδάσκει, καίτοι προηγουμένης τῆς κατὰ τὴν ὁμωνυμίαν ἐννοίας, εἴπερ ἀπ’ ἐκείνης τὰ ὀμώνυμα. καὶ λέγουσιν καλῶς, ὅτι ἀπὸ τῶν πραγμάτων γίνεται δῆλα τὰ ὁμώνυμα, ὅταν τοῦ αὐτοῦ ὀνὀματος ῥηθέντος ἐγὠ μὲν ἄλλην ἔννοιαν, σὺ δὲ ἄλλην περὶ τοῦ ὀνόματος προβαλλώμεθα, ὡσπερ τοῦ κύων ὀνόματος ῥηθέντος ἐγὼ μὲν τὸν χερσαῖον, σὺ δὲ Γ τὸν θαλάττιον ἐννοήσειας. διὸ καὶ ἐν τοῖς παρ’ ὁμωνυμίαν συλλογισμοῖς ἡσυχάζειν οἱ διαλεκτικοὶ παρακελεύονται, ἕως ἂν ἐπ’ ἄλλο σημαινόμενον ὁ ἐρωτῶν μεταγάγῃ τὸ ὄνομα· οἷον, εἴ τις ἐρωτᾷ εἱ ὁ χιτὼν ἀνδρεῖος, εἰ τύχοι ἀνδρεῖος ὤν, συγχωρησόμεθα· κἂν ἐρωτήσῃ εἰ ὁ ἀνδρεῖος εὔψυχος, καὶ τοῦτο συγχωρησόμεθα, ἀληθὲς γάρ· εἰ δὲ συναγάγῃ ὅτι ὁ χιτὼν ἄρα εὔψυχος, ἐνταῦθα τὴν ὁμωνυμίαν τοῦ ἀνδερίου διαστείλασθαι καὶ δεῖξαι [τὴν ἀνδρείαν ἤγουν τὴν εὐψυχίαν] ὅτι ἄλλως μὲν ἐπὶ τοῦ χιτῶνος, ἄλλως δὲ ἐπὶ τοῦ ἀνδρείαν ἔχοντος λέγεται. ὥστε τὰ πράγματα κυρίως, οὐχὶ τὰ ὀνόματα τοιεῖ τὴν ὁμωνυμίαν. καὶ γὰρ αὐτὸς ἐπὶ τῶν ὁμωνύμων ποιεῖται τὴν διδασκαλίαν συνακολουθοῦντος πάντως τῷ σκοπῷ εὐθὺς καὶ τοῦ περὶ τῆς ὁμωνυμίας λόγου. καὶ 6 Πλάτων δὲ ἐκ τῶν πραγμάτων δηλοῦσθαί φησιν, εἴτε ὁμωνύμως κατὰ πλειόνων φέρεται τὸ αὐτὸ ὄνομα εἴτε συνωνύμως· λέγει γὰρ ἐν τῷ Σοφιστῇ· “νῦν γὰρ δὴ σὺ κἀγὼ τούτου πέρι τοὔνομα ἔχομεν κοινῇ, τὸ δὲ ἔργον, ἐφ᾿ ᾦ καλοῦμεν, ἑκάτερος τάχα ἂν ἰδίᾳ παρ᾿ ἡμῖν αὐτοῖς ἔχοιμεν”, ὥστε ὅταν γνωσθῇ ὅτι τοῦ κοινῇ λεγομένου ὀνόματος ἰδία ἐστὶν ἔννοια παρ’ ἑκατέρῳ, τότε γίνεται δῆλον, ὅτι ὁμώνυμον τὸ ὄνομα. οὐ γάρ ἐστιν αὐτὰ ἐφ᾿ ἑαυτῶν τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα τοιαῦτα, ἀλλ᾿ ἐν τῇ τῶν διαλεγομένων καὶ ὀνομα|ζόντων παρηλλαγμένῃ ἐννοίᾳ ἢ συμφωνούσῃ ἡ τῶν ὁμωνύμων καὶ συνωνύμων ἐστὶ φύσις. καλῶς δὲ τὸ λέγεται εἶπεν, ἐπειδὴ μὴ περὶ τῶν πραγμάτων αὐτῶν ὁ λόγος ἐστίν, ἀλλὰ περὶ τῶν σημαντικῶν λέξεων. Ἀποροῦσι δὲ καὶ τοῦτο, πῶς ὁμώνυμα ἐκεῖνα μόνον εἶπεν, ὧν ὄνομα μόνον κοινόν, καίτοι τῆς ὁμωνυμίας καὶ ἐν ῥήμασιν οὔσης, ὡς ἐπὶ τοῦ ἠνδραπόδισται, καὶ ἐν μετοχαῖς, ὡς ἐπὶ τοῦ ἠνδραποδισμένος, καὶ ἐν συνδέσμοις· καὶ γὰρ τοῦ ἤ καὶ τοῦ ἤτοι πολλὰς διαφορὰς οἱ διαλεκτικοὶ παραδιδόασιν. λέγουσι δὲ πρὸς τοῦτο, ὅτι τὸ ὄνομα τριχῶς λέγεται· τὸ μὲv γὰρ δηλοῖ τὸ κύριον, τὸ δὲ τὸ προσηγορικόν, τὸ δὲ τὸ κοινῶς ἐπὶ πᾶν μέρος λόγου διατεῖνον, καθὸ Πλάτωνα μὲν καλοῖς, Σενοφῶντα δὲ κοινοῖς ὀνόμασιν κεχρῆσθαί φαμεν. οὐδὲν οὖν ἄτοπον νῦν λέγεσθαι τὸ κοινῶς ἐπὶ πάντα τοῦ λόγου τὰ μέρη διατεῖνον. Βόηθος δὲ διχῶς φησιν τὸ ὄνομα λέγεσθαι, τό τε πρόταξιν ἄρθρου λαμβάνον, ὃ καὶ ἰδίως ὄνομα λέγεται, καὶ τὸ ἐφ᾿ ἅπαντα τὰ τοῦ λόγου στοιχεῖα διατεῖνον· ἐπειδὴ οὖν ἐν τῷ ζητεῖν ἐφ᾿ ὁποιασοῦν λέξεως, εἰ ὁμώνυμός ἐστιν, προτάττομεν τὸ ἄρθρον ὁμοίως ἐπί τε τῶν κυρίως ὀνομάτων καὶ τῶν ἄλλων λέξεων, λέγοντες ‘τὸ κύων ὁμώνυμόν ἐστιν᾿ καὶ ‘τὸ ἠνδραπόδισται ὁμώνυμόν ἐστιν᾿ (σημαίνει γὰρ καὶ τὸ ληφθῆναι αἰχμάλωτον καὶ τὸ λαβεῖν ἄλλον), εἰκότως τὸ ὄνομα τῶν ὁμωνύμων κοινὸν εἶναί φησιν, διότι τὸ ἴδιον τοῦ ὀνόματος ἴσχουσι πάντα τῷ προτάττεσθαι αὐτῶν ἄρθρον· ἔοικεν γὰρ τὰ οὕτω προφερόμενα τοῖς μονοπτώτοις λεγομένοις ὀνόμασιν· τὸ ἀνδραποδίζεσθαι, τοῦ ἀνδραποδίζεσθαι, τῷ ἀνδραποδίζεσθαι, καὶ ἑξῆς· καὶ ἅμα διὰ τοῦ ὄνομα εἰπεῖν ἐνεδείξατο πῶς δεῖ προφέρεσθαι τὴν τῶν ὁμωνύμων διαστολήν, ὅτι προτάττοντας τὸ ἄρθρον καὶ λέγοντας ‘τὸ ἠνδραποδίσθαι σημαίνει μὲν τόδε, σημαίνει δὲ καὶ τόδε’· ἡ γὰρ τοῦ ἄρθρου πρόταξις τὸν τῶν ὀνομάτων τύπον δίδωσιν αὐτοῖς. Μόνον δὲ τὸ ὄνομα κοινὸν εἶναί φησι τοῖς ὁμωνύμοις, τοῦ μόνου ποτὲ μὲν τὸ ἓν σημαίνοντος, ὡς ὅταν μόνον λέγωμεν τὸν κόσμον εἶναι, ποτὲ δὲ Ε τὴν πρὸς ἕτερον ἀντιδιαστολήν, ὡς ὅταν ἱμάτιον μόνον ἔχειν λέγωμεν ἀντιδιαστέλλοντες ὡς πρὸς χιτῶνα. κατὰ τοῦτο δὲ καὶ νῦν τὸ σημαινόμενον παρείληπται τὸ μόνον, ὡς πρὸς τὸν τῆς οὐσίας λόγον ἀντιδιαστελλόμενον· ὅπερ καὶ σαφῆ ποιεῖ τὴν εὕρεσιν τῶν ὁμωνύμων, τὸ καὶ ἓν ὡρισμένον τι, τὸ ὄνομα, μόνον εἶναι κοινὸν καὶ πρὸς ἓν ὡρισμένον τι, πρὸς τὸν ὁρισμόν, ἀντιδιαστέλλεσθαι. Τὸ δὲ κοινὸν πάλιν καὶ αὐτὸ πολλαχῶς λέγεται· ἢ γὰρ τὸ εἰς μέρη διαιρετόν, ὡς ἡ κληρουχουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν μὲν χρῆσιν προκείμενον, οὐχ ἅμα δέ, ὡς ὁ δοῦλος ἢ ὁ ἵππος ὁ κοινός, ἢ τὸ ἐν προκαταλήψει μὲν ἰδιούμενον, αὖθις δὲ εἰς τὸ κοινὸν ἀναπεμπόμενον, ὡς τὸ θέατρον, ἢ τὸ ἅμα ἀδιαιρέτως εἰς χρῆσιν πολλῶν ἀγόμενον, ὥσπερ ἡ φωνή. οὕτως δὲ καὶ τὸ ὄνομα κοινὸν τοῖς ὁμωνύμοις ἅμα πᾶσιν ὑπάρχον καὶ ἄλλοις ἅμα δυνάμενον ὑπάρξαι ἀδιαιρέτως τὸ αὐτό. διὸ καὶ Ἀνδρόνικος παραφράζων τὸ τῶν Κατηγοριῶν βιβλίον ὁμώνυμά φησιν λέγεσθαι, ὧν ὄνομα ταὐτόν· καὶ γὰρ καὶ τὸ ὄνομα καὶ ὁ λόγος διὰ τὴν ἀσώματον φύσιν ἀμερίστως ρίστως πάρεισι τοῖς πολλοῖς. Ἀποροῦσι δὲ καὶ πρὸς τὸ κοινὸν τὸ ὄνομα τῶν ὁμωνύμων λέγεσθαι οἱ περὶ τὸν Νικόστρατον. ὁ γὰρ εἰπὼν κύνα ὅτι μὲν μὴ βοῦν μηδὲ ἵππον ἢ ἄλλο τι λέγει τῶν τοιούτων ἐδήλωσεν, ὃ δὲ βούλεται σημαίνειν, οὔπω δεδήλωκεν· τίνα γὰρ τῶν κυνῶν, πότερον τὸν ἀστρῷον ἢ τὸv χερσαῖον ἢ τὸν θαλάττιον ἢ τὸ περὶ τὴν γνάθον συμβαῖνον σπασμῶδες πάθος, οὔπω δῆλον. εἰ οὖν μηδὲν σημαίνει, οὐδὲ ὄνομα ἂν εἴη, ὥστε οὐδὲ ὁμώνυμον· τὰ γὰρ ὁμώνυμα κοινὸν ἔχειν ὄνομα ἐλέγετο. εἰ δὲ προσθήκης δεῖταί τινος πρὸς τὸ σημᾶναι τί τῶν πολλῶν ἐκείνων ἐστὶ τὸ ῥηθέν, οἷον ὅτι τὸv άστρῷον λέγει ἢ ἄλλον τινὰ τῶν κυνῶν, οὐκέτι κοινὸν μένει τὸ ὄνομα· τῇ γὰρ προσθήκῃ, καθ᾿ ἣν μάλιστα σημαίνει ὃ βούλεται, ἰδιωθήσεται· ὥστε εἰ μὲν μὴ σημαίνει τι, οὐκ ἔστιν ὄνομα τὸ ἐπὶ τῶν ὡς ὁμωνύμων ἀποδοθέντων λεγόμενον· εἰ δὲ τῇ προσθήκῃ τῇ ἴδιον ἑκάστου ποιούσῃ τὸ ὄνομα σημαίνει, οὐκέτι καθὸ κοινοῦ ὀνόματος μετέχει ὁμώνυμά ἐστιν, ὁπότε τὸ μετὰ τῆς προσθήκης οὐκέτι οὔτε ὄνομα μόνον ἐστίν, ἀλλὰ λόγος, ὥστε κὰν μὴ σημαίνῃ τι, οὐκ ἔστιν ὄνομα· τὸ γὰρ ὄνομα σημαντικὸν εἶναι βούλεται· κἂν σημαίνῃ μὲν μετὰ τῆς προσθήκης δέ, πάλω οὐκ ἔστιν ὄνομα ἀλλὰ λόγος διὰ τὴν τῆς διαφορᾶς προσθήκην, ἀλλ᾿ οὐδὲ κοινὸν ἔτι διὰ τὴν διαφοράν. ὅλως δὲ κατ’ οὐδὲν τῶν τοῦ κοινοῦ σημαινομένων εἴη ἂν κοινὸν τὸ τῶν ὁμωνύμων λεγόμενον ὄνομα· οὔτε γὰρ κατὰ τὸ διαιρετὸν κοινόν· ἄλλο γὰρ ἄλλης συλλαβῆς τοῦ ὀνόματος μετέχον οὐκέτι ἂν εἴη ὁμώνυμον· οὔτε κατὰ τὸ ὅλον μὲν ἄλλοτε δὲ ἐν ἄλλου χρήσει γινόμενον· ἅμα γὰρ ἑκάστῳ τῶν ὁμωνύμων λεγομένων ὑπάρχει τὸ ὄνομα· οὔτε κατὰ τὸ ἐν προκαταλήψει καὶ ἰδιότητι ἅμα, καὶ διότι ἔμελλεν ἕκαστον ἄλλοτε ἄλλο μεταλαμβάνειν ὄνομα, ὡς ἐν τῷ θεάτρῳ τοὺς τόπους, καὶ οὐκέτι πάλιν ὁμώνυμα· ἀλλὰ μὴν οὐδὲ ὡς ἡ φωνή· ἡ μὲν γὰρ φωνὴ τὴν αὐτὴν πᾶσιν ἐμποιεῖ διάθεσιν τοῖς ἀκούουσιν, τὸ δὲ ὁμώνυμον ἄλλην ἄλλοις ἔννοιαν παρέχεται, εἴπερ ἄρα τι σημαίνει, εἰ δὲ μὴ ἄλλην ἄλλοις, ἀσήμαντον μένει καὶ οὐκέτι ἐστὶν ὄνομα. τινὲς δὲ λύοντες τὴν ἀπορίαν φασὶν ὅτι οὐ πᾶν ὄνομα σημαντικόν ἐστιν· τριχῶς γὰρ τοῦ ὀνόματος λεγομένου, τοῦ με) κατὰ τὸν χαρακτῆρα, κἄν μὴ κατατεταγμένον ἦ ἐπί τινος σημαινομέου, ὡς τὸ βλίτυπι, τοῦ δὲ κατατεταγμένου μὲν μὴ μέντοι χαρακτῆρα ἔχοντος ὀνόματος, ὡς ὁ ἀλλὰ μήν σύνδεσμος ὄνομα τῷ οἰκέτῃ τεθεὶς ύπὸ τοῦ Διοδώρου τοὺς τῆς γραμματικῆς διορισμοὺς διαπαίζοντος καὶ τοὺς φύσει λέγοντας εἶναι τὰ ὀνόματα, τοῦ δὲ καὶ χαρακτῆρα ἔχοντος ὀνοματικὸν καὶ κατατεταγμένου, |ώς τὸ Σωκράτης καὶ Πλάτων καὶ τὰ ἄλλα τὰ ὀνόματα λεγόμενα, τί κωλύει τὸ ὁμώνυμον ἀκατάτακτον εἶναι, χαρακτῆρα ἔχον ὀνόματος; δύναται γὰρ κοινὸν εἶναι χωρὶς τῆς κατατάξεως λαμβανόμενον. ἀλλ' ἀδύνατον, φαῖεν ἄν, τοιτοῦτον εἶναι τὸ ἐν τῷ ὅρῳ τῶν όμωνύμων ὄνομα· τὸ γὰρ ὧν ῥηθὲν ἀφορίζει τινὰς εἰς οὓς κατετάχθη, τὸ τῷ χαρακτῆρι μόνον ὄνομα οὐ κατατέτακται. εἰ οὖν ἀκατάτακτον, οὐκ ἄν ύπάγοιτο τῷ όρισμῷ, ἢ εἰ κατατεταγμένον εἴη, οὐκ ἄν εἴη κοινόν· οὐδὲ γὰρ κοινὴ εἶναι ἡ κατάταξις δύναται. ἀλλὰ καὶ τὸ ό δὲ κατὰ τοὔνομα λόγος ἓτερος ὡς κατατεταγμένου πάντως ἐστίν· τὸ γὰρ μόνον ἔχον οὐδὲ λόγον ἔχει τινά· τίς ἄν εἴη λόγος τοῦ βλίτυπι, μηδὲν σημαίνοντος; εἰ κατατέτακται, οὐκ ἔστιν κοινόν, ὡς οὐδὲ ὅροι κατὰ τὴν διάφορον κατάταξιν τὸ διάφορον ἔχοντες. μήποτε οὖν τὸ όμώνυμον ὄνομα, ἃτε ὄνομα ὄν καὶ οὐ πρᾶγμα, πλείοσιν καὶ διαφόροις ἐφαμόζειν δύναται, καὶ διὰ τοῦτο ῥηθέντος ἄδηλον ἐφ' ᾦ λέγεται, ἕως ἄν διορισθῇ· διορισθὲν δὲ οὐκέτι μόνον ἐστὶ τὸ κοινὸν ὄνομα, ἀλλὰ προσέλαβεν καὶ διαφοράν, ὣστε σημαίνειν ἓν. τὸ δὲ κοινὸν καὶ ἀόριστον σημαίνει τὸ ἐν πᾶσι τοῖς όμωνύμοις κοινῶς καὶ ἀδιαιρέτως κατατεταγμένον, ὃπερ μετὰ τοῦ διορισμοῦ ληφθὲν τὸ κοινὸν ἰδιωθὲν καὶ ἀπομερισθὲν παρίστησιν. οὺ καλῶς οὖν λέγουσιν ὃτι εἰ σημαίνει, οὖκ ἔστιν κοινόν· ἔστιν γὰρ καὶ τοῦ κοινοῦ σημασία καὶ κατάταξις ὡς κοινοῦ. ἐπιστῆσαι δὲ ἄξιον, ὃτι τὴν ὃλην τῶν ὁμωνύμων ὑπογραφὴν δι' όμωνύμων ἐποιήσατο· καὶ Τὰρ τὸ ὄνομα καὶ τὸ μόνον καὶ τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων ἐστὶ καὶ μᾶλλον καθ' όμωνυμίαν ύπαρχόντων. p. 1a1. 2 Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἓτερος. Τὸν όριστικὸν λόγον σύζυγον εἶναι δεῖ πάντως τῷ ὀνόματι, ὣστε μήτε ὑπερβάλλειν τοῦ ὀνόματος μήτε ἐλλείπειν. καὶ γὰρ τοῦ αὐτοῦ πράγματός ἐστιν καὶ τὸ ὄνομα καὶ 6 όρισμός· ἀλλ' ό μὲν όρισμὸς ἀναπλοῖ καὶ διεξοδεύει τὸ πρᾶγμα, κατὰ πολυμερὲς αὐτὸ περιλαμβάνων, τὸ δὲ ὄνομα συναιρεῖ καὶ συμπτύσσει καὶ κατὰ μονοειδὲς αὐτὸ παραδείκνυσιν. δεῖ οὖν πάντα όρισμὸν σύζυγον εἶναι τῷ ὀνόματι καὶ μήτε ύπερέχειν μήτε ἐλλείπειν. συμβαίνει δὲ ύπερέχειν καὶ ἐλλείπειν. ἐὰν μὴ κατὰ τοὒνομα όρισμός· ύπερέχει μέν, ὃταν κατά τι γίνηται τῶν ἀνωτέρω, ὡς ὃταν ζῷον όρίσασθαι βουλόμενος μὴ κατὰ τὸ ὄνομα τοῦ ζᾠου τὸν όρισμὸν ἀποδῷς, ἀλλὰ κατά τι τῶν όλικωτέρως ύπαρχόντων τῷ ζᾠῳ, οἶον τὸ ἔμψυχον· τότε γὰρ ἀποδώσεις ὃτι ἐστὶν τὸ ζῷον οὐσία ἔνδοθεν κινουμένη ἢ τρεφομένη καὶ αὐξομένη καὶ ὃμοια γεννῶσα ἤ ὃπως ἄν τις ἄλλως τὸ ἔμψυχον όρίσαιτο· τότε γὰρ ἀληθεύσει μὲν ἀπὶ τοῦ ζᾠου, μὴν καὶ καὶ ὃρος ἔσται, οὐ γὰρ ἐξισάζει· εἴ τι μὲν γὰρ ζῷον, καὶ τρέφεται καὶ αὒξεται γεννᾷ ὃμοινον, οὐκ ἀνάπαλιν δέ· τὰ γὰρ φυτὰ οὐκ ἔστι ζῷα. ἐλλείπειν δὲ συμβαίνει τὸν όρισμὸν τοῦ ὀνόματος, ὃταν κατά τι τῶν μερικωτέρων τοῦ ὀνόματος λαμβάνηται, ὡς ὃταν τὸ ζῷον ὁριζόμενοι οὐσίαν λογικὴν θνητὴν όρζώμεθα, ὃπερ ἐστὶν ἄνθρωπος· καὶ γὰρ τὸ μὲν τοιοπῦτον ζῷόν ἐστιν, οὐκέτι τὸ ζῷον τοιοῦτον πᾶν. πᾶς οὖν ὃρος κατὰ τὸ ὄνομα γίνεται, ἴνα καὶ αντιστρέφῃ πρὸς τὸ ὄνομα. τὰ μέντοι όμώνυμα κατ' ἄλλο μέν τι δύναται τὸν αὐτὸν ἒχειν όρισμόν, οἶον οἱ Αἴαντες, καθ' ἄνθρωποι, ζῷα λογικὰ θνητά εἰσιν, καθὸ μέντοι Αἴαντς, ό μέν ἐστιν Οιλέως, ὁ δὲ Τελαμῶνος, τὸ δὲ Αἴας ἐστὶν τὸ όμώνυμον ώς ύποκείμενον. Σπεύσιππος δέ, ὣς φασιν, ἠρκεῖτο λέγειν “ό δὲ λόγος ἓτερος”. καίτοι εἴ τις οὓτως ἀποδοίη, καὶ τὰ συνώνυμα όμώνυμα ἔσται καὶ τὰ όμώνυμα ήμῖν γὰρ καὶ τοῖς ἳπποις ὄνομα κοινόν, τὸ ζῷον, οἰ δὲ λόγοι ἓτεροι, καθὸ ἄνθρωπος καὶ ἳππος· ἔσται οὖν τὸ συνώνυμον όμώνυμον. καὶ πάλιν ό θαλάττοις κύων καὶ ό χερσαῖος κατὰ ζῷον τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἔσται τὸ όμώνυμα συνώνυμα, διότι οὺ καθ' ὃ ἦν όμώνυμα, κατὰ τὸν καύνα, ἀπεδόθη αὐτῶν ό όρισμός, ἀλλὰ κατὰ τὸ ζῷον. ἀναγκαία οὖν ἡ τοῦ κατὰ τοὔνομα προσθήκη. Ὁ δὲ λόγος σημαίνει μὲν καὶ τὸν ἐν ταῖς ψήφοις λογισμόν, σημαίνει δὲ καὶ τὸν ἐνδιάθετον κατὰ τὴν ἔννοιαν, σημαίνει δὲ καὶ τὸν προφορικὸν καὶ τὸν σπερματικόν, σημαίνει δὲ καὶ τὸν ἐκάστου περιηγητικὸν καὶ όριστικόν. λόγον δὲ αὐτὸν δἶπεν καὶ οὐχὶ όρισμόν, ἳνα καὶ τὴν ύπογραφικὴν ἀπόδοσιν περιλάβῃ, ἣτις καὶ τοῖς γένεσι τοῖς ἀνωτάτω καὶ τοῖς ἀτόμοις ἐφαρμόττει όρισμῷ μὴ δυναμένοις περιληφθῆναι, διότι οὔτε τῶν ἀνωτάτω γενῶν γένος ἔστι λαβεῖν οὔτε τῶν ἀτόμων διαφοράς, ἡ δὲ ύπογραφὴ τὴν ἰδιότητα τῆς οὐσίας ἀποδιδοῦσα καὶ ἐπὶ φθάνει. διὸ οὐδὲ άπλῶς εἶπεν τὸν κατὰ τοὒνομα λόγον, ἀλλὰ τὸν τῆς οὐσίας λόγον, διότι ό μὲν ύπογραφικὸς λόγος τὴν ἰδιότητα τῆς οὐσίας ἀφορίζει, ό δὲ όριστικὸς τὸ ἠν εἶναι ἑκάστου καὶ τὴν οὐσίαν αὐτήν· ό οὖν λόγος τῆς οὐσίας καὶ τὸν όριστικὸν λόγον καὶ τὸν ύπογραφικὸν περιείληφεν. ὣστε μάτην ἐγκαλοῦσι πάλιν οἱ περὶ τὸν Νικόστρατον ὠς μόνῃ τῇ οὐσίᾳ δοκοῦντι λέγειν τὴν όμωνυμίαν τῷ Ἀριστοτέλει, εἴπερ τὸν τῆς οὐσίας λόγον ἓτερον εἶπεν ὲν τοῖς καίτοι καὶ ἐν ποιῷ οὔσης όμωνυμίας, εἴπερ λευκὸν καὶ χρῶμα καὶ λευκὴν φωνὴν λέγομεν, καὶ ἐν τῷ κεῖσθαι καὶ ἐν ἄλλαις κατηγορίαις. πρὸς γὰρ ταύτην τὴν ἀπορίαν ύπαντῶν ό Πορφλύριος πρῶτον μέν φησιν μηδὲ εν πᾶσι τοῦτο γεγράφθαι τοῖς ἀντιγράφοις· μήτε γὰρ Βόηθον εἰδέναι, ὃς φησι δεικνύναι τὸν Ἀριστοτέλη τίνα ἐστὶν τὰ όμωνύμα λέγοντα Ὁμώνυμα λέγεται ὦν ὄνομα μόνον κοινόν, ό δὲ κατὰ τοὔνομα λόγος ἓτερος· καὶ ἐξηγούμενος δὲ ό Βόηθος καθ' έκάστην λέξιν τὸ τῆς οὐσίας παραλέλοιπεν ώς οὐδὲ |γεγραμμένον. καὶ ό Ἀνδρόνικος δὲ παραφράζων τὸ βιβλίον “τῶν ἄνευ συμπλοκῆς, φησί, λεγομένων όμώνυμα μὲν λέγεται ὦν ὄνομα μόνον ταὐτόν, ὁ δὲ κατὰ τοὔνομα λόγος ἓτερος”. “ήμεῖς δέ, φησὶν ό Πορφύριος, ἐπειδὴ καὶ Ἐρμῖνος καὶ σχεδὸν οἰ πλεῖστοι ώς προσκειμένου τῷ ὃρῳ ἐντετυχήκασιν τοῦ τῆς οὐσίας ὀνόματος, καὶ ἀναγκαίαν λέγομεν τὴν προσθήκην· τοῦ γὰρ λόγου καὶ τὴν ἐπαγωγὴν σημαίνοντος καὶ τὸν συλλογισμὸν καὶ πᾶσαν κατάφασιν καὶ ἀπόφασιν, δἰ μὴ προσέκειτο τῆς οὐσίας, πῶς ἄν ἀπεκρίνετο τοῦ όρισμοῦ καὶ τῆς ύπογραφῆς τὰ ἂλλα τοῦ λόγου σημαινόμενα; ἀντὶ οὖν τοῦ φάναι ‘ὁ δὲ ὃρος ἢ ή ύπογραφὴ έτέρα' τὴν ἐξήγησιν ὃρου καὶ τῆς ύπογραφῆς παρέλαβεν εἰπὼν 6 δὲ λόγος τῆς οὐσίας ἓτερος· καὶ γὰρ ό μὲν ὃρος λόγος τῆς οὐσίας ἐστὶν ώς τὴν οὐσίαν δηλῶν, ἡ δὲ ύπογραφὴ ώς τὴν ἰδιότητα τὴν περὶ τὴν οὐσίαν σημαίνουσα καὶ τὴν ὓπαρξιν κοινὴν οὖσαν τῆς τε κυρίως οὐσίας καὶ τῆς ἄλλης ύποστάσεως”. Προσαπορεῖ δὲ ό Νικόστρατος περὶ τῶν όμωνύμων, καὶ ἔτι σαφέστερον Ἀττικὸς τὴν ἀπορίαν ἐξέθετο. εἰ γὰρ συνώνυμά ἐστιν ὦν τό τε κοινὸν καὶ ό όρισμὸς κοινός, ἔχει δὲ καὶ τὰ όμώνυμα τό τε ὄνομα κοινὸν όμώνυμα καλούμενα καὶ τὸν τοῦ όμωνύμου όρισμόν· ἐφ' έκάστου γὰρ όμωνύμου ἀληθὲς εἰπεῖν ὃτι ὄνομα μόνον κοινόν, ό δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἓτερος· τὰ ἄρα όμώνυμα συνώνυμά ἐστιν. ἔστιν δὲ καὶ τὰ συνώνυμα συνώνυμα· πάντα ἄρα τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα συνώνυμά ἐστιν. λύει δὲ καὶ ταύτην τὴν ἀπορίαν ό Πορφύριος λέγων ὃτι οὐδὲν κωλύει τὰ αὐτὰ πράγματα κατὰ διαφόρους προσηγορίας όμώνυμά τε εἶναι καὶ συνώνυμα· ὣσπερ οἱ Αἴαντες ᾖ Αἴνατες λεγόμενοι καὶ ἄνθρωποι, καθὸ μὲν ἄνθρωποιτ, συνώνυμοί εἰσιν, καθὸ δὲ Αἴαντες, όμώνυμοι, οὓτως οὖν οί όμώνυμοι Αἴαντες, καθὸ μὲν όμώνυμοι, συνώνυμοί εἰσιν, καθὸ δὲ Αἴαντες, όμώνυμοι. ἀλλ' ἀντιλήψεταί τις ῥᾳδίως καὶ ἐρεῖ, καθὸ μὲν όμώνυμα τὰ όμώνυμα, μὴ εἶναι ὁμώνυμα, ἀλλὰ συνώνυμα· καθὸ δὲ οὐχ όμώνυμα, ἀλλ' Αἴαντς, κατὰ τοῦτό ἐστιν όμώνυμα. καὶ ἴσως οὐδὲν ἄτοπον κατὰ μὲν αὐτὴν τὴν τοῦ όμωνύμου φύσιν κοινὴν οὖσαν τὰ μετέχοντα αὐτῆς συνώνυμα εἶναι, καθόσον όμώνυμα ἄμφω· κατὰ μέντοι τὸ ὄνομα, καθὸ οὐ φύσεως κοινῆς, ἀλλ' ὀνόματος μόνου κοινοῦ τὰ μετέχοντα μετέχει, οἶον τὸ τοῦ Αἴαντος, κατὰ τοῦτο όμώνυμά ἐστιν. ὣσπερ οὖν τὸ δισύλλαβον καθὸ δισύλλαβον οὐκ ἔστιν δισύλλαβον ἀλλὰ τετρασύλλαβον, καθὸ δὲ Δίων ἢ Κράτης. ἅπερ ἄλλα ἐστὶν παρὰ τὴν τοῦ δισυλλάβου φύσιν. μετέχει δὲ αὐτῆς, κατὰ τοῦτό ἐστιν δισύλλαβον, καὶ οὐδὲν ἄτοπον, οὓτως καὶ τὰ όμώνυμα, καθὸ μὲν φύσεως κοινῆς τῆς τοῦ όμωνύμου μετέχει, οὐκ ἔστιν όμώνυμα, ἀλλὰ συνώνυμα, καθὸ δὲ οὐ φύσεως ἦς τοῦ όμωνόμου, ἀλλ' ὀνόματος μόνου κοινοῦ μετέχει, κατὰ τοῦτο όμώνυμα ἐστιν. εἰ δὲ λέγοι τις, ὃτι τὸ τῆς φύσεως τοῦ όμωνύμου μετέχειν οὐδὲν ἄλλο ἐστὶν ἢ ἤονόματος μόνου κοινοῦ μετέχειν αὓτη γάρ ἐστιν ή τοῦ όμωνύμου ψύσις, εἴπερ οὖτος ὁ όρισμός) καὶ οὓτως πάλιν καθὸ όμώνυμον αὺτὸ δείκνυσιν συνώνυμον, ῥητέον ὃτι τὰ μὲν όνόματα τῶν πραγμάτων κατηγορεῖται προηγουμένως καὶ τὰ ἴδια καὶ τὰ κοινά, τὸ δὲ όμωνύμως ἢ συνωνύμως κατηγορεῖσθαι ύπάρχει οὐ προηγουμένως, ἀλλὰ διὰ τὴν τῶν ὀνομάτων τοιάνδε ἢ τοιάνδε κοινωνίαν, ὣστε ὃταν μὲν τὸ ὄνομα τὸ τοῦ Αἴαντος οὓτως μετέχηται, ὥστε τὸ ὄνομα μόνον εἶναι κοινὸν τοῖς μετέχουσιν, όμώνυμός ἐστιν ή τοιαύτη μέθεξις, ὃταν δὲ πάλιν ἡ όμωνυμία οὓτως μετέχηται, ὣστεμὴ μόνον ὄνομα κοινὸν εἶναι τοῖς μετέχουσιν, καθὸ καλοῦνται όμώνυμα, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς τῆς όμωνυμίας μετέχειν, τότε συνώνυμόν ἐστιν τὸ τῆς μεθέξεως εἶδος. αί μὲν οὖν πρὸς τὰ περὶ τῶν όμωνύμων ἀπορίαι καὶ τῶν ἀποριῶν λύσεις τοιαῦται. Εἰώθασι δὲ ἐνταῦθα γινόμενοι οί ἐξηγηταὶ τοῦς τρόπους τῶν όμωνύμων ἀπαριθμεῖσθαι καὶ λέγουσιν ὃτι κατὰ τοὺς ἀνωτάτω τρόπου διχῶς λέγεται τὰ όμώνυμα· τὰ μὲν γάρ ἐστιν ἀπὸ τύχης, ὡς Ἀλέξανδρος Πάρις καὶ ό Μακεδών, τὰ δὲ ἀπὸ διανοίας, ὃταν διανοηθείς τις ἀιτίας ἓνεκέν τινος τὰ αὐτὰ όνόματα ἐπιτιθῇ. ἀλλὰ τὰ μὲν ἀπὸ τύχης, ἃτε τυχαῖον καὶ ἀόριστον, ἀδιαίρετον μένει· τὰ δὲ ἀπὸ διανοίας διαιρεῖται τετραχῃ, εἴς τε τὰ καθ' όμοιότητα, οἶς καὶ Αριστοτεής ἐν τῷ τῶν όμωνύμων ἐχρήσατο παραδείγματι εἰπὼν ζῷον ὃ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον, κοινὸν μὲν ἔχοντα τὸ ὄνομα τοῦτο, τὸν δὲ λόγον ἓτερον, διότι ό μὲν ἄνθρωπος ζῷόν ἐστιν ώς οὐσία ἔμψυχος αἰσθητική, ή δὲ εἰκὼν τοῦ ἀνθρώπου ἢ ό ἀνδριὰς ζῷον οὓτως ώς όμοίωμα οὐσίας ἐμψύχου αἰσθητικὴς. δεύτερος δὲ ἀπὸ διανοίας τρόπος ό κατὰ ἀναλογίαν, ὃμψύχου λέγηται όμωνύμως τῶν μὲν ἀριθμῶν ή μονάς, τῆς δὲ γραμμῆς ή στιγμή, τῶν δὲ ποταμῶν ή πηγὴ καὶ τῶν ζᾠων ή καρδία· ώς γὰρ πρὸς ἀριθμὸν ή μονάς, οὓτως καὶ τὰ ἄλλα ἔχει, ὅπερ ἐστὶν ἀναλογίας ἴδιον. τρίτος δὲ ἀπὸ διανοίας τρόπος τὸ ἀπό τινος κοινὴν ἐν πολλοῖς καὶ διαφόροις πράγμασι γενέσθαι κατηγορίαν, ώς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν μὲν τὸ βιβλίον, ὃτι ἰατρικῶν ἔχει μαθημάτων παραγραφήν, ἰατρικὸν δὲ τὸ σμιλίον, ὃτι ὄργανόν ἐστιν τῶν κατὰ τὴν ἰατρκὴν τέχνην τομῶν, ἰατρικὸν δὲ τὸ φάρμακον, ὃτι πρὸς ἴασίν ἐστιν χρήσιμον, ὣστε τὸ μὲν ὄνομα κοπινόν, ό δὲ λόγος έκάστου ἓτερος. τέταρτος δέ, ὃταν διάφορα πρὸς ἓν ἀναφέρηται τέλος, ἀπ' ἐκείνου τῆς προσηγορίας τυγχάνοντα, ὣσπερ σιτίον ύγιεινὸν καὶ φάρμακον ύγιεινὸν καὶ γυμνάσιον καὶ τὰ ἄλλα ὃδσ ἀπὸ τῆς ύγείας ὡς ἀπὸ τέλους τούτους δὲ τοὺς δύο τρόπους τινὲς συνάψαντες ώς ἓνα τὸν ἀφ' ἐνὸς καὶ πρὸς ἓν |κατηρίθμησαν, τινὲς δὲ οὐδὲ ἐν τοῖς όμωνύμοις αὐτὸν τεθείκασιν οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ' ἀμφοῖν μεταξύ, διότι λόγου μέν τινος μετέχει ἀπὸ μὲν τὴς ἰατρικῆς τὰ ἰατρικά, ἀπὸ δὲ τῆς ύγείας τὰ ύγιεινά οὐ γὰρ ὄνομα μόνον ἐστὶ κοινόν) καὶ διὰ τοῦτο τοῖς συνωνύμοις ἔοικεν, καθόσον δὲ οὐκ ἐπίσης μετέχει τὰ μετέχοντα οὐ γὰρ όμοίως ἰατρικὸν τὸ βιβλίον τὸ τὴν ἐπιστήμην τὴν ἰατρικὴν περιέχον καὶ τὸ σμιλίον οὐδὲ όμοίως ύγιεινὸν φάρμακον καὶ περίπατος), διὰ τοῦτο οὖν ἔστιν συνώνυμα. τινὲς δέ, ὦν καὶ Αττικός ἐστιν, τὸν ἰατὰ μεταφορὰν τρόπον εἰς ταὐτὸν ἄγοντες τῷ κατὰ ἀναλογίαν, ἓνα τρόπον όμωνύμων τὸν συναμφότερόν φασιν. ἐπισκέψεως δὲ ἄξιος ὁ λόγος ἐστίν. λέγει γὰρ ό Πορφύριος, ὅτι ὃταν μὲν τὸ πρὰγμα ἔχῃ ἴδιον ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ' αὐτοῦ ἄλλῳ ὀνόματι μεταφέρων καὶ τοὐτῳ χρώμενος ώς κειμένῳ ἐπ' αὐτοῦ, οὐκ ἄν εἴη όμωνυμία τις ἐνταῦθα οὐ γὰρ τὰ τροπικῶς ῥηθέντα όμώνυμα ἄν εἴη τοῖς κυρίως λεγομένοις), ὃταν δὲ μὴ ἔχῃ ἄλλο, τότε γίνεται όμωνυμία. οἷον τῶν τὸ κάτω μέρος καλεῖται Μ’ ἀλλ' οἳ γ' ὐπωρείας ἔναιον πολυπιδάκου ταύτας τὰς ύπωρείας οἱ ποιηταὶ πόδας καλοῦσιν· πάντες δὴ σείοντο πόδες πολυπιδάκου Ἴδης. καὶ κλίνης δὲ καὶ τραπέξης τὰ βαστάζοντα πόδες καλοῦνται καὶ τῆς νεὼς τὸ πηδάλιον· αἰεὶ γὰρ πόδα νηὸς φησὶν ό ποιητής. ἐπὶ τούτων οὖν, φησὶν ό Πορφύριος, τὸν μὲν τῆς νεὼς καὶ τοῦ ὄρους πόδα οὐκ ἄν εἴποι τις όμωνύμως εἰρῆσθαι, διότι ἔχει ἲδια ὀνόματα τὴν ύπώρειαν καὶ τὸ πηδάλιον, ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης οὐκ ἔστιν μεταφορά, ἀλλ' όμωνυμία· οὐ γὰρ ἔχουσιν ἄλλο ὄνομα, ἀλλὰ πόδες λέγονται κατὰ τὴν πρὸς τὸ ζῷον όμοιότητα, ὥστε ὄνομα μόνον κοινόν ἐστιν τούτων, οί δὲ λόγοι ἓτεροι· ἐπὶ δὲ όρους καὶ νηὸς ἄλλα ἐστὶν τὰ ὀνόματα, μετενήνεκται δὲ ή τῶν ποδῶν προσηγρία κατὰ μεταφοράν”, εἰ μὴ ἄρα καὶ όμοιότης ἔστιν τις, καὶ ταύτῃ εἴη ἄν όμώνυμα. ό μέντοι ἐν μὲν τοῖς κατὰ πεῦσιν καὶ ἀπόκρισιν καὶ τὸν τῆς νηὸς πόδα κατὰ μεταφορὰν εἰρῆσθαί φησιν, τὸ κύριον αὐτοῦ πηδάλιον καλεῖσθαι λέγων. ἐν δὲ ροῖς πρὸς Γεδάλειον τὸν μὲν τοῦ ὄρους πόδα κατὰ μεταφορὰν λέγεσθαί B φησιν, τὸν δὲ τῆς νηὸς όμωνύμως, οὐ γὰρ εἶναι ἄλλο ὄνομα ἐπὶ τούτου λεγόμενον, καίτοι ἐκεῖ πηδάλιον εἰπὼν καλεῖσθαι. καὶ τάχα ἄν ἀμφότερα ἀληθῶς ἐλέγετο, εἰ ἐκεὶ μὲν ποὺς τὸ πηδάλιον ἐλέγετο, ἐνταῦθα δὲ τὸ τοῦ ίστίου μέρος, οὐκ ἔχον ἄλλο ὄνομα. ἀλλ' ἔοικεν καὶ ἐνταῦθα τὸ πηδάλιον λέγειν· παρετέθη Τὰρ ἐπ' αὐτοῦ τὸ αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, περὶ τοῦ πηδαλίου λεγόμενον. p. 1a6 Συνώνυμα δὲ λέγεται ἕως τοῦ τὸν αὐτὸν ἀποδώσει. Περὶ προτέρων τῶν όμωνύμων εἰπών, διότι τὸ ὄν όμωνύμως ταῖς δέκα Γ κατηγορίαις ύπάρχειν δοκεῖ, ἐξῆς τὸν περὶ τῶν συνωνύμων ἐπάγει λόγον. χρεία γάρ ἐστιν τῆς τῶν συνωνύμων γνώσεως διὰ τὴν έκάστου λοιπὸν τῶν γενῶν κατὰ τοῦ ύφ' έαυτὸ κατηγορίαν συνωνύμως γινομένην καὶ ὅτι τὰ συνώνυμα ἀλλήλοις ύπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. τὸ δὲ συνώνυμον κοινωνεῖ μὲν τῷ όμωνύμῳ, καθόσον ὄνομα κοινόν ἐστιν καὶ ἐπὶ τῶν συνωνύμων, ὥσπερ καὶ ἐπὶ τῶν όμωνύμων· διαφέρει δέ, ὃτι οὐ μόνον ὄνομα κοινὸν ἐπὶ τῶν συνωνύμων, αλλὰ καὶ ό λόγος ό κατὰ τὸ ὄνομα, ὅ τε όριστικὸς καὶ ό ύπογραφικός, κοινός τοῖς συνωνύμοις, κἄν μὴ πρόσκειται ἐνταῦθα τὸ κατὰ τὸ ὄνομα. ό γὰρ Πορφύριος ἐν τῷ πρὸς Γεδάλειον οὕτως ἒγραψεν· συνώνυμα δὲ λέγεται ὦν τό τε ὄνομα κοινὸν καὶ ό λόγρος ό αὐτός, προσυπακούειν γὰρ αὐτὸ χρή· σύζυγον γὰρ δεῖ τῷ ὀνόματι τὸν λόγον τὸν όριστικὸν καὶ ύπογραφικόν. ἔτι δὲ καὶ ἐπὶ μὲν ὦρ συνωνύμων τὸἓν ὄνομα ένὸς πράγματός ἐστι δηλωτικόν, ἐπὶ δὲ τῶν όμωνύμων τὸ ἓν ὄνομα πλείονα πράγματα σημαίνει καὶ ὃπου μὲν ἓν νόημα κατηγορεῖται, ὅπου δὲ πολλά. καὶ ἔτι μέντοι τὸ μὲν όμώνυμον ἀντίφασιν ἐπιδέχεται· τὸ γὰρ γεγραμμένον ζῷον ζῷον καὶ οὺ ζῷόν ἐστιν καὶ ό κόραξ τὸ ὄρνεον κόραξ καὶ οὐ κόραξ (οὐ γάρ ἐστιν τὸ περὶ τὴν θύραν ὄργανον)· τὸ δὲ οὐκ ἐπιδέχεται |τὴν ἀντίφασιν· οὐ γὰρ ἔστιν τὸν ἄνθρωπον ζῷον ὄντα μὴ 8ν Δ ζῷον εἰπεῖν. καὶ ἐν μὲν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν “τὸν τῆς οὐσίας λόγον χρὴ ἐξακούειν, φησὶν ὁ Πορφύριος, αὐτὸς γάρ ἐστιν ὁ ἐν δὲ τῷ πρὸς Γεδάλειον οὐκ ἔτι φησὶ προσυπακουσέον καὶ τὸ τῆς οὐσίας· ‘οὐ γὰρ καθὸ ἓκαστόν ἐστιν ἐπὶ τῶν συνωνύμων, ὁ αὐτός ἐστιν αὐτῶν ἀλλὰ καθὸ κοινοῦ τινος μετέχει πάντα”. καὶ ἔοικεν νῦν τὴν οὐσίαν μὴ συνάψαι τῷ λόγῳ, ὥστε τὸν λόγον τῆς οὐσίας τὸν όρισμὸν εἶναι, ἀλλὰ κατὰ τὸ εἶδος ἀκοῦσαι καθ' ὅ ἐστιν ἕκαστον· ἄνθρωπος γὰρ καὶ ἵππος συνώνυμά ἐστιν κατὰ τὸ ζῷον, καὶ λόγος ἐστὶν αὐτῶν 6 αὐτὸς κατὰ τοῦτο, οὐ μέντοι κατ' ἐκεῖνα καθ' ἃ μάλιστα οὐσίωνται, κατὰ τὸν ἄνθρωπον ἢ κατὰ τὸν ἵππον· ἄλλος ἑκατέρου τούτων τούτων λόγος. καὶ αυτὸς δὲ προελθὼν “κἂν προσυπακούῃ τις, φησίν, τὸ τῆς οὐσίας, δῆλον οὐσίας ἀκουδόμεθα οὐ τῆς ἰδίως ὀνομαζόμενης, ἀλλὰ τῆς τὴν έκάστου ὓπαρξιν οἰονεὶ κοινότρον δηλούσης οὐσίας”. ἰστέον μέντοι ὃτι νῦν ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων οὕτως ή γραφὴ φέρεται· συνώνυμα δὲ λέγεται ὦν τό τε ὄνομα κοινὸν καὶ ό κατὰ τοὔνομα λόγος τῆς οὐσίας ό αὐτός. καὶ ό Πορφύριος δὲ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν οὕτως ἔγραψεν, ό δὲ Ἰάμβλιχος ἄνευ τοῦ τῆς οὐσίας οὕτως· συνώνυμα λέγεται ὦν τό τε ὄνομα κοινὸν καὶ ό κατὰ τοὔνομα λόγος ὁ αὐτός· ἐπεσημήνατο δὲ ὃτι ὲν ἐνίοις ἀντιγράφοις οὐ φέρεται τὸ καὶ ὁ κατὰ τοὔνομα, καὶ ὅτι προσυπακούειν δεῖ· ἠκολούθησεν δὲ τῇ Ἰαμβλίχου γραφῇ καὶ ό Συριανός. καὶ ό Ἀλέξανδρος δὲ δινηνέζθη περὶ τὴν γραφὴν οὕτως γράψας· συνώνυμα δὲ λέγεται ὧρ τό τε ὄνομα κοινὸν καὶ ό λόγος ὁ τῆς οὐσίας ὁ αὐτός· “προσυπακούειν δὲ” καὶ αὐτὸς “δεῖ, φησίν, τὸ ὁ κατὰ τοὔνομα”. τὸ αὐτὸ δὲ παράδειγμα τοῦ ζῷου καὶ ἐπὶ τῶν συνωνύμων παρείληφειν, ὅπερ καὶ ἐπὶ τῶν ὁμωνύμων, οὐκ ἀπορῶν ἄλλου παραδείγματος, ἀλλ᾿ ἐνδεικνύμενος ὅτι τὸ αὐτὸ ὄνομα ἄλλων μὲν πραγμάτων ὁμωνύμως ἐστὶ δηλωτικόν, ὡς τὸ ζῷον τοῦ τε ἀνθρώπου καὶ τοῦ ἀνδριάντος, ἄλλων δὲ συνωνύμως, ὡς ἀνθρώπου καὶ βοός· ἑνὶ γὰρ καὶ τῷ αὐτῷ λόγῳ ζῷον ἑκάτερον, οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ ἑκάτερον. τοῦτο μὲν οὐχ οὕτως θαυμαστόν, τὸ δὲ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ ὑμώνυμον εἶναι καὶ συνώνυμον, τοῦτο ἂν εἴη θαυμασιώτερον. Ἐπιστῆσαι γὰρ ἄξιον, ὅτι τετραχῶς τὸ αὐτὸ ἁμώνυμόν τε καὶ συνώνυμον λέγεται. ποτὲ μὲν γὰρ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα κατ᾿ ἄλλο καὶ ἄλλο ἑαυτοῦ ὄνομα πρὸς ἄλλο καὶ ἄλλο πρᾶγμα ὁμώνυμόν τέ ἐστιν καὶ συνώνυμον, οἷον ὁ κόραξ ὁ ὄρνις, καθὸ μὲν κόραξ καλεῖται, πρὸς τὸ ἐν τῇ θύρᾳ ὄργανον ὁμωνύμως λέγεται, καθὸ δὲ ὄρνις, πρὸς τοὺς ἄλλους ὄρνιθας συνωύμως. ποτὲ δὲ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ πρᾶγμα διαφόροις ἑαυτοῦ ὀνόμασιν ὁμώνυμόν τε εὑρίσκεται καὶ συνώνυμον, ὡς Σωκράτης ὁ φιλόσοφος πρὸς Σωκράτην τὸν Θεαιτήτου συγγυμναστὴν ὁμώνυμος μὲν καθὸ Σωκράτης, συνώνυμος δὲ καθὸ ἄνθρωπος ἄλλα δὲ ἔστιν ἃ καθ᾿ ἓν τὸ αὐτὸ ὄνομα ὁμώνυμά τε καὶ συνώνυμά ἐστιν, πρὸς ἄλλο μέντοι καὶ ἄλλους κόρακας συνώνυμος. ἔστιν μὲν τὸ ὄργανον ὁμώνυμος, πρὸς δὲ μέντοι καὶ ἄλλους κόρακας συνώνυμος. ἔστιν δὲ ὅτε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὄνομα πρὸς τὸ αὐτὸ πρᾶγμα ὁμώνυμόν τέ ἐστιν καὶ συνώνυμον, ὡς ὁ παρ᾿ Ὁμήρῳ Μέλας· Ἄγριος ἠδὲ Μέλας· μέλανι· εἰ δὲ τύχῃ ὁ οὕτως καλούμενος καὶ τὴν χρόαν μέλας, συνώνυμος ἂν εἴη τῷ ὁμοίως μέλανι. οὕτως δὲ καὶ ὁ Ἄγριος ὁ κύριον ἄγριον τὸ ὄνομα, εἰ τύχοι καὶ τὸ ἦθος ἄγριος, ὅμώνυμός τε εἴη πρὸς τὸν ἄγριον τὸ ἦθος καὶ συνώνυμος. πολλὰ δὲ ἔστιν καὶ ἄλλα τοιαῦτα ὀνόματα ἀπό τε τῶν ἀρετῶν ὡς κύρια λεγόμενα, ὡς Ἐλευθέριος καὶ Σωφρόσυνος καὶ Σεμνὸς καὶ τὰ τοιαῦτα, καὶ ἀπὸ ἐθνικῶν, ὡς ὁ Ἰταλὸς καὶ Κρητικὸς καὶ Ἐλευσίνιος καὶ τὰ τοιαῦτα, ὅταν ὁ μὲν κύριον ἔχῃ τὸ ὄνομα, ὁ δὲ ἐθνικόν· ἐὰν δὲ ἄμφω καὶ κύρια ἔχωσιν\καὶ διάθεσιν τὴν αὐτὴν ἤ ἄμφω Μέλανές τε λέγοιντο κυρίῳ ὀνόματι καὶ μέλανες εἶεν τὴν χρόαν, κατὰ μὲν τὰ κύρια ὁμώνυμοί εἰσιν· τὸ γὰρ κύριον τὸ ἰδίως ποιὸν δηλοῖ τοῦ καλουμένου· κατὰ δὲ τὴν κοινὴν τοῦ μέλανος διάθεσιν συνώνυμοι· ὁ γὰρ αὐτὸς ἑκατ΄ρου λόγος κατὰ τὴν αὐτὴν χρόαν ἢ τῆς ψυχῆς διάθεσιν ἢ τὴν αὐτὴν πατρίδα. ἐπὶ δὲ τῶν τοιούτων καὶ αὐτός τις πρὸς ἑαυτὸν όμώνομος ἄν εἴη· εἰ γὰρ Μέλας, εἴη δὲ καὶ τὴν χρόαν μέλας, όμωνύμως ἄν ύπάρχοι τὸ μέλας τῷ Ζ τε κυρίῳ καὶ τῷ κατὰ τὴν χρόαν. τὸ δὲ ύπόδειγμα τὸ ἀποδοθέν, τὸ οἶον τὸ ζῷον, οὐ πρὸς τὰ συνώνυμα πράγματα ἀπεδόθη, ἀλλὰ πρὸς τὸ ὄνομα τοῦ συνωνύμου· ὁ γὰρ ἄνθρωπος, φησίν, καὶ ό βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον. Οἰκειότερον δὲ Ἀριστοτέλης συνώνυμα κέκληκεν τὰ σὺν τῷ ὀνόματι καὶ τὸν όρισμὸν ἔχοντα τὸν αὐτὸ ἤπερ οί Στωικοὶ τὰ πολλὰ ἅμα ἔχοντα ὀνόματα, ώς Πάρις καὶ Ἀλέξανδρος ὁ αὐτός, καὶ άπλῶς τὰ λεγόμενα· τούτοις γὰρ ή σݲυݲνݲ πρόθεσις οὐχ ἁρμότει, τοῦ αὐτοῦ σημαίνουσα, ώς τὸ συμπεριπατεῖν καὶ συστρατεύσθαι. ἀπεῖδον δὲ ἴσως εἰς τὸ τοῦ αὐτοῦ ὀνόματα εἶναι· καὶ γὰρ καὶ ό Ἀριστοτέλης ἐν τῷ ποιητικῆς συνώνυμα εἶπεν εἶναι ὦν πλείω μὲν τὰ ὀνόματα, λόγος δὲ ό αὐτός, οἶα δή ἐστιν τὰ πολυώνυμα, τό τε λώπιον καὶ ίμάτιον καὶ φάρος. “ἀλλ' οὐδὲν ἄτοπον, φησὶν ὁ Πορφύριος, τῆς χρήσεως τὸ διττὸν χρήσασθαι μὲν έκατέρῳ τὸν Ἀρισοτέλη, ἐπειδὴ καὶ ἔχει τινὰ λόγον έκάτερον. καὶ γὰρ τὰ πλείω ὀνόματα τὰ πρὸς ἓν φερόμενα, ώς ό κίων καὶ ὁ στῦλος, τὸν αὐτὸν ἔχοντα λόγον, συνώνυμα ἄν κληθείη· καὶ μέντοι ὅπου ό λόγος ό αὐτὸς καὶ τοὔνομα συνονομάζεται, ἔτι κυριώτερον ἄν κληθείη συνώνυμα, ὥστε τὸ μέν ἐστιν συνώνυμον, ἐπεὶ πολλὰ ὀνόματα ἕν τι πρᾶγμα τὸ δέ, ἐπεὶ τὸν λόγον συνονομάζει καὶ τοὔνομα. καὶ διὰ τοῦτο, ὅπου μὲν περὶ γενῶν ἤτοι τὰ γένη σημαινουσῶν φωνῶν ή σπουδή, χρεία Ι τοῦ δευτέρου σημαινομένου, διότι τὰ γένη κατὰ τοῦτο τὸ σημαινόμενον συνωνύμως τῶν εἰδῶν κατηγορεῖται· ἔνθα δὲ περὶ τὰς πλείους φωνὰς ή σπουδὴ καὶ τὴν πολυειδῆ έκάστου ὀνομασίαν, ὥσπερ ἐν τῷ Περὶ ποιητικῆς καὶ τῷ τρίτῳ Περὶ ῥητορικῆς, τοῦ έτέρου συνωνύμου δεόμεθα, ὅπερ πολυώνυμον ό Σπεύσιππος ἐκάλει. καὶ οὐ καλῶς ό Βόηθος παραλελεποῖφθαι τῷ Αριστοτέλει φησὶ τὰ πρὰ τοῖς νεωτέροις καλούμενα συνώνυμα, ἅπερ Σπεύσιππος ἐκάλει πολυώνυμα· οὐ γὰρ παραλέλειπται, ἀλλ' ἐν ἄλλαις πραγματείαις, ἐναΙς ἦν οἰκεῖος ό λόγος, παρείληπται”. p. 1 a 12 Παρώνυμα δὲ λέγεται ἕως τοῦ καὶ ἀπὸ τῆς ἀνδρείας ἀνδρεῖος. Τὰ παρώνυμα μέσα πώς ἐστιν τῶν τε ὁμωνύμων καὶ τῶν καὶ ἀμφοτέρων μετέχοντα καὶ ἀμφοτέρων λειπιόμενα. ή γὰρ γραμματικὴ καὶ ό γραμματικὸς καὶ τὰ ὀνόματα καὶ τὸν λόγον ἔχουσιν οὔτε πάντῃ τὰ αὐτὰ οὔτε πάντῃ ἕτερα· καὶ γὰρ γραμματικῆς μὲν λόγος ἐπιστήμη τοῦ γράφειν καὶ ἀναγινώσκειν, ***τριῶν δὲ δεῖν τῷ ἀπό τινος παρονομαζομενῳ φασίν, τοῦ τε πράγματος τοῦ ἀφ' οὖ παρωνόμασται καὶ τοῦ ὀνόματος ἔτι μέντοι τοῦ ἀνομοίου τῆς καταλήξεως, ὅπερ καλεῖ πτῶσιν ό Ἀριστοτέλης· πτώσεις γὰρ τῶν ὀνομάτων ἐκάλουν οί παλαιοὶ οὐ μόνον τὰς πέντε τὰς νῦν λεγομένας, ἀλλὰ καὶ τὰς παρακειμένας ἐγκλόσεις, όποίους ἄν ἔχωσι σχηματισμούς· ὅθεν καὶ τὰς νῦν καλουμένας μεσότητας πτώσεις ἐκάλουν, οἶον ἀπὸ τοῦ ἀνδρείου πτῶσιν τὴν ἀνδρείως καὶ ἀπὸ τοῦ καλοῦ τὴν καλῶς. οὕτω δὲ καὶ ἀρρενική τις αὐτοῖς ἦν πτῶσις ἀπὸ ὀνόματος θηλυκοῦ, ώς τῆς γραμματικῆς ό γραμματικος, καὶ θηλυκὴ ἀπὸ ἀρρενικοῦ, ώς ἀπὸ τοῦ Αλεξάνδρου ἡ Αλεξάνδρεια. πτώσεις δὲ ἰαὶ ταύτας ἔλεγον διὰ τὸ ταὐτὸν πεπονθέναι ταῖς κυρίως πτώσεσιν κακτὰ τὸν μετασχηματισμὸν τῆς όποῖον δὲ ἄν τῶν τριῶν ἐλλείπῃ, οὐ γίνεται παρώνυμον. γυνὴ γὰρ τῆς μουσικῆς τέχνης μετέχουσα καὶ μουσικὴ λεγομένη, κἄν τοῦ ὀνόματος τοῦ πράγματος μετέχῃ, ἐπειδὴ τὴν κατάληξιν ἔχει τὴν αὐτήν, οὐ παρώνυμος ἀπὸ τῆς μουσικῆς, ἀλλ' ὁμώνυμος αὐτῇ· καὶ εἴ τις ἀρετῆς σπουδαῖος ἀπ' αὐτῆς καλοῖτο, τοῦ μὲν πρλάγματος μετέχει καὶ τῇ πρώσει διαφέρει, τοῦ δὲ ὀνόματος μὴ μετέχων οὐ λέγεται παρώνυμος ἀπὸ τῆς ἀρετῆς, ἀλλ' οὐδὲ ἀπὸ τῆς σπουδῆς ό σπουδαῖος παρώνυμος· σπουδαῖος μὲν τὰρ ό τὴν ἀρετὴν ἔχων, σπουδάζομεν δὲ περί τινα καὶ οί τυχόντες. ό μέντοι γε Ἀριστοτέλης τὴν διαφορὰν τῆς πρώσεως καὶ κατὰ τοὔνομα προσηγορίαν, τὰ δύο ταῦτα μόνα δοκεῖ τοῖς παρωνύμοις ἀποδιδόναι, ἀλλ' ἐκ τῶν παραδειγμάτων δήλην ἐπλοησεν καὶ τὴν κατὰ τὸ πρᾶγμα μέθεξιν ἐν τοῖς παρωνύμοις· ό γὰρ γραμματικὸς οὐκ ὀνόματος μόνου μετέχει τῆς γραμματικῆς, ἀλλὰ καὶ αὐτῆς τῆς τἐχνης, καὶ ό ἀνδρεῖος τῆς ἀρετῆς. δεῖ δὲ ἐπὶ τῶν παρωνύμων ζητεῖν τί τὸ πρῶτον καὶ τί τὸ ἀπ' Γ ἐκείνου παρωνομασμένον, ὅτι πρῶτον μὲν ό Ἀλέξανδρος, ἀπ' ἐκείνου δὲ Ἀλεξάνδεια καὶ ἀπ’ ἐκείνης ό Ἀλεξανδρεύσ· οὐ γὰρ ἔμπαλιν. δῆλα ἔσται τὰ τῇ φύσει πρότερα, ὥσπερ ό κτίστης τῆς κτισθείσης πόλενως καὶ ή πόλις τοῦ πολίτου. “τῶν δὲ παρωνύμων ἂρ εἴη, φησὶν ό Πορφύριος, καὶ τὰ πατρωνυμικὰ καὶ τὰ συγκιτικὰ καὶ τὰ ύπερθετικὰ καὶ τὰ ύποκοριστικά. τὸ δὲ πασσαλόφι καὶ ᾖφι καὶ τὸ βίῃφι, ἅπερ παραγωγά τινες ἐκάλεσαν, οὐκ ἄν εἴη παρώνυμα· δεῖ γὰρ μὴ τὸ αὐτὸ ἀπαραλλάκτως σημαίνειν τὰ παρώνυμα, ταῦτα δὲ οὐδὲν παρηλλαγμένον σημαίνει τοῦ ᾐ, τουτέστιν τῇ έαυτοπῦ, καὶ τοῦ βίῃ καὶ τοῦ πασσάλου”. τοιαῦτα μὲν οὖν ἐστι τὰ παρώνυμα. χρήσιμος δὲ αὐτῶν ἐστιν ή διδασκαλία, ἵνα γνῶμεν ὅτι τὰ παρώνυμα ώς ἐπὶ τὸ πλεῖστον ύπὸ τὴν αὐτὴν πίπτει κατηγορίαν τοῖς προηγουμένοις, οἶον τὸ ποιὸν ύπὸ τὴν ποιότητα καὶ τό τε έστάναι καὶ κεκλίσθαι ύπὸ τὴν στάσιν καὶ τὴν κλίσιν, ἂπερ ἐστὶν ύπὸ τὸ Εἰρηκὼς τοίνυν ό Ἀριστοτέλης περὶ όμωνύμων καὶ συνωνύμων παρωνύμων παρῆκεν τά τε έτερώνυμα καὶ τὰ πολυώνυμα, τὰ μὲν πολυώνυμα, διότι οὐ παρίστησιν διαφορὰν ἤ κοινωνίαν τινὰ κατὰ τὰ πράγματα, μόνως δὲ τὰς λέξεις πληθύει, τὰ ἑτερώνυμα, διότι οὐ τὰς κατ' ἀριθμὸν ἀλλὰ τὰς κατὰ γένος σημαινούσας τι λέξεις διαιρεῖται τὰ νῦν. καὶ μεντοι ἄμφω ταῦτα παρῆκεν, ώς εἴρηται, |διότι ῥητορικῆς μᾶλλον καὶ ποιητικῆς ἐστι περιεργίας, ἀλλ' οὐ φιλοσόφου θεωρίας, ώς εἴρηται. πλὴν καλῶς ἔχει καὶ ἐκεῖνα τοῖς παραληφθεῖσιν εἰς μίαν διαίρεσιν συμπεριλαβεῖν. Σπεύσιππον τοίνυν ίστορεῖ Βόηθος τοιαύτην διαίρεσιν παραλαμβάνειν τὰ ὀνόματα πάντα περιλαμβάνουσαν. τῶν γὰρ ὀνομάτων, φησί, τὰ μὲν ταὐτώνυμά ἐστιν, τὰ δὲ έτερώνυμα· καὶ τῶν ταὐτωνύμων τὰ μὲν όμώνυμά ἐστιν, τὰ δὲ συνώνυμα, κατὰ τὴν τῶν παλαιῶν συνήθειαν ἀκουόντων ἠμῶν τὰ τῶν δὲ έτερωνύμων τὰ μὲν εἶναι ἰδίως ετερώνυμα, τὰ δὲ πολυώνυμα, τὰ δὲ παρώνυμα. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἀποδέδοται, πολυώνυμα δέ ἐστιν τὰ διάφορα καὶ πολλὰ ὀνόματα καθ' ένὸς πράγματος, ὅταν εἶς ό αὐτὸς αὐτῶν ᾖ λόγος, ὥσπερ ἄορ ξίφος μάχαιρα φάσηανον· έτερώνυμα δέ ἐστιν τὰ καὶ τοῖς ὸνόμασιν καὶ τοῖς πράγμασιν καὶ τῖς λόγοις ἕτρα, οἶον γραμματικὴ ἄνθρωπος ξύλον. διαφέρει οὖν ἀλλήλων ταῦτα, ᾖ τὰ μὲν πολυώνυμα κοινωνεῖ τοῦ αύτοῦ λόγου καὶ πράγματος, τὰ δὲ ἑτερώνυμα κατ' ἄμφω διέστηκεν. πρὸς δὲ τὰ πρότερα τὰ μὲν πολυώνυπμα τοῖς ὁμωνύμοις ἀντιστρέφει, καθόσον ἐπὶ μὲν τῶν όμωνύμωντὸ τὸ μὲν ὂνομα κοινὸν ό δὲ ὅρος ἴδιος έκάστου, ἐπὶ δὲ τῶν πολυωνόμων τὸ ἀνάπαλιν τὸ μὲν πρᾶγμα καὶ ό ὅρος κοινός, τὰ δὲ ὀνόματα διάφορα· τὰ δέ γε έτερώνυμα τοῖς συνωνύμοις ἀντίκειται· ἐκείνων γὰρ κατ' ἄμφω κοινωνούντων ταῦτα κατ' οὐδέτερον κοινωνεῖ. δεῖ δὲ ἐπὶ τῶν πολυνύμων παρατηρεῖν, μήποτε σφαλῶμεν τὰ μὴ πολυώνυμα νομίζοντες εἶναι πολυώνυμα. οὐ γὰρ εἰ ένὸς πλείονα ὸνόματα κατηγορεῖται, ἤδη πάντως πολυώνυμά ἐστιν, ἀλλ' εἰ καθ' ἓν τὸ αὐτὸ λέγεται· ὡς ἀμερὲς καὶ ἐλάχιστον δύο μέν ἐστιν ὸνόματα καὶ καθ' ἑνὸς λέγεται πράγματος, οἶον τὸ στοιχεῖον τὸ ἄλφα ἢ τὸ βῆτα, καὶ τὸ κοῖλον καὶ τὸ κυρτὸν κατὰ τοῦ κύκλου, οὐ μήν ἐστιν πολυώνυμον τὸ καθ' οὖ λέγεται· οὺ γὰρ κατὰ τὸ αὐτὸ ύπάρχει αὐτῷ έκάτερον, ἄλλος γὰρ ἑκατέρου λόγος. ’Επιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ἐν τοῖς κυρίως πολυωνύμοις, ώς ἐπὶ τοῦ ἀνθρώπου, ὃταν ὁ αὐτὸς μέροψ καὶ βροτὸς λέγηται, ἕκαστον τῶν ὀνομάτων κατ' ἂλλην καὶ ἄλλην τοῦ ἀνθρώπου φύσιν ἀποδίδοται, τὸ μὲν κατὰ τὸ ἀναλογιστικόν, τὸ δὲ κατὰ τὴν τῆς διαλέκτου κατὰ τὰ ἔθνη διαφοράν, τὸ δὲ κατὰ τὸ θνητὸν τῆς συστάσεως. καὶ ἄλλος τούτων ἑκάστου οὖν; οὐκ ἔστιν ὅλως τὰ πολυώνμα; ἤ ἐκεῖνα μόνα πολυώνυμά ἐστιν, ἐφ' ὦν οὐ κατὰ τὰς διαφόρους φύσεις διάφορα κεῖται ὀνόματα, ἀλλ' ώς κατὰ τὴν αὐτήν, ἄλλου ἄλλως κατὰ τὸ ἐπιτυχὸν ὀνομάσαντος ἢ κατὰ τὸ αὐτὸ διαφόρων ὀνομάτων ἀποδοθέντων, οὐκ ἐτυμολογικῶς, ἀλλὰ κατὰ τὴν τοῦ τιθέντος ἄδειαν· δηλοῖ δὲ τὸ τὰ ἐπ' ἄλλων κείμενα πολλάκις Ζ εἰς ἄλλων ὸνόματα μετατιθέναι, ώς τὸ ἀλλὰ μήν ἐπὶ τοῦ οἰκέτου· ἔξεστι γὰρ ήμῖν ὅσα ἄν βουλώμεθα καὶ οἶα τίθεσθαι οὐκ ἐτυμολογίᾳ δεῖ δὲ καὶ τοῦτο τοῖς πολυωνύμοις πορσεῖναι, τὸ κατὰ τὸ αὐτὸ ἔθνος πλεοναχῶς ἐπονομάζεσθαι· εἰ γὰρ μὴ τοῦτο, τὸ ἡμέρα καὶ άμέρα πολυώνυμον νομισθήσεται. καὶ τοῦτο δὲ ἐφιστάνουσιν καλῶς, ὅτι ἐπὶ μὲν τῶν όμωνύμων ή όμωνυμία καὶ τὸ ὄνομα τὸ όμώνυμον δηλοῖ καὶ τὴν σχεσιν αὐτήν, ἐπὶ δὲ τῶν πολυωνύμων ἡ πολυωνυμία τὸ πρᾶγμα δηλοῖ μόνον, ἀλλ' οὐχὶ τὸ ὄνομα. καὶ ἔτι μέντοι τὸ μὲν όμώνυμον πρὸς ἄλλο λέγεται πάντως· “ὀλβίων όμώνμεν Δαρδανιδᾶν”, τὸ δὲ πολυώνυμον οὐκ ἐν σχέσει τινὶ τὸ ειναι εχει. Διὰ τί δὲ Ἀρχύτας παραλέλοιπεν ταύτην τὴν περὶ τῶν διδασκαλίαν ὲν τῷ Περὶ τῶν καθόλου λόγων; ἤ ἐπειδὴ φύσει τὰ ὀνόματα καὶ οὐ θέσει λέγουσιν οἱ Πυθαγόρειοι, καὶ τὰ όμώνυμα καὶ τὰ πολυώνυμα παραιτοῦνται, ώς ένὸς ὀνόματος πρὸς ἓν πρᾶγμα κατὰ φύσιν διακρίνειν οὖν ἐκείνους εἰκὸς τὰ μὲν όμώνυμα τῇ προγονικῇ ἤ κατ' ἐλπίδα ἀναφορᾷ, τὰ δὲ πολυώνυμα δείξουσιν οὐ καθ' ἓν λεγόμενα, ἀλλὰ κατὰ ἐτυμολογίας ἀποδιδόμενα, ὅταν ὄντως ὀνόματα ᾖ· τῶν δὲ παρωνύμων τὸν παρασχηματισμὸν οὐκείως ἐκεῖνοι ταῖς κατὰ τὰ πράγματα συζυγίαις ἐξηγήσονται. |