Ancient Greek
Chapter 14
Simplicius, In Aristotelis Categorias Commentarium 14.1
Not analysed yet
Περὶ κινήσεως. p. 15a13 Kινήσεως δέ ἐστιν εἴδη ἕξ ἔως τοῦ ὥστε ἕτεραι ἂν εἴησαν αἱ κινήσεις ἀλλήλων. Ἐμνημόνευσε μὲν τῆς κινήσεως καὶ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ, αἱ δὲ περὶ τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίαι οὕτως εἶχον συγγενῶς πρὸς τὴν κίνησιν, ὡς καὶ γένος ἀμφοῖν δόξαι τὴν κίνησιν οὐ τοῖς τυχοῦσι τῶν φιλοσόφων. εἰκότως οὖν καὶ περὶ κινήσεως διαλέγεται τὰ εἴδη τῆς κινήσεως διαιρούμενος, τουτέστι τῆς μεταβολῆς· κοινότερον γὰρ κινήσεως εἶπεν ἀντὶ τῆς μεταβολῆς· ἐπειδὴ γὰρ ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις τὴν ἄτομον οὐσίαν κατὰ τὴν ἑαυτῆς μεταβολὴν ἔλεγε δέχεσθαι τὰ ἐναντία, εἰκότως διαιρεῖται τὴν μεταβολήν. καὶ εἴδη δὲ κοινότερον εἶπεν· οὐ γὰρ δοκεῖ αὐτῷ γένος εἶναι ἡ μεταβολή, ἣν διαιρεῖ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴς τε γένεσιν καὶ φθορὰν καὶ εἰς τὰς ἄλλας μεταβολάς, ἃς κινήσεις καλεῖ, αὔξησιν μείωσιν, ἀλλοίωσιν καὶ τὴν κατὰ τόπον μεταβολήν. ἀλλὰ τίς μὲν ἡ οὐσία τῆς κινήσεως καὶ τίς ὁ ὅρος αὐτῆς, καὶ εἰ γένος ἐστὶν ἢ οὔ, καὶ τὰ ἄλλα περὶ αὐτῆς ἀκριβῆ θεωρήματα ἐν ἄλλοις ἐξήτασται, τῆς φυσικῆς ὄντα πραγματείας οἰκεῖα· διαιρέσεις δέ τινας αὐτῆς παραδέδωκεν, ὅπερ εἴωθεν ἐν ταῖς εἰσαγωγαῖς γίνεσθαι, καὶ ταύτας ἐπισκεπτέον, τοσοῦτον προειποῦσιν, ὡς νῦν περὶ κινήσεως οὐ νοερᾶς ἢ ψυχικῆς ὁ λόγος, ἀλλὰ τῆς φοσικης και σωματικης. Επεὶ οὖν τὸ κινούμενον ὡς σῶμα τοῦ ἐν ᾦ ἦν πρότερον ἐξίσταται, ἐξίσταται δὲ τὰ μὲv κατ’ οὐσίαν, τὰ δὲ κατὰ ποσότητα, τὰ δὲ κατὰ ποιότητα, τὰ δὲ κατὰ τόπον ποιούμενα τὴν μεταβολήν, κοινῶς πανταχοῦ τοῦ μεταβάλλειν θεωρουμένου, τέσσαρες γίνονται διαφοραί, ὧν τινες διπλαῖ· ἡ μὲν γὰρ κατ᾿ |οὐσίαν γένεσίς ἐστι καὶ φθορά, ἡ δὲ κατὰ ποσότητα αὔξησις καὶ μείωσις, ἡ δὲ κατὰ ποιότητα ἀλλοίωσις, ἡ δὲ κατὰ τόπον φορά, διαιρουμένη καὶ αὐτὴ εἰς τὴν κύκλῳ καὶ τὴν ἐπ᾿ εὐθείας καὶ τὴν μικτήν. ἐγκαλεῖ δὲ ὁ Νικόστρατος, ὅτι ἐν μὲν τῇ Φυσικῇ ἀκροάσει τὴν γένεσιν καὶ τὴν φθορὰν οὐ βούλεται εἶναι κινήσεις, ἐνταῦθα δὲ καὶ αὐτὸς εἰς τὰς κινήσεις συγκαταριθμεῖ. καίτοι ῥᾴδιον ἦν συνορᾶν ὅτι πρῶτον μὲν εἰκὸς ἦν κοινῶς ἐνταῦθα τῷ ὀνόματι χρήσασθαι τῆς κινήσεως ἀντὶ τῆς μεταβολῆς, ἐπεὶ [ταυτὸ] ἐνταῦθα ὡς ἐν εἰσαγωγῇ κατὰ τὴν κεκρατηκυῖαν συνήθειαν ἐχρήσατο τῷ ὀνόματι· ὕστερον δὲ ἐν τῇ Φυσικῇ ἀκροάσει προηγούμενον περὶ τούτου ποιούμενος λόγον τὸ ἀρέσκον ἑαυτῷ δοκιμάζει, τὰ γινομένα καὶ φθειρόμενα μὴ ἀξιῶν λέγειν κινεῖσθαι, διότι ἡ κίνησις τῶν ὑφεστηκότων ἐστί. μεταβάλλει δὲ καὶ ταῦτα καὶ ἐκεῖνα, διὸ κοινὴν ἔθετο τὴν μεταβολὴν ἐκεῖ καὶ τὴν γένεσιν καὶ φθορὰν οὐκέτι κινήσεις ἀλλὰ μεταβολὰς ἀφωρίσατο. Ἰστέον δὲ ὅτι Δημόκριτος ἀρχὰς τῶν ὄντων τὰς ἀτόμους ὑποθέμενος μόνην τὴν κατὰ τόπον εἰσῆγε χίνησιν· καὶ γὰρ καὶ τὰ ἀλλοιούμενα κατὰ τόπον ἡγεῖτο κινεῖσθαι, λανθάνειν δὲ ἐν τῷ μὴ ὅλα τὰ μέρη τόπον ἀμείβειν, ἀλλά τιvα ἀφανῆ ἡμῖν ὄντα· διὸ μόνα δοκεῖ κατὰ τόπον κινεῖσθαι τὰ αἰσθητὰ συγκρίματα μεταβαίνοντα τόπον ἐκ τόπου, ἢ ὅλα ὁμοῦ ἢ ὧν ἀνὰ μέρος αἰσθητὰ μέρη κινεῖται τοὺς ἀλλήλων μεταλαμβάνοντα τόπους, ὡς τὰ τοῦ ἡμικυκλίου καὶ τῆς σφαίρας μέρη, ὅταν περὶ ἄξονα ἡ στροφὴ γίνεται. Πλάτων δὲ συνιδὼν ὅτι πολλὰ τῶν κινουμένων οὐ κατὰ τόπον κινεῖται, ὡς τὰ θερμαινόμενα καὶ λευκαινόμενα, δευτέραν εἰσήγαγε τὴν ἀλλοίωσιν ὡς ἑτέραν τῆς κατὰ τόπον καὶ μήτε κατὰ ἀντιμετάστασιν μερῶν μήτε κατὰ τῆν τῶν ὅλων ἔκστασιν γινομένην. Ἀριστοτέλης δὲ καὶ τὴν κατὰ τὸ ποσὸν προσέθηκεν, ὡς μὲν ἀξιοῦσί τινες μικτὴν οὖσαν ἐξ ἀλλοιώσεως καὶ φορᾶς, μᾶλλος δὲ ἁπλῆν οὖσαν· τῆς γὰρ ἀλλοιώσεως διαφέρει ὅσον τὸ ποσὸν τοῦ ποιοῦ διενήνοχε, τῆς δὲ φορᾶς, ὅτι οὐκ ἀπολείπει τόπον ὡς τὰ φερόμενα· εἰ δὲ ἐπιλαμβάνει τόπον πλείω τοῦ ἐξ ἀρχῆς τὸ αὐξόμενον ἢ ἀπολείπει τὸ μειούμενον, ἡ ἐπίληψις καὶ ἀπόλειψις τοῦ τόπου κατὰ συμβεβηκὸς E γίνεται, προηγουμένως δὲ ἡ κατὰ τὸ ποσὸν συνίσταται κίνησις. ὁ μέντοι Πλάτων πᾶσαν τὴν κατ᾿ εἶδος διαφορὰν μένοντος τοῦ ὑποκειμένου ὡς ἀλλοῖον ἀλλ᾿ οὐχὶ ἄλλο ποιοῦσαν ἀλλοίωσιν ἐκάλεσεν, ὑπέπιπτε δὲ αὐτῇ καὶ ἡ αὔξησις καὶ ἡ κατὰ ποιότητα μεταβολή. μήποτε δὲ καὶ αὔξησις καὶ μείωσις ἐν μέσῳ τῆς τε γενέσεως καὶ φθορᾶς καὶ τῆς ἀλλοιώσεως καθεστήκατον· καὶ γὰρ καθ᾿ ὅσον μὲν οὐσίας προσθήκη γίνεται καὶ ἀποβολή, γενέσει καὶ φθορᾷ ἔοικε, καθ᾿ ὅσον μέντοι μένοντος τοῦ αὐτοῦ εἴδους ἡ μεταβολὴ γίνεται, ἀλλοίωσις μᾶλλόν ἐστι τὸ συμβαῖνον. οἶδε μέντοι καὶ ὁ Πλάτων τὴν αὔξησιν καὶ μείωσιν καὶ πρὸ Ἀριστοτέλους, ἐν τῷ δεκάτῳ τῶν Νόμων γράφων οὕτως· “καὶ μὴν συγκρινόμενα †αὐτῶν αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε, ὅταν ἡ καθεστηκυῖα τάξις ἑκάστων διαμένῃ”· αὐτὸς μέντοι οὐχὶ ἓξ μόνον ἀλλ᾿ ὀκτὼ ποιεῖ τὰ τῶν φυσικῶν κινήσεων εἴδη, προστιθεὶς τούτοις τὴν σύγκρισιν καὶ διάκρισιν τῶν σωμάτων, ἑπομένην μένην μὲν τῇ κατὰ τόπον κινήσει, ἄλλην δὲ παρ᾿ αὐτὴν οὖσαν. Λαμβάνεται δὲ τοῦ Ἀριστοτέλους ὁ Νικόστρατος ὡς οὐ καλῶς διάφορον τῆς αὐξήσεως τὴν ἀλλοίωσιν διὰ τοῦ παραδείγματος ἀποδίξαντος τοῦ κατὰ τὸ τετράγωνον καὶ τὴν τοῦ γνώμονος περίθεσιν ὡς αὐξομένου μέν, οὐ μέντοι ἀλλοιουμένου. διπλᾶ γάρ φησιν εἶναι τὰ σχήματα, “τὰ μὲν σωματικὰ καὶ ἔνυλα, τὰ δὲ μαθηματικὰ καὶ ἄλυα, καὶ εἰ μὲν περὶ τοῦ ἀύλου λέγοι τετραγώνου, οὔτε ἀλλοιοῦται οὔτε αὔξεται ἐκεῖνο, ἄτρεπτα ὄντα ἐκεῖνα καὶ ἀναλλοίωτα, ἄτε ἔξω ποσότητος ὄντα καὶ ὕλης· εἰ δὲ περὶ τοῦ ἐνύλου, φησί, λέγοι τοῦτο, ὥσπερ αὔξεται, οὕτε καὶ ἠλλοίωται”. ὁ δὴ ταῦτα λέγων ἔοικε μὴ διορίζειν κατὰ Ἀριστοτέλη τὴν μὲν ἀλλοίωσιν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς, τὴν δὲ αὔξησιν ἐπὶ τῆς κατὰ ποσότητα, ἀλλ᾿ ὡς εἴρηται πρότερον, πᾶσαν τὴν κατὰ τὸ εἶδος μεταβολὴν μένοντος τοῦ ὑποκειμένου ἀλλοίωσιν καλεῖ, διότι καὶ τὸ αὐξανόμενον εὐθὺς ἀλλοιοῦσθαί φησιν. ἔδει δὲ ἐννοεῖν ὅτι καὶ αὐξάνεσθαι δυνατὸν ἐν τῇ αὐτῇ μορφῇ μένον καὶ τῇ αὐτῇ ποιότητι, κατὰ μέγεθος μόνον γινομένης τῆς διαφορᾶ, ὡς ὅταν τὸ Ἀλεξάνδρου εἶδος καὶ ἐν σφενδόνῃ δακτυλίου γένοιτο καὶ ἐν τῷ Ἄθῳ εἰς κολοσσὸν Ἀλεξάνδρου σχηματισθέντι. διὸ καὶ ὁ ἰδίως ποιὸς ἐκ νηπίου μέχρι γήρως ὁ αὐτὸς διαμένειν λέγεται τοῦ ποσοῦ ἀμειβομένου, τοῦ δὲ εἴδους μένοντος. καὶ αὺ πάλιν τοῦ αὐτοῦ μένοντος μεγέθους οὐδὲν κωλύει μεταβάλλειν κατὰ πιότητα, ὡσπερ ὁ οἶνος τραπεὶς μετέβαλε μὲν κατὰ τὸ ποιόν, μένει δὲ τῷ ποσῷ ὁ αὐτός. Ἀλλὰ τίς ὁ γνώμων καὶ πῶς τὸ τετράγωνον αὔξεται τῇ περιθέσει τοῦ γνώμονος, σαφέστερον διὰ τοὺς τοῦσ ῥητέον. τετράγωνον σχῆμα θ καλεῖται τὸ τὰς τέσσαρας πλευράς τε |(??)καὶ καὶγωνίας ἴσας ἀλλήλαις ἔχον, οἷον τὸ αβγδ. τούτου διάμετρος ἤχθω ἡ βγ καὶ εἰλήφθω ἐπὶ τῆς αβ τυχὸν σημεῖον τὸ εݲ καὶ διὰ τοῦ εݲ τῶν αݲγݲ βδ παράλληλος ἤχθω ἡ |διὰ δὲ τοῦ κݲ ὅπερ ἐστὶ κοινὴ τομὴ τῆς τε διαμέτρου καὶ τῆς ἀχθείσης παραλλήλου, ὁποτέρᾳ τῶν αβ γδ παράλ ληλος ἤχθω ἡ ηθ. καὶ ἐν τῷ αβγδ χωρίῳ τεσσάρων ὄντων τετραπλεύρων, τοῦ κݲαݲ καὶ ἔτι τοῦ βκ καὶ κݲγݲ καὶ κδ, <τὰ μὲν βκ κݲγݲ> τετράγωνά ἐστι, τὰ δὲ αݲκݲ κδ, ἅπερ παραπληρώματα λέγεται ὡς συμπληροῦντα τὸ ὅλον σχῆμα μετὰ τῶν δύο τετραγώνων προηγουμένην ἐχόντων τάξιν διὰ τὸ ὡρισμένον —ταῦτα οὖν τὰ δύο παραπληρώματα, τὰ αݲαݲ, κδ, μεθ᾿ ἑνὸς τῶν τετραγώνων ὁποιουοῦν γνώμων καλεῖται, καὶ ὅτι τῷ Γ στοιχείῳ ἔοικε τὸ σχῆμα καὶ ὅτι γνωματεύει καὶ κρίνει τὸ λοιπόν· |καὶ γὰρ ἀφαιρού- μενος ὁμοιόσχημον τῷ ὅλῳ Τὸ καταλειπόμενον ποιεῖ καὶ προστιθέμενος ὁμοιόσχημον τὸ ὅλον τῷ ἐξ ἀρχῆς. ἐπεὶ οὖν τετράγωνόν ἐστι τὸ καταλειπόμενον ἀφαιρουμένου τοῦ γνώμονος, δῆλον ὅτι κἂν τετραγώνῳ γνώ- μων προστεθῇ, τετράγωνον γίνεται τὸ ὅλον, τοῦ μὲν ποιοῦ μένοντςο (τετράγωνον γὰρ), τοῦ δὲ ποσοῦ ἀμειβομένου (μεῖζον γὰρ ἐξ ἐλά; ττονος). εἰ οὖν μήτε αὐξόμενον μήτε μειούμενον τὸ τετράγωνον ἀλλοίωσιν ὑπομένει, δῆλον ὡς ἄλλαι μὲν κινήσεις αἱ κατὰ αὔξησιν καὶ μείωσιν, ἄλλαι δὲ δἱ κατὰ ἀλλοίωσιν. Εἰπὼν δὲ περὶ τῶν ἄλλων μεταβολῶν ὡς ἐναργῶς διαφερουσῶν ἀλλήλων ἐπὶ τῆς ἀλλοιώσεως ἀπορίαν εἶναί φησι, μήποτε τὸ ἀλλοιούμενον καὶ κατ᾿ ἄλλην πάντως κινεῖται κίνησιν αὐτῷ τῷ ἀλλοιοῦσθαι, ὥσπερ λέγουσί τινες κατὰ τόπον κινεῖσθαι· οὗτοι δὲ Δημοκρίτῳ κατακολουθοῦντες καὶ περὶ τῶν ἄλλων ἀμφισβητοῦσι κινήσεων, μὴ δέοι πάσας εἰς φορὰν ἀνάγειν. ἀλλ᾿ εἰ καὶ συγχωρηθεῖεν οἱ τοῦτο λέγοντες τῇ τῶν μορίων μεταβάσει ποιεῖν τὴν ἀλλοίωσιν, καὶ οὕτως ἄλλο μέν ἡ κατὰ τόπον μεταβολὴ μορίων οὖσα, ἄλλο δὲ ἡ ἀλλοίωσις τῷ ὅλῳ ὑπάρχουσα μὴ μεταβαίνοντι κατὰ τὸν τόπον. καὶ ἐπὶ τῆς αὐξήσεως δὲ ὁμοίως ἄλλο μὲν ἡ τῶν μορίων φορά, ἄλλο δὲ ἡ τοῦ αὐξομένου κίνησις οὐδαμοῦ μεταβαίνοντος. εἰ οὖν ἄλλοιώσεως μὲν ἡ φορά, ἄλλο δὲ τὸ ἀλλοοιούμενον καὶ αὐξόμενον καὶ μειούμενον, οὐκ ἂν εἴη ταὐτὸν ἡ φορὰ ταῖς τοιαύταις κινήσεσιν. εἰκότως δὲ ἐπὶ ἀλλοιώσεως εἶναι μάλιστα τὴν ἀπορίαν φησί, διότι ταῖς ἄλλαις κινήσεσιν εἴωθε παρακολουθεῖν ἡ ἀλλοίωσις· καὶ γὰρ τοῖς αὐξομένοις καὶ μειουμένοις καὶ τοῖς γινομένοις καὶ φθειρομένοις (ἀλλοιουμένων γὰρ τινων ἡ καθ᾿ ἕκαστον τούτων γίνεται), καὶ τὰ κατὰ τόπον κινούμενα ἢ ἠρεμοῦντα θερμαίνεται καὶ ψύχεται καὶ χρωμάτων ἴσχει διαφοράς. εἰ οὖν ἄλλῃ τινὶ κινήσει ἢ ἄλλαις ἀεὶ παρακολουθεῖ ἡ ἀλλοίωσις, οὐκ ἂν εἴη, φαῖεν ἄν, καθ᾿ ἑαυτὴν κίνησις ἀφωρισμένη. καὶ οἱ περὶ Δημόκριτον δὲ καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον τὰς ἀτόμους ἀπαθεῖς καὶ ἀποίους ὑποτιθέμενοι τῶν ἄλλων ποιοτήτων παρὰ τὰ σχήματα καὶ τὴν ποιὰν αὐτῶν σύνθεσιν ἐπιγίνεσθαι λέγουσι τὰς ἄλλας ποιότητας, τάς τε ἁπλᾶς, οἷον θερμότητας καὶ λειότητας, καὶ τὰς κατὰ τὰ χρώματα καὶ τοὺς χυμούς. εἰ δὲ ἐν τῇ ποτᾷ συνθέσει τῶν ἀτόμων ταῦτα, καὶ ἡ ἀλλοίωσις ἐν τῇ κατ᾿ αὐτὰ ἂν εἴη μεταβολῇ· ἠ δὲ ποιὰ σύνθεσις αὐτῶν καὶ μετάθεσις καὶ τάξις οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς φορᾶς καὶ τῆς τοπικῆς κινήσεώς ἐστιν, ὥστε ἡ ἀλλοίωσις τῇ φορᾷ ἡ αὐτὴ ἢ καρακολουθοῦν γε ταύτῃ καὶ ταύτὴ καὶ ταύτης τι. ἀλλ᾿ εἴπερ, φησίν, ἡ ἀλλοίωσις τῶν ἄλλων κινήσεών τινι ἡ αὐτὴ ἦν, ἔδει τὸ ἀλλοιούμενον καὶ ἐκείνην πάντως κινεῖσθαι τὴν κίνησιν· νῦν δὲ πολλὰ ὁρῶμεν λευκαινόμενα καὶ θερμαινόμενα καὶ κατὰ τὰς ἄλλας ποιότητας μεταβάλλοντα καὶ μήτε αὐξόμενα μήτε μειούμενα ἢ γινόμενα ἢ φθειρόμενα, μηδὲ μέντοι κατὰ τόπον μεταβάλλοντα· ὁμοίως δὲ καὶ τὸ κινούμενον ἄλλην κίνησιν, οἷον τὸ αὐξόμενον, εἰ τῇ αὐξήσει ἡ αὐτή ἐστιν, εὐθέως καὶ ἀλλοιοῦσθαι· πολλὰ δὲ αὐξόμενα οὐκ ἀλλοιοῦται, ὥσπερ τὸ τῇ περιθέσει τοῦ γνώμονος αὐξόμενον τετράγωνον. καὶ θαυμαστῶς ἐπὶ τῆς αὐξήσεως εὗρε μηδὲ συνοῦσαν ὅλως ἀλλοίωσιν. ἐπὶ γὰρ τῶν ἄλλων κινήσεων δύσκολον τὸ μὴ συνυπάρχειν αὐτήν· καὶ γὰρ τὸ κατὰ τόπον κινούμενον θερμαίνεται καὶ τῇ θερμότητι χρῶμα διάφορον ἀκολουθεῖ καὶ τὸ γινόμενον καὶ φθειρόμενον ἀλλοιουμένων τινῶν ἐκείνας κινεῖται τὰς κινήσεις, διόπερ ἐπὶ τῆς ἀλλοιώσεως ἡ ἀπορία χώραν ἔσχε. κἂν συνυπάρχῃ δέ, οὐ διὰ τοῦτο ἡ αὐτή ἐστιν ἐκείναις. ἀλλ᾿ ὅτι μὲν ἄλλη παρὰ τὴν φοράν ἐστιv ἡ ἀλλοίωσις, δέδεικται, εἴπερ καὶ κατὰ τοὺς τὴν αὐτὴν τιθέντας ἄλλου μέν ἐστιν ἡ φορά, τῶν μορίων, ὥς φασιν, ἄλλου δὲ ἡ ἀλλοίωσις, τοῦ ὅλου ὅτι δὲ ἄλλη παρὰ τὴν αὔξησιν, ἱκανῶς ἐκ τῆς τοῦ τετραγώνου αὐξήσεως δέδεικται. καὶ γενέσεως δὲ καὶ φθορᾶς ἑτέρα ἡ ἀλλοίωσις· καὶ γὰρ αὕτη μὲν σῳζομένου τοῦ ὑπο|κειμένου γίνεται, γένεσις δὲ καὶ φθορὰ ἡ μὲv ἐκ μὴ ὄντος εἰς ὄν, ἡ δὲ ἐξ ὄντος εἰς μὴ ὄν· τούτῳ δὲ καὶ τῶν ἄλλων ἡ γένεσις καὶ ἡ φθορὰ διαφέρουσιν. ὅλως δέ, ᾦ διαφέρουσιν αἱ τέσσαρες κατηγορίαι ἀλλήλων, ἣ τε οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὸ ποῦ, τούτῳ καὶ <αἱ> b κατὰ ταύτας κινήσεις διοισουσιν. p. 15b1 Ἔστι δὲ ἁπλῶς μὲv κίνησις ἠρεμίᾳ ἐναντίον ἕως τοῦ ἀλλοιοῦται γὰρ εἰς τοὐναντίον τοῦ ποιοῦ μεταβολῆς γινομένης. Ὥσπερ τινὰς τῶν κατηγοριῶν, οὕτως καὶ τὴν κίνησιν ἐπιδεκτικὴν τοῦ ἐναντίου θεασάμενος ἁπλῶς μὲν τῇ κινήσει τὴν ἠρεμίαν ἐναντίον εἶναί φησιν, ἠρεμίαν οὐ τὴν στάσιν καλῶν, ἀλλὰ τὴv τῆς κινήσεως ἀπόφασιν καὶ στέρησιν· ταῖς δὲ καθ᾿ εκαστα κινήσεσι τὰς καθ’ ἕκαστα κινήσεις, γενέσει μὲν φθοράν, αὐξήσει δὲ μείωσιν· αὗται γὰρ καὶ κατὰ συζυγίας ἀντιθέτους προηνέχθησαν· ἡ δὲ κατὰ τόπον μία εἶναι δοκοῦσα τί ἂν ἔχοι ἐναντίον ; ἢ καθ᾿ ὅσον μὲν κίνησις κατὰ τόπον, τὴν κατὰ τόπον ἠρεμίαν, καθ᾿ ὅσον δὲ ἐναντιώσεις εἰσὶ τοπικαί ἐναντίον γὰρ τὸ ἄνω τῷ κάτω), κατὰ τοῦτο καὶ κίνησις εὑρεθήσεται ἐναντία ἐπὶ τὸν ἐναντίον τόπον, οἶον ἡ ἐπὶ τὸ κάτω κίνησις τῇ ἐπὶ τὸ ἄνω κινήσει. τῇ δὲ λοιπῇ τῶν κινήσεων, τουτέστι τῇ ἀλλοιώσει κατὰ τὸ ποιὸν οὔσῃ κινήσει οὐ ῥᾴδιον, φησίν, ἀποδοῦναι τὸ ἐναντίον, οὐχ ὅτι οὐκ εἰσὶ ποιότητες ἐναντίαι καὶ κινήσεις κατ᾿ αὐτάς, ἀλλ᾿ ὅτι οὐκ ἔστι συνήθης ἡ κατὰ τοῦτο τῆς ἀντιθέσεως ἔννοια, πλὴν ὅτι οὐδὲ κίνησις οὕτως ἐναργὴς ἡ κατὰ ἀλλοίωσιν ὡς ἡ κατὰ τόπον, μικρὸν δὲ ἐπιστήσασι φανεῖται. διὸ κατὰ ἀναλογίαν μετάγειν ἀξιοῖ τὰ ἐπὶ τῆς τοπικῆς κινήσεως εἰρημένα ἐπὶ τὴν κατὰ τὸ ποιὸν καὶ ἀντιτιθέναι τῇ κατὰ τὸ ποιὸν κινήσει τήv τε ἐν τῷ αὐτῷ ποιῷ τοῦ μεταβάλλοντος ἠρεμίαν καὶ τὴν ἐκ τοῦ ἐναντίου ποιοῦ εἰς τοῦτο μεταβολήν, οἷον τῇ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, ἢν μέλανσιν καλοῦσι, καὶ τὴν ἐκ τοῦ μέλανος εἰς τὸ λευκόν, ἣν λεύκανσιν ὀνομάζουσι ***τῇ μέντοι ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν κινήσει τὴν ἐν τῷ λευκῷ ἠρεμίαν ἀντιθετέον· ἀφίστασθαι γὰρ δεῖ τοῦ ἐναντίου, ἀλλ᾿ οὐκ εἰς αὐτὸ καταντᾶν. “ἠρεμίαν δὲ ἀκουστέον, φησὶv Ἰάμβλιχος, τὴν τῆς κινήσεως στέρησιν, ἣν καταχρηστικῶς ἐναντίον ἐκάλεσε”. ζητοῦσι δὲ καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς, τίνας αὐταῖς ἠρεμίας ἀντιθετέον, καὶ λέγουσι τῇ μὲν γενέσει τὴν ἐν τῷ μὴ εἶναι τῷ †πρωτεύειν δηλονότι, τῇ δὲ φθορᾷ τὴν ἐν τῷ εἶναι· οὕτως δὲ καὶ τῇ μὲν αὐξήσει ἡ κατὰ τὸ ἀτελὲς ἠρεμία ἀντίκειται, τῇ δὲ μειώσει ἡ κατὰ τὸ τέλειον. Πλωτῖνος δὲ ἐφίστησιν ὅτι ἀπόφασίς ἐστι τοῦ κινεσθαι ἡ ἠρεμία· διότι οὐδὲ ἐν γένει ἄλλῳ ἠρεμία. εἶτα ζητήσας, διὰ τί οὐχὶ καὶ ἡ κίνησις ἀπόφασις τῆς στάσεως. ‘ὅτι, φησίν, †ἡ ἐκεῖ φέρουσά τι ἡ κίνησίς ἐστι καὶ ὅτι ἡ κίνησις ἔργον καὶ ἔστιν ἄλλο τι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον, ἡ δὲ ἠρεμία ἑκάστου οὐδέν ἐστιν ἄλλο παρ᾿ αὐτό, σημαίνει δὲ μόνον ὅτι κίνησιν οὐκ ἔχει. ἐπὶ δὲ τῶν νοητῶν, φησίν, οὐχ ὁ αὐτὸς τρόπος τῷ θάτερον μὴ ἀναιρεῖν τὸ ἕτερον, ἀλλ᾿ ἄμφω ἅμα εἶναι, καὶ τὴν κίνησιν καὶ τὴν στάσιν᾿ . Ὁ μέντοι Βόηθος τὴν ἀντικειμένην ἠρεμίαν τῇ κατὰ ποιότητα κινήσει οὐκ ἀξιοῖ ποιότητα εἶναι οὐδὲ τὴν κατὰ μέγεθος >οὐδὲ τὴν κατ οὐσίαν >,ἐναργὲς τοῦτο λέγων εἶναι ἐκ τῆς κατὰ τόπον· ἄλογον γὰρ τὴν ἐν τόπῳ ἠρέμησιν τόπον καλεῖν. οὐ μέντοι οὐδὲ ἀποφάσεις τῶν κατ αὐτὰς κινήσεων τὰς ἠρεμίας εἶναι συγχωρεῖ, ἀλλὰ σχέσιν εἶναι τὴν ἠρέ- μησιν καὶ τὴv κίνησιν πρός τε τὸν χρόνον καὶ τὸ εἶδος, καθ᾿ ὃ ἂν τύχῃ κινούμενόν τι ἢ ἠρεμοῦν. “ἔοικε γάρ, φησίν, ὁ χρόνος φύσιν ἔχειν ὥστε ἀεὶ ῥεῖν καὶ εἰς ἑτεροῖα μεθίστασθαι, διὰ δὲ τοῦτο συμπαρήκει πάση κινήσει καὶ ἠρεμίᾳ. ἡ μὲν οὖν κίνησις ὁμοίως ἔχει πρός τε τὸν χρόνον καὶ τὸν τόπον οἷον ἐπὶ τῆς φορᾶς ἔχειν φησὶν ὁμοίως διὰ τὸ καθ᾿ ἕτερον καὶ ἕτερον ἀεὶ τοῦτο γίνεσθαι)· ἡ δὲ ἠρέμησις ἐναντίως, φησί, πρὸς τὸν τόπον ἔχει καὶ τὸν χρόνον· ὁ μὲν γὰρ χρόνος οὐδέποτε ὁ αὐτός. ὁ δὲ τόπος ἀεὶ ὁ αὐτός, ὥστε ἡ σχέσις αὕτη πρός τε τὸν χρόνον καὶ τὸν τόπον διάφορος φορος οὖσα ὁτὲ μὲν ἠρεμία, ὁτὲ δὲ κίνησις καὶ έν τοῖς ἄλλοις, φησί, τὰ αύτὰ έροῦμεν, ὄταν μὲν ἠ αὐτὴ σχέσις ᾖ τοῦ ύποξεθνλενου πρὀς τε τὸν χρόνον καὶ μέγθος, κινησιν εἶναι, ὄταν δὲ έναντία τῇ κατὰ μέγεθος, ἡρενλίαν. τὸ δὲ αύτὸ καὶ άλλοιώσεως ῤγτέιν, ὤητέον, δῆλον, φησίν, ἐκ τοὐτων, ὠς οὐκ αύτὸ τὸ μέγεθος ούδὲ αύτὸ τὸ εἶδος ούδὲ αύτὸς ὁ τοόπος ἐστὶν ἠρεμία, ἀλλ' ἡ πρὸς ἔκαστον ἄμα τούτων καὶ πρὸς τὸν χρόνον σχέσις. καὶ οἱ τρόποι οὖν τῶν ἠρεμήσεων οἰ αύτοῖ οἴπερ καὶ τῶν κινήσεων· καθ' ἔκαστον γὰρ τῆς σχέσεως αὐτῆς έδείχθη έναντιότης έπί τε τῶν κινομένων καὶ τῶν ήρεμούβτων”. ταῦτα μὲν οὖν ό Βόηθος κατὰ τὴν έαυτοῦ άγχίνοιαν διακρίνει. μήποτε δὲ οὔτε ή κίνησις οὔτε ἡ ἡρεμία σχέσις πρὸς χρόνον εἴπερ άριθμὸς κινήσεως ὀ χρὀνος. Ἀλλὰ ζητεῖν οἶμαι ἄξιον, διὰ τί τῇ κινήσει μὴ μὴ τὴν στάσιν άντιτίθεμεν ὠς εἶδος τῶν γὰρ παρὰ Πλάτωνι τοῦ ὄντος γενῶν καὶ ἠ κίνησίς ἐστι καὶ ἠ στάσις, καῖ ὤσπερ κίνησίς ἐστι καθάπερ] τῶν είρημένων γενῶν, οὔτως εἶναι πάωτως καὶ στάσιν τὴν ἀντικειμένην τῇ κινήσει· ού γὰρ γίνεται μόνον ἠ ούσια ούσία καὶ φθείρεται, ἀλλὰ καὶ ἔστι, καὶ τοῦτο κατὰ στάσιν ἔχει, καὶ κατὰ τόπον ού κινεῖται μόνον τὰ σώματα, ἀλλὰ καὶ ἔστηκε. καὶ ή αὔτη οὐτη οὐκ ἀπόφασίς ἐστι τῆς κινήσεως· οὐ γὰρ κατὰ ἀπόφασιν κινἠσεως ἔστηκε περί τὸ κέντρον ἡ τῆν ὤσπερ οὐδὲ ό οὐρανὸς κατὰ άπόγασιν στάσεως κύκλῳ κινεῖται· ἔχει γὰρ καὶ ἡ στάσις οὐκ έλάττονα τῆν κινήσεως ἐνέργειαν, ὠς δηλοῖ τὸ Ι μηδὲ αύτὴν εἶναι τὴν κίνσιν στάσεως τελέως ἀναιρεθείσης. ἀλλ' εἴπερ ἄρα, τὴν ἠρεμίαν ταύτην τὴν ὠς ἀπόγασιν τῆς κινήσεως θετέον ἐν τοῖς βίᾳ ἀκινητίζουσιν, ὤσπερ ἐν τῇ βὠλῳ τῇ βιᾳ ἐν ἀέρι ἰσχομένῃ· αὔτη γὰρ οὐκ ἔστι στάσις, ἀλλ' άπόγασις πάντως κινήσεως καὶ ἠρεμία, διόπερ ταύτην ὡς στέρησιν άντιτιθέντες τῇ κινήσει καλῶς ἀντιιθήσομεν. ὠς μέντοι ἐναντίον εἶδος τὴν στάσιν οἶμαι ἀντιθετέον τήν τε πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κινησιν, τάχα δὲ καὶ τὴν ἐν αύτῇ τῃ κινησει. αὶ έκεῖνο δὲ μὴ παρῶμεν ζητεῖν, διὰ τί μέτβολῆς οὔσης έν τοῖς γενητοῖς πράγμασι καθ' έκάστην τῶν κατηγοριῶν κατἀ τὰς τέσσαρας μένας ἀφωρίσαντο τὰς μεταβολάς, ούσίαν, ποσόν, ποιὸν καὶ ἔτι τὸ ποῦ. τί γὰρ οὐχί καὶ κατὰ τὸ ποτὲ μεταβάλλομεν, ὄταν ἐκ νέων παλαιοὶ καὶ ἐκ παίσων γινώμεθα παρεσβῦται, κατὰ δὲ τὰ πρός τι, ὄταν ἐξ ἔχθρῶν φίλοι καὶ ἐξ άροιτερῶν δεξιοὶ καὶ ἐξ άνίσων ἴσοι; κατὰ δὲ τὸ ποιεῖν καὶ πάσχειν πρό- δηλον ὄπως εἰς τὰ ἐναντία έκαστοτε μεθιστάμεθα. καὶ τὸ κεῖσθαι δὲ πολλὰς λαμβάνει μεταβολάς· μαρτυρεἶ δε ἡ κλίνη, καὶ μάλιστα δὲ ἐπὶ τῶν ριπταζομένων. ἔχοντες δὲ πολλάκις δακτύλιον ἢ ὠπλισμένοι οὐ μεταβάλμομεν εἰς τὸ μὴ ἔχειν ἢ ἄλλα ἀντὶ τούτων ἔχειν; διὰ τί ὖν ἀπὸ μὲν τοῦ κάτω τόπου εὶς τὸν ἄνω καὶ ἀπὸ λευκοῦ χρώματος εὶς μέλαν διὰ κινήσεως μεταβαίνομεν, ἐπί δὲ τῶν είρημένων μεταβολῶν ούκέτι κινήσεων τίθεμεν εἴδη; ούδὲ γὰρ ἐρςὶ τις Οἶμαι ὐπὸ τὰ τέσσαρα εἴση τῶν ματαβολῶν καὶ τὰ είημένα ἀνάγεσθαι, ἐπεὶ οὔτω γε καὶ τὰς κατηγορίας τὰς ἔξ ὐπὸ τὰς τέσσαρας ἀνάξει. ὄ δὲ μάλιστα θαυμάζω, πῶς κατὰ τόπον κίνησιν ἱδόντες κατὰ χρόνον οὐκ ἐθεάσαντο; εἰ μὴ ἄρα ὁ κίνησιν χρόνου τιθεὶς καὶ χρόνον χρόνου λέγειν ἀναγκασθήσεται. πῶς δὲ αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς Θθυσικῆς σαφῶς εἰπὼς “ὤστε κινήσεως καὶ μεταβολῆς ἔστιν εἴδη τοσαῦτα ὄσα τοῦ ὄντος”, ὄνως καὶ ἐν τῷ πέμπτῳ τῆς πραγματαίας ἐκείνης καὶ ἐνταῦθα ούκέτι ἀλλὰ τέσσαρα εἴδη κινήσεως ἀπαριθμεῖται; ἐπειδὴ δὲ ἐν τῷ πέμπτῳ τῆς Θυσιῆς ἀκροάσεως καὶ τὰς αίτίας ἀποδιδόναι προ- τίθεται ὁ Ἀριστοτέλης, δι' ἄς ἐν τοῖς ἄλλοις γένεσιν οὔ φησιν εδἶναι κίησιν ἤ μεταβολήν, πρὸς μὲν ἐκείνους τοὺς ἀπολγισμοὺς ἐπειράθην τι λέγειν ἐν ταἶς εἰς ἐκείνην τὴν πραγτείαν σχολαῖς, ἴνα δὲ μὴ τολμηρόν τις ἡγῆταὶ με λίαν, “ἀχράντως γαρθόμενου Διὸς πρὸς ὄρνιχα θεῖον” κατὰ Πίνδαρον, ἐθέλω καὶ τὸν ἄριστον τῶν αύτοῦ μαθητῶν τòρ Θεόγραστον ἐπιδείξαι ταῖς ἐμαῖς ὐπονοίκις συμψηφιζόμενον. λέγει γὰρ ἐν τῷ πρώτῳ τῶν Θυσικῶν οὔτως· περί δὲ κινήσεως τὸν μὲν κοινὸν καὶ καθόλου λόγον ού χαλεπὸν ἀποδούναι καὶ εἰπεῖν ὠς ἐνέργειά τίς ἐστιν ἀτελής τοῦ δυνάμει ὄντος ἦ τοιοῦτον καθ' ἔκαστον γένος τῶν κατηγοριῶν, ὄ καὶ τῆς διὰ τῆς αἰσθήσεως σχεδὸν γαίνεται”. ἀλλὰ ταῦτα μὲν κατὰ τῆς πολλῆς συνηθείας τῶν φιλο- σόφων ἠπορημένα ἀκριβεστέρας καὶ παρ᾿ ἡμῶν καὶ παρ᾿ ἄλλων τυγχανέτων ζητήσεως· μήποτε δὲ οὐδὲ ἀπορίας ἄξαι τυγχάνουσιν. Οἱ μέντοι Στωικοὶ διαφέρειν ἀλλήλων ἡγοῦνται τὸ μένειν, τὸ ἠρεμεῖν, τὸ ἡσυχάζειν, τὸ ἀκινητεῖν, τὸ ἀκινητίζειν· μένειν μὲν γὰρ μὴ ἂν ῥηθῆναι πρὸς ἕνα χρόνον, ἀλλὰ πρὸς τὸν ἐνεστῶτα καὶ τὸν μέλλοντα· μένειν γὰρ λέγομεν τὸ κατέχον τὸν αὐτὸν τόπον καὶ καθέξον· τὸ γὰρ κατεσχηκὸς μεμενηκέναι λέγομεν. “χρώμεθα δέ, φασί, καὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῷ μένειν, ὥστε καταχρηστικῶς εἰπεῖν ἄν τινα καὶ ἐπὶ τῶν ἀσωμάτων τὸ μένειν ἀντὶ τοῦ μὴ κινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμάτων τὸ μένειν, τὸ δὲ ἠρεμεῖν, φασί, μήποτε ζῴων ἐστὶ σύμπτωμ· λίθος γὰρ οὐκ ἠρεμεῖ. ζῴων δὲ καὶ τὸ ἡσυχάζειν. τὸ δὲ ἀκινητεῖν καὶ ἀκινητίζειν ἐπὶ ὦρ σωμάτων λέγεται ἃ πέφυκε μὴ κινεῖσθαι, ἀντὶ τοῦ μὴ κινεῖσθαι δὲ λέγεται”.