Ancient Greek
Chapter 15
Simplicius, In Aristotelis Categorias Commentarium 15.1
Not analysed yet
Περὶ τοῦ ἔχειν. p. 15b17 Τὸ ἔχειν κατὰ πλείους τρόπους λέγεται ἓως τοῦ τέλους. Καὶ περὶ τοῦ ἔχειν εἰκότως διδάσκει, διότι περὶ τῶν γενῶν διαλεγόμενος τὸ γένος τοῦτο συντόμως παρῆλθε· τελευταῖον δὲ τέθεικεν αὐτό, διότι καὶ ἐν τοῖς γένεσι τελυταίαν αὐτῷ τάξιν αὐτὸς ἀποδέδωκε, τοῦ Ἀρχύτου μετὰ τὰ( τέσσαρας τὰς πρώτας τὴν τοῦ ἔχειν κατηγορίαν τάξαντος, ὡς εἴρηται. λέγει δὲ ὁμώνυμον εἶναι τὸ ἔχειν καὶ ὀκταχῶς λέγεσθαι. ὅ τε γὰρ ποιὸς καθ᾿ ὁτιοῦν, εἴτε κατὰ ἕξιν εἴτε κατὰ διάθεσιν εἴτε κατὰ σχῆμα ἢ χρῶμα δηλονότι ἢ πάθος ὁποιονοῦν ἄν, ἔχειν λέγεται τὴν ποιότητα, καθ᾿ ἥν ἐστι ποιός, καὶ ὁ πεποσωμένος λέγεται ἔχειν ποσότητα, οἷον τετράπηχυ μέγεθος. “καὶ ὁ ὀκτώ, φησὶν Ἰάμβλιχος, ἔχων οἰκέτας λέγεται ὑπὸ ὐκτὼ δουλεύεσθαι”· μήποτε δὲ τοῦ †ζῴου τοῦτό ἐστι σημαινόμενον τοῦ ὡς κτήματος. λεγόμεθα δὲ καὶ τὰ περὶ τὸ σῶμα ὅλον ἔχειν, ὡς ἱμάτιον, οὐκ ἀναγκαίου ὄντος τοῦ πᾶν τὸ σῶμα περιβεβηῆσθαι, τὸ μεῖζον δὲ πάντως, ἵνα οὕτως ἀληθεύῃ ὡς ἐπὶ ὅλου. ἔτι λέγεται ἔχειν τὸ ἐν μορίῳ, ὥσπερ περιδέραιον ἢ ψέλλιον ἢ δακτύλιον. ἔτι δὲ καὶ τὰ μόρια ἔχειν λεγόμεθα, ὡς χεῖρας καὶ πόδας. καὶ τὸ ἐν ἀγγείῳ ἀποκεῖσθαί τι· ἔχειν γὰρ λέγεται ὁ μέδιμνος τοὺς πυροὺς καὶ τὸ κεράμιον τὸν οἷον καὶ τὸ ὡς κτῆμα δέ, ὡς ἀγρὸν ἔχειν λεγόμεθα καὶ οἶκον. τὸ δὲ γυναῖκα ἔχειν τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἄνδρα ἀλλοτριώτατον εἶναί φαμεν, καὶ ὅτι ἀντιστρέφει οὐδὲν γὰρ μᾶλλον ἔχει ἢ ἔχεται) καὶ ὅτι τὸ ἔχειν τοῦτο τὸ συνοικεῖν σημαίνει· καὶ γὰρ καὶ Ὅμηρος τάττει τὸ ἔχειν ἐπὶ τοῦ οἰκεῖν· οἳ δ᾿ εἶχον κοίλην Λακεδαίμονα· οἳ δ᾿ ἔχον Ἀρκαδίην. ἴσως δέ, φησί, καὶ ἄλλοι τρόποι εὑρεθεῖεν τοῦ ἔχειν· καὶ γὰρ αὐτὸς ἐν τοῖς Μετὰ τὸ φυσικὰ ἐζήτησε καὶ ἐγὼ αὐτοῦ ἐμνήσθην ἐν τῇ τοῦ ἔχειν κατηγοριᾳ. Ζητητέον δέ, πῶς τὴν διαίρεσιν τοῦ ἔχειν ὡς πολλαχῶς λεγομένου πεποίηται εἰ γὰρ τοῦτο, πῶς γὲνος τὸ ἔχειν;) καὶ ἔτι μέντοι δι᾿ ἣν αἰτίαν ἐπὶ τῷ τέλει ταύτην τὴν διαίρεσιν παραδέδωκε καὶ οὐκ ἐν τῇ τοῦ γένους τάξει. ἀλλ᾿ ὅτι μὲν οὐχὶ τὸ ὡς γένος ἐστὶ τὸ νῦν διαιρούμενον, δῆλον. ἐκείνου μὲν γὰρ παράδειγματα ἐπῆγε τὸ ὑποδέδεται, τὸ ὥπλισται, τὰ δὲ ἐνταῦθα τῇ αὐτῇ κατηγορίᾳ ὑποτάσσεται, ᾗ καὶ τὰ ἐχόμενα· ὁ γὰρ ποιότητα ἔχων ποιός ἐστι καὶ ὁ ποσότητα ἔχων ποσός ἐστι. ἔτι δὲ οὐδὲ ἄνευ συμπλοκῆς ταῦτα ἔχειν ἐστί· τὸ γὰρ ἐν μορίῳ ἔχειν ἢ μόριον ἔχειν μετὰ συμπλοκῆς, καὶ τὸ περιέχειν δὲ ἀψύχως, ὅθεν οὐχ ὡς ὁ μέδιμνος καὶ ὁ κέραμος περιέχει, ἀλλὰ τὸ κυρίως ἔχειν ἄνευ συμπλοκῆς, ὥσπερ τὸ ὥπλισται καὶ ὑποδέδεται καὶ ἠμφίεσται, ἅπερ ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τρόπῳ μόνῳ περιέχεται. οἷς οὖν εἴωθε τὸ ἔχειν συντάττεσθαι καὶ ὧν κατηγορεῖσθαι, ταῦτα ἀπηριθμήσατο, ἀλλ᾿ οὐ τὴν τοῦ γένους λεγομένου ἔχειν διαίρεσιν ἐποιήσατο, εἰ μὴ ἄρα καὶ τὸ λελευκάνθαι καὶ τὸ μεμεγεθύνθαι οὐδὲν κωλύει δι᾿ ἑνὸς ὀνόματος εἰπεῖν, καὶ τὰ ἄλλα δέ, κἂν μὴ κεῖται ὀνόματα. μήποτε οὖν ἐπιμνησθῆναι τῶν πρότερον εἰρημένων κάλλιον, ὅτι ἡ τοῦ ἔχει κατηγορία σώματος ἦν ἐπικτήτου περὶ ζῴου σῶμα περίθεσις ἐμφαίνουσα τὴν τοῦ ἔχοντος κράτησιν· τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰ ἀσώματα ἀποκριθήσεται καὶ τῶν σωμάτων τά τε μεριστὰ καὶ τὰ ἀπεσπασμένα καὶ τὰ τοῖς ἀψύχοις περικείμενα. εἰκότως δὴ οὐκ ἐν ἐκείνῳ τῷ τόπῳ ἀλλ᾿ ἐπὶ τέλει τὴν διαίρεσιν πεποίηκεν. “Οὐ διεῖλε δέ, φησὶν Ἰάμβλιχος, εἰς εἴδη τὸ κατὰ τὸ γένος ἔχειν, διότι ὁμοίως ἂν αὐτὸ διεῖλε τῷ ποιεῖν καὶ τῷ πάσχειν καὶ τῷ κεῖσθαι. εἴδη γὰρ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, εἰ τύχοι, τὰ ὡς ἔμψυχα ἢ ὡς ἄψυχα ποιοῦντα ἢ πάσχοντα, καὶ τούτων τὰ μὲν κοινά, τὰ δὲ ὡς ἄτομά τε καὶ καθ᾿ ἕκαστα ποιήματα καὶ παθήματα. καὶ ἐπὶ τοῦ κεῖσθαι δέ, φησίν, ὁμοίως ἂν λέγοιτο· ἢ γὰρ ὡς ἔμψυχόν τι κεῖται ἢ ἄψυχον, καὶ κατὰ τὰς εἰρημένας διαφοράς. καὶ τὸ ἔχειν οὖν τὸν αὐτὸν τρόπον ἐκείνοις ὡς γένος εἰς εἴδη διαιροῖτο, ἣν διαίρεσιν, φησίν, οὔτε ἐπ᾿ ἐκείνων οὔτε ἐπὶ γούτου ἐποιήσατο τῷ μηδὲν ἔχειν περιττόν”. ταῦτα τοῦ Ἰαμβλίχου λέγοντος θαυμάζω πῶς τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων, τοῦ τε ποιεῖν φημι καὶ τοῦ πάσχειν καὶ τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν, τὰς αὐτὰς εἶναί φησι διαφορὰς καὶ τὰ αὐτὰ εἴδη· ὅλως γὰρ οὐ τῶν γενῶν ἀλλὰ τῶν μετεχόντων καὶ οὐδὲ καθὸ μετέχουσίν ἐστιν ἡ τοιαύτη διαίρεσις. ἄμεινον οὖν ἐν τοῖς περὶ τοῦ ὡς γένους ἔχειν διετάζατο αὐτός, οἰκείας αὐτοῦ διαφορὰς παραδοῦναι ἐπιχειρήσας, ἐν οἷς ἔλεγε τῶν ἐχομένων τὰ μὲν κόσμον παρέχεσθαι, τὰ δὲ ἀμυντήρια εἶναι, τὰ δὲ σκεπάσματα, καὶ ἢ περὶ ὅλον τὸ σῶμα, ὡς ἱμάτιον, ἢ περὶ μέρος, ὡς ὑπόδημα, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ἐκείνοις φησὶ καὶ ἡμεῖς ἐκ τῶν παρ᾿ αὐτοῦ ῥηθέντων συνηγάγομεν τὴν διαίρεσιν. ἀλλὰ τίνες μὲν αἱ κατ᾿ εἴδη τῶν τούτων διαιρέσεις, ζητεῖν ἄξιον. Τὰ δὲ ἐφεξῆς τῷ Ἰαμβλίχῳ εἰρημένα παραγραπτέον. “μήποτε, γάρ φησι, τὸ κατὰ πλείους τρόπους λέγεσθαι τὸ ἔχειν οὐ σημαίνει τὸ πολλαχῶς καὶ ὁμωνύμως· πάντας γάρ, φησίν, οὓς καταλέγει τρόπους, ὡς ὑπὸ γένος τὸ ἔχειν τάττονται. ἀλλ᾿ ὠς ἐπὶ τῆς ποιότητος εἶπεν “ἔστι δὲ ἡ ποιότης τῶν πολλαχῶς λεγομένων” οὐχ ὁμώνυμον αὐτὴν λέγων, οὕτως καὶ τοῦ ἔχειν ὡς γένους διαφοράς τινας ἐκτίθεται· ἔχει μὲν γὰρ καὶ τὸ ὁποῖον ἔχον τὸ ποιὸν |καὶ τὸ ὁπόσον τὸ ποσόν, πλὴν διαφόρως καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ὁρῶν οὖν καὶ ἐν τῷ ἔχειν οὖσαν διαφοράν, οὐδὲ ταύτην ἀδιόριστον ἡγήσατο δεῖν παρελθεῖν, ἅμα δεικνὺς καὶ ὅτι γένος ἐστίν, εἴγε κατὰ πλειόνων καὶ διαφερόντων κατηγορεῖται· ἐδόκει γὰρ ἁπλοῦν τι εἶναι, ὂν δὲ τοιοῦτον οὐκ ἂν ἦν γένος τοῦ ἔχοντος”. οὔτε δὲ τὰ ἀσώματα παραληπτέον οὔτε τὰ μόρια· τὸ γὰρ λευκὸν καὶ τρίπηχυ καὶ πόδας ἔχον ἕν τι μετὰ τῶν ἐχομένων ἐστίν. ἀλλ᾿ οὔτε ὁ υἰὸς ἢ ὁ ἀγρὸς †πρὸς τῷ ἀψύχῳ περικείμενον κρατεῖται. διὸ καὶ Ἀρχύτας τὸ ἔχειν κράτησίν τινα τῶν ἐπικτήτων σημαίνειν φησὶν ἐν οἷς περὶ τοῦ ὡς γένους ἀκριβολογεῖται. Ἀλλ᾿ ἐπειδὴ μέχρι τοῦδε καὶ ὁ θεῖος προῆλθεν Ἰάμβλιχος, καὶ ἐγὼ καταπαύω τὸν λόγον, εὐχόμενος τοῖς τῶν λόγων ἐφόροις τούτων τε ἀκριβεστέραν ἐνδοῦναι κατανόησιν καὶ ταύτην ἐφόδιόν μοι πρὸς τὰς ὑψηλοτέρας θεωρίας χαρίσασθαι καὶ σχολὴν παρασχεῖν ἀπὸ τῶν ἐν τῷ βίῳ περιελκόντων.