Ancient Greek
Chapter 6
Simplicius, In Aristotelis Categorias Commentarium 6.1
Not analysed yet
Περὶ ποσοῦ. p. 4b20 Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ Μετὰ τὴν οὐσίαν περὶ τοῦ ποσοῦ διδάσκειν ὁ Ἀριστοτέλης προτίδεται. καὶ δεῖ πρῶτον τὴν αἰτίαν τῆς τάξεως εὑρεῖν, δι’ ἣν δεύτερον τὸ ποσὸν μετὰ τὴν οὐσίαν ἐτάχθη. λέγουσιν οὖν ὅτι συνυφίσταται τῷ ὄντι τὸ (ἅμα μὰρ ὄν τί ἐστιν καὶ εὐθὺς ἢ ἓν ἢ πολλὰ ἀνάγκη αὐτὸ τὰ πλεῖστα κοινά ἐστιν τῇ τε οὐσίᾳ καὶ τῷ ποσῷ, ὡς τὸ μὴ ἔχειν καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἦττον, καίτοι τὸ ποιὸν ἀμφότερα ταῦτα ἔχει, καὶ ὅτι προηγεῖται τὸ ἄποιον διαστατὸν τῆς μένης ποιότητος, καὶ ὃτι τῶν μὲν ἂλλων ἀνατρεθέντων οὐκ ἀναιρεῖται ἡ οὐσία, εἰ τὸ διαστατὸν καταλείποιτο, τούτου δὲ ἀναιρεθέντος συνανᾖρηται ἡ σωματικὴ οὐσία· ὣστε σύνεγγύς ἐστιν τῇ οὐσίᾳ τὸ ποσόν. προστιθει δὲ ὃτι καὶ ἐν ταῖς κινήσεσιν ἡ κατὰ ποσὸν κίνησις, τουτέστιν ἡ αὒξησις καὶ μείωσις, ἐγγυτέρω ἐστὶν τῆς κατ’ οὐσίαν, τουτέστιν τῆς γενέσεως καὶ φθορᾶς, ἢπερ ἡ ἀλλοίωσις κατὰ ποιότητα οὖσα κίνησις. καίτοι δὲ οὓτως ἐγγὺς οὖσα τῆς οὐσίας ἡ ποσότης ἂλλη παρὰ τὴν οὐσίαν ἐστίν. περὶ γὰρ τὴν οὐσίαν ἡ μεταβολὴ τῆς ποσότητος γίνεται, ὃταν τὸ ἐνιαυσιαῖον παιδίον εἰς μεῖζον μεταβάλλῃ, τοῦ εἲδους τοῦ αὐτοῦ μένοντος· τὸ γὰρ ὑπομένον καὶ ἀνὰ μέρος ἐκάτερον δεχόμενον ἀνάγκη ἓτερον ἑκατέρου εἶναι καὶ οὓτως καὶ τὸ ποιὸν ἓτερον τῆς οὐσίας δείκνυται, ὡς ἁπὸ πάθους ἐπὶ πάθος μεταβαλλουσης αὐτῆς καὶ ἀπὸ διαθέσεως ἐπὶ διάθεσιν. Ὁ μέντοι Ἀρχύτας μετὰ τὴν οὐσίαν τὸ ποιὸν ἒταξεν, ὡδέ πως αὐτῇ τὴν τάξιν παραδιδούς· “ἁ δὲ τάξις αὐτῶν ὦθε ἒχει· πρώτα μὲν τέτακται οὐσία διὰ τὸ μόναν ταύταν ὑποκεῖσθαι τοῖς ἂλλοις καὶ αὐτὰν καθ’ ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἂλλας μὴ ἂνευ ταύτας· ἤτοι ἢτοι γὰρ κατὰ ταύτας ἢ ταύτῃ ἐν ὑποκειμένῳ κατηγορεῦνται· δευτέρα δὲ ἁ ποιότας· ἂνευ γάρ τῶ τί ἐστιν ἦμεν ἀθύνατον ποιόν τι ἦμεν”. ἐν δὲ τούτοις παντός ἐστιν ἐπιζητεῖν τοῦ φιλομαθῶς ἒχοντος, εὶς τί βλέπων ἑκάτερος ὁ μὲν τὸ ποιὸν προέταξεν, ὁ δὲ τὸ ποσόν. ἒοικεν τοίνυν ὁ μὲν Ἀρχύτας τὸ καθ’ αὑτὸ νοητὸν ὂν καὶ ὂντως ἐν τοῖς πᾶσι ἐνεσι τὴν συμπλήρωσιν παρέχον καὶ πᾶσι παρὸν ἀμερίστως καὶ ὐπ’ αὐτῶν μετεχόμενον, τοῦτο προϋπάρχειν ὑποθέμενος κατὰ τὴν πρὸς τοῦτο συγγένειαν τὴν τάξιν τοῖς γέ΄νεσιν ἀποδεδωκέναι. τοιγαροῦν τὴν οὐσίαν προτάττει τῶν ὃλων, διότι τοῖς ἂλλοις ὑποκειμένη πᾶσιν τὸ εἶναι ἀφ’ ἑαυτῆς παρέχει, ὣσπερ καὶ ἡ καθ αὐτὴν οὐσία τοῖς πᾶσιν ἐνδίδωσιτ0̀ εἶναι. ἔτι δὲ ἡ οὐσία, φησίν, αὐτὴ καθ’ αὑτὴν ἒστιν τε καὶ νοεῖται, αἱ δὲ ἂλλαι οὐκ ἂνευ ταύτης· καὶ κατὰ ταῦτα οὖν συγγενῶς ἂν ἒχοι πρὸς τὸ καθ’ αὑτὸ ὂν καὶ ἀπολελυμένον πάσης σχέσεως. οὓτως μὲν οὖν ἡ οὐσία προετάχθη τῶν ἂλλων γενῶν. ἐπειδὴ δὲ τὰς νοητὰς οὐσίας οὐκ ἂλλως ἢ κατὰ τὰ εἲδη γνωρίζομεν, καὶ τὰς αἰσθητὰς δὲ εἰ μέλλοιμεν πρὸς ἐκείνας ἀναφέροντες γνωρίζειν, ἀπὸ τῶν ἱδιωμάτων αὐτὰς καὶ τῶν χαρακτήρων ἐπιγνωσόμεθα τῶν περὶ τὴν οὐσίαν, οἳτινες κατὰ τὴν ποιότητα θεωροῦνται, εἰκότως τὸ ποιὸν προηγουμένην ἓξει τῶν ἂλλων τάξιν μετὰ τὴν οὐσίαν. ἔτι δέ, εἰ τῆς μὲν ποιότητος ἀναιρεθείσης πᾶσα ἰδιότης καὶ πᾶς χαρακτὴρ καὶ νοητὸς καὶ αἰσθητὸς ἀναιρεῖται, τῆς δὲ ποσότητος ἀναιρεθείσης τὸ αἰσθητὸν μόνον καὶ σύνθετον ἀναιρεῖται, δῆλον oἶμαι πόσῳ τὸ ποιὸν τοῦ ποσοῦ διενήνοχεν πρὸς τὴν τῆς νοητῆς οὐσίας συγγένετιαν. εὶ δέ τις τὴν νοητὴν οὐσίαν μὴ προσποιούμενος ἀπὸ τῆς πρὸς τὴν αἰσθητὴν τὴν οὐσίαν σχέσεως βούλοιτο ταῖς ἄλλαις κατηγορίαις τὴν τάξιν ἀποδιδόναι, καὶ οὕτως, ἐπειδὴ κυριωτάτη οὐσία ἡ κατὰ τὸ εἶδός ἐστιν, τὸ συγγενὲς πρὸς τὸ εἶδος, ὅπερ ἐστὶ τὸ ποιόν, τοῦτο ἂν εἴη τῇ οὐσίᾳ συγγενέστερον. ἔτι δέ, εἰ τὸ μὲν ποιὸν ἀμέριστόν δστιν καὶ ἀδιάστατον καὶ ἀμερίστως διαιρεῖται περὶ τοῖς σώμασιν, τὸ δὲ ποσὸν διαστατὸν καὶ διαιρετὸν καὶ μεριστόν, εὐλόγως ἂν προτάττοιτο τὸ ποιὸν ὡς ταῖς ἀσωμάτοις ἀρχαῖς οἰκειότερον. καὶ τοῦτο δὲ εἰ δοκεῖ προσθεέον, ὅτι ὥσπερ ἡ οὐσία τοῦ ποσοῦ προϋπάρχει, διότι τὸ εἶναι τῷ ποσῷ ἀπὸ τῆς οὐσίας ἐνδίδοται, οὕτως καὶ μετὰ τὸ ποιὸν ἂν εἴη τὸ ποσόν, ἐπειδὴ τὸν χαρακτῆρα αὐτὸν καὶ τὴν ἰδιότητα ἀπὸ τῆς ποιότητος ἔχει. ἀλλὰ συνυφίσταται, φασί, τῷ ὄντι τὸ ποσόν· ἢ γὰρ ἓν εὐθὺς ἢ πολλά. ἢ πρὸ τοῦ ποσοῦ τὸ ποιὸν συνυφίσταται, χαρακτὴρ αὐτός, καθ᾿ ὃν ἓν λέηεται, ὀπότε καὶ αὐτὸ τὸ ἓν καὶ τὰ κατὰ τὸν τοῦ ποιοῦ χαρακτῆρα ὑφέστηκεν. εἰ δὲ κοινὰ πλείονα τῷ ποσῷ πρὸς τὴν οὐσίαν ὑπάρχει, οὐ χρή, φησὶν ὁ θεῖος Ἱάμβλιχος, ἀπὸ συμβεβηκότων καὶ τῶρ ἄλλως παρακολουθούντων τὴν κατ’ οὐσίαν αὐτῶν τάξιν συλλογίζεσθαι. ῥητέον |δὲ ἴσως, ὅτι τὰ πορρώτερον διεστῶτα πολλάκις ἐναργεστέραν προφαίνει τὴν ἀνόμοιον ὁμοιότητα, ὡς ἡ ἀδιαίρετος ἐν τῷ ἀριθμῷ μονὰς ὁμοία δοκεῖ τῇ πρὸ τοῦ ἀριθμοῦ μονάδι καὶ τὴν ὕλην τῷ πρώτῳ αἰτίῳ ἀνομοίως ὡμοιῶσθαί φασιν. ἀλλ᾿ ὁ μὲν Ἀρχύτας εἰς ἢ τοιαῦτά τινα ἀποβλέψας ἴσως τὸ ποιὸν προτέθεικεν τοῦ ποσοῦ, ὁ δὲ Ἀριστοτέλης πρώτην οὐσίαν ὑποθέμενος τὴν σύνθετον καὶ σωματικὴν διὰ τὸ γνωριμωτέραν εἶναι ταύτην τῇ συνηθείᾳ τῇ λεκτικῇ εἰκότως ταύτῃ τὸ ποσὸν συνέταξεν ὡς οἰκειότερον καὶ γνωριμώτερον καὶ τῇ διαστάσει τῆς τοιαύτης οὐσίας συνυπάρχον. καὶ οὐδὲν θαυμαστὸν ἑκάτερον οἰκείαν τὴν τάξιν ἀποδεδωκέναι ταῖς ἑαυτοῦ ὑποθέσεσιν. Διαιρεῖται δὲ τὸν ποσὸν εἴς τε τὸ συνεχὲς καὶ εἰς τὸ διωρισμένον. ταῦτα τὰρ ὑπὸ γένος ἐστὶν τὸ ποσόν· καὶ γὰρ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται τὸ ποσὸν καὶ οὔτε κατὰ συμβεβηκὸς οὔτε ὄνομα μόνον ἐστίν, ἀλλ᾿ ἐπέσης μετέχει τοῦ ποσοῦ· ἀμφότερα γὰρ ὁμοίως τὸ ἴσον καὶ ἄνισον δπιδέχεται καὶ τὸ διπλάσιον καὶ ἥμισον. γίνεται δὲ ἡ διαίρεσις αὕτη οὐκ εἰς εἴδη τοῦ ποσοῦ, ἀλλ᾿ εἰς διαφοράς· εἴδη μὲν γὰρ τοῦ ποσοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος, διαφοραὶ δὲ τὸ συνεχὲς καὶ διωρισμένον· τὸ γὰρ μέγεθος ποσόν ἐστι συνεχὲς καὶ τὸ πλῆθος ποσὸν διωρισμένον. αὐτὸς δὲ εἴδη τοῦ ποσοῦ κατὰ μὲν τὴν τοῦ διωρισμένου διαφορὰν τὸν ἀριθμὸν καὶ τὸν λόγον ἔθετο, κατὰ δὲ τὴν τοῦ συνεχοῦς γραμμὴν καὶ ἐπιφάνειαν καὶ σῶμα, ἔτι δὲ καὶ τόπον καὶ χρόνον, καὶ ἴσως ἀκριβέστρον τοῦτο. δοκεῖ γὰρ καὶ τῷ ᾿Ιαμβλίχῳ μὴ παρισοῦσθαι τῷ διωρισμένῳ τὸ πλῆθος, διότι καὶ ὁ λόγος διωρισμένος μέν τίς ἐστιν, ὥσπερ καὶ ὁ ἀριθμός, πλῆθος δὲ οὐκ ἔστιν ὁ λόγος· κἂν γὰρ πολύς ἐστιν ὁ λόγος, ἀλλ᾿ ἄλλο τὸ πολὺ εἶναι τὸ μετέχον πλήθους, ὡς πολλοὶ οἱ ἄνθρωποι, καὶ ἄλλο τὸ πλῆθος εἶναι κατ’ αὐτὸ τοῦτο χαρακτηριζόμενον. μήποτε δὲ οὐδὲ τὸ μέγεθος ταὐτόν ἐστιν τῷ συνεχεῖ· καὶ γὰρ ὁ χρόνος συνεχὴς μέν ἐστιν ὡς μέγεθος δὲ οὐκ ἔστιν. τρία γὰρ εἴδη τοῦ μεγέθους, γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα, ὧν οὐδέν ἐστιν χρόνος· κἂν γὰρ μακρὸς λέγηται χρόνος ῾ἅπανθ᾿ ὁ μακρὸς κἀναρίθμητος χρόνος”), ἀλλὰ καὶ πολὺς οὐδὲν ἧττον, καὶ ἐπιδιαίρεσιν δὲ τοῦ ποσοῦ ποιεῖται, τὸ μὲν θέσιν ἐχόντων τῶν ἐν αὐτῷ μορίων λέγων εἶναι, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. διαφέρει δὲ αὕτη τῆς προειρημένης. οὕτε γὰρ τὰ συνεχῆ τὰ αὐτά ἐστι τοῖς θέσιν ἔχουσιν, ἀλλὰ τὰ μὲν ἐκ θέσιν ἐχόντων πάντως καὶ συνεχῆ ἐστιν, τὰ δὲ συνεχῆ οὐ πάντως θέσιν ἔχει· ὁ γοῦν χρόνος συνεχὴς μέν ἐστιν, οὐ μέντοι τῶν θέσιν ἐχόντων. ἀνάπαλιν δὲ πᾶν μὲν διωρισμένον ἐξ οὐκ ἐχόντων θέσιν ἐστίν, οὐ μὴν πᾶν τὸ οὐκ ἐξ ἐχόντων θέσιν ἤδη καὶ διωρισμένον ἐστίν· πάλιν γὰρ ὁ χρόνος ἐξ οὐκ ἐχόντων θέσιν ὢν οὐκ ἔστιν διωρισμένος. καὶ οὐδὲν θαυμαστὸν τοῦ αὐτοῦ κατ᾿ ἄλλην καὶ ἄλλην ἐπιβολὴν πλείονας διαιρέσεις, ὡς τοῦ ζῴου κατά τε τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ αὖ πάλιν κατά τε τὸ θνητὸν καὶ ἀθάνατον. κατὰ δὲ τὰς τοιαύτας διαφορὰς οὐδὲ τὰ τμήματα τοῖς τμήμασι πάντως ἐφαρμόζει· οὐ γὰρ μόνα τὰ λογικὰ ὑπόποδά ἐστιν, ἀλλὰ καὶ τῶν ἀλόγων πολλά. Λοιπὸν δὲ εἰπεπῖν, τίνα μέν ἐστιν τὰ συνεχῆ, τίνα δὲ τὰ διωρισμένα. ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει, συνεχῆ ἐστιν, φησίν, ὧν τὰ πέρατα ἕν, ὥσπερ ἁπτόμενα, ὧν τὰ πέρατα ἅμα· ἐνταῦθα δὲ συνεχῆ φησιν εἶναι τὰ πρὸς ἕνα κοινὸν ὅρον συνάπτοντα, διωρισμένα δὲ τὰ μὴ ἔχοντα κοινὸν ὅρον, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτῶν. καὶ τῷ μὲν διωρισμένῳ ὑποτίθησιν τὸν ἀριθμὸν καὶ τὸν λόγον· τῶν γὰρ πέντε οὐκ ἔστιν μονὰς μέσος ὅρος συνάπτων τὰ τρία καὶ τὰ δύο· εἰ δέ τις λέγοι μονάδα εἶναι καθ᾿ ἕτερον τῶν μερῶν τὴν συνάπτουσαν, ἐπειδὴ ἡ μονὰς οὐκ ἔστιν πέρας τοῦ ἀριθμοῦ, ὡς τὸ σημεῖν τῆς γραμμῆς, ἀλλὰ μέρος, ἄλλη ἂν εἴη μονὰς παρὰ τὰς πέντε, καὶ οὔτε πέντε ἔτι, ἀλλὰ ἓξ ἔσται, οὔτε κοινὸν πέρας ἡ μονὰς ἐκείνη, πρὸς ἥν συνάψει τὰ μόρια. καὶ γὰρ ὁ μὲν ἀριθμὸς ἐκ μονάδων σύγκειται καὶ εἰς μονάδας διαιρεῖται, διὸ οὐδὲ ἐπ᾿ ἄπειρον ἡ διαίρεσις αὐτοῦ, αλλὰ Ζ μέχρι τῶν μονάδων· ἡ δὲ γραμμὴ οὐδὲ σύγκειται ἐκ σημείων οὔτε διαιρεῖται εἰς σημεῖα, διὸ καὶ ἐπ᾿ ἄπειρόν ἐστιν διαιρετή. ἐπειδὴ δὲ καὶ λόγον τοῦ διωρισμένου ποσοῦ φησιν εἶναι, λόγον ἀκουστέον οὐ τὸν ἐν ἀλλὰ τὸν ἐν τῇ φωνῇ· οὗτος γάρ ἐστι ποσόν. πᾶς γὰρ λόγος ἐξ ὀνομάτων καὶ ῥημάτων συνέστηκεν, πᾶν δὲ στοιχεῖον λόγου ἐκ συλλαβῶν, δὲ συλλαβὴ χρόνοις καταμετρεῖται, χρόνῳ ἢ μακρῷ ἢ βραχεῖ, αί δὲ μακραὶ πρὸς τὰς βραχείας ἔχουσι λόγον ὃν δύο πρὸς ἕν, τὸ δὲ ἓν καὶ δύο ἀριθμός, ὁ ἀριθμὸς ποσὸν διωρισμένον, ὥστε καὶ ὁ λόγος διωρισμένος. καὶ γὰρ ἐν τούτῳ οὐδὲν ἔστι κοινὸν λαβεῖν, ὃ συνάπτει αὐτοῦ τὰ μέρη, οἷον ἐν τῷ Σωκράτης οὐδὲν ἔστι κοινὸν τῶν συλλαβῶν λαβεῖν, ὃ συνάπτει αὐτὰς πρὸς οὐδὲ γὰρ τὸ σημαινόμενον ἔστιν εἰπεῖν ὅτι συνάπτει αὐτὰς καὶ γα]ρ αἱ ἄσημοι φωναί, οἷον τὸ βλίτυρι, ὡσαύτως καταμετροῦνται καὶ οὐ συνάπτονται. οὕτως, μὲν οὗν ὁ ἐν τῇ φωνῇ λόγος διωρισμένος ἐστίν· ὁ δὲ ἐν τῇ διανοίᾳ οὐδὲ πσὸν ὅλως, ἀλλ᾿ ἢ ἐνέργεια ἢ πάθος ἢ τὸ συναμφότερον, ὡς ὁ Ἰάμβλιχός φησιν· ὁ μέντοι Πορφύριος ποιὸν αὐτὸν εἶναι λέγει. τοῦ μὲν οὖν διωρισμένου ποσοῦ εἴδη ὅ τε ἀριθμός ἐστιν καὶ ὁ λόγος, τοῦ δὲ συνεχοῦς γραμμὴ πρώτη· τὸ γὰρ σημεῖον, καθ᾿ ὃ διαιρεῖται ἡ γραμμή, κοινὸν ὅρον ἔχει, κατ᾿ ἐκεῖνο συνάπτεται ἀλλή|λοις τὰ μόρια τῆς γραμμῆς· μετὰ δὲ τὴν γραμμὴν ἡ ἐπιφάνεια, καὶ αὐτὴ κοινὸν ὅρον ἔχουσα τὴν γραμμήν, καθ᾿ ἣν διαιρεῖται, καὶ μετὰ τὴν ἐπιφάνειαν τὸ σῶμα τῇ ἐπιφανείᾳ διαιρούμενον. Ἐπιστῆσαι δὲ ἄξιον, πῶς τὰ τοῦ σώματος μόρια κοινὸν ὅρον ἔχειν γραμμήν φησιν ἢ ἐπιφάνειαν· ἔστιν δὲ ὅπου καὶ ἐπιφάνειαν γέγραπται. καὶ γὰρ ὁ κοινὸς ὅρος τῶν σωμάτων ἐπιφάνεια πάντως ἐστίν, ὡς τῶν ἐπιφανειῶν γραμμὴ καὶ τῶν γραμμῶν σημεῖον. ὁ μὲν οὖν Πορφύριος τὴν “ἔστιν, φησίν, τινὰ τῶν στερεῶν σωμάτων, ἃ κατὰ γραμμὴν τὴν συνέχειαν καὶ γὰρ σῶμα ἀξιοῖ ἀκούειν ὁ Ἑρμῖνος οὐ τὸ φυσικόν (οὐσία γάρ), ἀλλὰ τὸ μαθηματικόν, ὃ κατὰ ψιλὰς τὰς πάντῃ λαμβάνεται”. καίτοι καὶ τὰ μαθηματικὰ σώματα οὐ γραμμῇ, ἀλλ᾿ ἐπιπέδῳ μαθηματικῷ διαιρεῖται. μήποτε οὖν διὰ τὴν στερεὰν εἶπεν γωνίαν· τὰ γὰρ στερεὰ παραλληλεπίπεδα κατὰ γραμμὴν γωνιακὴν συνάπτεται ἀλλήλοις. Ἀλλὰ πῶς ἡ διαιρεθεῖσα γραμμὴ ἔτι κοινὸν ὅρον ἔχει τὸ σημεῖον, ἡ δὲ διαιρεθεῖσα ἐπιφάνεια κοινὸν ὅρον ἔχει τὴν γραμμὴν ἢ τὸ σῶμα τὴν ἐπιφάνειαν; φάνειαν; τὰ γὰρ διαιρεθέντα οἰκείοις πέρασιν περιγραφόμενα καὶ οἰκείους ἔχοντα ὅρους οὐκέτι κοινὸν ὅρον ἔχει, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτῶν. ἢ δυνάμει δεῖ θεωρεῖν τὴν διαίρεσιν, ἀλλ᾿ οὐκ ἐνεργείᾳ. καὶ δυνάμει ἐν δὲ τῷ σώματι τὴν ἐπιφάνειαν, εἰ μέλλοι ἓν εἶναι τὸ ἀμφοῖν πέρας, ὅπερ δεῖ προσεῖναι τῷ συνεχεῖ· ἐνεργείᾳ γὰρ ληφθέντα ταῦτα καὶ δύο γενόμενα, εἰ μὲν παρακείμενα εἴη, ἅμα ποιεῖ τὰ τέρατα καὶ ἁπτόμενα τὰ πεπερατωμένα, εἰ δὲ μή, οὐδὲ ἁπτόμενα δύναται εἶναι. Τὸ δὲ σῶμα, καθόσον μὲν τριχῇ διαστατὸν καὶ μετρεῖσθαι πέφυκεν, ποσὸν ὑπάρχει· καθόσον μέντοι ὑποκείμενόν ἐστιν καὶ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένον τῶν ἐναντίων ἐστὶ δεκτικόν, κατὰ τοῦτο οὐσία ἐστίν· ὥστε οὐ καλῶς οἱ περὶ τὸν Λούκιον ἐγκαλοῦσιν ὡς τὸ σῶμα τῆς οὐσίας ὂν εἰς τὸ ποσὸν μετενεγκόντι. Ἐπιστῆσαι δὲ ἄξιον, ὅπως εἶπεν· ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος ἐστὶν ποσά, διότι οὐχ ἥνωται τῷ σώματι οὐδὲ ὁ χρόνος οὐδὲ ὁ τόπος, ἀλλ᾿ ἔξωθεν ταῦτα ἐπακολουθεῖ. καὶ ὁ μὲν τόπος περὶ τὸ σῶμα ὢν καὶ τὴν τοῦ σώματος διάστασιν συνδιέστηκεν τοῖς σώμασιν, καὶ καθόσον εἰ δὲ ἐπιφάνεια ἐστὶν ὁ τόπος τοῦ περιέχοντος καθὸ περιέχει, ἡ δὲ ἐπιφάνεια συνεχής, πρόσηλον ὅτι καὶ ὁ τόπος. Ἀλλ᾿ οὐκ ἐχρήσατο ταύτῃ τῇ ἀποδείξει, διότι οὔπω ἔγνωστο, τί ἐστιν τόπος· φυσικῆς γὰρ ἦν θεωρίας ἡ σκέψις. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐνταῦθα τὰ τοῦ σώματος μόρια τὰ συνεχῆ οὐ καθ᾿ ἑαυτὰ ἐν τόπῳ εἶναί φησι· καὶ γὰρ κατέχει μὲν καὶ αὐτὰ τόπον, οὐ μὴν καθ᾿ αὑτά, ἐπειδὴ οὐδέ ἐστιν ἐν τόπῳ καθ᾿ ἑαυτὰ οὐδὲ περιέχεται καθ᾿ ἑαυτά. ὁ δὲ χρόνος ποσὸν μέν ἐστιν καὶ αὐτός, ὅτι ἐν διαστήματι θεωρεῖται, καὶ ἔστιν ἀριθμὸς κινήσεως· συνεχὲς δὲ ἐστιν, διότι τὸ παρεληλυθὸς αὐτοῦ καὶ τὸ μέλλον πρὸς κοινὸν ὅρον τὸ νῦν συνάπτει καὶ συνδεῖται κατὰ τοῦτο. ἔοικεν δὲ ὁ χρόνος εἶναι κυριώτατα συνεχής· τῶν μὲν ἄλλων συνεχῶν ἕκαστον καὶ διαιρεθείη ἄν, ὁ δὲ χρόνος ἀεὶ 32r συνεχὴς καὶ οὐδέποτε ἐξ ἁπτομένων. κατά τε οὖν τοῦτο διαφέρει τῶν ἄλλων συνεχῶν καὶ ὅτι ἐκεῖνα μὲν ἐκ θέσιν ἐχόντων, οὗτος δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ταῦτα μὲν οὗν εἰς σαφήνειαν τῶν τῷ Ἀριστοτέλει δεδογμένων εἰρήσθω. Ἀποροῦσι δέ τινες, πῶς τὸ ποσὸν λέγεται τοῦ διωρισμένου καὶ συνεχοῦς, εἴπερ πρότερόν ἐστιν φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς. ἐν οἷς γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον καὶ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, ἐν τούτοις οὐ δύνατοαι εἶναι κοινὸν γένος, διότι τῶν μὲν εἰδῶν ἕκαστον ἀναιρεθὲν οὐ συναναιρεῖ τὸ γένος, τὰ δὲ ἀντικείμενα ἅμα εἴδη ἀναιρεθέντα ἀναιρεῖ τὸ γένος· ἐφ᾿ οὗν τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρότερον καὶ ὕστερον, ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου συναναιρεῖται καὶ τὸ ἧττον καὶ ὕστερον, ὥστε καὶ τὸ γένος. διὰ τοῦτο μὲν οὗν, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν, οὑ δύναταί τι ὡς γένος κατηγορεῖσθαι. ὅτι δὲ πρότερον φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς, δεικνύουσιν ἐκ τοῦ συναναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δέ· τριῶν μὲν γὰρ ἀναιρεθέντων ἀναιρεῖται τὸ τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος οὐκ ἀναιρεῖται τὰ τρία. καὶ τὸ μὲν διωρισμένον συνεπιφέρεται· τῷ γὰρ τριγώνῳ συνεισφέρεται τὰ τρία· τὸ δὲ συνεχὲς συνεπιφέρει· τὸ γὰρ τρίγωνον εἰσάγει τὸν τρία. ἔτι δὲ τὸ μὲν ἁπλοῦν ἐστιν, φασίν, καὶ καθ᾿ ἑαυτὸ ὑφεστηκός τε καὶ νοούμενον, τὸ δὲ καὶ θέσιν προσείληφεν. ἔτι δὲ καὶ ἐκ τῶν ἐπιστημῶν, διότι, φασί, πρεσβυτέρα ἐστὶν ἀριθμητικὴ γεωμετρίας· δῆλον δὲ ὅτι ἂν εἴη τοῦτο ἀληθές, εἰ μὴ καὶ ὁ ἀριθμὸς τοῦ μεγέθους εἴη πρεσβύτερος. τινὲς δὲ τὸ αὐτὸ κατασκευάζουσιν ἐκ τοῦ τὸ συνεχὲς διαιρετὸν εἶναι εἰς ἀεὶ διαιρετά· μὴ ὄντος οὖν τοῦ διωρισμένου οὐδ᾿ ἂν αὐτὸ εἴη. ἔστιν δὲ οἷμαι καὶ τοῦτο λέγειν, ὅτι ποσὸν τὸ μετρόυμενον εἶναί φαμεν, πᾶν δὲ μέτρον κατὰ ἀριθμὸν γίνεται, ὁ δὲ ἀριθμὸς διωρισμένον ποσόν· προηγεῖται ἄρα τοῦτο τοῦ συνεχοῦς. πρὸς δὴ ταῦτα |τὸ μὲν φιλονεικεῖν ὡς οὐκ ἔστιν φύσει πρότερον Δ τὸ διωρισμένον, διότι ἀπὸ τῆς τοῦ συνεχοῦς διαιρέσεως τὸ εἶναι ἔχει διωρισμένον, καὶ ἔστιν τινὰ συνεχῆ ἀδιαίρετα, ὡς αἱ ἄτομοι, βίαιον δοκεῖ. ῥητέον δὲ μᾶλλον, ὅτι καθόσον μὲν τὸ πρότερον ἔχουσιν καὶ ὕστερον, οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος, καθ᾿ ὅσον δὲ δι᾿ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖ τῷ ποσῷ καὶ οὐδέν ἐστι τὸ κωλῦον ἐπίσης μετέχειν καὶ τὸ συνεχὲς τοῦ ποσοῦ ὥσπερ καὶ τὸ διωρισμένον, κατὰ τοῦτο δὲ γένος ἂν εἴη τὸ ἀμφοῖν· ἀρκεῖ γὰρ πρὸς τοῦτο ἡ ἄμεσος μέθεξις· κἂν γὰρ πρὸ τοῦ τριγώνου τὰ τρία ποσόν, ἀλλὰ καὶ τὸ συνεχὲς πρὸ τοῦ τριγώνου ποσόν. οὕτως δὲ καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἀποφάσεως ὁρῶμεν· καὶ γὰρ προτέρα τῇ φύσει τῆς ἀποφάσεως ή κατάφασις, καὶ ὅμως κατὰ τὸ ἀποφαίνεσθαι καὶ κατὰ τὸ ἀληθεύειν ἢ φεύδεσθαι ἐπίσης ἔχοντα ὁρῶντες ὑπὸ τὸ αὐτὸ γένος εἶναί φαμεν. ταῦτα δὲ καὶ Ἀριστοτέλης ἐπὶ τοῦ διωρισμένου καὶ συνεχοῦς ἐννοῶν προτάττει μὲν πανταχοῦ τὸ διωρισμένον· καὶ γὰρ ἐν τῇ πρώτῃ διαιρέσει τοῦ ποσοῦ, φησίν, τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ ἐν τῇ διαριθμήσει τῶν καθ᾿ ἕκαστα πρῶτα τὰ ὑπὸ τὸ διωρισμένον παραδίδωσι λέγων· ἔστι δὲ διωρισμένα μὲν ὅ τε ἀριθμὸς καὶ ὁ λόγος· κατὰ δὲ τὴν ἐπίσης τοῦ ποσοῦ μέθεξιν ὡς ὑπὸ γένος αὐτὰ τὸ ποσὸν ἀντιδιαιρεῖ. Ἔτι δὲ ὁ Πλωτῖνος ζητεῖ ἐν τῷ πρώτῳ περὶ τοῦ ὄντος· ‘εἰ τὸ συνεχὲς ποσόν ἐστιν, οὐκ ἔστιν τὸ διωρισμένον ποσόν· εἰ δὲ ἄμφω ποσά, δεικτέον τί τὸ ἐν ἀμφοτέροις κοινόν᾿. καὶ λύει τὴν ζήτησιν ἐν τῷ τρίτῳ λέγων ὅτι κοινὸν αὐτοῖς ἐστιν τὸ τοσόνδε, δηλονότι τὸ ὡς μέτρον καὶ ὡς πέρας θεωρούμενον, καθ’ ὃ ποσὸν ἕκαστον γινώσκεται. τοῦτο γὰρ οὐκ ἀπὸ τοῦ ἀριθμοῦ τᾷ μεγέθει ἐνεδόθη, ὥς τισιν δοκεῖ, ἀλλ᾿ ἔστιν ἴδιον μέτρον καὶ τοῦ ἡνωμένου τε καὶ ἀλληλουχουμένου καὶ ἔτι μέντοι τοῦ διωρισμένου. ἰδία γὰρ καὶ φύσις ἑκάστου, ὡς καὶ ἐν τῷ παντὶ κόσμῳ θεωρεῖται τοῦ μὲν συνεχοῦς ἡ φύσις, ἥτις καλεῖται μέγεθος, κατὰ ἕνωσιν καὶ ἀλληλουχίαν, τοῦ δὲ διωρισμένου, ἥτις καλεῖται πλῆθος, κατὰ σωρείαν καὶ παράθεσιν· E καὶ γὰρ κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς ὁ κόσμος ἔστιν τε καὶ νοεῖται σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῷ, διατεταμένος τε καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὸ πλῆθος ἥ τε σύνταξις καὶ ἡ διακόσμησις ἡ ἐκ τοσῶνδε φέρε εἰπεῖν στοιχείων καὶ ζῴων ἢ φυτῶν θεωρεῖται καὶ ἐναντιοτήτων ἢ ὁμοιοτήτων τοσων καί τοσων. ει ouv ev ταις εικοσιν ουτω ταυτα κεχώρισται, πολὺ πρότερον ἐν τοῖς νοουμένοις γένεσιν καὶ πρὸ τούτων ἐν τοῖς καθ᾿ αὑτὰ ἀύλοις εἴδεσιν διέστηκεν, κοινὸν ἔχοντα, ὡς εἴρηται, τὸ μέτρον καὶ περας. Ἐγκαλοῦσιν δὲ οἱ περὶ τὸν Λούκιον καὶ Νικόστρατον τῇ διαιρέσει πρῶτον μὲν ὡς μὴ δεόντως καὶ τὸ μέγεθος ποσὸν λεγούσῃ· πηλίκον γὰρ ἔδει τοῦτο λέγειν, ποσὸν δὲ τὸν ἀριθμόν, τὸ δὲ κοινὸν ἢ ἄλλο τι ἢ ὁμωνύμως τῷ ἑνὶ τῶν εἰδῶν ποσὸν καὶ αὐτὸ ὀνομάζειν. ἀλλ᾿ ἐπειδὴ κἂν κατὰ τὸ πλεῖστον τὸ μὲν συνεχὲς πηλίκον, τὸ δὲ διωρισμένον ποσόν, ἀλλὰ καὶ ὑπαλλάττει πολλάκις τὸ γοῦν ὕδωρ συνεχὲς ὂν ποσὸν λέγομεν, ἀλλ᾿ πηλίκον· πολὺ γὰρ καὶ οὐκὶ μέγα· καὶ τὸν χρόνον ποσὸν λέγομεν), εἰκότως `οὔτε δύο πεποίηκεν κατηγορίας τὸ ποσὸν καὶ πηλίκον οὔτε κατὰ τὸ πηλίκον καὶ ποσὸν διεῖλεν, ἀλλὰ κατὰ τὸ συνεχὲς καὶ διωρισμένον, ἄπερ οὐδέποτε ὑπαλλάττει. Αἰτιῶνται δὲ καὶ τὸ εἰς δύο γενέσθαι τὴν διαίρεσιν· ἔδει γὰρ μετὰ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος τρίτον εἶδος τάτειν τὸ βάρος ἢ τὴν ῥοπήν, ὡς Ἀρχύτας καὶ ὡς ὕστερον Ἀθηνόδωπος ἔταξεν καὶ Πτολεμαῖος ὁ μαθηματικός. ἀλλὰ ῥητέον ὄτι ἡ βαρύτης ποιότητός ἐστιν, ὡς ἡ πυκνότης καὶ παχύτης καὶ παχύτης οὐχὶ κατὰ τὸ ποσόν, ἀλλὰ κατὰ τὸ ποιόν, καὶ τὰ τούτοις ἀντικείμενα. ἀλλ’ ἡ μνὰ καὰ τὸ τάλαντον τὰ ἐπὶ βάρους λεγόμενα ποῦ ἄν περιληφθείη; ἢ εἰς μὲν τὰ προηγούμενα ποσὰ φήσομεν οὐδαμῶς, εἰς δὲ τὰ κατὰ συμβεβηκός· οὔτε γὰρ κατ’ ἀπιθμὸν ἁπλῶς οὔτε κατὰ μέεγεθος. ἀλλ’ ἐπιστήσαι χρή, μήποτε οὐχ ὠς τὸ λευκὸν κατὰ συμβεβηκὸς ποσύν, ὅτι ἡ ἐπιφάνεια ποσόν, οὔτως καὶ ἡ ῥοπή, ἀλλ’ αὐτὴ καθ’ αὑτήν ἐστι ποσόν, διότι καθ’ αὐτὴν ἐπιδέχεται τὸ τοῦ ποσοῦ ἴδιον, τὸ ἴσον καὶ ἄνισον, ὡς ἀλλαι τὴν καθ’ αὐτὴν ἐπιδέχεται τὸ τοῦ ποσοῦ ἴδιον, τὸ ἴσον καὶ ἄνισον, ὠς ἄλλαι τὴν ὑπερβολὴν καὶ ἔλλειψιν. δεῖ γὰρ οἶμαι καὶ τῷ Ἀρχύτᾳ προσἐχειν τὸν νοῦν τριχῇ καὶ αὐτῲ διελόντι τὸ ποσόν»· γράφει γὰρ οὔτως· ‘τᾶς ποσύτητος διαφοραὶ τρεῖς· τὸ μὲν γὰρ αὐτᾶς ἐστιν ἐν ῥοπᾷ ὡς τὸ τάλαντον, τὸ δὲ ἐν μεγέθει ὡς τὸ δίπαχυ, τὸ δὲ ἐν πλάθει ὡς τὸ δέκα”. καὶ ταύτην μὲν ὁ Ἰάμβλιχος ἀποδέχεται τὴν διαίρεσιν, καὶ ὡς κατὰ τὸ τελειότατον μέτρον τοῦ ποσοῦ τὴν τριάδα γενομένην καὶ ὡς τοῖς πράγμασι σύμφωνον· “ἡ γὰρ κατὰ ῥοπῆν ποσότης οὔτε τῷ μεγέθει οὔτε τῷ πλήρει καὶ μή. καὶ ἐν τῷ παντὶ δέ, φησίν, ἐναργὴς ἠ διαίρεςις αὔτη φαίνεται τῶν μὲν τεσσάρων στοιχείων ῥοπὴν ἐχόντων, τοῦ δὲ οὐρανοῦ ἀρρεποῦς ὄντος. καὶ ἐν ταῖς κινήσεσιν αἱ μὲν ἐπ' εὐθείας καινήσεις μετὰ ῥοπῆς γίνονται ἀρχὴν ἐχουσαι καὶ τελευτῆν καὶ στάσει μεταξὺ διαλαμβανόμεναι, ἡ δὲ κατὰ κύκλον συνεχὴς καὶ ἄναρχος οὖσα καὶ ἀτελεύτητος, ὡς |ἄν ἀσικίνητος oὖσα, ἀρρεπής ἐστιν. καὶ ἐν τοῖς ἀσωμάτοις δέ, φησίν, ποσοῖς ἐναργὴς ἡ τοιαύτη διαφορά· ἐὰν γάρ τις τὴν ψυχὴν ὑπόθηται ὠς καθ’ ἐααυτὸ ποσόν, ᾖ νεύει εἰς τὸ σῦμα, ῥπὶ τὸ ἅνω· ὁ δὲ τὸ κάτω, ᾖ δὲ ἀπὸ τῶν κάτω πρὸς τὸ νοητὸν νεύει, ἐπὶ τὸ ἄνω· ὁ δὲ νοῦς ἀρρεπὲς ποσόν. διὰ ῥοπῆς διαστήματα οὐ λέγομεν ποσά;” πρὸς δὲ Κορνοῦτον καὶ Πορφύριον τὴν ῥοπὴν κατὰ βαρύτητα καὶ κουφότητα θεωρουμένην ποιότητα λέγοντάς φησιν τὴν ῥοπὴν μὴ εἶναι βαρύτητα καὶ κουφότητα, ἀλλὰ μέτρον βαρύτητος καὶ κουφότητος· “αὐτὰ μὲν γὰρ καθ’ αὑτὰ τὰ βαρέα ἢ κοῦφα ἐπ’ ἄπειρον ἂν προΐοι μηδένα ἔχοντα ὅρον ἐξ ἑαυτῶν, ἐπειδὴ δὲ ἡ ἀπὸ τῶν μέτρων τῆς ῥοπῆς δύναμις τάξιν καὶ ὅρον ἐντέθεικεν, τηνικαῦτα εἰς εὐταξίαν κατέστη”. κοινῶς μὲν δὴ περὶ τοῦ ποσοῦ ταῦτα διαπορεῖται καὶ οὕτως διαλύεται. Κατ’ ἰδίαν δὲ περὶ ἑκάστου τῶν εἰδῶν τοῦ ποσοῦ διαποροῦντες περὶ τοῦ ἀριθμοῦ πρώτου διαιρούμενοι λέγουσιν ὡς ἄλλη μέν τίς ἐστιν τοῦ ἀριθμοῦ φύσις, καθ’ ἥν ἐστιν ὡρισμένος καὶ πόσος βαρυτόνως, ἄλλη δέ, καθ’ ἣν τὸ ποσὸν αὐτῷ ἀορίστως καὶ ὀξυτόνως ὑπάρχει· καὶ ταύτην εἶναι τὴν δηλουμένην, ὅταν τοσὸν τὸν ἀριθμὸν εἶναι λέγωμεν, τὴν δὲ ἑτέραν παραλελεῖφθαι ταῖς περὶ αὐτοῦ διαλεχθεῖσιν. πρὸς οὓς εὐθὺς ἐνίστασθαι προσήκει· οὐ γὰρ ἄλλο μὲv ὁ ἀριθμὸς ἔχει τὸ πόσος εἶναι, ἄλλο δὲ τὸ τοσόσδε εἶναι· εἰ γὰρ πᾶν τὸ μετασχὸν ἀριθμοῦ τὸ τοσόνδε εἶναι ἔχει, πῶς ἂν ὁ ἀριθμὸς ἄλλο τι εἴη παρὰ τὸ τοσόνδε; οὐ γὰρ τὸ ποσὸν εἴληπται τὸ ὕλῃ ἀναλογοῦν ἐν τῷ ἀριθμῷ, ἀλλὰ τὸ διωρισμένον **,ὃ ἤδη ἀριθμός ἐστιν· τὸ μὲv γὰρ διωρισμένον μόνον ποσὸν πλῆθος ποιεῖ. τὸ δὲ καὶ ὡρισμένον ἀριθμόν. ἔτι δὲ τῶν συνθέτων καὶ ἐνύλων τοῦτο ἴδιον τὸ ἄλλα μὲν αὐτὰ εἶναι, ἄλλο δὲ τὸ εἶναι αὐτῶν, ὥσπερ ἄλλο μὲν ἄνθρωπος ὁ σύνθετος αὐτός, ἄλλο δὲ τὸ ἀνθρώπῳ εἶναι, ἡ κατὰ τὸ εἶδος ὑπόστασις· τὰ δὲ ἄυλα εἴδη καὶ ἀσύνθετα, ὡς καὶ ’Αριστοτέλης ἀποδείκνυσιν, ταὐτὸν ἔχει τὸ ἕκαστον καὶ τὸ ἑκάστῳ εἶναι. εἰ δέ τις ἕκαστον τῶν ὄντων οὐσιοῦν βουλόμενος ἄλλην B μὲν τὴν οὐσίαν αὐτοῦ ἀπαιτεῖ εἶναι, ἄλλην δὲ τὴv ἰδιότητα καὶ τὸ εἶδος, ἐννοείτω ὡς ὁ εἰδητικὸς ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ταῖς οὐσίαις τῶν ὄντων συνυπάρχουσιν οὔτε πρότερα αὐτῶν οὔτε ὕστερα ὄντα, ἀλλὰ κατὰ τὰς οὐσίας οὐσιωμένα, ὥσπερ αἱ οὐσίαι κατὰ τοὺς ἀριθμοὺς ἠρίθμηνται. ’Αλλὰ διὰ τί, φησὶν ὁ Πλωτῖνος, οὐσιώδους ὄντος ἐκείνου τοῦ ἀριθμοῦ ὁ ἐνταῦθα οὐκ ἔστιν οὐσία; ἢ ὅτι οὐδὲ τὰ ἄλλα, ὅσα ἐστὶν ἐνταῦθα ὡς ἐν ἑτέροις ἕτερα, καὶ ἐν τῷ νῷ ὡς συμβεβηκότα θεωρεῖται, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ἕστηκεν, οἷον ἡ δικαιοσύνη ἐνταῦθα μέν ἐστιν ἕξις τῆς ψυχῆς, ὅτι κατὰ μέθεξιν ὑφίσταται καὶ οἷον πεπόνθησιν, ἐν δὲ τῷ νῷ αὐτὸ τοῦτο ὅπερ ἐστίν· καὶ γὰρ καὶ ὁ ἐν τῇ ψυχῇ τῆς δικαιοσύνης λόγος οὐσιώδης ἐστὶν ὑπόστασις. οὕτως δὲ καὶ ὁ ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ἐν μὲν τοῖς αἰσθητοῖς μεριστῶς μετεχόμενον συμβεβηκὸς γίνεται, ἐν δὲ τοῖς ἀύλοις εἴδεσιν μονοειδῶς ἕστηκεν κατ᾿ ἐνέργειαν ἐν ταῖε οὐσίαις ἀφωρισμένα. οὗτος μὲν οὖν ἄλλος λόγων τρόπος, ὡε ὁ θεῖος Ἰάμβλιχός φησιν. Περὶ δὲ τοῦ μοναδικοῦ ἀριθμοῦ διαπορεῖ πάλιν ὁ Πλωτῖνος, καθ᾿ ὃν πέντε ἵπποι θεωροῦνται καὶ τὰ ἄλλα ὡσαύτως κατὰ σύνθεσιν μονάδων μετρεῖται, πότερον ὐνυπάρχει ἢ χωρὶς ὢς μετρεῖ, ὥσπερ ὁ κανών· ῾καὶ γὰρ εἰ χωρὶς ὢς μετρεῖ, ποσὰ οὐκ ἔσται τὰ ὑποκείμενα μὴ μετέχοντα τοῦ ποσοῦ. ἔπειτα μέτρα μὲν ἔστω τὰ κεχωρισμένα ὡς μετροῦντα, διὰ τί δὲ ποσά; ἡ γὰρ αὐτοποσότης οὐ πάντως ἐστὶ ποσόν᾿. τοῦτο δὲ αὐτὸς μὲν λύων ῾εἰ ἐν τοῖς οὖσιν ὄντες, φησίν, οἱ ἀριθμοὶ εἰς μηδεμίαν ἄλλην κατηγορίαν ἀνάγονται, ποσὸν ἂν εἶεν᾿· ὁ δὲ Ἰάμβλιχός φησιν ὅτι “ὥσπερ τὰ ἄλλα ἔνυλα εἴδη, οὕτως καὶ ὁ ἀριθμὸς πάρεστι μὲν καὶ συνυπάρχει τοῖς διαριθμουμένοις παράγμασιν, οὐ μέντοι ἐν αὐτοῖς ἁπλῶς ἔχει τὴν ὑπόστασιν, οὐδὲ ἐπιγινομένην αὐτοῖς κατ᾿ ἐπακολούθησιν οὐδὲ ἐν συμβεβηκότος τάξει παραγινομένην, ἔχουσαν δέ τινα ἰδίαν μετὰ τῶν πραγμάτων οὐσίαν, καθ᾿ ἣν ἀφορίζει καὶ πρὸς τὸ οἰκεῖον μέτρον συντάττει τὰ μετέχοντα”. καὶ τὴν ποσότητα δὲ ποσὸν εἶναι οὐκ ἄτοπον ὁ Ἰάμβλιχός φησιν, ὡς καὶ ἑαυτῇ παρέχουσαν ὅπερ τοῖς ἄλλοις δίδωσιν· “καὶ γὰρ πρώτως, φησίν, ἀφ᾿ ἑαυτῶν ἄρχεται τὰ χωριστὰ εἴδη τῆς ὄντως ἰδέας καὶ κατὰ τὴν εἰς ἑαυτὰ ἐνέργειαν ἑαυτοῖς τε παρέχει τὸ οἰκεῖον εἶδος καὶ τοῖς ἄλλοις ἀφ᾿ ἑαυτῶν ὁμοῦ ἐνδίδωσιν”. ἀξιῶ δὲ ἐφιστάνειν ἐγώ, πῶς ἡ ποσότης μετέχειν ἂν ἑαυτῆς λέγοιτο, ὥστε εἶναι ποσόν, καὶ ἡ ἰσότης ἴσον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τὸ γὰρ μετέχον ἄλλο τι ὂν ἔπειτα μετέχει. ἀλλ᾿ ὁ ἀριθμὸς ποσὸν εἰκότως κέγεται· διαφορὰ γὰρ τις ἡ τοῦ ὡρισμένου μετὰ τοῦ γένους τῆς ποσότητος ποσὸν ποιεῖ τὸ ὅλον. εἴη δὲ ἂν καὶ ποσότης τις ὁ ἀριθμός, ὅτι τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται. εἴτε δὲ κατὰ τὸ ἀριθμεῖν εἴτε κατὰ τὸ ἀριθμεῖσθαί ἐστιν ὁ ἀριθμός, πανταχῇ ἂν οὕτως τοῦ ποσῷ, πρῶτον μέν, ὅτι οὖν ἀριθμοῦ τοσαῦτα. Περὶ δὲ λόγου ἀποροῦσιν, πῶς ὁ λόγος ἐν ποσῷ, πρῶτον μέν, ὅτι τὰ ἄνευ συμπλοκῆς εἰς τὰς κατηγορίας ἀνάγεται, λόγος δὲ πᾶς κατὰ συμ- πλοκήν· ἔπειτα, εἰ τοσόσδε ὁ λόγος, κατὰ μὲν τὸ τοσόνδε ποσὸν ἔσται ὡς κατὰ συμβεβηκός, καθὸ μὲντοι λόγος σημαντικός ἐστιν κατὰ πληγὴν τοῦ ἀέρος ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος εἴτε τύπωσις τῆς πληγῆς μορφοῦσα σίαν ὁρμῆς τοῦ ἡγεμονικοῦ, πάθος δὲ τοῦ ἀέρος· ἔσται οὖν ἢ τοῦ πάσχειν ὁ λόγος ὁ ἐν τῇ φωνῇ ἢ καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, ἀλλ᾿ οὐχὶ ποσόν. εἰ δὲ τις κατὰ τὴν πληγὴν μόνην ἀφορίζοιτο τὴν φωνὴν καὶ τὸν λόγον, εἰς κίνησιν αὐτὸν ἀνάξει· εἰ δὲ κατὰ τὸν πληγέντα ἀέρα, οὐ μία κατηγορία, εἴγε οὐχ ἓν τὸ σημαντικὸν καὶ συσσημαντικὸν καὶ τὸ ἐνεργοῦν καὶ τὸ ἐν ᾧ ἐγγινόμενον ἐνεργεῖ. πρὸς δὴ ταῦτα ἀπαντῶν ὁ Ἰάμβλιχος “οὐχ ἁπλῶς, φησίν, ἐν πληγῇ ἀέρος τὴν φωνὴν τιθέμεθα· πλήττει γὰρ καὶ δάκτυλος τὸν ἀέρα καὶ οὔτω ποιεῖ φωνήν· ἀλλ᾿ ἡ ποσὴ πληγὴ καὶ σφοδρὰ καὶ τοσήδε καὶ τοιῶσδε, ὥστε ἀκουστὴ γενέσθαι, καὶ ἡ τῷ μέτρῳ τῆς ἀκοῆς συνεξισουμένη καὶ ἡ τὸ ὑπερβάλλον καὶ τὸ μέγεθος οὖν τῆς πληγῆς καὶ ποσὸν κυρίως ἂν φωνὴ νομίζοιτο. κατὰ τὸ μέγεθος οὖν τῆς πληγῆς καὶ ποσὸν μέτρον τὴν φωνὴν τιθέμενος ποσὴν αὐτὴν εἰκότως εἶναι ἀποφαίνεται”. ταῦτα μὲν οὖν αὐταῖς λέγεσιν ὁ θεῖος Ἰάμβλιχος γέγραφεν. Ἀπορίας δὲ ἄξιον οἶμαι, πῶς οὐχὶ τούτῳ τῷ λόγῳ καὶ τὸ τῆς γεύσεως καὶ τὸ τῆς ὀσφρήσεως ἴδιον αἰσθητὸν ποσὸν ἂν εἴη· ἡ γὰρ τοσήδε καὶ τοιάδε ποιότης τοῦ χυμοῦ καὶ τοῦ ἀτμοῦ ὥστε αἰσθητὴ γενέσθαι, αὕτη ἂν εἴη καὶ γευστὴ καὶ ὀσφραντή. ἀλλ᾿ οὐδὲ Ἀριστοτέλης κατὰ τὸ κοινὸν τοῦτο φαίνεται ποσὸν εἰπὼν τὸν λόγον, ἀλλ᾿ ὅτι κατἂμετρεῖται συλλαβῇ βραχείᾳ καὶ μακρᾷ. τοῦτο δέ φασιν οὐκ αὔταρκες· οὐδὲ γὰρ ὁ λόγος καθὸ λόγος μετρεῖται οὐδὲ ἡ βραχεῖα συλλαβὴ καθὸ συλλαβὴ *,ἀλλ᾿ ὅτι ἐν χρόνῳ πλείονι ἢ ἐλάττοιν, ὥστε ὁ χρόνος ἂς εἴη ὁ μετρῶν τὸν χρόνον, ὁ ἐλάττων τὸν μείζονα, ὁ τῆς συλλαβῆς τὸν τοῦ λόγου· κατὰ συμβεβηκὸς οὖν ἡ συλλαβὴ τὸν λόγον μετρεῖ. πρὸς δὴ ταῦτά φησιν ὁ Πορφύριος, ὅτι οὐκ ἐπειδὴ ἐν βραχεῖ χρόνῳ λέγεται ἡ βραχεῖα συλλαβή, διὰ τοῦτό ἐστι βραχεῖα, ἀλλὰ τῇ ἑαυτῆς φύσει ἔχει τὴν σμικρότητα· ὁμοίως δὲ καὶ ἡ μακρά. καὶ γὰρ ἡ μὲν στενουμένης τῆς ἀρτηρίας δι᾿ ὀλιγότητα πνεύματος λέγεται βραχεῖα, ἡ δὲ εὐρυνομένης διὰ πλῆθος μακρά, ὥστε ἡ μὲν ὡς βραχεῖα φύσει ἐν βραχεῖ χρόνῳ λέγεται, ἡ δὲ ὡς μακρὰ ἐν μακρῷ. δυνατὸν δὲ καὶ τὴν φύσει βραχεῖαν ἐν μακρῷ χρόνῳ προενέγκασθαι καὶ τὴν φύσει μακρὰν ἐν βραχεῖ. τούτῳ γὰρ διαφέρει μετρικὸς ῥυθμικοῦ· ὁ μὲν γὰρ τοῖς κατὰ φύσιν μήκεσι χρῆται, ὁ δὲ ἐναλλάττει τὰς φύσεις ἑκατέρου· ὅταν γὰρ μεταβάλλῃ τὸ δακτυλικὸν μέτρον εἰς παιώνιον ῥυθμόν, ταῖς μακραῖς ὡς βραχείαις καὶ ἀνάπαλιν ἐνίοτε χρῆται· ὁ δὲ μετρικός, ἐὰν δεηθείη, τὰ στοιχεῖα μεταβάλλει, οἷον τὸ ξηρὸν ξερὸν ξερὸν λέγει καὶ τὸν Διόνυσον Διώνυσον. εἰ ἐπὶ τούτων τὸ φύσει βραχὺ καὶ <τὸ> τῷ χρόνῳ, οὐ τῷ βραχεῖ συλλαβὴ βραχεῖα λέγεται, ἀλλὰ τῷ βραχεῖα εἶναι ἐν βραχεῖ χρόνῳ λέγεται. Διὰ τί δέ, φασίν, οὐ τοῖς γράμμασιν εἶπεν μετρεῖσθαι τὸν λόγον, ταῖς συλλαβαῖς; ἢ ὅτι τὰ μὲν γράμματα κατὰ τὸν χαρακτῆρα θεωρούμενα οὐ ποιεῖ ἐχφώνησιν, τὰ δὲ στοιχεῖα κατὰ τὴν δύναμιν νοούμενα καὶ τὴν ἐκφώνησιν τὸ μῆκος ἔχει **καθ’ ἃ τὸ πασὸν τοῦ λόγου· διὸ καὶ ἐν ἑνὶ καὶ ἐν πλείοσιν οὐδὲν ἧττον συλλαβὴ γίνεται, καὶ τὸ μῆκος καὶ ἡ βραχύτης τῆς ἐκφωνήσεως γίνεται, ὡς ἂν ἔχῃ φύσεως τὰ στοιχεῖα. Πῶς δέ, φασίν, βραχείᾳ καὶ μακρᾷ καταμετρεῖσθαι τὸν λόγον εἶπεν; ἤρκει γὰρ ἡ βραχεῖα καταμετροῦσα καὶ τὴν μακράν. ἢ οὐ πᾶσα βραχεῖα δὶς γενομένη καταμετρεῖ τὴν μακράν· καὶ γὰρ καὶ τῆς μακρᾶς μακροτέραν ὑποτίθενται. δεῖ οὖν τὴν μακρὰν μὲν τὰς μακράς, τὴν δὲ βραχεῖαν τὰς βραχείας μετρεῖν. ἢ πᾶσα μὲν βραχεῖα ὑπὸ βραχείας μετρεῖται, οὐχ ἅπαξ δὲ οὐδὲ ἀεὶ τῆς αὐτῆς, ἀλλὰ ἄλλοτε ἄλλης· καὶ ἡ μακρὰ δὲ ὡσαύτως οὐκ ἀεὶ ὑπὸ τῆς αὐτῆς μακρᾶς ἢ ὑπὸ τῆς αὐτῆς βραχείας μετρεῖται, ἀλλ’ ὡς ἂν τύχῃ συναπαρτίζοντα τὰ καταμετροῦντα τῷ μήκει τῶν καταμετρουμένων. τὸ δὲ ‘μετρεῖται’ δύναται δηλοῦν καὶ τὸ ‘σύγκειται ἐκ τούτων᾿· ᾗ τοίνυν ὁ λόγος ἐκ μέτρων συνέστηκεν τῶν συλλαβῶν, πεσὸν ἂν εἴη κατ’ αὐτὸ τὸ εἶναι, οὐχ ἁπλῶς δὲ ποσόν, ἀλλὰ σημαντικόν, ὥσπερ ὁ τóπος περιεκτικόν. Ζ τὸ οὖν τοσόνδε οὐκ ἐπειδοδιῶδες, ὤσπερ οὐδὲ τῷ ἀριθμῷ ἢ τῷ μεγέθει. ’Αλλ᾿ ἐκεῖνο οἶμαι ἀπορίας ἄξιον, εἰ πᾶν ποσὸν μέτρον ἐστὶν ὡς μετροῦν· ὁ γοῦν ἀριθμὸς μετρεῖ τὰ διωρισμένα καὶ ὁ πῆχυς τὰ συνεχῆ, ὁ δὲ λόγος τί μετρεῖ; ἢ μετροῦσι μὲν τὰ τοῦ λόγου μόρια συλλαβαί, μετρεῖται δὲ ὁ λόγος· οὐ γὰρ τὰ μετροῦντα μόνον ἐστὶν ποσά, ἀλλὰ καὶ τὰ μετρούμενα. Πρὸς δὲ γε τὸ πρῶτον τῶν ἀπορηθέντων τὸ λέγον ὅτι τὰ ἄνευ συμπλοκῆς εἰς τὰς κατηγορίας ἀνάγεται, λόγος δὲ πᾶς μετὰ συμπλοκῆς θεωρεῖται, ῥητέον ὅτι καὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα λόγος ἐστὶν κατὰ τοῦτο τοῦ λόγου τὸ σημαινόμενον, μᾶλλον δὲ καὶ πᾶσα λέξις, κἂν ἄσημος εἴη· καὶ αὐτὴ γὰρ συλλαβαῖς καταμετρεῖται καὶ διὰ τοῦτο ποσόν. ἔπειτα δέ, κἂν κατὰ συμπλοκὴν ὁ λόγος, ἀλλ᾿ ᾗ ποσόν, ὑπὸ τὸ ποσὸν ἀνάγεται τι ὡς γένος, ὥσπερ καὶ ἡ σύνθετος ἐκ πολλῶν οὐσιῶν οὐσία ὑπὸ τὴν οὐσίαν καὶ τὸ σύνθετον χρῶμα ὑπὸ τὸ χρῶμα καὶ τὸ ποιόν· ὑφ᾿ ὃ γὰρ τὰ ἁπλᾶ, ὑπὸ τοῦτο καὶ τὰ ἐκ τῶν ἁπλῶν ἐκείνων συγκείμενα. ’Αλλὰ διὰ τί, φασίν, ἐνδοιάζων εἶπεν· εἰ τὰ πέντε τῶν δέκα μόριον; ἢ οὐ διὰ τὸ ἀμφίβολον· ἀλλ᾿ ὅτι πολλαχῶς οἷόν τε διελεῖν τὰ δέκα, καὶ γὰρ εἰς ἓξ καὶ τέσσαρα, καὶ ἑπτὰ καὶ τρία, καὶ ὀκτὼ καὶ δύο, |καὶ ἐννέα καὶ ἔν. τοσαῦτα μὲv οὖν περὶ τοῦ διωρισμένου ποσοῦ ἠπόρηταί τε καὶ διαλύεται. Περὶ δὲ τοῦ συνεχοῦς ὁ αὐτὸς ἀνὴρ ἀπορεῖ τοιάδε· ‘τὸ σῶμα, φησίν, ᾗ σῶμα, καὶ ἐπιφάνεια καὶ γραμμὴ καὶ ὅλως μέγεθος, ᾗ τοιαῦτα, οὐκ εστι ποσά, ἀλλὰ ποσὰ λέγεται τῷ μετασχεῖν τοῦ τοσοῦδε καὶ τῷ ἀριθμοῦ μετασχεῖν· μόνος ἄρα ὁ ἀριθμὸς ποσόν’. λύων δὲ ταῦτα πάλιν ἐν τῷ τρίτῳ φησὶν πρόοδον εἶναι τῆς στιγμῆς εἰς τὸ πόρρω, καὶ εἰ μὲν ἐφ’ ἔν, γραμμὴ γίνεται, εἰ δὲ ἐπὶ δύο, ἐπίπεδον, εἰ δὲ ἐπὶ τρία, σῶμα, καὶ εἰ μὲv ἐπὶ πολὺ ἡ διάστασις, μέγα, εἰ δὲ ἐπ᾿ ὀλίγον, μικρόν, καὶ ὅταν μὲv ἰατὰ κοινὸν ὅρον ἡ πρόσοδος γίνεται, συνεχὲς τὸ τοιοῦτον, ὅταν δὲ κατὰ ἴδιον, διῃρημένον· ποσὸv οὖν καὶ τὸ μέγεθος, ἀλλ’ ἀορίστως μὲν μέγα ἢ μικρὸν ἢ ὠς ἐπὶ πλήθους πολὺ ἢ ὀλίγον, ὁρισθὲν δὲ μέτρῳ τινὶ ἢ ἀριθμῷ ἢ πήχει ὡρισμένως λέγεται. ἀλλ’ ἐπιστῆσαι χρή, ὅτι κἂν ὁρισθῇ μέτρῳ ἡ γραμμὴ ἢ ὅλως τὸ συνεχὲς ποσόν, ὡρισμένον μὲν γίνεται ποσόν, ἀλλὰ κατὰ μέθεξιν ἴσχει τοῦτο, τῷ δὲ αὑτῆς λόγῳ διάστασίς ἐστι μόνον καὶ οὐχὶ ποσόν. εἰ γὰρ ποσὸν τοῦτό ἔστι καθ’ ὃ καὶ ποσόν ἐστι, δυνατὸν λέγειν ὅτι αὕτη ἡ διάστασις μεταλαμβάνει μὲν ποσοῦ, οὐ μέντοι ἐστὶν τῷ ἑαυτῆς λόγῳ ποσόν. μήποτε οὖτε καθὸ μετρεῖται ὡρισμένον ποσόν ἐστιν τῷ ἐαυτοῦ λόγῳ τὸ συνεχές, ἀλλὰ κατὰ μέθεξιν, οὔτε μὴ μεμετρημένον ἀόριστον τοσὸν ἢ ὅλως ποσὸν τῷ ἑαυτοῦ λόγῳ, ἀλλὰ ποσόν ἐστιν τὸ συνεχές, καθ’ ὅσον ἢ ἐφ’ ἒν ἢ ἐπὶ δύο ἢ ἐπὶ τρία διέστηκεν τῷ ἑαυτοῦ λόγῳ. ὥσπερ γὰρ ὁ ἀριθμὸς κατὰ τὸν διορισμὸν ἔχει τὸ ποσόν, οὕτως καὶ τὸ μέγεθος κατὰ τὴν διάστασιν· τὸ γὰρ ἀποστὰν εἷμαι τοῦ ἑνὸς καὶ ἀμεροῦς καὶ κινδυνεῦον εἰς ἄπειρον καὶ ἀόριστον ὑπενεχθῆναι, τοῦτο μέτρου ἐδεήθη καθ’ ὃ καὶ ποσὸν ἐγένετο, ἵνα ὁρισθῇ τῷ ποσὸν γενέσθαι· διττὸν δὲ ὂν κατά τε τὸ διμρισμένον καὶ κατὰ τὸ συνεχὲς διττῆς ἐδεήθη ποσότητος. Διὰ τί δέ, φασίν, μὴ προδιδάξας περὶ τόπου ἢ χρόνου ὠς ἐγνωσμένοις αὐτοῖς χρῆται; ἢ ὄτι οὐ τὴν οὐσίαν αὐτῶν παραδοῦναι προτίθεται· φυσικῆς γὰρ ἦν τοῦτο σκέψεως, ἣν ἐν τῇ Φυσικῇ ἀκροάσει πραγματεύεται· ἀλλ᾿ ὅπερ ἤρκει τῇ λογικῇ θεωρίᾳ, κατὰ τὴν κοινὴν περὶ αὐτῶν ἔννοιαν τὴν εἰς τὸ οἰκεῖον γένος τὸ ποσὸν ἀναγωγὴν αὐτῶν ἐποιήσατο. Ἀλλ’ ἄμεινον ἴσως, φασίν, ᾿Ανδρόνικος ἐποίησεν, ἰδίας μὲν ποιήσας κατηγορίας τὸν πόπον καὶ τὸν χρόνον, ὑποτάξας δὲ αὐταῖς τὸ ποῦ καὶ τὸ ποτέ. ἢ καὶ πρὸς τοῦτο ῥητέον ὄτι ἄλλη μέν ἐστιν ἔννοια τοῦ χρόνου, καθ᾿ ἥν ἐστιν διάστημα ὁ χρόνος, ἄλλη δὲ τοῦ ποτέ, καθ’ ἣν ἡ σχέσις τῶν ἐν τῷ χρόνῳ θεωρεῖται πρὸς τὸν χρόνον· καὶ ἐπὶ τόπου δὲ καὶ τῶν ἐν τόπῳ ὁ ἁρμόσει λόγος. διόπερ ’Αριστοτέλης ὀρθῶς ἀλλαχοῦ μὲν τίθησι τὰ ποσά, ἀλλαχοῦ δὲ τὴν πρὸς τὰ ποσὰ ταῦτα σχέσιν κατέταξεν. ’Αλλὰ ζητήσοι ἄν τις οἶμαι δικαίως, διὰ τί ὤσπερ τὴν τοῦ χρόνου καὶ τοῦ τόπου μέθεξιν ἐν ἄλλαις τέθεικεν κατηγορίαις, οὐχ οὕτως καὶ τὴν τῆς οὐσίας ἢ τοῦ ποιοῦ ἢ ἄλλου τινὸς ποσοῦ, οἷον ἀριθμοῦ ἢ μεγέθους μέθεξιν, ἰδίας πεποίηκεν κατηγορίας; ἢ κἂν τὰ συμβεβηκότα ἐν τῇ οὐσίᾳ θεωρῆται κἂν ἡ οὐσία ἐν τοῖς συμβεβηκόσιν, ἐνυπάρχει ταῦτα ἀλλήλοις, καὶ διὰ τοῦτο καὶ ἡ σχέσις αὐτῶν συνῄρηται, καὶ οὐκ ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἄλλο δὲ ἡ πρὸς τὴν οὐσίαν σχέσις· ὁ δὲ χρόνος καὶ ὁ τόπος ἔξωθέν πως θεωρούμενοι ἄλλοι μὲν αὐτοί εἰσιν, ἄλλη δὲ ἡ πρὸς ταῦτα σχέσις τῶν ἐν τόπῳ καὶ χρόνῳ ὄντων. καὶ γὰρ ἐν τῇ φύσει τῶν ἔξωθεν παρακολουθούντων ὁ χρόνος καὶ ὁ τόπος δοκεῖ, ὥσπερ τῶν συμπληρούντων ὕλη καὶ εἶδος καὶ κίνησις. μήποτε δὲ τὸ ποτὲ οὐχ ἁπλῶς τὸ ἐν χρόνῳ δηλοῖ οὐδὲ τὸ ποῦ τὸ ἐν τόπῳ, ἀλλὰ τὴν τοῦ χρόνου καὶ τὴv τοῦ τόπου ἰδιότητα, καθὸ τοιοῦτοι, ὥσπερ καθὸ διαστάσεις καὶ ποσὰ ἐν τῷ ποσῷ κατηριθμήθησαν. Εἰ δέ τις τὸν χρόνον ὡς μέτρον κινήσεως τῷ πρός τι νομίζει δεῖν ὑπάγειν, τὸ μέτρον διχῇ διαιρετέον, ἢ αὐτὸ καθ’ αὑτὸ ἢ κατὰ τὴν πρὸς τὸ μετρούμενον ἀναφοράν, καὶ ὡς μὲν καθ’ αὑτὸ τὸ μέτρον ποσὸν καὶ Γ ἀρχὴ καὶ γένος ἐστὶ τῶν ποσῶν πάντων ὡς δὲ πρὸς τὸ μετρούμενον, πρός τι ἂν εἴη· οὕτως δὲ καὶ τὸ τῆς κινήσεως μέτρον ὁ χρόνος ὡς μὲv καθ’ αὑτὸ ποσὸν ἂν εἴη τι καθότι μέτρον, ὠς δὲ πρὸς τὴv κίνησιν πρός τι, καὶ οὐδὲν ἄτοπον κατ’ ἄλλας καὶ ἄλλας ἐννοίας εἰς διαφόρους κατηγορίας ἀνάγεσθαι. Μετὰ δὲ τὸν χρόνον περὶ τοῦ τόπου διαποροῦσιν· εἰ περιεκτικός ἐστι σώματος, ἢ ὡς οὐσιώδης ποιότης συμπληρωτικὴ τῆς οὐσίας ἐστὶν καὶ οὐκέτι ποσόν, ἢ εἰ κατ᾿ αὐτὴν τὴν σχέσιν θεωρεῖται μόνην, τῷπρός τι ἀποδοθήσεται. κἀνταῦθα δὲ τὸ αὐτὸ ῥητέον, ὅτι κατὰ μὲν τὴv διάστασιν, καθ᾿ ὅσον πέρας ὢν τοῦ περιέχοντος καθ᾿ ὃ περιέχει τὸ περιεχόμενον ἐπιφάνειά ἐστιν ὁ τόπος, κατὰ τοσοῦτον ποσὸν αὐτὸν ἀνάγκη λέγειν· κατὰ δὲ τὴν πρὸς τὸ περιεχόμενον σχέσιν οὐδὲν θαυμαστὸν εἰ καὶ ὁ τόπος εἰς τὸ πρός τι ἀνάγοιτο, ὥσπερ καὶ ὁ χρόνος. μέχρι μὲv οὖν τούτου προῆλθον αἱ πρὸς τὴν πρώτην τοῦ ποσοῦ διαίρεσιν ἀπορίαι τε καὶ λύσεις. ῾Ο δὲ θεῖος ’ιάμβλιχος κἀνταῦθα τὴν ἑαυτοῦ θεωρητικὴν ἐπιστήμην παραδεικνὺς τὰς πρώτας ἀρχὰς ἡμῖν τῶν τε δύο τοῦ ποσοῦ εἰδῶν καὶ τῆς μιᾶς ἀμφοῖν περιοχῆς ἐκφαίνων ὡδί πως γέγραφεν· “ἐπειδὴ γὰρ ἡ τοῦ ἑνὸς δύναμις, ἀφ’ οὗ πᾶν |τὸ ποσὸν ἀπογεννᾶται, διατείνεται δι’ ὄλων ἡ αὐτὴ καὶ ὁρίζει ἔκαστον προϊοῦσα ἀφ’ ἑαυτῆς, ᾗ μὲv δι’ ὅλων διήκει παντάπασιν ἀδιαιρέτως, τὸ συνεχὲς ὑφίστησιν, καὶ ᾗ τὴν πρόοδον μίαν καὶ ἀδιαίρετον καὶ ἄνευ διορισμοῦ· ᾗ δὲ προϊοῦσα ἵσταται καθ’ ἕκαστον τῶν εἰδῶν καὶ ᾗ ὁρίζει ἕκαστον καὶ ἕκαστον ἓν ποιεῖ, ταύτῃ τὸ διωρισμένον παράγει· κατὰ δὲ τὴν περιέχουσαν ἅμα τὰς δύο ταύτας ἐνεργείας μίαν κυριωτάτην αἰτίαν τὰ δύο ποσὰ παράγει. καὶ κατὰ μὲv τὴν πανταχοῦ ταὐτότητα καὶ ὅλην ἐφ᾿ ἑκάστων τε τῶν μορίων καὶ ἐπὶ πάντων τὸ συνεχὲς ἀπεργάζεται, κατὰ δὲ τὴν ἐφ’ ἕκαστον αὐτῶν πρὸς ἑαυτὰ ταὐτότητα καὶ κατὰ τὸ ἐν ἑνὶ ἑκάστῳ ὅλην εἶναι τὸ διωρισμένον ἀπογεννᾷ. καὶ κατὰ μὲv τὴν ἐν ἀλλήλοις ἕνωσιν τῶν νοητῶν ποσῶν τὸ συνεχές, κατὰ δὲ τὴν διακεκριμένην αὐτῶν ἀπ’ ἀλλήλων ἕνωσιν τὸ διωρισμένον ὑφίστησιν. καὶ κατὰ μὲν τὴν ἑστῶσαν αὐτοῦ ἐνέργειαν τὸ διωρισμένον, κατὰ δὲ τὴν προϊοῦσαν τὸ συνεχὲς δημιουργεῖ· ἐπεὶ δὲ ἅμα καὶ μένει καὶ πρόεισιν, τὰ δύο ἀπογεννᾷ. περιέχει γὰρ ἡ τῶν νοητῶν μέτρων δύναμις ἅμα ἀμφότερα τὰ μένοντα καὶ κροϊόντα ἐν ἑνὶ τῷ αὐτῷ· ὅθεν δή, εἴ τις τοῖς νοητοῖς καὶ θείοις μέτροις τὰ ἕτερα τούτων νέμει, εἰ μὲν τὰ ἀκίνητα μόνα, ὑπὸ Περιπατητικῶν παρακρουσμάτων ἐξηπάτηται, εἰ δὲ τὰ προϊόντα, ὑπὸ Στωικῶν.” p. 5a15 Ἔτι τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα ἕως τοῦ τῶν δὲ ἄλλων οὐδὲν αὐτὸ καθ’ ἐαυτό, ἀλλ᾿ ἢ ἄρα κατὰ συμβεβηκός. Μετὰ τὴν πρώτην τοῦ ποσοῦ διαίρεσιν καὶ ἐτέραν ἐπάγει, καθ᾿ ἣν τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶρ ἐν αὐτοῖς μορίων συνέστηκεν, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἐδεήθη δὲ καὶ ταύτης διὰ τὸ μίαν μὴ ἐπιδέχεσθαι τὰς ὅλας διαφοράς. καὶ γὰρ πᾶν μὲν τὸ ἐκ θέσιν ἐχόντων συνεχές ἐστιν, οὐκέτι δὲ τὸ συνεχὲς πᾶν ἐκ θέσιν ἐχόντων· ὁ γὰρ χρόνος οὐκ ἔχει θέσιν. ἀνάπαλιν δὲ πᾶν μὲν τὸ διωρισμένον οὐκ ἔχει θέσιν, οὐκέτι δὲ πᾶν τὸ μὴ ἔχον θέσιν διωρισμένον ἐστίν· πάλιν γὰρ ὁ χρόνος μὴ ἔχων θέσιν διωρισμένος οὐκ ἔστιν. παρείληπται οὖν καὶ ἡ δευτέρα διαίρεσις, ὥστε τὰς ὑπὸ τῆς προτέρας παραλειφθείσας διαφορὰς προστεθῆναι, καὶ καλεῖται ἡ τοιαύτη ἐπιδιαίρεσις, δευτέρα τις οὖσα τοῦ αὐτοῦ γένους διαίρεσις καθ’ ἐτέρας διαφοράς. ὡς γὰρ ἐπὶ τοῦ ζῴου ἡ τὸ θνητὸν καὶ ἀθάνατον διαιροῦσα οὐκ ἐπεδέχετο τὰς κατὰ τὸ λογικὸν καὶ ἄλγον οὐδὲ ἐκεῖναι ταύτας, καὶ διὰ τοῦτο ἐδέησεν ἐπιδιαιρέσεως, οὕτως καὶ ἐνταῦθα, ἵνα πάσας περιλάβῃ τὰς ὑπὸ τὸ ποσὸν διαφοφάς, ταῖς δύο ἐχρήσατο διαιρεσεσιν. Ζητεῖν δὲ ἄξιον, τί τὸ θέσιν ἔχον. ἆρα, ὥς τινες οἴονται, τριῶν τούτων δεῖται τὸ θέσιν ἔχον, τοῦ τε τόπου ἐν ᾧ κεῖται καὶ τοῦ τὰ μόρια συνυπάρχειν, ἀλλὰ μὴ τῶν ἑτέρων γινομένων τὰ ἕτερα ἀφανίζεσθαι, καὶ τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν πρὸς ἄλληλα; ἢ τὸ μὲν συνυπάρχειν ἀλλήλοις τὰ μόρια πάντως προσεῖναι δεῖ τοῖς θέσιν ἔχουσιν, τὸ δὲ ἐν τόπῳ εἶναι οὐ πάντως οὔτε κατὰ τὴv φύσιν τῶν πραγμάτων οὔτε κατὰ τὴv τοῦ ᾿Αριστοτέλους παράδοσιν. τὰ γὰρ μὴ διεστηκότα πλεοναχῶς, οἷον ἡ γραμμή, ἐν τόπω μὲν οὐκ ἔστιν, ὥστε οὐδὲ ἐν τόπω̣ τεθήσεται, θέσιν δὲ λέγεται. καὶ ὁ ’Αριστοτέλης δὲ οὐχ ἁπλῶς εἶπεν θέσιν ἔχοντα αὐτὰ ἐν τόπῳ, ἀλλὰ πρὸς ἄλληλα τῶν ἐν ἑαυτοῖς μορίων· τοῦτο ἐστιν, ὤς φησιν ’Ιάμβλιχος, ὧς τὰ μόρια πάνα συνυπάρχει ἀλλήλοις, καὶ τῇ τούτων ἀθρόᾳ λήψει τῷ ὅλῳ τῷ ἐξ αὐτῶν τὸ εἶναι ὑπάρχει. διὰ γὰρ τοῦ πρὸς ἄλληλα εἰπεῖν δείκνυσιν ὅτι οὐ τὴν κατὰ τόπον θέσιν λέγει, ἀλλὰ τὴν κατὰ σχέσιν, ἀντιδιαστέλλων ταῦτα τοῖς πρὸς τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν, ὦν τὰ μόρια οὐδέποτε ὑπομένει. κυρίως μὲv γὰρ θέσις ἐπὶ τῶν ἐν τόπῳ λέγεται, ἤδη δὲ καὶ ἐφ’ ἑκάστου τῶν ποσῶν, ὧν τὰ μόρια συνυπάρχει, κεῖσθαι ἐν ἐκείνῳ ἐν ᾧ ἐστι λέγεται, ὥσπερ γραμμὴ ἐν τῇ ἐπιφανείᾳ καὶ ἐπιφάνεια ἐν τῷ σώματι· καὶ τὸ σημεῖον γάρ, ὅταν μονάδα θέσιν ἔχουσαν λέγωσιν, οὐχ ὡς ἐν τόπῳ κεῖται, ἀλλ’ ὡς ἐν γραμμῇ. ἕκαστον οὖν τῶν συνεχῶν ποσῶν, ὡς ἔχει φύσεως, οὕτως ἔχει καὶ τὴν οἰκείαν θέσιν· τὸ Ζ μὲν σῶμα, ἐπειδὴ ἐν τόπῳ ἐστίν, ἐν τόπῳ καὶ τὴν θέσιν ἔχει, ἡ δὲ ἐπιφάνεια ἐν τῷ σώματι, ἡ δὲ γραμμὴ ἐν τῇ ἐπιφανείᾳ, τὸ δὲ σημεῖον ἐν τῇ γραμμῇ· καὶ γὰρ σαφῶς καὶ ’Αριστοτέλης εἶπεν ὅτι τὰ τῆς γραμμῆς μόρια ἐν τῷ ἐπιπέδῳ καῖται. καὶ ὅλως, εἰ τὰ θέσιν ἔχοντα ἐν τόπῳ τὴν θέσιν ἔχειν ἐβούλετο, οὐκ ἂν καὶ τὰ τοῦ τόπου μόρια ἔλεγε θέσιν ἔχειν· οὐ γὰρ ἂν εἴη ὁ τόπος ἐν τόπῳ, ἵνα μὴ ἐπ’ ἄπειρον τόπους πρὸ τόπων ζητῶμεν, ἀλλ’ ὡς ἐπιφάνεια ὢν ὁ τόπος ἐν τῷ σώματι τὴν θέσιν ἔχει, οὗ πέρας ἐστὶν ὡς ἐπιφάνεια. καὶ αὐτὸς δὲ ’Αριστοτέλης ‘ὡς τὸ εἶναι, φησίν, ἔχει τὰ μαθηματικά, οὕτως καὶ τὸ κεῖσθαί που’. θαυμάσοι δ’ ἄv τις τοῦ θείου ’Ιαμβλίχου ταῦτα περὶ τόπου γράφοντος· “ὁ δὲ τόπος ὡς μὲν ἐπιφάνεια εἴη ἂν ἐν τῷ σώματι, οὗ πέρας οὖσα περιέχει τὸ σῶμα, ὡς δὲ τόπος ἐν τῷ περιεχομένῳ ὑπ’ αὐτοῦ· δι’ ὃ γὰρ τὸ εἶναι αὐτῷ τόπῳ ὑπάρχει, ἐν τούτῳ γὰρ] καὶ κεῖσθαι λέγοιτο”. τὸ γὰρ τὸν τόπον ἐν τόπῳ εἶναι καὶ τὸ ἀγγεῖον ἐν τῷ οἴνῳ καὶ τοῦτο γὰρ κατὰ τὴν αὐτὴν ἀναλογίαν ἀκολουθήσει) πῶς οὐ δόξει τῶν ἀπεμφαινόντων; προϊὼν δὲ “μήποτε, φησί, κατὰ συμβεβηκὸς ὁ τόπος θέσιν ἔχει τῷ τὸ σῶμα τὸ κατέχον αὐτὸν θέσιν ἔχειν· καὶ ἡ ἐπιφάνεια δὲ κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ”. ταὐτὸν δὲ τόπος καὶ ἐπιφάνεια κατὰ τὸ ὑποκείμενον, καὶ ἄμεινον κατὰ τὴν ’Αριστοτελικὴν περὶ τοῦ τόπου |ἔννοιαν αὔτως ἀκούειν. ἀλλ’ εἴ τις διάστημα λέγει τὸν τόπον ἀεὶ μὲν ἔχον σῶμα, αὐτὸ δὲ τὸ καθ᾿ αὑτὸ κενὸν σώματος καὶ ἄλλο παρὰ τὸ σῶμα θεωρούμενον, ἆρα οὐκ ἂν καὶ τοῦτο ἐκ θέσιν ἐχόντων τῶν ἐαυτοῦ μορίων λέγοιτο, συνεχές τε ὂν καὶ συνυπάρχοντα ἔχον τὰ μόρια ἀλλήλοις; καὶ ποῦ ἂν κέοιτο; οὐδὲ γὰρ πέρας ἐστί τινος τοῦτο. μήποτε οὖν ὅπερ ἡ τάξις ἐστὶν ἐν τοῖς διωρισμένοις, τοῦτο ἡ θέσις ἐν τοῖς αυνεχέσιν· ὥσπερ γὰρ τὰ διωρισμένα διὰ τὴν ἀπὸ τοῦ ἑνὸς ἔχστασιν ἐδεήθη τάξεως, ἵνα κατὰ ταύτην πρὸς τῷ ἑνὶ μένῃ καὶ μὴ ἀτάκτως διεσπασμένα συγχέηται, οὕτως καὶ τὰ συνεχῆ τοῦ ἀμεροῦς ἐκπεσόντα, ἐν πάντα ἐν ταὐτῷ ἦν, ἐδεήθη θέσεως καθ’ ἣν ἄλλα ἄλλοις συνάπτει μόρια κατὰ τὴν τοῦ εἴδους ἐπιπρέπειαν, ἵνα μὴ συμπεφυρμένα ᾖ. καὶ κατά γε ταύτην τὴν ἔννοιαν οὐκ αναγκαῖόν που κεῖσθαι τὰ κείμενα ὡς ἐν ἄλλῳ· ἡ γὰρ θέσις παρὰ τὸ θεῖν οἶμαι καὶ ἴεσθαι λεγομένη τὴν ἔκτασιν σημαίνει. ἀλλὰ ταῦτα μὲν περὶ τῶν θέσιν ἐχόντων. Τὰ δὲ μὴ ἔχοντα θέσιν ἀπαριθμούμενος πρῶτον ἔταξε τὸν λόγον καί φησιν αὐτὸν μήτε κεῖσθαί που μήτε τὰ μόρια θέσιν ἔχειν πρὸς ἄλληλα. εἰ γὰρ ὑπομένειν δεῖ τὰ θέσιν ἔχοντα, ὁ δὲ λόγος ἅμα τε εἴρηται καὶ οὐκ ἔτι ἔστιν, πῶς ἂν ἔχοι θέσιν; καὶ ἐπὶ τοῦ χρόνου δὲ τὸ αὐτὸ ἀξιοῖ, ἀφ’ οὗ καὶ σαφῶς ἐνεδείξατο ὅτι δεῖ τοῖς θέσιν ἔχουσιν προσεῖνι τὸ ὑπομένειν τὰ μόρια· ὃ γὰρ μὴ ἐστι, φησίν ὑπομένον, πῶς ἂν τοῦτο θέσιν τινὰ ἔχοι; τάξιν δὲ ἔχειν ταῦτα λέγεται, καθ᾿ ὅσον τοῦ τε λόγου ἡ μὲν προτέρα συλλαβὴ λέγεται, ἡ δὲ ὑστέρα, καὶ τοῦ χρόνου τὸ μὲν πρότερον γίνεται μέρος, τὸ δὲ ὕστερον. διὸ καίτοι συνεχὴς ὢμ ὁ χρόνος θέσιν οὐ λέγεται ἔχειν· ἐπειδὴ γὰρ δυνακολουθεῖ τῇ κινήσει, πᾶσα δὲ κίνησις ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, καὶ ὁ χρόνος τὸ αὐτὸ πάσχει, καὶ διὰ τοῦτο καίτοι συνεχὴς ὢς οὐκ ἔχει θέσιν, ὅτι οὐχ ὑπομένει αὐτοῦ τὰ μόρια. Ἀλλὰ διὰ τί ὁ ἀριθμὸς οὐκ ἔχει θέσιν; ὑπομένειν γὰρ αὐτοῦ δοκεῖ τὰ μόρια. “ὅτι, φησὶν ὁ ᾿Ιάμβλιχος, ἡ μονὰς σημεῖον ἄθετόν ἐστιν, ὁ δὲ ἀριθμὸς ἐκ μονάδων συνέστηκεν, καὶ ὅτι οὐδὲ τὰ μόρια ὑπομένει· οὐδὲ γὰρ εἰ ἔστιν τὰ διηριθμημένα, ἔστιν που ὁ ἀριθμός, ἐπεὶ οὐδὲ ὁ λόγος ἔστιν που, ὅτι ἔστιν τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα. ὡς δὲ ὁ λόγας ἐν τῷ λέγεσθαι, οὕτως καὶ ὁ ἀριθμὸς ἐν τῷ ἀριθμεῖσθαι ὑφέστηκεν, καὶ διὰ τοῦτο οὐχ ὑπομένει οὐδετέρου τὰ μόρια, ὥστε οὐκ ἔχουσιν θέσιν”. ταῦτα μὲν ὁ θεῖός φησιν ᾿Ιάμβλιχος. θαυμάζω δέ, εἰ ὁ ἀριθμὸς διὰ τὸ μὴ ὑπομένειν τὰ μόριαν λέγεται μὴ ἔχειν θέσιν· οὐ γὰρ ὡς ὁ λόγος ἐν τῷ λέγεσθαι ἔχει τὸ εἶναι, οὕτως καὶ ὁ ἀριθμὸς ἐν τῷ ἀριθμεῖσθαι· κἂν γὰρ μὴ ἀριθμῆται τοὺς πέντε μου δακτύλους, ἠρίθμηνται κατὰ τὸ ἑαυτῶν εἶδος. ἀλλὰ μᾶλλον διὰ τὸ μὴ συνεχὴς εἶναι· δεῖ γὰρ καὶ συνεχῆ εἶναι καὶ ἐκτετάσθαι τὰ θέσιν ἔχοντα· οὕτως γὰρ καὶ ἡ πρὸς ἄλληλα τῶν μορίων θέσις ὁραθήσεται, τίνα τίσιν τῶν μορίων συνάπτεται. ἐν γὰρ τῇ τριάδι ποία μονὰς πρὸς ποίαν σύγκειται, οὐκ ἔστιν εἰπεῖν, ὥσπερ ἐπὶ τῆς γραμμῆς ποῖον μόριον ποίῳ συνάπτει, ἐναργές ἐστιν ἰδεῖν. Διὰ τί δὲ οὐχ ὡς ἐπὶ τοῦ λόγου καὶ ἐπὶ τοῦ χρόνου σαφῶς δἀνεῖλεν τὸ θέσιν ἔχειν, αὔτως καὶ ἐπὶ τοῦ ἀριθμοῦ, ἀλλ᾿ ὅτι θέσιν οὐ πάνυ λάβοις ἂν αὐτοῦ; ἢ ὡς οἱ ἐξηγηταί φασιν, ὅτι δοκεῖ καὶ ὁ ἀριθμὸς ἐπιδέχεσθαι θέσιν διὰ τὰ ἀριθμούμενα. μήποτε δὲ χαρακτηριστικοῦ ὄντος τῶν θέσιν ἐχόντων μάλιστα τοῦ τὰ μόρια ὑπομένειν, ὁ μὲν λόγος καὶ ὁ χρόνος οὐκ ἔχει τοῦτο, ὁ δὲ ἀριθμὸς ἔχει, καὶ εἴπερ εἶχεν τὴν συνέχειαν, ἦν ἂν τῶν θέσιν ἐχόντων. κἂν θέσιν δὲ μὴ ἔχῃ ὅ τε λόγος καὶ ὁ χρόνος καὶ ὁ ἀριθμός, ἀλλὰ τάξιν ἔχει, ὡς εἴρηται, ταῦτα ἀντὶ τῆς θέσεως. ἡ δὲ τάξις κυρίως μὲν ὡς ἐπὶ διωρισμένων θεωρεῖται κατὰ τὸ πρότερον καὶ ὕστερον λαμβανομένη, καὶ ἐπὶ τοῦ χρόνου δέ, καθ᾿ ὅσον προηγεῖται τὸ παρεληλυθὸς τοῦ ἐνεστῶτος καὶ τοῦτο τοῦ μέλλοντος, ὥστε καὶ ἐπὶ τούτου κατὰ τὸν διορισμὸν ἡ τάξις ἔοικεν θεωρεῖσθαι. ἐν δὲ τῷ ἀριθμῷ ἡ τάξις οὐκ ἐν ἑκάστῳ· οὐ τὰρ ἐστιν ἐν τῇ τριάδι τάξις τῶν μονάδων, ἀλλ’ τῷ χύματι τῶν ἀριρμῶν, ὅτι ἡ μονὰς προηγεῖται τῆς δυάδος καὶ ἡ δυὰς τῆς τριάδος καὶ ἐφεξῆς. ἐν δὲ τῷ λόγῳ ἡ τάξις, καθ’ ὅσον ἄλλα μέρη τοῦ λόγου ἄλλων προηγεῖται καὶ ἄλλαι συλλαβαὶ ἄλλων. κανταῦθα δὲ ἀπορῶ, πῶς ὁ θεῖος Ἰάμβλιχος περὶ τοῦ λόγου φησὶν ὅτι δοκεῖ μήτε τάξιν ἐμφαίνειν, εἴ τις αὐτοῦ τὸ μῆκος μόνον καὶ τὴν διέξοδον τῆς φωνῆς θεωροίη, κἂν ᾖ ἄσημος. τί γὰρ μᾶλλον ἡ ἑτέρα συλλαβὴ τῆς ἑτέρας προτέτακται; παντὶ γὰρ δῆλον ὅτι ἔστιν τάξις ἐν τῷ λόγῳ, καὶ οὐκ ἄν τις τὸ Σωκράτης ὄνομα εἴποι τὴν κݲρݲαݲ συλλαβῆν πρώτην προενεγκάμενος. θεωρητικῶς δὲ τοῖς θέσιν ἔχουσιν ποσοῖς ἐπιβάλλων “τοῦτο, φησίν, τὸ γένος ἕδραν παρέχεται πᾶσιν ὅσα ποτέ ἐστιν ποσά, τοῖς τε ἁπλουστέροις ἐν τοῖς συνθέτοις καὶ τούτοις ἐν τοῖς ἁπλοῖς· διχῶς γὰρ τοῦ ἁπλοῦ λαμβανομένου τὸ μὲν ὡς συνταττόμενον τοῖς συνθέτοις καὶ περιεχόενον ὑπ’ αὐτῶν, ὡς ἡ ἐπιφάνεια ὑπὸ τοῦ σώματος, θέσιν ἔχει ἐν **τῷ σώματι, τὸ δὲ ὡς ὑπερέχον καὶ ἐξῃρημένον ἕδραν ἐν ἑαυτῷ παρέξει τοῖς συνθέτοις· προσδεόμεθα οὖν τῆς θέσεως, ἵνα τὴv πρὸς τὰ δεύτερα ποσὰ συνέχειαν νοήσωμεν”. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι κατὰ μὲν τὴν πρώτην διαίρεσιν πέντε μὲv ἦν συνεχῆ, δύο δὲ διωρισμένα· κατὰ δὲ τὴν δευτέραν τέτταρα μὲν τὰ θέσιν ἔχοντα, γραμμή, ἐπιφάνεια, σῶμα, τόπος, τρία Γε τὰ μὴ ἔχοντα, ἀριθμός, χρόνος, λόγος, ὧν δύο μέν, φησὶν Ἰάμβλιχος, τάξιν ἔγει, ἀριθ|μὸς καὶ χρόνος· λόγος δὲ πῶς μὲν ἔχει τάξιν, πῶς δὲ οὐκ ἔχει, φησίν, ὡς ἐν τοῖς πρὸ τούτων διώρισται, ὥστε καὶ ἄλλη τρίτη γέγονεν διαίρεσις, καθ’ ἣν τῶν ποσῶν τὰ μὲν ἔχει τάξιν, τὰ εὲ οὐκ ἔχει. καὶ ἄλλην δὲ τετάρτην ἐφεξῆς πρστίθησιν διαίρεσιν, καθ’ ἣν τῶν ποσῶν τὰ μέν ἐστι προηγουμένως ποσά, ὅσα καθ’ αὑτά ἐστιν τοιαῦτα, ὡς ἀριθμὸς καὶ μέγεθος καὶ χρόνος καὶ τὰ τοιαῦτα, ὧν τὸ ποσὸν ἐν τῷ τί ἐστιν κατηγορεῖται· τὰ δὲ κατὰ συμβεβηκός, ὅσα κατ’ ἄλλο τι ποσὰ εἶναι λέγεται, οἷον τὸ λευκὸν πολὺ λέγεται ἢ μέγα, οὐ καθὸ λευκόν, ἀλλὰ κατὰ τὴν ἐπιφάνειαν, καὶ ὁ ἄνθρωπος μακρὸς κατὰ τὸ μῆκος, καὶ ἡ κίνησις δὲ πολλὴ ἢ διὰ τὸν χρόνον ἡ διὰ τὸν τόπον· ἐὰν γὰρ ἀποδιδῷ τις τὸ ποσὸν αὐτῆς, ἢ ἐνιαυσιαίαν λέγων κατὰ τὸν χρόνον ἀποδώσει ἢ σταδιαίαν κατὰ τὸν τόπον. δοκεῖ οὖν κατὰ ταῦτα καὶ ἡ κίνησις μετέχειν τοῦ ποσοῦ, ἀλλ’ οὐκ εἶναι ποσόν. Καὶ ἔοικεν πολλή τις ἀμφιβολία γεγονέναι περὶ τὴν κίνησιν, εἴπερ οἱ μὲν ὑπὸ τὸ πρός τι αὐτὴν ἀνάγεσθαί φασιν, οἱ δὲ ὑπὸ πλείονας κατηγορίας ἐν αἷς θεωρεῖται καὶ γὰρ ἐν ποσῷ κίνησις, ὡς αὔξησις καὶ μείωσις, καὶ ἐν ποιῷ, ὡς ἀλλοίωσις, καὶ κατὰ τόπον ἄλλη, καὶ δὴ καὶ κατ’ οὐσίαν)· ἄλλοι δέ τινες τὸ δυνάμει καὶ ἐνεργείᾳ κοινῶς ἐπὶ πάντων τῶν γενῶν θεωροῦντες τὴν κίνησιν ἐντελέχειαν οὖσαν τοῦ κινητοῦ, ᾖ κινητόν, κατὰ τὴν Ἀριστοτέλους ἀπόδοσιν, κοινὴν εἶναι τῶν δέκα γενῶν φασιν· οἱ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν αὐτὴν κατατάττουσιν· Πλωτῖνος δὲ αὐτὴν καθ’ αὑτὴν πρὸ τοῦ ποιεῖν καὶ πάσχειν ὡς γένος ἴδιον τὴν κίνησιν ἀφωρίσατο· ὁ μέντοι Ἰάμβλιχος ποσὸν αὐτὴν εἶναι βούλεται· “εἰ γὰρ τὸ εἶναι αὐτῇ κινήσει ἐκ διαστημάτων ὑφέστηκεν καὶ ἐν διαστήματι, φησίν, αὐτὴ καθ’ αὑτὴν ἔχει τὴν διέξοδον, ποσὴ ἂν εἴη δι’ ἑαυτήν, ἐπεὶ καὶ ὁ λόγος ποσὸς θεωρεῖται, ὅτι ἐκ διαστημάτων ποσῶν τοσόσδε ὑφέστηκεν καὶ καταμετρεῖται τῷ τοσῷδε μήκει καὶ ἔστιν μετρητός”. καὶ θαυμαστὸν οὐδὲν κατὰ μὲν τὸ διάστημα ποσὸν εἶναι τὴν κίνησιν, κατὰ δὲ τὴν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴν ἐν πάσαις θεωρεῖσθαι ταῖς κατηγορίαις καὶ κατ’ ἄλλην καὶ ἄλλην ἑαυτῆς φύσιν ἄλλως καὶ ἄλλως θεωρεῖσθαι. μήποτε δὲ καὶ τὸ E λευκὸν οὐ κατὰ τὴν ἐπιφάνειαν διέστηκεν ἁπλῶς, ἀλλ’ ἔχει ἰδίαν διάστασιν τὸ ἐν γενέσει λευκὸν τὴν συνεκτεινομένην τῇ ἐπιφανείᾳ ἄλλῃ οὔσῃ παρὰ τὸ λευκόν, ὥσπερ καὶ ἡ κίνησις ἐλέγετο διάστασιν ἔχειν ἐδίαν ἄλλην παρὰ τὸν χρόνον καὶ τὸν τόπον· καὶ γὰρ αἱ ποιότητες προϊοῦσαι εἰς τὴν γένεσιν οὐ φυλάττουσιν τὴν εἰδητικὴν ἀμέρειαν, ἀλλ’ εἰς τὴν γενητὴν διάστασιν ὑποβαίνουσιν καὶ καθ’ ἑαυτάς. Ἀποροῦσι δὲ καὶ πρὸς τὰ ἐνταῦθα λεγόμενα οἱ αὐτοὶ ἄνδρες οὐδὲν ἔχειν θέσιν λέγοντες. εἰ Τὰρ θέσιν ἔχειν ἐκεῖνα λέγεται, ὧν τὸ μόρια ὑπομένει, πάντων δὲ ῥεόντων οὐδὲν ὑπομένοι, οὐδὲ θέσιν ἄν τι κυρίως ἔχοι. ἢ κἂν ἡ ὕλη ῥέῃ συνεχῶς καὶ τοῦτο δοίη τις καὶ τὰ σώματα ἐπ’ ἄπειρον ἔχει προσθήκας καὶ ἀφαιρέσεις, ἀλλ’ ὅμως ἔστιν τι καὶ τὸ ἐναργῶς, εἴτε τὸ δεύτερον ὑποκείμενον, ὥς τινες λέγουσιν, εἴτε τὸ ἰδίως ποιόν, ὡς ἄλλοι, εἴτε ἡ κατὰ τὸ εἶδος οὐσία ἢ ἡ ἄτομος καὶ σύνθετος οὐσία ἢ καὶ ἄλλο τι τοιοῦτον, ὃ καὶ ἐν ταῖς μεταβολαῖς ὑπομένει καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους γνωρίζεται· περὶ γὰρ τῶν ἐναργῶν ὁ λόγος, ἀλλ’ οὐχὶ περὶ τῶν ἀφανῶν καὶ ἀμφισβητουμένων. δεύτερον δέ, ᾧ λόγῳ, φασίν, τὸ λευκὸν κατὰ συμβεβηκὸς εἶναι ποσὸν ὡς] ὁ Ἀριστοτέλης λέγει, τῷ τὴν ἐπιφάνειαν ποσὸν εἶναι, τούτῳ τῷ λόγῳ καὶ ἡ ἐπιφάνεια κατὰ συμβεβηκὸς ἔσται ποσὸν τῷ πλήθους μετέχειν. ἀλλ’ ὑπομνηστέον τῶν ἔμπροσθεν εἰρημένων ἐν οἷς ἐλέγομεν ἄλλο μὲν εἶδος εἶναι τοῦ τοσοῦ τὸ τὰ τὸ πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὸ μέγεθος ἴδιον ποσὸν καὶ ἀντιθέτως ἔχον πρὸς τὸ κατὰ τὸ πλῆθος ποσόν. ἔτι δέ, εἰ τοῖς προηγουμένοις ποσοῖς ἑπτὰ ἀριθμὸν οὖσιν συνακολουθεῖ τινα ἀόριστα κατηγορήματα, οἷον τῷ μὲν πλήθει τὸ πολὺ καὶ ὀλίγον, τῷ δὲ μεγέθει τὸ μέγα καὶ μικρόν, καὶ ταῦτα κατηγορεῖν εἰώθαμεν οἰκείως μὲν τῶν καθ’ αὑτὰ ποσῶν, κατὰ συμβεβηκὸς δὲ τῶν ἄλλων διὰ τὰ προηγούμενα, οἷον διὰ τὴν ἐπιφάνειαν. διὰ τὸv χρόνον, δῆλον ὅτι προηγουμένως ποσὰ δείκνυται ἡ ἐπιφάνεια καὶ ὁ χρόνος, διὰ ταῦτα καὶ τοῖς ἄλλοις συνυπάρχει τὰ παρακολουθοῦντα τῷ ποσῷ. p. 5 b 11 Ἔτι τῷ ποσῷ οὐδέν ἐναντίον ἐναντίον ἕως τοῦ οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ. Ὤσπερ ἐπὶ τῆς οὐσίας μετὰ τὴν διαίρεσιν τῶν εἰδῶν αὐτῆς καὶ τῶν διαφορῶν ἐπὶ τὸ ἴδια αὐτῆς καὶ τὸ παρακολουθοῦντα μεταβέβηκεν, οὕτως καὶ ἐπὶ τοῦ ποσοῦ ποιεῖ. καὶ πρῶτον τίνα τὰ κοινῇ ὑπάρχοντα τῷ ποσῷ πρὸς ἄλλας κατηγορίας παραδίδωσιν, εἶθ’ οὕτως τὰ ἴδια αὐτοῦ λέγει δὴ οὖν, ὅτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. καὶ κάλλιον ἴσως πρὸ τῆς τῶν Ἀριστοτέλους ἐξεργασίας ἕκαστον τῶν εἰδῶν τοῦ ποσοῦ προχειρισάμενον ἰδεῖν, ὅπως οὐκ ἔχει ἐναντίον καὶ ὅπως τὰ δοκοῦντα εἶναι ἐν ἑκάστῳ εἴδει τοῦ ποσοῦ ἐναντία οὐ καθὸ ποσὸν ὑπάρχει αὐτῷ, ἀλλὰ κατ’ ἄλλην κατηγορίαν, ὑφ’ ὑπάγεται. αὐτίκα ἡ γραμμή, καθ’ ὅσον ἐστιν γραμμή, οὐδεμίαν ἔχει ἐναντίωσιν· καθ’ ὅσον δὲ ποιὰ γραμμή, κατὰ τοσοῦτον τὸ εὐθὺ καὶ τὸ κυρτὸν ἔχει περὶ τὴν γραμμὴν θεωρούμενα. πάλιν ἡ ἐπιφάνεια, καθὸ μὲν διχῇ διέστηκεν, οὐδὲν ἔχει ἐναντίον· τραχύτης δὲ καὶ λειότης περὶ αὐτὴν οὐχ ᾗ ἐπιφάνεια ἀλλ’ ᾗ τοιάδε ἐπιφάνεια θεωρεῖται κατὰ τὸ ποιὸν αὐτῆς, ὡς λευκὴ καὶ μέλαινα οὐ καθὸ ἐπιφάνεια, |ἀλλὰ καθὸ ποιὰ ἐπιφάνεια. καὶ τὸ σῶμα δὲ καθὸ σῶμα, τουτέστιν καθὸ τρεῖς ἔχει διαστάσεις, οὐδὲν ἔχει ἀναντίον· τὸ γὰρ ἀσώματον οὐκ ἔστιν τῷ σώματι ἑναντιον, ὡς μὲν ὁ Ἰάμβλιχός φησιν, διότι τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ταῦτα δὲ οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος. μήποτε δὲ γένος μὲv αὐτῶν οὐδὲν κωλύει τὸ αὐτὸ εἶναι τὴν οὐσίαν· τῆς γὰρ οὐσίας τὸ μὲν σῶμά φαμεν, τὸ δὲ ἀσώματον· ἀλλὰ τὸ ἀσώματον, εἰ μὲν ἀπόφασιν καὶ στέρησιν σημαίνοι, οὐκ ἂν εἴη ἐναντίον τῷ σώμασι· τὰ γὰρ ἐναντία ἐν καταφάσει· εἰ δὲ κατάφασιν καὶ αὐτὸ δηλοῖ, ἢ κρεῖττον τοῦ σώματός ἐστιν καὶ αἴτιον τοῦ σώματος ἢ χεῖρον καὶ ἐν τῷ σώματι τὸ εἶναι ἔχον· ἑκατέρως δὲ οὐκ ἂν εἴη ἐναντία, τὰ γὰρ ἐναντία ἰσοσθενῆ βούλεται εἶναι καὶ ὁμοίως τῷ οἰκείῳ γένει προσεχῆ. ἀλλ᾿ οὐδὲ τῷ χρόνῳ ἐστίν τι ἐναντίον, καθ᾿ ὅσον ἀφορίζει τῷ οἰκείῳ μετρῳ τὴν κίνησιν. εἰ δέ τις τὴν ἡμέραν τῇ νυκτὶ νομίζει ἐναντίον, οὐ καθὸ χρόνος ποιεῖται τὴν ἐναντίωσιν (ὁ γὰρ αὐτός ἐστιν, εἴπερ ὅταν ἀλλαχοῦ ἡμέρα, ἀλλαχοῦ νύξ ἐστιν), ἀλλὰ καθὸ πῇ μὲν πεφώτισται, πῇ δὲ ἐσκίασται ὁ ἀήρ· καθὸ δὲ τοιοῦτος, οὐ ποσός ποσός ἐστιν, ἀλλὰ ποιός. καὶ τῷ ἀριθμῷ δὲ οὐδέν ἐστιν ἐναντίον· ἀφώρισται γὰρ καὶ οὐδὲν ἔχει ἐναντίον οἷον τὰ δύο ἢ τρία. πᾶν γὰρ τὸ ὡρισμένον ἕν τί ἐστιν καὶ κατὰ τοῦτο οὐκ ἐπιδέχεται οὐδεμίαν ὑπεροχὴν καὶ ἔλλειψιν, ὥσπερ τὸ ἴσον· τὸ δέ γε ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, διόπερ ἐστὶν ἀόριστον. ἀλλὰ τί ἂν λέγοιμεν, εἴ τις τὸ περιττὸν καὶ ἄρτιον ἐναντία λέγοι, τοῦ ἀριθμοῦ δύο εἴδη ταῦτα τιθέμενος, καὶ αὐτοῦ δὲ τοῦ ποσοῦ τὸ μὲν συνεχὲς εἶναι φάσχων, τὸ δὲ διωρισμένον, καὶ ταῦτα ὡς ἀναντία τιθέμενος; ἢ καὶ ἐπὶ τῆς οὐσίας ἡ εἰς τὰ ἀντικείμενα διαίρεσις· τοῦ γὰρ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον ἦν καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον· καὶ ὅμως συνεχωροῦμεν τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον. ἄλλο γάρ ἐστιν τὸ περὶ τὴν οὐσίαν καὶ περὶ τὸ ποσὸν θεωρεῖν ἐναντίωσιν, κατὰ τὰς περὶ αὐτὰ ποιότητας συμβαῖνον, καὶ ἄλλο τὸ αὐτῇ τῇ οὐσίᾳ ἢ τῷ ποσῷ μὴ εἶναι ἐναντίον. καὶ ὁ λόγος δέ, καθὸ ποσός ἐστιν, οὐκ ἔχει ἐναντίον· τὸ γὰρ ἀληθὲς καὶ ψεῦδος ὑπάρχει τῷ λόγῳ, καθὸ σημαντικός ἐστιν, ἀλλ᾿ οὐ καθ᾿ ὅσον ἐν διαστάσει προφέφεται καὶ καταμετρεῖται συλλαβῇ βραχείᾳ καὶ μακρᾷ. λοιπὸς δὲ τῶν ποσῶν ὁ τόπος ἐστίν, καὶ ἀμφισβητεῖται οὗτος μήποτε κατὰ τὸ ἄνω καὶ τὸ κάτω τὴν ἐναντίωσιν ἐπιδέχεται, ἅπερ ἢ εἴδη ἢ μέρη τοῦ τόπου δοκεῖ. ἀλλ᾿ οἱ μὲν οὐδὲ εἶναι φύσει τὸ ἄνω καὶ τὸ κάτω νομίζουσιν, ἀλλὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν θεωρεῖσθαι, ὅσοι τὸ ὑπὲρ κεφαλῆς ἡμῶν ἄνω λέγουσιν, τὸ δὲ ὑπὸ τοὺς πόδας κάτω, καὶ τὸ αὐτὸ ἄνω καὶ κάτω τίθενται κατὰ τὰς διαφόρους σχέσεις, καὶ δῆλον ὅτι οὐκ ἂν εἴη οὕτως ἐναντία· οὐ γὰρ ὑπάρχει τῲ αὐτῷ κατὰ ταὐτὸν τὰ ἐναντία. οἱ δὲ τὸ ἄvω καὶ τὸ κάτν οὐ κατὰ σχέσιν, ἀλλὰ κατὰ τὴν τοῦ παντὸς διάστασιν λαμβάνουσιν, τήν τε ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα καὶ τὴν ἀπὸ τῶν περάτων πρὸς τὸ μέσον· φύσει γὰρ διάφορα ταῦτα. ἀλλὰ καὶ πρὸς τούτους ῥητέον ὡς τὸ ἄνω καὶ κάτω οὐ τόπον σημαίνει, ἀλλὰ τὴν ποῦ κατηγορίαν, ὥσπερ τὸ χθὲς καὶ σήμερον οὐ χρόνον, ἀλλὰ τὸ ποτέ, τουτέστιν τὸ κατὰ χρόνον. ταῦτα γὰρ καὶ τῷ Ἀνδρονίκῳ δοκεῖ. μήποτε δὲ καὶ τὸ ἄνω καὶ τὸ κάτω τόπου διαφοραί εἰσιν καὶ τὸ χθὲς καὶ τὸ σήμερον χρόνου, οὐ μέντοι καθὸ ποσὸν ὁ τόπος καὶ ὁ χρόνος ἔχει τοῦτο, ἀλλ' ό μὲν κατὰ τὴν θέσιν καὶ τὸ τοπικὸν ἰδίωμα, ὅπερ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ παραδέδοται, ὁ δὲ κατὰ τὰ ὑπὸ κινήσεως μέτρα. καὶ γὰρ ὁ τόπος καὶ ὁ χρόνος ἐν μὲν τῷ ποσῷ κατὰ τὴς διάστασιν μόνην παραδίδονται, κατὰ μέντοι τὸν ἴδιον χαρακτῆρα ὁ μὲν τόπος ἐν τῇ ποῦ κατηγορίᾳ, ὁ δὲ χρόνος ἐν τῇ ποτέ, ὥστε καθὸ ποσὸν ὁ τόπος, οὐκ ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ἀλλὰ καθὸ τοιόνδε ποσόν. Ὁ μέντοι Ἀριστοτέλης εἰ μὴ τις, φησίν, τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον ἤ τὸ μέγα τῷ μικρῷ· δοκεῖ γὰρ ταῦτα ποσὰ ὄντα ἐναντία εἶναι. ἀλλὰ δείκνυσιν πρῶτον μέν, ὅτι οὐκ ἔστιν ποσά, ἀλλὰ πρός τι, ἔπειτα ὅτι, κἄν ποσὰ ᾖ κἂν μὴ ποσά, οὐκ ἔστιν ἐναντία. καὶ ὅτι μὲν οὐκ ἔστιν ποσά, ἀλλὰ πρός τι τὸ μέγα καὶ τὸ μικρόν, δείκνυσιν οὕτως· εἰ τὰ μικρὰ μεγάλα λέγεται καὶ τὰ μεγάλα μικρὰ πρὸς τὰ ὁμογενῆ παραβαλλόμενα, οὐδὲν ἔσται καθ' αὑτὸ μέγα ἢ μικορόν, ἀλλὰ πρὸς ἕτερα ἕξει τὴν ἀναφορὰν καὶ πρός τι ἔσται· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον'. ἐν δὴ τούτῳ συλλογισμῷ τὸ μὲν συνημμένον ὡς σαφὲς παρῆκεν· εἰ γὰρ τὸ μεγάλα μικρὰ λέγεται καὶ τὰ μικρὰ μεγάλα, δῆλον ὅτι οὐδὲν ἔσται καθ' αὐτὸ τοιοῦτο· τὴν δὲ πρόσληψιν ἀποδείκνυσιν ἐκ τοῦ καὶ ὄρος μικρὸν λέγεσθαι καὶ κέγχρον μεγάλην πρὸς τὰ ὁμογενῆ παραβαλλόμενα. εἶτα τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πολλοῦ καὶ ὀλίγου δείκνυδιν, πολλοὺς μὲv ἐν τῇ κώμῃ λέγων ἤ ἐν τῷ οἴκῳ ὡς πρὸς κώμην καὶ οἶκον, ὀλλίγους δὲ ἐν τῷ ἄστει καὶ τῷ θεάτρῳ ὡς πρὸς αὐτά. δεύτερον δὲ ἐπιχείρημα ἀπὸ τῆς ἐνεργείας ἐπάγει τῆς σημαντικῆς· οὐ γὰρ ὅμοιόν τι σημαίνει τὸ τρίπηχυ καὶ τὸ μέγα, ἀλλὰ τὸ μὲν τρίπηχυ ποσόν, τὸ δὲ μέγα πρός τι. καὶ οἰκείως ἀπὸ τῶν σημασιῶν ποιεῖται τὴν ἐπειδὴ ἐπειδὴ κατ’ αὐτὰς αἱ κατηγορίαι διεστήκασιν. καὶ ἔστιν καὶ οὖτος ὁ συλλογισμὸς τοιοῦτος· πᾶν ὅ δηλοῖ ποσόν, ἐκεῖνό ἐστι ποσόν· τὸ δὲ πολὺ καὶ ὀλίγον ἤ τὸ μέγα καὶ μικρὸν οὐ δηλοῖ ποσόν· οὐκ ἄρα ἐστὶν ποσά'. εἶτα κατασκευάζει ἐκ περιουσίας, ὅτι, κἄν τε ποσὰ ᾖ κἄν τε μή, ἔστιν ἐναντία. δείκνυσιν δὲ αὐτὸ οὕτως· ‘τὸ Ι μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ἀλίγον οὐκ ἔστι καθ' αὑτά, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται· τὰ δὲ τοιαῦτα οὐκ ἔστιν ἐναντία •τὰ γὰρ ἐναντία καθ’ ἑαυτά ἐστιν καὶ ἐπὶ τῆς οἰκείας φύσεως ὑφέστηκεν’. εἶτα τὸ αύτὸ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπιδείκνυσιν· ‘εἰ γὰρ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι· ἀλλὰ μὴν τοῦτο ἀδύνατου’. τὸ δὲ συνημένον πρόδηλον ἐκ τοῦ τὸ αὐτοὺ μέγα ἔτι ἀτοπώτερον τὸ αὐτὸ ἑαυτῷ ἐναντίον εἶναι· καὶ τοῦτο γὰρ δῆλον, εἴπερ τὸ αὐτὸ μέγα καὶ μικρόν ἐστιν. ἀδύνατον δὲ αὐτὸ ἑαυτῷ ἐναντίον εἶναι, διότι τὰ μὲν ἐναντία ἀναιρετικὰ ἀλλήλων ἐστίν, οὐδὲν δὲ ἑαυτοῦ ἀναιρετικόν ἐστι κατὰ φύσιν. καὶ δῆλον ὅτι τὰ μὲν πρός τι οὐδὲν κωλύεται ἅμα ἔχειν τὰ ἀντικείμενα, διότι πρὸς ἄλλο καὶ ἄλλο ἀναφέρεται, τὰ δὲ ἐναντία συνυπάρχειν ἀδύνατον· μάχεται γὰρ ἀλλήλοις. “Μήποτε δέ, φησὶν ᾿Ιάμβλιχος τῷ ᾿Ανδρονίκῳ κατα<κολουθῶν>, τὸ μέγα καὶ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον οὐ μόνον πρός τί ἐστιν, ἀλλὰ καὶ ποσὸν ἀόριστον. ὅταν γὰρ λέγωμεν μέγα, ποσὸν ἀόριστον δηλοῦμεν· οὐ γὰρ δηλοῦται πόσῳ ἢ τίνι μεγέθει γέγα ἐστὶν ἢ πόσῳ πλήθει πολύ· ὅταν δὲ μεῖζον καὶ μικρότερον λέγωμεν, κατὰ τὴν πρὸς ἄλληλα σχέσιν θεωρεῖται. ὁ δέ γε ’Αριστοτέλης κατὰ τὸ πρός τι μόνον τὸ μέγα καὶ μικρὸν ἐθεώρησεν, ὥσπερ ὁ Πλωτῖνος κατὰ τὸ ἁπλῶς μόνον· τὸ γὰρ πρός τι μέγα ἀντὶ τοῦ μεῖζον λέγεσθαί φησιν.” Εἰπόντος δὲ τοῦ ’Αριστοτέλους, ὄτι ὃ μὴ ἔστι καθ᾿ αὑτὸ λαβεῖν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, τοῦτο οὐκ ἔχει ἐναντίον, ἐνίστανταί τινες πολλὰ καὶ ἐν τοῖς πρός τι ἐναντία λέγοντες εἶναι, οἷον τὴν ἐπιστήμην τῇ ἀγνοίᾳ καὶ τὴν ἀρετὴν τῇ κακίᾳ. “μήποτε οὖν, φησὶν ’Ιάμβλιχος, ἐλλιπῶς εἴρηται, τὸ δὲ πλῆρές ἐστιν τοιοῦτον· ὃ μὴ ἔστιν καθ᾿ αὑτό, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, οὐδενὶ τούτων τῶν πρὸς ἃ ἀναφέρεταί ἐστιν ἐναντίον· ἡ γὰρ μεγάλη κέγχρος πρὸς τὴν μικὰν κέγχρον ἀναφέρεται καὶ οὐκ ἔστιν τὸ μέγα τῷ μικρῷ ἐναντίον”. μήποτε δὲ ἄμεινον λέγειν ὅτι οὐ πᾶσαν ἀντίθεσιν ἀνεῖλεν ἀπὸ τοῦ ποσοῦ ὁ ᾿Αριστοτέλης· οὐ γὰρ καὶ τὴv κατὰ τὸ πρός τι, ἀλλὰ μόνην τὴν κατὰ τὸ ἐναντίον, ὥστε κἂν εἴη τις ἐν τῷ ποσῷ κατὰ τὸ πρός τι ἀντίθεσις, οὐ σαλεύεται διὰ τοῦτο ὁ ’Αριστοτέλους λόγος λέγων τῷ ποσῷ οὐδὲν εἶναι ἐναντίον. Εἰδέναι δὲ χρή, ὅτι τοῦ ποσοῦ τὸ μέv ἐστιν ὡρισμένον, τὸ δὲ ἀόριστον· καὶ ὡρισμένον μὲν τὸ περιγεγραμμένον ἤδη καὶ κατὰ μέτρον ὡρισμένον νοούμενον, οἷον δύο ἢ τρία ἢ πηχυαῖον· ἀόριστον δὲ τὸ ἄνευ περιγραφῆς καὶ ἄδηλον κατὰ τίνα ὑπεροχὴν ὑπερέχει ἢ κατὰ τίνα ἔλλειψιν ἐλλείπει· τοιαῦτα δὲ τὰ πολλὰ ἢ ὀλίγα καὶ τὸ μέγα καὶ μικρόν. καὶ αὐτὸ δὲ τὸ ἀόριστον ποσὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δὲ πρός τι. τὸ μὲν μὴ ἀναφερόμενον ἐφ’ ἕτερον ὁμογενές, κατὰ δὲ τὴν οἰκείαν διαφορὰν νοούμενον τὴv πρὸς τὰ ἀνομοιογενῆ ἁπλῶς λέγεται, οἷον ὅταν τὸ μικρὸν ὄρος μὴ πρὸς τὰ ὁμογενῆ ἀναφέροντες, πρὸς δὲ τὴν μεγάλην οἰκίαν ὡς πρὸς ὁμογενῆ τιθεμένην μέγα λέγωμεν, τότε ἀπλῶς λέγομεν αὐτὸ μέγα· τῷ γὰρ καθ’ αὐτὸ μεγέθους μετέχειν μεῖζον τῆς οἰκίας λέγεται. τὰ δὲ πρὸς τὰ ὁμογενῆ συγκρινόμενα καὶ ὡς κατὰ σύγκρισιν τὸ μέγα καὶ ἔχοντα οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴv πρός τι σχέσιν θεωρεῖται. καὶ ἐπὶ τῶν πολλῶν δὲ ὁ αὐτὸς λόγος ἁρμόζει· ἄλλο μὲv γάρ ἐστιν τὸ καθ’ αὑτὸ θεωρούμενον πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὴν πρὸς ἕτερον σχέσιν θεωρούμενον, ὅθεν καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται τὰ τοιαῦτα καὶ τὰ ἐναντία ἅμα ὑπάρχει αὐτοῖς. Βούλεται δὲ ὁ θεῖος ᾿Ιάμβλιχος τὰ μὲv καθ’ αὑτὰ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐν τοῖς καθ’ αὐτὰ καὶ ἀύλοις εἴδεσιν θεωρεῖσθαι, τὰ μὲν κατὰ τὴν ὑπεροχὴν τῆς δυνάμεως, τὰ δὲ κατὰ τὸ πλῆθος τῶν καθαρῶν λόγων, τὰ δὲ πρός τι, ἅπερ καὶ κατὰ σύγκρισιν λέγεται, ἐν τοῖς ἐνύλοις ὁρᾶν ἐν οἷς καὶ τὸ μᾶλλον καὶ ἧττον καὶ τἀναντία ἅμα κατὰ τὴν πρὸς ἕτερον καὶ ἕτερον ἀναφοράν. “προσιόντος γὰρ τοῦ εἴδους τῇ ὕλῃ σύμμικτός τις ἀπ’ ἀμφοῖν γίνεται δύναμις· καθ’ ὅσον μὲν γὰρ μεταλαμβάνει τοῦ εἴδους, ὁμοιοῦται πρὸς αὐτὸ καὶ γένεται πολὺ καὶ μέγα τὸ ἔνθλον, κατὰ δὲ Ζ τὴν οἰκείαν ἀπειρίαν τοῦ μᾶλλον καὶ ἧττον καὶ τῆς πρός τι σχέσεως καὶ τῆς ἐπὶ τὸ ἐναντία μεταβολῆς μεταλαμβάνει. τούτου δὴ οὖν, φησίν, οὕτως ἔχοντος οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ ἁπλῶς ταῦτα πάντα ἡγούμενοι λέγεσθαι, ὥσπερ ὁ Πλωτῖονς· καὶ γὰρ ἡ συνήθεια ἐπὶ τῶν πρός τι πολλάκις αὐτοῖς χρῆται, καὶ οἱ κέγχρον μεγάλην λέγοντες κατὰ τὴν πρὸς τὸ ὁμογενὲς σύγκρισιν ὡς τὸ μεῖζον δηλοῦσαν κατὰ τὸ πρός τι λέγουσιν. ‘ἀλλὰ τὸ μέγεθος, φησὶν ὁ Πλωτῖνος, οὐκ ἔστιν τῶν πρός τι, ἀλλὰ τὸ μεῖζον, ὥσπερ καὶ τὸ διπλάσιον’. ἢ οὐχ οὕτως ἔχει· διατείνει γὰρ ἡ τοῦ μεγέθους ἔννοια ἐπί τε τὰ καθ’ αὑτὰ μεγέθη καὶ τὰ πρὸς ἄλληλα· οὐδὲ γὰρ ἂν μεῖζον ἐλέγετο μὴ μετέχον τοῦ μεγέθους καὶ παραδηλοῦν τὴν κατὰ τὸ μέγεθος ὑπεροχήν. ’ἀλλὰ τὰ πολλά, φασίν, οὐδὲν ἄλλο ἐστὶν ἢ πολὺ πλῆθος ἐν ἀριθμῷ θεωρούμενον, ὥστε οὐκ ἂν εἴη πρός τι’. ἢ ἁᾴδιον ἄλλο εἶδος ἀριθμοῦ ἀντιθεῖναι, ὃ καὶ πρός τι ποσὸν λέγεται, ἐν ᾧ αἱ δέκα σχέσεις τῶν λόγων περιέχονται· ἐν τούτῳ γάρ ἐστιν καὶ τὸ πλεῖον καὶ τὸ ἔλαττον. εἰ δὲ καὶ ἀριθμοῦ ἐπέκτασίν τις ἁπλῶς λέγοι τὸ πλῆθος, τὸ δὲ ὀλίγον ἀριθμοῦ συστολήν, οὐδὲν ἧττόν ἐστιν καὶ ἐν ταῖς προόδοις τῶν δια|φόρων ἀριθμῶν ἐναρμόνιός τις πρὸς ἀλλήλους διαφορά, καθ’ ἣν ὑπερέχουσίν τε καὶ ὑπερέχονται καὶ πλείονές εἰσιν καὶ ἐλάττονες. καὶ ἐπὶ τοῦ συνεχοῦς δὲ τοῦ σημείου ἢ πόρρω ἢ ἐγγὺς προϊόντος πολλαὶ γίνονται διαφορότητες τῆς σχέσεψς καὶ τῆς ὑπεροχῆς καὶ ἐλλείψεως, ἢ ταχὺ ἱσταμένου ἐν τῇ προόδῳ ἢ βραδέως καὶ ἢ ἐν λόγῳ τὴν ὑπερεχὴν πρὸς τὴν ἔλλειψιν ἀφορίζοντος ἢ ἀλόγως· ὡς γὰρ τὸ ἓν ἐπὶ πολλὰ ἢ ἐπ᾿ ὀλίγα προϊὸν ποιεῖ τὰς τῶν ἀριθμῶν παραλλαγάς, οὕτως καὶ τὸ σημεῖον τὰς διαφόρους σχέσεις τῶν μεγεθῶν ἀπεργάζεται. ῾ἀλλὰ τίς ὅρος τῆς προόδου κατά τε τὸ πολύ καὶ ὀλίγον καὶ τὸ μέγα καὶ τὸ μικρόν; οὐ γὰρ δὴ ἐπ᾿ ἄπειρον πρόεισιν, ἀλλ᾿ ἔχει καὶ ἐν τῷ προϊέναι τι μέτρον᾿. ἢ δῆλον ὅτι ἕκαστον εἶδος συνυπάγειν μετὰ τῆς οἰκείας ἰδιότητος καὶ ποσοῦ τι μέτρον σύμμετρον τῇ ἰδιότητι· οὐ γὰρ μετὰ τῆς οἰκείας ἰδιότητος καὶ ποσοῦ τὸ εἶδος, ἀλλὰ καὶ μέγεθος, ὃ μετὰ διαστάσεως εἰς τὴν ὕλην παραγίνεται. πλάτος δὲ ἔχει καὶ τοῦτο ἐνθάδε διὰ τὸ ἀόριστόν πως τῆς ἐνύλου φύσεως, ἐὰν δὲ πολὺ τὸν ὅρον παραλλάξῃ ἢ πρὸς τὸ μεῖζον ἢ πρὸς τὸ ἔλαττον, τέρας νομίζεται, ὡς ἡ ἐφ᾿ ἡμῶν ὀφθεῖσα Κίλισσα γυνὴ τεσσάρων πηχῶν ἔχουσα τὸ μῆκος καὶ οἱ νᾶνοι πολλαχοῦ γεγονότες. ἀόριστον οὖν τι καθ᾿ ἕκαστον γένος καὶ εἶδος ἐν τοῖς ἐνύλοις παρεισέρχεται κατά τε ὑπεροχὴν καὶ κατὰ ἔλλειψει, λόγοι μέντοι οἱ αὐτοὶ διήκουσι πάντων, οἳ μεταληφθέντες ποιοῦσι τοιαῦτα εἶναι τὰ μετέχοντα, οἷοίπερ εἰσὶν αὐτοί, ὥσπερ μεγέθους, καλοῦ καὶ τῶν ἄλλων. καὶ τὰ μὲν ἀπολύτως αὐτῶν μετέχοντα ἔσται ἁπλῶς εἰδοποιούμενα, θερμότερον δὲ τῶν πρός τι, καὶ τὰ μὲν ὡς καθ᾿ αὑτά, τὰ δὲ ἐν ἑτέροις, καὶ τὰ μὲν ὡς ἄυλα, τὰ δὲ ὡς ἔνυλα”. Θεωρητικώτερον δὲ τοῖς εἰρημένοις περὶ τοῦ ποσοῦ ἐπιβάλλων ὁ θεῖος Ἰάμβλιχος “παντός, φησίν, ποσοῦ κοινὴ ἔννοια τοιάδε ἐστίν· ποσὸν ὑπάρχει τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα μέρη· τοῦτο γὰρ ἐπὶ πλήθους καὶ μεγέθους ὡσαύτως διατείνει. τούτου δὲ τὸ μὲν ἀριθμητόν ἐστιν, τὸ δὲ μετρητον, καὶ ἑκάτερον λέγεται καὶ ἀορίστως πως καὶ ὡρισμένως, οἷον τὸ μῆκος ὡρισμένως, ὅτι μετὰ περάτων, ἀορίστως δέ, ὅτι ἄδηλον μέχρι πόσου τὰ πέρατα ἀφορίζονται. εἰ δὲ πάντα τὰ κατὰ τὴν κοινωνίαν τοῦ αὐτοῦ γένους [ἤτοι τοῦ ποσοῦ] ἀφώρισται, οὐδὲν διαφέρει, εἰ τὸ μὲν ἐφ᾿ ἕν, τὸ δὲ ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία διέστηκεν· οὐ γὰρ διὰ τοῦτο ἀπογνωστέον τὴν μετουσίαν τοῦ κοινοῦ γένους, οὐδὲ ἐπὶ τῶν ἀριθμῶν, ὅτι ἡ δυὰς τῆς τριάδος προηγεῖται καὶ αὕτη τῆς τετράδος καὶ ἐφεξῆς· οὐ γὰρ ἡ δυὰς τὴν τριάδα ποιεῖ ὡς προτέρα οὖσα τὴν δευτέραν, ἀλλὰ κατ᾿ ἄλλο μὲν τὸ πρότερον αὐτοῖς καὶ ὕστερον διηρίθμηνται, κατ᾿ ἄλλο δὲ ἡ κοινωνία αὐτοῖς τοῦ γένους ἐνυπάρχει, καθ’ ἣν οὐδὲν μᾶλλον οὐδὲ ἧττον τὰ ἕτερα ἐν αὐτῷ περιέχεται”. ἐν δὲ τούτοις τὰ μὲν ἄλλα μοι φανερὰ δοκεῖ καλῶς εἰρημένα, πῶς δὲ ποσὸν εἶναί φησιν τὸ διαιετὸν εἰς ἐνυπάρχοντα μέρη, οὐ πάνυ τι παρακολουθῶ. τοῦτο γὰρ ὅλου μᾶλλον ἀλλ’ οὐχὶ ποσοῦ παραστατικόν μοι δοκεῖ· ἄλλη δὲ ὅλου καὶ ἄλλη ποσοῦ ἔννοια· τὸ μὲν γὰρ ὅλον καὶ τὸ μέρη ἔχειν καὶ τῇ οὐσίᾳ ὑπάρχει[ν] καὶ οὐ καθὸ ποσόν, ἀλλὰ καθὸ εἶδος ἢ ἄτομον. διὸ καὶ Αριστοτελης “μὴ ταραττέτω, φησίν, ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις” εἰ οὖν μέρη ἔχει ἡ οὐσία, ἡ μὲv κατὰ τὸ εἶδος τὰ συμπληρωτικὰ τοῦ εἴδους, οἷον τὸ ζῷον τὸ λογικόν, τὸ θνητόν, ἡ δὲ κατὰ τὸ ἄτομον τὰ συμπληρωτικὰ τοῦ ἀτομου, οἷον κεφαλήν, χεῖρας, πόδας, δῆλον ὅτι καὶ διαιρεῖται εἰς τὰ ἐνυπάρχοντα μέρη, ὥστε οὐκ ἔστιν τοῦ ποσοῦ ἴδιον, ἀλλ’ ἐκεῖνο καθ’ ὃ δυνατὸν εἰπεῖν πόσον ἐστὶν ἕκαστον, οἷον δύο ἢ τρία ἢ δίπηχυ. τὸ γὰρ μέτρον ἴδιον τοῦ ποσοῦ· κἂν γὰρ ἀίριστον ᾖ ποσόν, οὕτως ἀόριστον λέγεται ὠς μήπω τοῦ μέτρου γνωσθέντος, κἂν ἄπειρον ὑποτεθῇ τι, οὕτως ἄπειρον ὑποτίθεται ὡς ἀδιεξιτήτως καταμετρούμενον. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐδὲ ἡ διάστασις καθ’ αὑτὴν δοκεῖ μοι ποσὸν εἶναι, ἀλλὰ μᾶλλον ποιόν· ἡ δὲ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα διὰ τὸ ἐφ’ ἓν καὶ ἐπὶ δύο καὶ ἐπὶ τρία διεστάναι ποσόν ἐστιν καθ’ αὑτά. μήποτε δὲ ὁ θεῖος ’Ιάμβλιχος κατὰ τὸ διαιρετὸν ἀφωρίσατο τὸ ποσόν, ἀλλ’ οὐχὶ κατὰ τὸ εἰς μέρη μόνον· τὸ γὰρ διαιρετὸν εἰς τὰ μέρη οὐχ ὡς ὅλον μόνον, ἀλλὰ καὶ ὡς ἓν εἰς πολλὰ διαιρεῖται, ὅπερ ὡς ποσῷ ὑπάρχει. p. 6a12 Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τόπον δοκεῖ ὑπάρχειν ἕως τοῦ ἐναντία ὁρίζονται. Εἰπὼν τῷ ποσῷ μηδὲν εἶναι ἐναντίον πάνυ ἐπιστημονικῶς παρατίθεται τὰ δοκοῦντα ποσὰ καὶ ἐναντία· τούτων γὰρ διελεγχθέντων ἀσφαλὴς λοιπὸν ὁ λόγος ὁ καθόλου δεικνὺς τῷ ποσῷ μηδὲν εἶναι ἐναντίον. καὶ πρότερον μὲν τὸ μέγα καὶ μικρὸν ὡς ποσὰ ἐναντία παραγαγὼν ἔδειξεν ὅτι οὐ ἐστιν, ἀλλὰ πρός τι, οὐδὲ εἰ ποσά τις αὐτὰ συγχωρήσει εἶναι, ἐναντία ἐστίν. νῦν δὲ τὸν τόπον παρατιθεται, τὴν ἐναντιότητα τοῦ ποσοῦ λέγων περὶ τὸv τόπον μάλιστα δοκεῖν ὑπάρχειν, οὐκ ἀρεσκόμενος τούτῳ, ὡς †οἴε|ται· 37v Δ αὐτὸς γὰρ εἶπεν σαφῶς, ὅτι τῷ ἀφωρισμένῳ ποσῷ οὐδὲν ἐστιν ἐναντίον· ἀφωρισμένον δὲ ποσόν ἐστιν τὸ ἄρω τοῦ τόπου μέρος. λέγει οὖν ὅτι οὐκ ἔστιν μὲν οὐδὲ περὶ τοῦτο ἐναντίωσις, δοκεῖ δὲ εἶναι. τί οὖν; οὐκ ἀντίκειται τὸ ἄνω τῷ κάτω; ἢ οὐ καθὸ ποσὸν ἀντίκειται· ποσὸν γὰρ ἐστιν καθὸ ἐπιφάνεια καὶ διχῇ διάστασις, κατὰ δὲ τοῦτο οὐδεμίαν ἔχει ἀντίθεσιν· ἀλλ᾿ εἰ ἄρα, καθὸ πρός τι ἢ καθὸ ποῦ ἡ τοῦ ἄνω πρὸς τὸ κάτω ἀντίθεσις γίνεται· τῶν γὰρ πρός τί τινα δέχεται ἐναντίωσιν, ὥσπερ καὶ τὸ ποῦ. καὶ εἴρηται πολλάκις, ὅτι πολλὰ τῶν ὄντων κατ᾿ ἄλλο καὶ ἄλλο ὑπὸ διαφόρους ἀνάγεται κατηγορίας. ἄμεινον δὲ ἴσως λέγειν ὄτι ὡς πρὸς τὸ πᾶν κάτω μέν ἐΜ, ἐφ’ ὃ τὰ βάρη ἔχοντα φέρεται, ἄvω δέ, ἐφ’ ὃ τὰ κοῦφα, καὶ κάτω μέv ἐστιν τὸ κέντρον καὶ τὸ μέσον, ἄνω δὲ τὰ περὶ τὸ μέσον καὶ τὰ περὶ τὸ κέντρον· ἐν σφαίρᾳ γὰρ τὸ κάτω καὶ ἄνω οὕτως θεωρεῖται· ὡς δὲ πρὸς ἡμᾶς κάτω μὲν τὰ ὑπὸ τοὺς ἡμετέρους πόδας, ὤνω δὲ τὰ ὑπὲρ τὴν ἡμετέραν κεφαλήν. τούτων οὖν οὕτως ἐχόντων τὰ μὲν πρὸς ἡμᾶς λεγόμενα ἄνω καὶ κάτω μόνως ἐστὶν πρός τι· συμμεταβάλλει γὰρ ἑκάστοτε καὶ οὐκ ἔστιν φύσει· τὰ δὲ ἐν τῷ κόσμῳ, καθ' ὅσον μὲν ἤρτηται αὐτοῖς ἐξ ἀλλήλων τὸ εἶναι, πρός τί ἐστιν, καθ᾿ ὅσον δὲ τῇ αὐτῶν φύσει τοιαῦτά ἐστιν ὁποῖα λέεται καὶ οὐδέποτε μεταπίπτει, καὶ τῶν ἐναντίων ἐστὶν δεκτικά, ᾗ πλεῖστον διέστηκεν, ταύτῃ ἐναντία ἐστίν, ὥστε οὐδὲ καθὸ πρός τι ἐναντία ἐστίν ὅπερ ἐδόκει λέγεσθαι πρότερον, οὐδ’ ἔτι μᾶλλον καθὸ ποσόν ἐστιν, ταύτῃ πρός τί ἐστιν ἢ ἐναντία, ἀλλ’ ἄμφω ταῦτα, καὶ τὸ πρός τι καὶ τὸ ἐναντίον, τῷ αὐτῷ συμβήσεται τῷ ποσῷ τῷ κατὰ τὸν τόπον κατὰ τὰς εἰρημένας διαφοράς, ἀλλ᾿ οὐ καθò ποσόν. δηλοῖ δὲ καὶ αὐτὸς οὐ τῷ ποσῷ εἰπών, ἀλλὰ τοῦ ποσοῦ εἶναι τὴν ἐναντιότητα, καὶ οὐ τῷ ἀλλὰ περὶ τὸν τόπον, καὶ οὐκ εἶναι ἁπλῶς, ἀλλὰ δοκεῖν ὑπάρχειν· οἱ γὰρ τοιοῦτοι προσδιορισμοὶ σαφῶς ἐκεῖνο ἐμφανίζουσιν, ὅτι ὥσπερ τὸ εὐθὺ καὶ κυρτὸν οὐ καθὸ ποσὰ ἠναντίωται, ἀλλὰ ποσοῖς οὖσιν καί τι ἄλλο συμβέβηκεν, οὕτως καὶ περὶ τὸν τόπον ταῦτα συμβέβηκεν, καὶ ὥσπερ τὸ ζῷον αὐτὸ μὲν ἐναντίον οὐδὲν ἔχει, κατὰ διαφορὰς δὲ ἐναντίας τέμνεται, οὕτω καὶ ὁ τόπος κατὰ διαφορὰς ἐναντίας διαιρεῖται. οὐ καθὸ ποσὸν οὖν ἡ ἐναντίωσις γέγονεν, ἀλλὰ κατ’ ἄλλα τινὰ ὑπάρχοντι τῶ τόπῳ ποσῷ. ἐπεὶ δὲ καὶ περὶ ἄλλα ποσὰ ἡ ἐναντίωσις συμβαίνει, τὸ μάλιστα ἐναντίον τῷ τόπῳ προσέθηκεν διὰ τὸ καὶ τὰ ἄλλα ἐναντία ἀπὸ τῆς κατὰ τὸν τόπον διαστάσεως χαρακτηρίζεσθαι. λέγουσιν οὖν ἐναντία τὰ πλεῖστον ἀλλήλων διεστηκότα, ἀλλ’ ἐπὶ μὲv τοῦ ποιοῦ εἰδητική ἐστιν ἡ διάστασις, ἐπὶ δὲ τοῦ ποσοῦ διαστηματική, ἥτις καὶ κυριώτερον διάστασις λέγεται, καὶ ἀπὸ ταύτης καὶ αἱ ἄλλαι. ᾿Αλλ᾿ εἰ τὸ πλεῖστον διεστηκὸς ἐναντίον, πλεῖστον δὲ διέστηκεν ἐν σφαίρᾳ τὰ κατὰ διάμετρον, πῶς οὐ ταῦτά φησιv ἐναντία, ἀλλὰ τὸ μέσον τῷ πέριξ; ἢ ὅτι ὡς μὲν κατὰ διάστασιν τὸ κατὰ διάμετρον ἠναντίωται, ὡς δὲ ἐν σφαίρᾳ καὶ ἐν κόσμῳ καὶ κατὰ τὸ εἶδος αὐτὸ τὸ μὲν κατὰ διά μετρον ἐν τῷ πέριξ ὄντα ἄμφω τῆς αὐτῆς ἐστι φύσεως καὶ οὐδὲν ἀλλήλων διαφέρει, τὸ δὲ μέσον τοῦ πέριξ κατ’ αὐτὸ τὸ εἶδος διέστηκεν· διὸ καὶ αὐτὸς εἶπεν τῷ μέσῳ διάστασιν πλείστην εἶναι πρὸς τὰ πέρατα τοῦ κόσμου, ἵνα ὅλον τὸ ἄνω λαμβάνῃ ὡς ὁμοφυὲς πρὸς ὅλον τὸ ἵνα δὲ μὴ τὸ ὡς πρὸς ἡμᾶς ἄνω καὶ κάτω νομίζῃ τις λέγεσθαι, τὸ μέσον καὶ τὸ πέριξ παρεθετο κατὰ φύσιν καὶ ἀμετάβλητον ἔχοντα τὴν διαφοράν. Αλλὰ πῶς ἄvω τὸ κυκλοφορητικὸν ἔσται σῶμα; κούφου γὰρ καὶ πυρὸς ἡ χώρα αὕτη. ἢ ἐστιν μὲν φύσει τοῦ πυρὸς ὁ ἄνω τόπος, κατὰ συμβεβηκὸς δὲ ἔσται καὶ τῆς πέμπτης οὐσίας. ἰδία μὲv Τὰρ αὐτῆς ἡ κύκλῳ, αὕτη δὲ τοῦ πέριξ· συμβέηκεν δὲ αὐτῇ ἀνωτέρων εἶναι τοῦ πυρός, ὥς φησιν ᾿Ιάμβλιχος, ἄλλο τοῦτο συμβεβηκὸς λέγων καὶ οὐχ οἷον τὸ ἐν τῇ γενέσει παρυφιστάμενον, ἀλλ’ ἐπειδὴ καὶ τοῦ ἄνω ἐπέκεινα καὶ περιεκτικόν ἐστιν τοῦ ἄνω, διὰ τοῦτο ἀνωτάτω ἂν λέγοιτο δικαίως. ’Αλλὰ τὸ ἄνω καὶ κάτω, φασίν, ὅσα μὴ πρός τι λέγεται, αὐτόθεν ἐναντία ἐστὶν μέρη τόπου ὄντα καὶ οὐ διαφοραὶ κατὰ μερῶν κατηγορούμεναι· κάτω μὲν γάρ ἐστιν τὸ μέσον, ἄνω δὲ τὸ πέριξ· ὁρίζει δὲ ταῦτα τὴν τῶν Ζ κούφων καὶ βαρέων φυσικὴν κατὰ τόπον κίνησιν πλεῖστον ἀλλήλων διεστηκότα. ἀλλ᾿ εἰ μὲν ἦν, φασίν, ὁ τόπος αἴτιος τῆς ἐπὶ τοσόνδε κινήσεως καὶ τῆς ἐν τῇ συστάσει καὶ φορᾷ τῶν σωμάτων ἀποπερατώσεως, ἠδύνατό τις λέγειν ὅτι ὁ τόπος καθ’ αὑτὸν ὁρίζει τὰ κινούμενα· εἰ δὲ ἡ τῶν σωμάτων καὶ ἡ κατὰ τὴν οὐσίαν κίνησις τὰ πέρατα ἀφορίζει τοῦ τόπου, οὐκ ἂν εἴη καθ’ ἑαυτὸν ὁ τόπος οὐδ’ ἂν ἔχοι μέρη ταῦτα. Πολλὴ δὲ καὶ περὶ τόπου γέγονε τῶν δοξασμάτων διαφορά. οἱ μὲν γὰρ κατὰ τὸ πρός τί φασιν αὐτὸν ἀφορίζεσθαι· καθὸ γὰρ περιεκτικόν ἐστιv τοῦ σώματος, νενόηται ὡς τόπος, τὸ δὲ περιέχον πρὸς τὸ περιεχόμενον λέγεται ὡς πρός τι· οἱ δὲ διάστημα αὐτὸν λέγοντες ποσὸν εἶναί φασιν, ἀλλ’ οὐ πρός τι. καὶ τὸ ἄνω δὲ καὶ κάτω οἱ μὲν ἐν τῷ παντὶ ἀπολείπουσιν καὶ ἐναντία αὐτὰ τίθενται, οἱ δὲ οὔτε ἐναντία ταῦτα εἶναι συγχωροῦσιν οὔτε ἐν τῷ παντὶ ὅλως ὑφεστάναι λέγουσιν· εἶναι γὰρ τῶν πρός τι, ὥσπερ καὶ τὸ δεξιὸν καὶ ἀριστερόν. οἱ δὲ Πυθαγόρειοι τὸν τόπον πέρας ἁπάντων εἶναι τῶν ὄντων φασίν, τῇ μὲν λέξει ταὐτὸν τῷ ᾿Αριστοτέλει λέγειν δοκοῦντες, τῷ δὲ ἀληθεῖ πάμπολυ διαφέρουσιν· ὁ μὲν γὰρ τὸ πέρας περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον τὸν τόπον εἶναί φησιν, διὸ τὸν ἐξωτάτω οὐρανὸν οὐδέ φησιν εἶναι ἐν τόπῳ· οἱ δὲ τὸ ἑκαστου τῶν |ὄvτωv πέρας λέγουσιν τὸν τόπον, τὸν ἑκάστου εἴδους ὅρον, ἐν ᾧ ἵδρυται καὶ ὑφ᾿ οὗ ἀνέχεται, τόποv λέγοντες. οὕτως δὲ τοῦ τόπου καθολικώτερον καὶ θεωρητικώτερον ἀποδοθέντος καὶ τὸ ἄvω κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν θεωρητέον καθαρότητι καὶ δυνάμει προέχον καὶ πᾶσι τοῖς τοιούτοις, τὸ δὲ κάτω τοῖς ἀντικειμένοις. καὶ δῆλον ὅτι κοινῶς οὕτως καὶ ἀπολύτως ἐπὶ πάντων ταῦτα δυνατὸν θεωρεῖν καὶ κατὰ τὴν ἰδίαν ἑκάστων ἑκάστων φύσιν αὐτὰ περιλαμβάνειν. διὰ τοῦτο γὰρ καὶ ἐν τῷ παντὶ ἡ ἀνέχουσα πάντα καὶ σφίγγουσα δύναμις ἐν τῷ οὐρανῷ ἵδρυται κατὰ τὴv ὑπεροχὴν τοῦ πάντων περατος. p. 6a19 Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἔως τοῦ ὥστε τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. Καὶ τοῦτο τῇ οὐσίᾳ προσεοικὸς ἔχει τὸ ποσόν, φημὶ δὲ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· καὶ γὰρ καὶ αὐτὸ ὥσπερ ἡ οὐσία οὐ μετέχει τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀπειρίας, διότι ἐν ὡρισμένω εἴδει κεκράτηται. καὶ διὰ τούτου δὲ δείκνυται τὸ μὴ εἶναι ἐναντίωσιν ἐν τῷ ποσῷ· τὰ γὰρ μὴ ἐπιδεχόμενα τὸ μᾶλλον καὶ τὸ ἧττον οὐδ’ ἂν ἐναντίωσιν ἔχειν λέγοιτο. ἁρχὴ γὰρ τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς ἡ ὕφεσις καὶ ἡ ἐλάττωσις τοῦ προϋπάρχοντος εἴδους· μίξει γὰρ τοῦ ἐναντίου ἡ ἀμύδρωσις. διὸ οἷς ἐστιν ἐναντίον, τούτοις ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ ἀνάπαλιν. τὴν δὲ ἀπόδειξιν ἐκ τῆς ἐπαγωγῆς ὁ ᾿Αριστοτέλης ἐποιήσατο τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἡττον, ἐπί τε τὰ ἀφωρισμένα ποσὰ ἐπιών, ὅταν λέγῃ τὸ δίπηχυ καὶ τὰ τρία, καὶ ἐπὶ τὰ ἀόριστα, ὅταν λέγῃ οὔτε χρόνος ἑτέρου μᾶλλον χρόνος. αἴτιον δὲ οἶμαι τοῦ τὸ ποσὸν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ καὶ τὰ κατὰ ποσὸν ὁρίζεσθαι καὶ καὶ μετρεῖσθαι· εἰ οὖν καὶ τῶν ἄλλων ὅρος γίνεται τὸ ποσόv, πῶς ἂν αὐτὸ τῆς κατὰ τὸ B μᾶλλον καὶ ἧττον ἀοριστίας μεταλαμβάνι; εἰ δὲ μεῖζον μέγεθος μεγέθους λέγομεν καὶ πλείονα ἀριθμὸν ἀριθμοῦ, καὶ ἐν τούτῳ πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον θεωροῦμεν μᾶλλον γὰρ μείζων τοῦ Ὑμηττοῦ ὁ Καύκασος ἢ ὁ Ἄθως, καὶ μᾶλλον πλείω τῶν τριῶν τὰ ἑπτὰ ἢ τὰ πέντε), κατὰ τὸ πρός τι αὐτοῖς τὸ μᾶλλον καὶ ἧττον ὑπάρχειν ἐροῦμεν. εἰ δὲ καὶ μᾶλλον μέγας ὁ Καύκασος, ἧττον δὲ ὁ Ἄθως καὶ ἔτι ἧττον ὁ ῾Υμηττός, κατὰ τὸ ἀόριστον συγχωρήσοι ἄν τις ἐπιδέχεσθαι καὶ τὸ ποσὸν τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥσπερ καὶ ἐναντίωσιν· τὸ γὰρ μὴ πρός τι λεγόμενον μέγα, ἀλλὰ καθ᾿ αὑτὸ ἀντίκειται τῷ καθ’ αὑτὸ λεγομένῳ μικρῷ. καὶ οὕτως ᾿Ανδρόνικος διατάττεται. πλωτῖνος δὲ οὐδὲ εἶναι ὅλως πρός τι μέγα φησίν, ἀλλὰ ἀκύρως πολλάκις ἀντὶ τοῦ μεῖζον τὸ μέγα λέγειν ἡμᾶς. p. 6a26 Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσοv τε καὶ ἄνισον λέγεσθαι ἕως τοῦ ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσοv τε καὶ ἄνισον λέγεσθαι. ’Αποδοὺς τῶν παρακολουθούντων τῷ ποσῷ τὰ κοινὰ καὶ πρὸς ἄλλας κατηγορίας τὸ ἴδιον νῦν ἀποδίδωσιν, ὃ καὶ παντὶ καὶ μόνῳ τῷ ποσῷ ὑπάρχει· τοῦτο δέ ἐστιν τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. πάλιv διὰ τῆς ἐπαγωγῆς ἀποδείκνυσιν ἐπί τε τὰ συνεχῆ καὶ ἐπὶ τὰ διωρισμένα ποσὰ καθ’ ἕκαστον ἐπιών. ὅτι δὲ ἴδιον τοῦτο τοῦ ποσοῦ, δείξαις ἂν οὕτως· τὸ ποσὸν καθὸ ποσὸν μετρητόν ἐστιν· τὸ μετρητὸν ποτὲ μὲν τοῖς αὐτοῖς μέτροις μετρεῖσθαι πέφυκεν, ποτὲ δὲ πλείοσιν ἢ ἐλάττοσιν· ἔστιν δὲ τὸ μὲν τοῖς αὐτοῖς μέτροις μετρούμενον ἴσον, τὸ δὲ πλείοσιν ἢ ἐλάττοσιν ἄνισον· τὸ ἄρα ποσὸν καθὸ ποσὸν ἴσον τε καὶ ἄνισον λέγεται. καθὸ γὰρ ποσόν, μετρητόν· καθὸ δὲ μετρητόν, ταῦτα αὐτῷ ὑπάρχει· καὶ γὰρ καὶ τοῖς ἄλλοις τὸ μετρητοῖς εἶναι διὰ τὸ ποσὸν ὑπαρχει· οὐ γὰρ ᾗ ξύλον μετρεῖται τὸ ξύλον, ἀλλ᾿ ᾗ μέγεθος καὶ ποσόν. κυρίως οὖν ἐπὶ τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεται, ἐπὶ δὲ τῶν ἄλλων οὐ κυρίως· λευκὸν γὰρ λευκῷ ἴσον οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς λέγεται, κυρίως δὲ ὅμοια τὰ λευκὰ καὶ πάντα τὰ κατὰ ποιότητα ἀφωρισμένα· οὕτως γοῦν καὶ διάθεσις διαθέσει ἴση μὲν κυρίως οὐκ ἂν λέγοιτο, ὁμοία δέ. εἰ οὖν καὶ πᾶσιν ὑπάρχει τοῖς ποσοῖς, ὡς διὰ τῆς ἐπαγωγῆς ἔδειξεν, καὶ μόνοις, ὡς νῦν ἐδήλωσεν οὔτε γὰρ ἐπὶ ποιότητος κυρίως λέγεται τὸ ἴσον ἀλλὰ τὸ ὅμοιον, οὔτε ἐπὶ οὐσίας καθὸ οὐσία, ἀλλὰ καθὸ μεγεθους καὶ ποσοῦ μετέχει), εἰκότως ἴδιον λέγεται τοῦ ποσοῦ. ᾿Αρχύτας δὲ καὶ αὐτὸς τὸ ἴσοv καὶ ἄνισον ἴδιον τοῦ ποσοῦ λέγων ἐν πλήθει καὶ μεγέθει θεωρεῖσθαί φησιv αὐτὸ καὶ ἐν ῥοπῇ, οὔτε δὲ οὐδίᾳ οὔτε ποιότητι τούτων τι παρέπεσθαι. τριχῶς οὖν αὐτὸς τὸ ἴσοv καὶ ἄνισον ἀφορίζεται κατὰ τὰς τρεῖς τοῦ ποσοῦ διαφοράς. ὁ μέντοι ᾿Αλέξανδρος ἀκολούθως τῷ’ Ἀριστοτέλει τῆν ῥοπὴν οὐκ ἐν ποσῷ τιθέμενος, ἀλλ’ ἐν τῷ ποιῷ, καὶ ἐπὶ τῶν βαρέων τὸ ἔσον καὶ ἄνιον οὐ κυρίως λέγεσθαί φησιν, ἀλλὰ καταχρηστικῶς· τὸ γὰρ ὄμοιον καὶ ἀνόμοιον καὶ ἐπὶ τούτων ἀρμόσει, ὥσπερ ἐπὶ τῶν ἄλλων ποιῶν. καὶ τὸ καταμετρεῖσθαι δέ φησιν και|νότερον ἐπ’ αὐτῶν λέγεσθαι· “ὡς γὰρ ἐπὶ τοῦ λευκοῦ δεκαπλασίως λέγεται λεκότερον τόδε τοῦδε, οὐ τῷ τοῦ λευκοῦ δεκάτῳ μέρει καταμετρούμενον, ἀλλὰ τῷ τῆς ἐπιφανείας ἐν ᾖ τὸ λευκόν· εἰ δὲ οὔτως κατὰ συμβερηκὸς ἄν· τῷ γὰρ τὸ σῶμα ἐν ᾦ ἡβαρύτης καταμετρεῖσθαι· κατὰ ποιότητα γάρ, οὐ κατὰ μέγεθος τὸ βαρὺ ἦν, ἐπεὶ πᾶν ἦν τὸ βαρύτεερον εὐθὼς καὶ μεῖξον τοῦ κουφοτέρου, εἴγε ἦν καὶ πλειόνων μέτρων· εἰ δὲ μὴ καταμετρεῖται, οὐδ’ ἄν τὸ ἴσον καὶ ἄνισον λέεγοιτο ἐπὶ τοῦ βαρέος ἤ τοῦ κούφου”. ταῦτα τοῦ Ἀλεξάνδρου καὶ αὐτῇ λέξει κατὰ τὸ πολὺ λέγοντος οἱ νεώτεροι ἐξηγηταὶ τρία γένη τοῦ ποσοῦ κατὰ τὸν τὸν Ἀρχύταν τιθέμενοι οὐ διὰ τὸ σῶμα μετρητὸν τὸ βάρος φασίν· ἦν γὰρ ἄν τὸ αὐτὸ τοῦ σώματος καὶ τοῦ βάρους μέτρον, νῦν δὲ πολλαχοῦ ὑπεναντίως ἔχει τὸ τοῦ σώματος μέτρον καὶ τῆς ῤοπῆς, ὥσπερ ἐπὶ μολίβδδου τε καὶ ἐρίου ἡ μὲν τοῦ σώματος μέτρησις ἄνισός ἐστιν, ἄν οὔτω τύχῃ, ἡ δὲ ῥοπὴ ῤοπῆ ῥοπὴ ἴση, ἤ καὶ ἀνάπαλιν οἱ μὲν ἴγκοι ἰσως ἔξουσιν, αἱ δὲ ῤοπαὶ ἀνίσως. καὶ σχεδὸν ἐπὶ πάντων τῶν σωμάτων ἄνισοι τοῖς ὄγκοις εἰσὶν αἱ ῥοπαί· καὶ γ τοῖς ὄγκοις εἰσὶν αἱ ῥοπἆί. καὶ γὰρ καὶ ἄλλο ποσοῦ εἶδος ἐν τῷ μεγέθει καὶ ἄλλο ἐν τῇ ῥοπῇ· ἡ γὰρ μνᾶ καὶ τὸ τάλαντον κατ’ εῖδος διαφέρει τοῦ ποδὸς ποδὸς καὶ τοῦ πήχεος, ὤστε ᾖ ὑπὸ ἄλλου ποσοῦ μετρεῖται, οὔτε ποιόν ἐσστιν οὔτε ἔν τινι τῶν ἄλλων ποσπων περιέχεται. ὁ δὲ Ἀλέξανδρος προλαβὼν οὐκ οἶδα ὅπως τὸ ἐν ἀρχῇ τὸ κατὸ μένον εἶναι τὸ μετρητόν, ἀλλὰ μὴ καὶ κατὰ ῥοπὴν συνήγαγεν τὸ εἶναι μὴ ποσὸν τὴν ῥοπήν, χαρανκτήρων ἄν τισι διαφοραῖς ἐγένετο ἡ παραλλαγή, ὡς καὶ ἐπὶ τῶν ἄλλων τοῦτο θεωρεῖται, ὅσα ποιότησιν παραλλάττοι· νῶν δὲ ἡ μὲν ῥοπύ, καθ’ ὅσον ἐστὶν ῥοπή, τὴν αὐτὴν ἔχει ἰχει ἰδιότητα, τῷ δὲε ἔλκειν τοσόνδε ἤ τοσόνδε παραλλάττει κατὰ τὸν λογισμὸν τῆς ἐπὶ τὸ μέσον συννεύσεως. τρία οὖν εἴδη τοῦ ποσοῦ καὶ τριχῶς ἐπ’ αὐτῶν θεωρεῖται τό τε ἴσον καὶ τὸ ἄνισον. Ἀπροῦσι δέ τινες πρὸς τὰ ὑπ’ Ἀριστοτέλους εἰρημένα, εἰ τὸ ὅμοιον καὶ ἀνόμοιον μὴ ἔστιν ποσοῦ ἴδιον ποσοῦ ἴδιον, ἀλλὰ ποιοῦ, πῶς ὄμοια μεγέθη λέγεται· ὅμοια γὰρ τρίγωνα καὶ τετράγωνα ἔχομεν πάρὰ τοῖς γεωμέτραις ἀναγεγραμ- μένα καὶ δῆλον ὅτι καὶ ἀνόμοια. μήποτε οὖν ὥσπερ τοῖς ποιοῖς τὸ ἴσον ὑπάρχει κατὰ τὸ συνυπάρχον αὐτοῖς ποσόν, οὕτως καὶ τοῖς ποσοῖς τὸ κατὰ τὸ ἐν αὐτοῖς ποιόν· καὶ γὰρ τὸ τρίγωνον ποσὸν μέν ἐστιν κατὰ τὸ τῆς διαστάσεως αὐτοῦ μετρητόν, ποιὸν δὲ κατὰ τὴν μορφὴν καὶ τὴν ἰδιότητα, καθ᾿ ἣν καὶ τὸ ὅμοιον ἔχει, ὥσπερ τὸ ἴσον κατὰ τὴν ποσότητα. διὸ καὶ ὅμοια ὄντα ἄνισα πολλάκις ἐστίν, ὡς κατ’ ἄλλο μὲν αὐτοῖς τῆς ὁμοιότητος, κατ᾿ ἄλλο δὲ τῆς ἰσότητος ὑπαρχούσης. Ἄλλοι δὲ ἀποροῦσιν, πῶς ἐναντιότητα ἀπὸ τοῦ ποσοῦ ἀνελὼν ἐν τῷ ἰδίῳ αὐτοῦ ἐναντίωσιν ὑπέθετο τοῦ ἴσου καὶ ἀνίσου. καὶ λύουσιν λέγοντες τὴν τοῦ ἴσου καὶ ἀνίσου ἀντίθεσιν μὴ εἶναι ὡς ἐναντίων, ἀλλ᾿ ὡς πρός τι περὶ ποσὸν θεωρούμενον, ὥσπερ τὸ ὅμοιον καὶ ἀνόμοιον πρός τι περὶ ποιόν. ὅλως δέ, ὅπως ἂν ἔχῃ τὸ ἴσον καὶ ἄνισον, οὐ ταὐτόν ἐστιν τῷ ποσῷ, ἵνα καὶ ἐναντίωσιν ἔχῃ ἐν ἑαυτῷ τὸ ἀλλ᾿ ἐπισυμβαίνει τῷ ποσῷ· εἰ δέ τις ἐπὶ οὐσιῶν τὸ ἴσοv καὶ ἄνισον τάττων τὸν πύργον τῷ πύργῳ ἴσον λέγοι, ἢ ἐπὶ διαθέσεων ἢ ἐνεργειῶν, οὐ καθὸ οὐσίαι οὐδὲ καθὸ ποιά, ἀλλὰ καθὸ ποσοῦ μετέχουσιν, ὑπάρχει αὐτοῖς. ποῖον δέ ἐστιν τὸ μέτρον ἐπὶ δυνάμεων καὶ ἐνεργειῶν, ἆρα ἀριθμὸς ἢ τὸ τῆς ῥοπῆς ποσόν, ἄξιον ἂν εἴη ἐπιζητήσεως. ᾿Εκ δὲ τρίτων ἀποροῦσι, πῶς ἴδιον λέγεται τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον, εἴπερ μὴ παντὶ τῷ ποσῷ ὑπάρχει· οὔτε γὰρ ἡ μονὰς οὔτε ἡ στιγμὴ ἴσα ἢ ἄνισα λέγεται· εἰ γὰρ ἴσα μὲν τὰ τῷ αὐτῷ μέτρῳ ἰσάκις μετρούμενα, ἄνισα δὲ τὰ ἀνισάκις, οὔτε δὲ ἰσάκις οὔτε ἀνισάκις τῷ αὐτῷ μέτρῳ μετρεῖται ὁποτερονοῦν τούτων ἦν γὰρ ἂν οὐκέτι ἀμερές), δῆλον ὅτι οὐδὲ ἴσον οὔτε ἄνισόν ἐστιν οὐδέτερον. ταύτην δὲ τὴv ἀπορίαν οἱ μὲν λύουσιν καὶ ποσὰ ὑποτιθέμενοι ταῦτα καὶ ἴσα καὶ ἄνισα δεικνύντες. καὶ εἴη ἂν οἶμαι τοιαύτη τις δεῖξις· ἡ μονὰς καὶ ἑαυτὴν καὶ τὰς ἄλλας μονάδας ἰσάκις μετρεῖ, ἅπαξ γάρ· ὥστε ἴσαι ἔσονται αἱ μονάδες. καὶ τὸ σημεῖον ὁμοίως· εἰ γὰρ ἐφαρμόττει πᾶν σημεῖον παντί, ἅπαξ ἑαυτό τε μετρεῖ καὶ τὰ ἄλλα. τινὲς δὲ λυουσιν τὴν ἀπορίαν μὴ προσιέμενοι τὸ ποσὰ εἶναι τὴv μονάδα καὶ τὸ σημεῖον· εἰ γὰρ μήτε συνεχῆ ἐστιν ποσὰ μήτε διωρισμένα, ἐν δὲ τούτοις πάντα ἐστὶν τὰ ποσά, οὐκ ἂν εἴη ποσά, οὐδὲ μετρητὰ ἄρα, ὤστε οὐχ ἁρμόσει αὐτοῖς οὐδὲ τὸ ἴσον οὐδὲ τὸ ἄνισον λέγεσθαι. καὶ γὰρ ἡ μὲν μονὰς ἁρχή ἐστιν ἀριθμοῦ καὶ οὐκ ἀριθμός, ἡ δὲ στιγμὴ ἁρχὴ μεγέθους καὶ οὐ μέγεθος, ὥστε ἁρχὴ ποσῶν ἄμφω καὶ οὐ ποσά. καὶ τοῦ ἴσου τοίνυν καὶ ἀνίσου ἀρχαί εἰσιν, οὔτε οὖν ποσὰ οὔτε ἴσα καὶ ἄνισα, ἀλλ᾿ οὔτε παντελῶς τούτων ἐκβεβήκασιν, διότι ἀρχαι αὐτῶν εἰσιν. ᾿Επειδὴ δὲ ἐνταῦθα διαρθροῦν ὁ Πορφύριος ἐπιχειρεῖ τῷ ᾿Ανδρονίκῳ κατακολουθῶν τὴν ἔννοιαν τοῦ τε ἑνὸς καὶ τῆς μονάδος καὶ τῆς στιγμῆς, οὐ τῶν κατ᾿ ἰδέας λεγομένων, ἀλλὰ τῶν κατ᾿ αἴσθησιν ἢ διάνοιαν ἐναργῶν, περὶ ὧν καὶ ἡ παροῦσα πρόεσις πραγματεύεται, φέρε καὶ ἡμεῖς τοῖς λεγομένοις παρακολουθήσωμεν. “ὅταν γάρ, φησίν, ἓν λέγωμεν ἢ μῆκος ἢ πλάτος ἢ βάθος, σκεπτέον πῶς τὸ ἔν φαμεν. ἢ δῆλον ὡς ὁπόταν τις σῶμα θέασηται συνεχὲς μὲν ὅλον ἑαυτῷ περὶ πάντα τὰ μόρια, περι|γεγραμμένον δὲ ἰδίᾳ καὶ τῶν ἄλλων ἁπάντων κεχωρισμένον, ἓν τὸ τοιοῦτον συνεχὲς ὀνομάζομεν καὶ τὴν τῶν μορίων αὐτοῦ πρὸς ἄλληλα συνέχειαν ἕνωσιν. καὶ οὕτως τὸ τῷ ἀριθμῷ ἓν νοοῦμεν, τὸ δὲ τῷ εἴδει ἒν καὶ ὁμοειδὲς γινώσκομεν τὰ συμβεβηκότα τοῖς ἀτόμοις κατὰ τὰς ἐνούσας διαφορὰς χωρίζοντες. ὅταν δὲ μὴ μόνον ἔη ἀλλὰ καὶ χωρὶς ἄλλου παντὸς ὁμογενοῦς ἢ ὁμοειδοῦς ἢ ὅλως συζύγου ὑπάρχει, τηνικαῦτα μένον ὀνομάζομεν, σύνθετον ἤδη τι τοῦ μένον σημαίνοντος ἔκ τε τοῦ ἐνὸς καὶ τῆς κατὰ τὸ ἀπηρημῶσθαι τῶν ἄλλων καὶ μεμονῶσθαι σχέσεως· μόνωσις γὰρ συνελθοῦσα τῷ ἐνὶ ὀνομάζεται μόνον. οὐ διαφέρει δὲ μόνωσιν εἰπεῖν ἢ μονάδα· καθ᾿ ἑνὸς γὰρ ὑποκειμένου πράγματος ἄμφω ταῦτα λέγεται· οὐκέτι μέντοι ἔπὶ τῶν δύο καὶ τριῶν καὶ τῶν ἐφεξῆς τὸ ἀνάλογον τῇ μονώσει λέγεται, διότι ἐν πλήθει ἐστὶν ἕκαστος ἀριθμός. ἔστιν οὖν αχέσις τῷ ἑνὶ κατὰ τὴν πρὸς τὰ ἄλλα πάντα ἀντίθεσιν, ὅταν ἐκείνων μονωθῇ. ἐπειδὴ δὲ τὴν στιγμὴν μονάδα τεθεῖσαν λέγουσί τινες, τὴν δὲ μονάδα στιγμὴν ἄθετον, οὕτως ἀκουστέον τούτων οὐχὶ τῆς μονάδος στιγμῆς γενομένης κατὰ προσθήκην τῆς θέσεως· οὔτε γὰρ ἡ μονὰς μένουσα ἔτι μονὰς θέσιν προσλαμβάνει οὔτε ἡ στιγμὴ μένουσα στιγμὴ τὴν θέσιν ἀποβάλλει. ἔοικεν οὖν ἀναλογίαν ταὐτότητος ἐμφαίνειν μόνην, τὴν δὲ ὑπόστασιν ἑτέραν τῆς στιγμῆς ἀπὸ τῆς μονάδος, καὶ οὐχ ἧττόν γε τὸ σημεῖον ἀρχὴ καὶ πέρας ἐστὶ τῶν μεγεθῶν ἤπερ ἡ μονὰς τῶν ἀριθμῶν. λάβοι δὲ ἄν τις στιγμῆς ἐναργῆ νόησιν ἐξ ἀναλύσεως· ἡ δὲ ἀρχὴ τῆς ἀναλύσεως ἐξ ἐννοίας γίνεται φυσικῆς ὑπαρχούσης ἅπασιν. τὸ σῶμα μῆκος ἔχει καὶ πλάτος καὶ βάθος, καὶ καθ᾿ ἓν ἕτερον μὲν τὸ μέρος τινός, ἔτερον δὲ τὸ πέρας λαμβάνεται. καὶ τὸ μὲν μέρος τὰς αὐτὰς ἔχει τῷ ὅλῳ διαστάσεις, τὸ μὲν τοῦ σώματος μέρος τριχῇ διεστώς, τὸ δὲ τῆς ἐπιφανείας διχῇ, τὸ δὲ τῆς γραμμῆς μοναχῇ· τὸ δὲ πέρας ἀεὶ μιᾷ δια- στάσει λείπεται τοῦ περατουμένου· εἰ γὰρ ἡ γραμμὴ κατὰ μίαν διάστασιν ὑφέστηκεν, τὸ τέρας αὐτῆς οὐδὲ τοῦτο ἕξει, ὥστε ἀδιάστατόν τε καὶ ἀμερὲς ἔσται”. Αἱ δὲ ἀποφάσεις τοῦ ποσοῦ καὶ αἱ πτώσεις ὅμοιαι ταῖς ἐπὶ τῆς οὐσίας, ἐπὶ μέντοι τῶν πληθῶν διαφωνεῖ· οὔτε γὰρ ἐπὶ τοῦ ἑνὸς πληθυντικῶς ἔστιν ἐξενεγκεῖν οὔτε ἐπὶ τοῦ πλήθους ἑνικῶς, διπήχη δὲ καὶ πολλὰ καὶ μεγάλα λέγεται καθάπερ δίπηχυ καὶ μέγα καὶ πολύ. λέγεται δὲ καὶ στερητικῶς ἐν τῷ ποσῷ· τὸ γὰρ ἄπειρον κατὰ στέρησιν λέγεται τοῦ πέρας ἔχειν, ὁμοίως δὲ καὶ τὸ ἀμερές, ὅτι τοῦ γένους ὄντα τῶν ἐχόντων οὐκ ἔχει, τὸ μὲν ἐπὶ τοῦ ἀριθμοῦ, τὸ δὲ ἐπὶ τῆς γραμμῆς. ὡς δὲ ἀπὸ τοῦ ποιοῦ τὸ πῶς παρεγκέκλιται, οἷον δικαίως, καλῶς, οὕτως ἀπὸ τοῦ ποσοῦ τὸ ποσαχῶς, οἷον τριχῶς, καὶ ἔτι ποσάκις, δίς, τρίς, πολλάκις, ὀλιγάκις. ἕκαστον δὲ τῶν ὄντων ἕν καὶ ὅλον λέγεται, στιγμὴ δὲ καὶ μονὰς ὅλα οὐ λέγεται· ὅλον γὰρ ἐστι τὸ συμπεπληρωμένον πᾶσι τοῖς μέρεσι, ταῦτα δὲ ἀμερῆ ἐστιν. Ἐπὶ δὲ τούτοις ὁ Ἰάμβλιχος τύποις τισὶν παραδίδωσιν, πῶς ἔνεστιν τοῦ τε ποσοῦ καὶ τῶν ἄλλων κατηγοριῶν τὸ ἴδιον καθ᾿ ἑκάστην εὑρίσκειν. συμβεβηκότα καὶ ταῦτα κοινῶς ἐπὶ πάντων τῶν εἰδῶν ἑκάστης ἐνυπάρχοντα θεωρεῖν, οἷον ἐπὶ παντὶ ποσῷ σύνεστιν ὑπερχὴ καὶ ἔλλειψις συμφυῆ συνυπάρχοντα κοινῶς τε ἐπὶ πᾶσιν τοῖς εἴδεσιν τοῦ ποσοῦ ἐνυπάρχει, καὶ κατὰ ταῦτα ζητεῖν μάλιστα δεῖ τὸ ἴδιον τοῦ ποσοῦ. καὶ ἐπειδὴ τὸ μὲν ὑπερέχον καὶ ἐλλεῖπον ὡς ἓν τὸ συναμφότερον ἄνισον τιθέμεθα, τούτῳ δὲ ἀντιτίθεμεν τὸ ἴσον, εἰκότως διὰ τοῦτο ἔσται ἴδιον τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. καὶ ἐπὶ τῆς οὐσίας δὲ συμφυὲς καὶ κοινὸν τὸ αὐτὸ θεωρεῖται ἰδίωμα ἐπὶ πασῶν τῶν ἐν γενέσει οὐσιῶν τὸ τῆς δυνάμεως ἐπιτηδείως πρὸς ὑποδοχὴν τῶν ἐναντίων παρεσκευασμένον, καὶ ἐπὶ τῆς ποιότητος δὲ τὸ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ὡσαύτως ἐνυπάρχει, καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν παραπλησίως ἔνεστιν ἀνευρίσκειν τὰ ἑκάστης ἴδια”. ἀλλ᾿ ἐπὶ τὴν ἑξῆς κατηγορίαν τῷ Ἀριστοτέλει συμμεταβαίνωμεν.