Ancient Greek
Chapter 5
Simplicius, In Aristotelis Categorias Commentarium 5.1
Not analysed yet
Περἰ οὐσίας. Ρ. 2a11 Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομέη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἂνθρωπος ἢ ὁ τὶς Πρότερον μὲν ἐν τάξει πάντα τὰ γένη κατηριθμήσατο, ὑποτυπωτικὴν αὐτῶν τὴν διδασκαλίαν διὰ παραδειγμάτων ποιησάμενος· νῦν δὲ ἓκαστον προχειριζόμενος τὴν ἀκριβεστέραν ὡς οἶόν τε παράδοσιν αὐτοῦ ποιεῖται, τήν τε ἒννοιαν δι’ ὑπογαφῆς ἐπιδεικνύων καὶ τὰ παρακολουθοῦντα καὶ τὰ ἲδια ἀνακαθαιρόμενος. οὓτως δὲ καὶ Ἀρχύτας ἐποίησεν. προτάττει δὲ τῶν ἄλλων τὴ οὐσίαν, καὶ ἂἰτίαν αὐτὸς προϊὼν ἐρεῖ· πάντα γὰρ τὰ ἄλλα ἢ οὐσίαι εἰσὶν ἢ ἐν ταῖς οὐσίαις τὸ εἶναι ἔχει· εἰ οὖν αὐτὴ μὲν καθ᾿ αὑτὴν ὑφεστῶσα ἡ οὐσία οὐδενὸς δεῖται τῶν ἄλλων, τὰ δὲ ἄλλα δεῖται τῆς οὐσίας, καὶ εἰ τοῦ εἶναι ὅλως καὶ τοῖς ἄλλοις ἡ οὐσία μεταδίδωσιν, εἰκότως προτετίμηται τῶν ἄλλων αὐτῆς ἐστιν τῆς οὐσίας, ἡ δὲ οὐσία οὐδενὸς τῶν ἄλλων βεβηκέναι λεγόμενα αὐτῆς ἐστιν τῆς οὐσίας, ἡ δὲ οὐσία οὐδενὸς τῶν ἄλλων, καὶ συναναιρεῖ μὲν ἑαυτῇ τὰ ἄλλα, οὐ συναναιρεῖται δὲ ὑπ᾿ ἐκείνων. καὶ Ἀρχύτας δὲ περὶ τῆς τάξεως τάδε γέγραφεν· “ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πρώτα μὲν γὰρ τέτακται ὠσία διὰ τὸ μόναν ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις καὶ αὐτὰν καθ᾿ ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατ᾿ αὐτᾶς ἢ ἐν αὐτᾷ ὑποκειμένᾳ κατηγορεῦνται”. Ἀποροῦσι δὲ καὶ πρὸς τὸν περὶ τῆς οὐσίας λόγον ὅ τε Πλωτῖνος καὶ οἱ περὶ τὸν Νικόστοατον, πῶς ἓν γένος ἡ οὐσία· εἰ γὰρ κοινόν τι καὶ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς εἴη, πρὸ ἀμφοῖν ἔσται καὶ ἀμφοἶν κατηγορηθήσεται, καὶ δῆλον ὅτι οὔτε σῶμα οὔτε ἀσώματον ἔσται, ἵνα μὴ τὸ σῶμα καὶ ἀσώματον γένηται καὶ τὸ ἀσώματον καὶ σῶμα. πρὸς δὴ ταῦτα δυνατὸν μὲν καὶ τὰ πρότερον εἰρημένα λέγειν, ὅτι περὶ τῆς αἰσθητῆς καὶ φυσικῆς οὐσίας ὁ γόγος καὶ τῆς ἐν ταύτῃ διανοητῆς, ὡς καὶ Ἀρχύτας ὁ ταύτης ἄρξας τῆς διδασκαλίας διορίζεται σαφῶς λέγων· “πᾶσα ὦν ὠσία φυσικά τε καὶ αἰσθητὰ ἤτοι ἐν τούτοις ἢ διὰ τούτων ἢ οὐκ ἄνευ τούτων πέφυκεν τᾷ διανοίᾳ τῶν ἀνθρώπων ὑποπίπτειν”. οὐκ ἦν οὖν τοῦ παρόντος λόγου περὶ τῆς κοινῆς οὐσίας τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν ἀπορεῖν. πλὴν ἐπειδὴ καὶ καθ᾿ αὑτὸ γνώσεως ἄξιον, ἥτις εἴη κοινὴ οὐσία τῆς τε νοητῆς καὶ τῆς αἰσθητῆς, καὶ ὁ Πλάτων δὲ νοητὸν γένος τῆς οὐσίας ὑποτίθεται, ἰστέον ὅτι ἡ πρώτη καὶ νοητὴ οὐσία πάσας τὰς οὐσίας τάς τε νοητὰς ὑφίστησιν καὶ τὰς αἰσθητάς, τὰς μὲν προσεχεῖς ἑαυτῇ, τὰς δὲ πορρωτέρω. καὶ δῆλον ὃτι οὐ γένος μόνον ἀλλὰ καὶ ἀρχὴ τῶν μεθ’ ἑαυτήν ἐστιν οὐσιῶν, καὶ οὐδὲ ἐπίσης ἃπαντα τῆς ἀρχῆς ταύτης μεθέξει, ὣστε οὒτε γένος κυρίως ἡ τοιαύτη οὐσία, ὃπερ ὡς ὁμολογούμενον ὁ ἀπορῶν προελάμβανεν. καὶ Ἀριστοτέλης δὴ ἐν τῇ Μετὰ τὰ φυσικὰ δύο οὐσίας εἰπών, τήν τε Ι νοητὴν καὶ τὴν αἰσθητήν, καὶ τρίτην τὴν μαθηματικὴν ἢ τὴν ψυχικήν, κοινὴν τοῦ λόγου δεωρίαν διὰ πασῶν χωροῦσαν ἀπέδειξεν. καὶ Ἀρχύας δὲ τὴν πᾶσαν οὐσίκν τε καὶ αἰσθητὴν καὶ κινητικὴν ἀποκαλεῖ, φυσικὴν μὲν τὴν κατὰ τὴν ὓλην καὶ τὸ εἶδος λέγων, αἰσθητὴν δὲ τὴν σύνθετον, κινητικὴν δὲ τὴν νοερὰν καὶ ἀσώματον, ὡς αἰτίαν οὖσαν κινήσεως τῆς κατὰ ζωὴν εἰδοποιυμένης· καὶ δῆλον ὃτι καὶ αὐτὸς τὰς πολλὰς οὐσίας εἰς μίαν σύνταξιν περιέλαβεν. εἰ οὖν μὴ ὡς γένος ἁπλῶς, ἀλλ’ ὡς ἀρχὴ πασῶν δεωρεῖται τῶν οὐσιῶν ἡ πρώτη οὐσία, οὐ καλῶς ἀναγκάζουσιν μήτε ἀσώματον εἶναι μήτε σωματικήν. κήν. ἡ γὰρ ἀσώματος ἀρχὴ τῶν οὐσιῶν προσεχῶς μὲν τὰς ὁμοίας ἑαυτῇ τὰς ἀσωμάτους παράγει, πορρώτερον δὲ ἒτι καὶ τὰς σωματικάς. καίτοι κἂν γένος ἦν ἡ πρώτη οὐσία τῆς τε ἀσωμάτου καὶ τῆς σωματικῆς, οὐ καλῶς οἶμαι ἀναγκάζουσιν, εἰ μὲν ἀσώματος, καὶ τὸ σῶμα ασώματον εἶναι, σιότι μετέχει τῆς πρώτης οὐσίας· εἰ δὲ σῶμα, καὶ τὸ ἀσώματον σῶνμα γίνεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. τούτῳ γὰρ τῷ λόγῳ, ἐπειδὴ τὸ ζῷον γένος ἐστὶν τοῦ λογικοῦ καὶ ἀλόγου καὶ θνητοῦ καὶ ἀθανάτου, ἒσται καὶ τὸ λογικὸν ἢ τὸ λογικὸν ἂλογον καὶ τὸ θνητὸν ἀθάνατον ἢ ἀνάπαλιν. ἀλλ’ ἐξῄρηται τὸ γένος τῶν ὰντικειμένων διαφορῶν ὡς ἂμφω περιέχον καὶ ὡς ἐκατέρῳ οἱκείως ἐπιβάλλον κατὰ τὴν ἐξῃρημένην ὑπεροχήν. εἰ γὰρ διαιβετικὰ τικὰ τῆς οὐσίας ἐστὶν τὸ σῶμα καὶ τὸ ἀσώματον καὶ τοῦ ζῴου τὸ λογικὸν καὶ τὸ ἂλογον, ἀλλ’ οὐχὶ συστατικά (οὐδὲν γὰρ ὑπὸ τῶν ἀντικειμένων συνίσταται), δῆλον ὃτι προϋπάρχει τῆς ἀντιθέσεως τὸ γένος. τί οὖν; οὐκ ἀνάγκη πᾶσαν οὐσίαν ἢ σῶμα εἶναι ἢ ἀσώματον καὶ πᾶν ζῷον ἢ θηντὸν ἢ ἀθάνατον; ἢ διττὸν τὸ ἀσώματον, τὸ μὲν ώς φύσις ὡρισμένη καὶ ἀντικειμένη τῇ σωματικῇ, τὸ δὲ ὠς ἀποφάσις αἰτία καὶ τῆς σωματικῆς καὶ τῆς ἀσωμάτου τῆς ἀντικειμένης αὐτῇ. οὓτως δὲ καὶ τὸ ἀθάνατον καὶ τὸ ἂλογον διττόν· διὸ καὶ εἰ ἀνάγκη τὸ ζῷον ἢ λογικὸν λέγειν ἢ ἂλογον, ἂλογον μᾶλλον ῥητέον, ὡς κατὰ ἀπόφασιν, ἀλλ’ οὐχ ὡς κατὰ τὸ τῷ λογικῷ ἀντικειμενον. Ὁ μέντοι Βόηδος ταῦτα μὲν παρέλκειν ἐνταῦθα τὰ ζητήματα βούλεται· μὴ γὰρ εἶναι περὶ τῆς νοητῆς οὐσίας τὸν λόγον· μᾶλλον δὲ ἒδει, προσαπορεῖν ὃτι ἐν ἂλλοις τὴς οὐσίαν διελόμενος εἱς τρεῖς ἂλλως μὲν τὴν ὓλην, ἂλλως δὲ τὸ εἶδος, ἂλλως δὲ τὸ συναμφότερον οὐσίαν λέγεσθαι εἶπεν, ἐνταῦδα δὲ μίαν τίθεται κατηγορίαν τὴν οὐσίαν. τίνα οὖν ταύτην, καὶ τῶς αὐτῇ τὰς τρεῖς ὑποτάξει τὰς μὴ καθ’ ἓνα λόγον λεγομένας; ἀπαντῶν δὲ πρὸς ταῦτα ὁ Βόηθος τὸς τῆς πρώτης οὐσίας λόγον καὶ τῇ ὓλῃ καὶ τῷ συνθέτῳ ἐφαρμόττειν φησίν. ἑκατέρῳ γὰρ αὐτῶν ὑπάρχει τὀ μήτε καθ’ ὑποκειμεένου τινὸς λεγεσθαι μήτε ἐν ὑποκειμένῳ τινὶ εἶναι· οὐδέτερον γὰρ αὐτῶν ἐν ἁλλῳ ἑστίν. ἁλλὰ τὸ μὲν σύνθετον, κἂν μὴ ἐν ἂλλῳ ἐστίν, ἓχει τὸ εἶδος τὸ ἐν ἑαυτῷ ἐν ἂλλῳ ὂντι τῇ ὓλῃ, ἡ δὲ ἡ ὓλη οὑδὲ ἓχει τι ὃ ἐν ἂλλῳ ἐστίν· καὶ κοινὸν οὖν τι ἒχουσι καὶ διάφορον, καθόσον ἡ μὲν ὓλη τινός ἐστιν ὓλη, καθὸ ὓλη, ὣσπερ καὶ ὑποκείμενον, ἡ δὲ σύνθετος οὐσία οὐκ ἒστιν τινός. ἀλλ’ οὓτως μέν, φησὶν ὁ Βόηδος, ἡ ὓλη καὶ τὸ σύνθετον ὑπαχθήσονται τῇ τῆς οὐσίας κατηλορίᾳ τὸ δὲ εἶσος τῆς μὲν οὐσίας ἐκτὸς ἒσται, ὑπ’ ἀλλην δὲ πεσεῖται κατηλορίαν, ἤτοι τὴν ποιότητα ἢ ποσότητα ἢ ἂλλην τινά. ταῦτα δὲ λέγοντα τὸν Βόηθον σφάλλεσθαί φησιν ὁ Πορφύριος, ὃτι τὸ ἀντιδιαιρεθὲν τῇ ὓλῃ εἶδος καὶ οὐσία ῥηθὲν ὑπὸ Ἀριστοτέλους, τοῦτο ποιότητα καὶ ἂλλο τι τῶν συμβεβηκότων φησίν. τὸ γὰρ ποιωτικὸν οὐσίας οὐσιῶνσες καὶ διὰ τοῦτο οὐσία· καὶ γὰρ τὸ σύνθετον κατὰ τὸ εἶδος μάλιστα οὐσία. ὃλως δὲ εἰ ἡ ὓλη καὶ τὸ σύν- θετον οὐσίαι εἰσίν, διότι κοινὸν αὐταῖς τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, οὐδὲ τὸ εἶδος ἐν ὑποκειμειμείνῳ ἐστίν· οὐ γὰρ ὠς τὸ λευκὸν ὐπάρχει τῷ συνθέτῳ, οὓτως τὸ εἶδος τῇ ὓλῃ. ἐὰν γάρ τι μετ’ ἂλλου ἀπαρτίζῃ ἓν τι, ὡς τὸ εἶδος μετὰ τῆς ὓλης τὸ σύνθετον, οὐκ ἒστιν τὸ ἓτερον ἐν ὑποκειμένῳ τῷ ἐτέρῳ· ἐν ὐποκειμένῳ γὰρ ἦν, ὃ ἒν τινι μὴ ὡς μέρος ἦν, διὸ καὶ ὁ Ἀριστοτέλης τὴν σύνθετον |οὐσίαν ὁρισάμενος καὶ τὰς ἂλλας τὰς ὡς μέρη αὐτῆς συμπαρέλαβεν. προελθὼν γὰρ ἐπιδείξει ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι, καὶ διὰ τοῦτο ἲσως οὐδὲ ἐμνημόνευσεν τῶν ἂλλων, καίτοι τοῦ Ἀρχύτου καὶ ἐκείνων μνημονεύσαντος. δυνατὸν δὲ τοῦ μὴ μνημονεῦσαι τοῦ εἳδους καὶ τῆς ὓλης αἲτιον λέγειν καὶ τὸ τὴν τῶν Κατηγοριῶν πραγματείαν τὴν πρόχειρον καὶ κοινὴν τοῦ λόγου χρῆσιν ποιεῖσθαι· τὸ δὲ τῆς ὓλης καὶ τοὺ εἲσους ὂνομα καὶ τὰ ὑπὸ τούτων σημαινόμενα οὐκ ἦν τοῖς πολλοῖς συνήθη, ἀλλ’ οἱ μὲν τὴν ὓλην, οἱ δὲ τὸ εἶσος μᾶλλον οὐσίαν λέγουσιν. Πῶς οὖν, φησὶν ὁ Πλωτῖνος, τὰ τρία ἐπίσης οὐσίαλ λέγονται; πρὸς δ ῥητέον ὃτι πρῶντον μὲν ὁ κοινὸς χαρακτὴρ τῆς οὐσίας ὁμοίως ἐφαρμόττει τοῖς τρισίν, τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἒπειτα οὐδὲν δαυμαστόν, εἰ διὰ τὸ ἒσχατον τῆς οἰκείας ὑποστάσεως καὶ ἡ ὓλη καὶ τὰ ἒνυλα τοῦ μᾶλλον καὶ ἦττον μεταλαμβάνει, καὶ δεῖ ὡς πέφυκεν ἓκαστα, οὓτως αὐτὰ παραδεικνύναι καὶ μὴ τὰς ἐσχάτας οὐσίας ζητοῦντα κατὰ τὰς τῶν πρώτων καὶ νοητῶν οὐσιῶν ἐννοίας αὐτὰς μεταδιώκειν. ἀλλ’ ἒστω, φησί, τὸ εἶδος καὶ τὴν ὓλην καὶ τὸ ἑξ αὐτῶν σὐνθετον ὐν τῇ πρώτῃ οὐσίᾳ περιέχεσθαι, διότι κοινὸν αὐτοῖς ὑπάρχει τὸ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ τινὶ εἶναι· περὶ δὲ τῶν δευτέρων οὐσιῶν τί ἐροῦμεν; τί κοινὸν ἒχουσι καὶ αὖται πρὸς τὴς πρώτην οὐσίαν, εἲπερ αἱ δεύτεραι παρὰ τῶν προτέρων ἒχουσιν τὸ λέγεσθαι οὐσίαι; ἢ τοῦτο, ὃπερ Ἀριστοτέλης εἶπεν, τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ὃπερ κυρίως ἐστὶν οὐσία· διὰ τοῦτο γὰρ καὶ Ἀρχύτας τῷ καθ’ ἑαυτὴν εἶναι τὴν οὐσίαν ἐχαρακτήρισεν. εἰ οὖν καὶ τὰ εἲδη καὶ τὰ γένη ὡς μέρη συντελεῖ εἰς τὴν τοῦ ἀτόμου σύστασιν, οὐκ ἂν εἲη ὠς ἐν ὑποκειμένῳ τῷ ἀτόμῳ. οὐ χρὴ δὲ οὐδὲ ἐπὶ τούτων τὸ ἀραράλλακτον ζητεῖν διὰ τὴν τῶν ἐσχάτων ἀοριστιαν. ἀλλ’ εἰ καθ’ ὑποκειμένου, φασίν, λέγονται αἱ δεύτεραι οὐσίαι, ἐν ἂλλῳ ἒσονται ἐκείνῳ τῷ καθ’ οὖ λέγονται. ἢ οὐδαμῶς τοῦτο· οὐ γὰρ ὡς τὸ ἐν ὑποκειμένῳ, οὓτως τὸ καθ ὑποκειμένου λέγεται, ἀλλ’ ὡς τὸ ἀκατάτακτον κατὰ τοῦ κατατεταγμένου κατηγορεῖται. τὸ γὰρ τὸν τινὰ ἂνθρωπον ἂνθρωπον λέγειν οὐδὲν διαφέρει τοῦ τὸν Σωκράτη Σωκράτη λέγειν· τρόπον οὖν τινα αὐτὸς περὶ αὑτοῦ Ε λέγεται, καὶ οὒτε κατ’ ἂλλου κατηγορηθήσεται οὒτε ἐν ἂλλῳ ἒσται. οὓτως μὲν οὖν καἰ ὁ Πορφύριος λύει τὴν ἀπορίαν καὶ ὁ Ἰάμβλιχος, ἐπ’ αὐτῶν τῶν λέξεων τῷ Πορφυρίῳ κατακολουθῶν. μήποτε δέ, ὃταν τὸν Σωκράτη ἂνθρωπον καὶ ζῷον λέγωμεν, εἰ μὲν ὡς αὐτὸ περὶ αὐτοῦ λέγομεν, ταὐτὸν ἒσται τό τε ἂτομον καὶ τὸ εἶδος καὶ τὸ γένος, καὶ ἔσται μάταιος ἡ τοιαύτη κατηγορία· εἰ δὲ ὡς εἶδος ἢ γένος ἀτόμου κατηγοροῦμεν, ἢ τὸ συμπληρωτικὸν τοῦ ἀτόμου κατηγορήσομεν ἢ τὸ ἐξῃρημένον· οὐδέτερον δὲ τούτων τὸ ἂτομόν ἐστιν, ἀλλὰ τὸ μὲν ὡς μέρος ἐνυπάρχει τῷ ἀτόμῳ, τὸ δὲ αἲτιόν ἐστιν αὐτοῦ. βέτιον οὖν λέγειν ὃτι τὸ ἐνυπάρχον μέν ἐστι τὸ κατηγορούμενον, κατὰ δὲ τὴν πρὸς τὸ ἐξῃρημένον ὁμοιίτητα, καθ’ ἣν καὶ γένος λέγεται καὶ ἐκ λένους καὶ διαφορῶν δυνεστάναι τὸ εἶδός φαμεν· καίτοι τὸ γένος κοινότερον καὶ περιεκτικώτερον ὂν τοῦ εἲδους μέρος γίνεσθαι τοῦ εἲδους καὶ ἡ διαφορά,φασίν, ἐν ὑποκειμένῳ ἑστίν, εἲπερ συμπληρωτικὴ τῆς οὐσίας ἐστίν· οὐκ ἂρα ἲδιον τοῦτο οὐσίας. ἢ καὶ ἡ διαφορὰ κατὰ τὸ οὐσιῶδες δυμπληρωτικὴ τῆς οὐσίας ἐστὶν καὶ μέρος οὐσίας γίνεται, ἐπεὶ ὡς ποιότης θεωρουμένη, οἷον ὡς λογικότης, ὡς ἐν ὑποκειμένῳ καὶ ἒσται. ζητηθήσεται θὲ καὶ περὶ τῆς διαφορᾶς ὀλίγον ὓστερον, νῦν δὲ τὴν λέξιν τοῦ Ἀριστοτέλους ἐπισκεπτέον. Οὐσία δέ ἐστιν · ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν. τριχῶς τῆς οὐσίας λεγομένης, ὡς εἲρηται, κατά τε τὴν ὓλην καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ σύνθετον, πρώτην οὐσίαν τὴν σύνθετόν φησιν καὶ ἂτομον· μνημονεύσει δὲ καὶ τῶν ἂλλων δύο, ὃταν τὰ μέρη τῆς οὐσίας καὶ αὐτὰ οὐσίας εἶναι λέγῃ δῆλον δὲ ὃτι τὸ μὲν μὴ ἐν ὑποκειμένῳ εἶναι πάσῃ οὐσίᾳ προσήκει· αὐτὴ γὰρ ὑπόκειται τοῖς ἂλλοις καὶ ἂνευ αὐτῆς οὐδὲ τὰ ἂλλα ἐστίν· τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι οἰκειότατόν ἐστιν τῆς ἀτόμου οὐσίας· τῷ γὰρ εἶναι ἀδιαίρετος αὐτὴ μὲν κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, καθ’ ὑποκειμένου δὲ αὐτῆς αἱ δεύτεραι Ζ οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ αὐταῖς ταῖς οὐσίαις ὑποκειμένη, αὓτη προηγουμένως ἂν εἲη καὶ πυρίως οὐσία, εἲπερ ταύτης μὴ οὒσης οὐδεμία τῶν ἂλλων εἶναι δύναται. διελὼν δὲ νῦν τὰς οὐσίας, καθόσον αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι λέγονται, πρώτας μὲν τὰς ἀτόμους οὐσίας ἒθετο, δευτερας δὲ τὰς κοινὰς καὶ ἁπλᾶς, διότι πρώτοις τοῖς συνθέτοις καὶ ἀτόμοις, ἒπειτα τοῖς ἀπλοῖς καὶ κοινοῖς ἐπιβάλλομεν, καὶ ὃτι ἑν τῇ ἀτόμῳ καὶ κοινὴν ἒχειν τὸ εἶναί φησιν. πρώτως μὲν οὖν οὐσία διὰ τοῦτο ἡ ἂτομος λέγεται, κυριώτατα δέ, ὃτι καθ’ αὑτὴν αὓτη ἐστὶν ἡ οὐσία, αἱ δὲ ἂλλαι καθ’ ὑποκειμένης αὐτῆς λέγονται. μάλιστα δὲ ἐστιν αὓτη οὐσία, ὃτι κατὰ τὸ ὑποκεῖσθαι ἡ οὐσία χαρακτηρίζεται, αὓτη δὲ ὑπόκειται τοῖς μὲν ὡς καθ’ ὑποκειμένου αὐτῆς λεγομένοις τοῖς εἲδεσι καὶ γένεσιν τοῖς δὲ ὡς ἐν ὑποκειμένῳ αὐτῇ οὖσιν τοῖς συμβεβηκόσιν. καὶ ἂλλως δὲ ἂν τὸ κυρτώτατα καὶ πρώτως καὶ μάλιστα τῇ ἀτόμῳ καὶ συνθέτῳ οὐσίᾳ ἐφαρμότειν λέγοις. τὰ γὰρ τοῦ αὐτοῦ ὀνόματος μετέχοντα ἢ ὁμωνύμως μετέχει ἢ συνωνύμως ἢ κατὰ μεταφοράν. εἲτε οὖν ὁμωνύμως λέγοιντο οὐσίαι ἣ τε νοητὴ καὶ Ι ἡ αἰσθητή, πρώτως αὓτη οὐσία ὡς πρὸς Α ἡμᾶς λέγεται· εἲτε κατὰ μεταφορὰν ἡ νοητὴ ἀπὸ τῆς αἰσθητῆς, ὡς ἀπὸ τῶν τοῦ ζῴου ποδῶν οἱ τοῦ ὂρους λέλονται, κυρίως κουρίως μὲν ἒσται οὐσία ἡ αἰσθητή, κατὰ μεταφορὰν δὲ ἡ νοητή· εἲτε συνωνύμως οὐσίαι λέγονται τό τε εἶσος καὶ τὸ γένος καὶ τὸ ἂτομον, μάλιστα οὐσία ἡ ἂτομος τὸ καθ’ αὑτὸ εῖναι καὶ τὸ ὑποκεῖσθαλ μάλιστα παραθεικνῦσα. Ἀλλ’ ἐπεὶ καὶ πρὸς τὰ περὶ τῆς πρώτης οὐσίας εἰρημένα πολλά ἐστιν τὰ ἀπορούμενα, ἲδωμεν πάλιν, τίνα ταῦτά ἐστιν καὶ τίνες αἰ προσφόρως αὐταῖς ἐπαλόμεναι λύσεις. οὐ διδάσκει διὰ τούτων, φασίν, τί ἐστιν οὐσία, ἀλλὰ τί οὐκ ἒστιν, ὡς εἲ τις τὸν ἂνθρωπον ἀποδιδοὺς μήτε ἳππον εἲποι μήτε κύνα. ἀλλ’ ἰστέον ὃτι πρῶτον μὲν οὐκ ἒστιν ὃρος τὸ τοιοῦτον, ἀλλ’ ὑπογραξή· ἒπειτα καὶ ὃροι τινὲς δι’ ἀποφάσεως ἀποδίδονται. ἀλλ’ οὐ καλῶς τὸ παράδειγμα ἐπήγαγεν ὁ ἁπορῶν λόγος· εἰ μὲν γὰρ τρία ταῦτα μόνα ἦν εἲδη, ἳππος καὶ κύων καὶ ἂνθρωπος, ἀληθές ἦν εἰπεῖν ὃτι δ μή ἐστι κύων μηδὲ ἳππος, τοῦτο ἂνθρωπός ἐστιν, καὶ ἐγνωσμένων τῶν δύο ἐγινώσκετο καὶ τὸ τρίτον, ὣστε ἐπειδὴ τρία ταῦτα ἒστον, τὸ ἀγαθὸν καὶ τὸ κακὸν τὸ ἀδιάφορον, ἀληθὲς τὸ ἀδιάφορον σημαίνοντα εἰπεῖν ‘ὃ μήτε ἀγαθὸν μήτε κακόν ἐστιν’, καὶ ἐγνωσμένων τῶν δύο γινώσκεται καὶ τὸ ἀδιάφορον. καὶ ἐνταῦδα οὖν τριῶν τούτων πάντα περιειληφότων, τοῦ τε ἐν ὑποκειμένῳ καὶ τοῦ καθ’ ὑποκειμένου καὶ τοῦ μηδέτερα ἒχοντος, διὰ τοῦτο προεδίδαξεν περὶ τοὺ ἐν ὑποκειμένῳ καὶ καθ’ ὑποκειμένου, ἳνα διὰ τῆς ἀποφάσεως αὐτῶν τὴν κυριωτάτην οὐσίαν σημάνῃ. καὶ οὐδὲ ἠρκέσθη μόνῃ τῇ ἀποφάσει, ἀλλὰ καὶ παράδειγμα προσέθηκεν, ὣσπερ εἲ τις λέγων τὸν ἂνθρωπον μήτε ἳππον μήτε βοῦν εῖναι προσθείη ἐφεξῆς ‘οἶον Σωκράτης’. Ἀλλὰ διὰ τί, φασίν, ἐνταῦθα μὲν πρώτην οὐσίαν τὴν αἰσθητὴν λέγει, ἀλλαχοῦ δὲ δευτέραν ὡς μετὰ τὴν ἀσώματον τεταγμένην; ἢ ὃτι οὐ πρόκειται αὐτῷ περὶ τῶν νοητῶν νοντῶν οὐσιῶν νῦν εἰπεῖν, ἀλλὰ τῶν αἰσθητῶν τὴν φύσιν καὶ τάξιν παραδοῦοῦναι, ὃπερ παὶ θιὰ τοῦ λεγομένη ἐνεδείξατο· οὐ γὰρ γέγεται ἐν τῇ αυνηθείᾳ οὐδὲ ἒγνωσται τοῖς πολλοῖς ἐκείνη, ἀλλ’ αὓτη μᾶλλον ἡ αἰσθητή. ὁ μέντοι Ἀλέξανδρος καὶ τὸ νοητὸν καὶ καὶ χωριστὸν εἶσος ἂτομον B οὐσίαν λέγεσθαί φησιν, καὶ ἲσως οἰκεῖον τοῦτο τῷ Περιπάτῳ, εἲπερ τὰ κοινὰ οὐδέ ἐστιν ὃλως καθ’ ἑαυτὰ ἐν ὑποστάσει, ἀλλ’ ἐν τοῖς ἀτόμοις ἒχει τὸ εἶναι· εἰ οὖν τὰ χωριστὰ εἲδη πάντων μάλιστά ἐστιν ἐν ὑποστάσει, ἂτομα ἂν εἲη καὶ οὐ κοινά. ὁ μέντοι Ἰάμβλιχος ἐπισκήπτει τῷ Ἀλεξάνδρῳ ὡς ἀγνοοῦντι πῶς λέγεται ἐνταῦδα ἂτομος οὐσία· δῆλον γὰρ ὃτι ὃτιὁτω,̓͂ φησίν ὡς ἀδιαίρετος εἰς ἂλλα εἲδη. εἲποι δὲ ἂν οἶμαι Ἀλέξανδρος, ὃτι καὶ ἡ χωριδτὴ καὶ ἡ νοητὴ οὐσία, εἲπερ μὴ ἐστιν κοινή, ἀδιαίρετός εἰς ἂλλα εἲδη. περὶ δὲ τὸ αὐτὸ ζήτημα καὶ ἐκεῖνο στρέφεται, διὰ τί ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττει, ενταῦθα δὲ τὰ καθ’ ἓκαστα; ἢ ὃτι διχῶς λέγεται τὸ πρότερον καὶ τὸ δεύτερον, ἤτοι τῇ φύσει ἢ ὡς ἡμᾶς· πρὸς ἡμᾶς μὲν γὰρ τὰ καθ’ ἓκαστον πρότερα· πρώτοις γὰρ τούτοις προσβάλλομεν· τῇ φύσει δὲ τὰ κοινὰ πρότερα· ὐπὸ γὰρ τὰ καθόλου τέτακται τὰ καθ’ ἓκαστα. ὣστε εἰ μὲν ἀπὸ τῆς φύσεως αρχοιτό τις, τὰ ἁπλᾶ, τὰ αἴτια, τὰ καθόλου, τὰ ἂυλα, τὰ ἀμέριστα καὶ τὰ τοιαῦτα προτάξει· ἐπειδὴ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως ἡ τάξις εἲληπται νῦν, ὡς πρὸς ἡμᾶς πρῶτον ληφθήσεται. ὁ μέντοι Ἀλέξανδρος ἐνταῦθα καὶ τῇ φύσει ὓστερα τὰ καθόλου τῶν καθ’ ἓκαστα εἶναι φιλονεικεῖ, ἀπόδειξιν μὲν οὐδεμίαν κομίζων σχεθόν, τὸ δὲ ἐν ἀρχῆ λαμβάνων, ὃταν λέγῃ τὸ εἶναι καὶ τὴν οὐσίαν τὰ κοινὰ παρὰ τῶν καθ’ ἓκαστα λαμβάνειν, μηδεμίαν τούτου προστιθεὶς ἀπόδειξιν. καὶ αἱ ἀποδείξεις σαθραί· κοινοῦ γὰρ ὂντος, φησίν, ἀνάγκη καὶ ἂτομον εἶναι· ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα περιέχεται· ἀτόμου δὲ ὂντος οὐ πάντως τὸ κοινόν, εἲγετ0̀ κοινὸν ἐπὶ πολλοῖς ὑπάρχει. δῆλον γὰρ ὃτι καὶ πᾶν ἂτομον ὑπὸ τοῦ κοινοῦ συμπληροῦται· ὁ γὰρ τὶς ἂνθρωτος καὶ ἂνθρωτος, φησὶν Ἀριστοτέλης. ὣστε καὶ ἐκεῖνο ψευδῶς ἒλαβεν εἰς δεῖξιν τοῦ πρῶτα εῖναι τῇ φύσει τὰ ἂτομα, ὃτι τοῦ κοινοῦ ἀναιρουμένου οὐ πάντως ἀναιρεῖται τὸ ἂτομον· εἰ γὰρ καὶ τὸ κοινὸν ἐν τούτῳ ἒχει τὴν οὐσίαν ἐν τῷ διατείνειν ἐφ’ ὃλα τὰ ἂτομα καὶ συμπληροῦν αὐτὰ καὶ τὸ ἂτομον ἐν Γ τῷ συμπληροῦσθαι ὑπὸ τοῦ κοινοῦ, πῶς ἀναιρουμένου τοῦ κοινοῦ οὐκ εὐδὺς ἀναιρεθήσεται καὶ τὸ ἂτομον; μήποτε οὖν τριττὸν ληπτέον τὸ κοινόν, μὲν ἐξῃρημένον τῶν καθ’ ἓκαστα καὶ αἲτον τῆς ἐν αὐτοῖς κοινότητος κατὰ τὴν μίαν ἐαυτοῦ φύσιν, ὣσπερ καὶ τῆς διαφορότητος κατὰ τὴν πολυειδῆ πρόληψιν. τὸ γὰρ πρῶτον ζῷον καὶ αὐτοζῷον κατὰ μὲν τὴν μίαν τοῦ ζῷου φύσιν τὴν πρὸς ἂλληλα κοινότητα πᾶσιν τοῖς ζῷοις ἐνδίδωσιν καθὸ ζῷα, κατὰ δὲ τὴν τῶν διαφόρων εἰδῶν πρόληψιν τὰ διάφορα εἲδη τῶν ζῷων ὑφίστησιν. δεύτερον δέ ἐστι κοινὸν τὸ ἀπὸ τοῦ κοινοῦ αἰτίου τοῖς διαφόροις εἲδεσιν ἐνοδιδόμενον καὶ ἐνυπάρχον αὐτοῖς, ὣσπερ τὸ ἐν ἑκάστῳ ζῷον. τρίτον δὲ τὸ ἐν ταῖς ἡμετέραις ἐννοίαις ἐξ ἀφαιρέσεως ὑφιστάμενον, ὑστερογενὲς ὂν καὶ τὴν τοῦ κοινοῦ μάλιστα καὶ ἀδιαφόρου ἒννοταν ἐπιδεχόμενον. τὸ μὲν γὰρ κοινὸν αἲτιον ἐξῃρημένον ἐστὶ τῶν αἰτιατῶν ἂλλο πάντῃ παρ’ αὐτὰ καὶ ὡς αἲτιον κινόν, αλλ’ οὐχ ὡς κοινὴ φύσις· ἡ δὲ συμπληρωτικὴ τῶν καθ’ ἓκαστα κονότης μετὰ τοῦ κοινοῦ καὶ τὸ διάφορον ἒχει. οὐ γὰρ ἒστιν τι μόνως κοινὸν ἐν τῇ θνητῇ καὶ τῇ ἀθανάτῳ οὐσίᾳ, ἀλλὰ καὶ τὸ κοινὸν διαφρεῖται καὶ ἡ διαφορὰ κοινοῦται. μόνον οὖν τοῦτο τὸ ἐξ ἀφαιρέσεως, ὃπερ ἡμεῖς τὰς διαφορὰς ἀφαιροῦντες ἀπολείπομεν, τὴν τοῦ κοινοῦ ὡς κοινοῦ ἒννοιαν ἒχει. καὶ πρὸς τοῦτο ἴσως ὁ Ἀλέξανδρος ἀφορῶν |ὓστερον αὐτὸ τῶν ἀτόμων οἲεται· πλὴν ὃτι οὐ σῷζει τὴν πρὸς ἑαυτὸν ἀκολουθίαν, ὃταν ἐκ τοῦ κοινοῦ καὶ τῶν διαφορῶν ὑφεστάναι λέγῃ τὸ καθ’ ἓκαστα, εἰ μὴ ἂρα καὶ τὴν ὑπόστασιν κατὰ τὴν ἒννοιαν δεωρεῖ τὴν τὸν ὁρισμὸν συνάγυσαν καὶ ἀπογυμνοῦσαν τὸ κοινόν. ἐγκαλεῖ δὲ τῷ Ἀλεξάνδρῳ ὁ Ἰάμβλιχος καὶ ὃτι ὡς μίαν οὐσίαν σιαιρεῖ τὴν σωματικὴν καὶ ἀσώματον, ἐφ’ ὦν οὐδέν ἐστι κοιινόν· ἐναντίον γὰρ τοῦτο, φησί, καὶ πρὸς Ἀριστοτέλη, εἲπερ οὐδὲ ἐπὶ τῶν αἰσθητῶν κοινόντητα ἐκεῖνος τίθεται. ἀλλ’ εἰ μὲν ὡς κατὰ μίαν ἰσόστοιχον ἀντιδιάίρεσιν εἰλημμένων τούτων καὶ τὸ κοινὸν ὡς πάντῃ ἀδιάφορον γαμβάνει, ἂτοπον· εἰ δὲ ὡς οὒσης τινὸς καὶ ἐν τῇ ὑφέσει κοινότητος, καθ’ ἣν συνδεδεμένα ἃπαντα καὶ μετὰ τὴν διάκριδιν ἡνωμένα μένει, τί ἂτοπον; καὶ γὰρ καὶ Πλάτων τὰ γένη τοῦ ὂντος οὐκ εἰς ἀσώματα ἢ εἰς σώματα μόνα διέτεινεν, ἀλλὰ διὰ πάντων ἀπεφήνατο, ὦν ἓν ἦν ἡ οὐσία. p. 2a14 Δεύτεραι δὲ οὐσίαι λέγονται ἓως τοῦ οἶον ὃ τε ἂνθρωπος καὶ τὸ ζῷον. Τὰς οὐσίας διελὼν εἰς πρώτας καὶ δευτέρας καὶ περὶ τῶν πρώτων εἰπὼν ἐξῆς περὶ τῶν δευτέρων ἐπάγει, ἃς ἐν εἲσεσιν καὶ γένεσιν ἀφοφίζεται, εὶδεσι μὲν τοῖς τῶν ἀτόμων περιεκτικοῖς (ταῦτα γὰρ ἦσαν αἱ πρῶται οὐσίαι), γένεσιν δὲ τοῖς τούτων τῶν εἰδῶν, ἀκειβῶς ταῦτα προσθείς, ἳνα μὴ πολλαχῶς τῶν εἰδῶν καὶ γενῶν λεγομένων εἰς ἂλλα σημαινόμενα ἀπενεχθῶμεν. καὶ γὰρ καὶ ὁ Πορφύριος ἐν τῇ Εἰσαγωγῇ πολλὰ σημαινόμενα τοῦ εἲδους καὶ τοῦ γένους ἐπελογίσατο, ὦν ἓν εἶπεν πἶναι εἶδος τὸ τῶν ἀτόμων περιεκτικὸν καὶ γένος τὸ τῶν τοιούτων εἰδῶν. ἐπειδὴ δὲ καὶ ἐν ταῖς ἂλλαις κατηγοριαις εστιν ειοη και γενη, ἲνα μη οευτερας ουσαις εκεινα τὰ καὶ τὰ εἲδη νομίσωμεν, ἀσφαλῶς εἶπεν ὃτι ἐν οἶς αἱ ταῦτα λέγει εἲδη καὶ γένη τὰ τῶν τοιούτων εἰδῶν. σαφὲς δὲ τοῦτο καὶ διὰ τῶν παραδειγμάτων ἐποίησεν· παράδειγμα δὲ τοῦ μὲν εἲδους ὁ ἂνθρωπος ἐν ῷ ὁ τὶς ἂνθρωπος ὑπάρχει, τοῦ δὲ γένους τὸ ζῷον, ἐν ᾦ ὃ τε ἂνθρωτος καὶ ὁ τὶς ἂνθρωπος περιέχεται. ἀλλ’ εἰ ἀνθρώπου μὲν ἀναιρεθέντος ἀνῄρηνται οἱ ἂτομοι ἂνθρωποι καὶ ζου ἀναιρεθέντος ὁ ἂνθρωπος, οὐ ἀνάπαλιν, πρῶτα δὲ τῇ φύσει τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δὲ ἐλέγομεν, πῶς πρῶται μὲν οὐσίαι αἱ ἂτομοι λέγονται, δεύτεραι δὲ τὰ εἲδη καὶ τρίται τὰ γένη; καὶ γὰρ ἐφεξῆς τὰ εἲδη τῶν γενῶν μᾶλλον οὐσίας ερεῖ. ἢ δεύτεραί εἰσιν αὖται, καθόσον ὡς μέρη συμπληροῦσιν τὰς ἀτόμους οὐσίας, τὰ δὲ μέρη τοῦ ὃλου δεὐτερα, καὶ ὡς κατ’ ἐνέργειαν ἐν τῷ ἀτόμῳ γενόμενα καὶ τοῦτο ὃπερ ἦσαν καθ’ ἐαυτὰ δυνάμει· τὸ δὲ ἐνεργείᾳ πρότερον, ὓστερον δὲ τὸ δυνάμει. καὶ ὁ ἁπὸ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δὲ λόγος οὐκ ἀκριβῶς ἠρώτηται. οὐ λὰρ ὁ εἶς ἂτομος οἶον ὁ Σωκράτης ἡ πρώτη ἐστὶν οὐσία, ἀλλ’ οἱ ὑπὸ τὸν ἂνθρωπον πάντες, διότι καὶ ἓκαστος· πάντων δὲ τῶν ἀτόμων ἀναιρεθέντων ἀνῇρηται καὶ ὁ ἂνθρωπος ὁ καθόλου. ἀλλὰ καὶ ἐπινοεῖται ἐκ τῶν ἀτόμων τὰ κοινά, ἀποδιαλαμβανόντων ἀεὶ τὸ κοινὸν ἐν τοῖς κατά τινα διαφέρουσιν· Σωκράτης γὰρ καὶ Δίων κἂν πολλοῖς ἱδιώμασιν ἀλλήλων διεστήκασιν, ἓνεστιν ὃμως τις μία ἀδιά- φορος οὐσία, καθ’ ἣν τὸ κοινὸν ἑν αὐτοῖς θεωρεῖται, ἣτις περὶ τὰ καθ’ ἒκαστα καὶ ἐν τοῖς κατὰ μέρος ἒχει τὸ ἐπινοεῖσθαι. ἒτι τοίνυν αἰτία τοῦ εἶναί ἐστιν τοῖς κοινοῖς τὰ καθ’ ἓκαστα· ταῦτα γὰρ ἐν τῷ τάδε τινὰ εἶναι προϋπάρχει, τὰ δὲ κοινὰ ἐπιλίνεται, ἃπερ οὐκ ἒστιν τάδε τινὰ νοούμενα, ἀλλὰ τοιάδε· εἰ δὴ τὰ καθ’ ἓκαστον ἀναιρεθείη, οὐδ’ ἂν τὸ κοινὸν εἲη· συμπληρωτικὴν γὰρ ἒχει τοῦτο τὴν φύσιν τῶν ἀτόμεων οὐσιῶν. ἒτι δὲ τὰς κατηγορίας περὶ τῶν δημαντικῶν γέξεων εἶναί φαμεν, αἱ δὲ σημαντικαὶ λέξεις ἐπὶ πρότερα τὰ ἂτομα φέρονται· τούτοις γὰρ πρώτοις κατὰ αἲσθησιν ἐντυγχάνομεν, ἒπειτα δὲ μεταβαίνομεν ἐπὶ τὰ εἲδη καὶ τὰ γένη ἀπὸ τῆς αἰσθήσεως ἐπὶ νόησιν ποδηγούμενοι. ὅλως δὲ, εἰ μὴ τὰ καθ᾿ αὑτὰ εἴδη καὶ γένη, ἀλλὰ τὰ ἐν τοῖς ἀτόμοις κατὰ τὴν Περιπατητικὴν συνήθεινα παραλαμβάνομεν, πῶς οὐκ ἂν εἴη ταῦτα δεύτερα ἐν οὐσίας λόγῳ, μέρη τῶν ἀτόμων ὄντα καὶ κατὰ τοῦτο ἔχοντα τὸ οὐσίαι εἶναι, ὅτι μέρη οὐσιῶν εἰσιν, ἐπεὶ ὡε μὴ καθ᾿ ἑαυτὰς ὑφεστῶσαι οὐδ᾿ ἂν εἶεν ὅλως οὐσίαι; ὁ μέντοι Ἀλέξανδρος οὐκ ἂν ἀναγκασθείη τοῖς τοιούτοις ἀπολογισμοῖς, καὶ τῇ φύσει προτέρας βουλόμενος εἶναι τὰς ἀτόμους οὐσίας τῶν κοινῶν· μὴ οὐσῶν γὰρ φησιν τῶν ἀτόμων οὐδὲν εἶναι δύνασθαι τῶν ἄλλων, οὐχ ὑγιῶς τοῦτο νομίζων. κἂν γὰρ σὺν τοῖς ἀτόμοις ἔχῃ τὸ εἶναι ἡ κοινὴ οὐσία, ἀλλὰ καθ᾿ ἑαυτὴν οὖσα συνετελεῖ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων. ἄμεινον δὲ λέγειν ὡς τὸ καθόλου καθ᾿ ἑαυτὸ τὴν κυριωτάτην οὐσίαν ἔχον μεταδίδωσι καὶ τοῖς καθ᾿ ἕκαστα ἑαυτό, καὶ οὕτως κυριώτερόν ἐστι τῶν ἀτόμων κατὰ τὸν τῆς φύσεωε λόγον. ἀλλὰ κοινόν, φησίν, οὐδὲν εἶναι δύναται χωρὶς ἀτόμου, ἄτομον δὲ ἔστιν χωρὶς κοινοῦ, οἷον ἥλιος καὶ σελήνη καὶ κόσμος. πρὸς ὃν ῥητέον ὡς δι᾿ ἄλλην συντυχίαν τοῦτο γένονεν τὸ ἅπαξ δέξασθαι τοὺτων ἑκάστου τὴν ὕλην τὸ εἶδος, ἔστιν μέντοι οὕτως παρεσκευασμένος ὁ λόγος, ὥστε εἰ καὶ πολλοὶ πεφυκότες ἦσαν αὐτὸν δέχεσθαι, δύναται ἑαυτὸν διδόναι εἰς τὸ πλῆθος. εἰσὶν δὲ οὐσίαι ὅλως αἱ δεύτεραι, κἂν μὴ καθ᾿ ἑαυτὰς ὑφεστήκασιν, ἐπειδὴ μόνται τῶν κατηγορουμένων τὴν οὐσίαν δηλοῦσιν. αἱ μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων πᾶσαι κατηγορίαι ἀλλότριαί εἰσιν τῆς οὐσιώδους σημασίας, οὐ τὸ τί ἕκαστον δηλοῦσαι, ἀλλά τὸ συμβεβηκός· αὗται δὲ καθ᾿ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λεγόμεναι τὴν οὐσίαν τῶν ὑποκειμένων σημαίνουσιν. |τὸν γὰρ Σωκράτη εἰ ἀποδιδῷ τις τί ἐστιν, τὸ μὲν εἶδος καὶ τὸ γένος ἀποδιδούς, οἷον ἄνθρωπον ἢ ζῷον εἰπών, οἰκειότερον ἀποδώσει καὶ γνωριμώτερον ποιήσει, τῶν δὲ ἄλλων ἐννέα κατηγοριῶν ἀποδιδούς τι, οἷον λευκὸν ἢ τρίπηχυ, ἀλλοτριώτερον ἀποδίδωσιν, ἅτε ἀπὸ συμβεβηκότος καὶ οὐ τὸ τί ἐστιν δηλοῦντος ποιούμενος τὴν ἀπόδοσιν. καὶ ἄλλως δὲ ὅμοιαί εἰσιν ταῖς πρώταις οὐσίαις αἱ δεύτεραι. ὡς γὰρ ἐκεῖναι πᾶσι τοῖς ἄλλοις ὑπόκεινται, οὕτως αἱ δεύτεραι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν· κατ᾿ αὐτῶν γὰρ λέγονται παρωνύμως, οἷον γραμματικὸς οὐ μόνον ὁ τὶς ἄνθρωπος, ἀλλὰ καὶ ὁ ἄνθρωπος, ἢ ὁμωνύμως, οἷον τὸ λευκόν· οὐ μόνον γὰρ τὸ λευκὸν σῶμα, ἀλλὰ καὶ τὸ σῶμα ἁπλῶς οὕτως ἐπικαλεῖται. διὰ ταῦτα οὖν οὐκ ἀπὸ τρόπου καὶ αὗται οὐσίαι, ἀλλὰ δεύτεραι οὐσίαι προσηγορεύθησαν. p. 2a19 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων, ὃτι τῶν καθ’ καθ’ ὑποκειμένου λεγομένων ἓως τοῦ τὸν δὲ λόγον ἀδύνατον. Θαυμάστὸν τῶς ἐκ τῶν εἰρημένων φανερὰ λέγει γίνεσθαι τὰ νῦν παραγραφέντα. τῶς γάρ, εἰ δεύτεραι οὐσίαι τὰ εἲση καὶ τὰ γένη, ἐκ τούτου φανερὸν τὸ τὰ μὲν καθ’ ὑποκειμένου συνωνύμως κατηγορεῖσθαι, τὰ δὲ ἐν ὑποκειμένῳ ὁμωνύμως; τίνα δὲ καὶ χρείαν ταῦτα τοῖς νῦν λεγομένοις παρέχεται; ἆρα οὖν μὴ ἐπὶ τὰ πρὸ τούτων ἀναφέρει τὸν λόγον ἐν οἶς ἒλεγεν “ὃταν ἓτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου” καὶ τὰ ἑξῆς; ἐπὶ γὰρ τῶν τοιούτων συνωνύμως ἡ κατηγορία γίνεται. ἢ καὶ ἀπὸ τῆς διαιρέσεως τῶν πρώτων καὶ δευτέρων οὐσιῶν τοῦτο ἀποδείκνυται. εἰ γὰρ κοινὸν μὲν ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ, ἲδιον δὲ τῶν μὲν τὸ καθ’ ὑποκειμένου, τῶν δὲ τὸ μὴ καθ’ ὑποκειμένου, ἦσαν δὲ δεύτεραι οὐσίαι τὰ γένη καὶ τὰ εἲδη, ταῦτα δὲ τῶν ὑπ’ αὐτὰ συνωνύμως κατηγορεῖται, τῶν δὲ δυνωνύμων καὶ. τοὒνομα καὶ ὁ λόγος κατηγορεῖται τοῦ οὐ μὴν τῶν ἐν ὑποκειμένῳ· οὒτε γὰρ τὸ ὂνομα. οὒτε ὁ λόγος τῶν ἐν ὑποκειμένῳ λέγεται κατὰ τοῦ ὑποκειμένου· εἰ γὰρ οὐδεμία οὐσία ἐν ὑποκειμένῳ, οὐδὲ τὰ ἐν ὑποκειμένῳ εἶεν ἂν οὐσίαι οὐδὲ μέρη συμπληρωτικὰ τῆς οὐσίας· οὐδὲ ὁ λόγος οὖν τοῦ ἐν ὑποκειμένῳ ῥηθήσεται κατὰ τοῦ ὑποκειμένου, οἶον οὒτε ἐπιστήμη ἡ ψυχὴ λέγεται. ἀλλὰ παρωνύμως ἀπ’ αὐτῆς, οὒτε ὁ λόγος τῆς ἐπιστήμης κατὰ τῆς ψυχῆς λέγεται· οὐ γάρ ἐστιν ἓξις θεωρητικὴ ἡ ψυχή· ἀλλ’ οὐδὲ τὸ χρῶμα κατὰ τοῦ σώματος οὐδὲ ὁ λόγος αὐτοῦ· ὣστε ἐκ τῶν εἰρημένων ταῦτα φανερά. μέλλων δὲ τὴν αἰτιάν ἀποδιδόναι τοῦ τὰς ἀτόμους οὐσίας πρώτας εἶναι, ἐπεὶ πάντα ἢ καθ’ ὑποκειμένων αὐτῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, μέλλων δὲ καὶ ἀπολογισμὸν ποιήσασθαι τοῦ τὰς δευτέρας οὐσίας εὐλόγως οὐσίας εἶναι, ὃτι δηλοῦσι τὴν τρώτην οὐσίαν καθ’ ὑποκειμένης αὐτῆς λεγομένας, ὑπομιμνῄσκει διὰ τούτων ἡμᾶς, πῶς τὰ καθ’ ὑποκειμένου κατηγορεῖται. διὰ τοῦτο γάρ τοι καὶ τῆς συνωνυμίας ἐδέησεν αὐτῷ, διὰ τὰ καθ’ ὑποκειμένου κατηγορούμενα, τῆς δὲ ὁμωνυμίας καὶ παρωνυμίας διὰ τὰ ἐν ὑποκειμένῳ συμβεβηκότα. ταῦτα γὰρ κατὰ μὲν τὸν λόγον οὐδέποτε ἂν ταῖς οὐσίαις συναρμοσθεῖεν· οὐ γὰρ τὸ δῶμά τις εἲποι χρῶμα διακριτικὸν ὃψεως, καίτοι ἐπονομάζων αὐτὸ γευκόν· τὰ πολλὰ δὲ παρωνύμως λέγεται ἀπὸ τῶν τοιούτων, ὡς ἀπὸ τῆς γραμματικῆς γραμματικός. ταύτην οὖν τὴν χρείαν ἡ ἐπανάληψις ἡ νῦν προκειμένη παρέχεται, ἐφεξῆς δὲ τοιαῦτα προστίθησιν· p. 2a34 Τὰ δὲ ἂλλα πάντα ἢτοι καθ’ ὑποκειμένων λέγεται τῶν 22r πρώτων οὐσιῶν ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν. τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ’ ἓκαστα. Εἰπὼν τίνες αἰ πρῶται καὶ τίνες αἱ δεύτεραι οὐσίαι δοκεῖ μὲν τὰ ὑπάρχοντα ταῖς πρώταις οὐσίαις παραδιδόναι κατὰ τὸ προφανές· γἐγει γὰρ ὃτι ὑποβάθρα πάλιν εἰσὶν αἱ πρῶται οὐσίαι τοῖς μὲν ὡς καθ’ αὑτῶν λεγομένοις ὑποκείμεναι, ὣσπερ ταῖς δευτέραις οὐσίαις, τοῖς δὲ ὡς ἐν αὐταῖς τὸ εἶναι ἒχουσιν, ὣσπερ τοῖς συμβεβηκόσιν· ἀπορίαν δὲ λύει νῦν περὶ τῶν πρώτων οὐσιῶν. εἰ γὰρ μήτε ἐν ὐποκειμένῳ εἰσὶν μήτε καθ’ ὑποκειμένου τινὸς λέγονται, διμφισβητήσειεν ἂν τις, μήποτε οὐδὲ εἰσὶν ὃλως· πόθεν γὰρ αὐταῖς τὸ εἶναι; τοῦτο δὲ γύων φησὶν ὃτι οὐ μόνον αὐταὶ παρ’ ἐαυτῶν ἒχουσιν τὸ εἶναι, ἀλλὰ καὶ τοῖς ἂλλοις πᾶσιν παρέχυσι τὴν ὑπόστασιν· τά τε γὰρ καθ’ ὑποκειμένου γεγόμενα καὶ τὰ ἐν ὑποκειμένῳ ὂντα ἀπὸ τοῦ ὑποκειμένου ἒχει τὸ εἶναι. ταῦτα δὲ κατασκευάζων τὸ μὲν τὸ εἶδος ἐν τοῖς ἀτόμοις ἒχειν τὸ εἶναι ὡς γνωριμώτερον παρῆκεν, οἶον τὸν ἂνθρωπον ἐν τοῖς κατὰ μέρος ἀνθρώποις, τὸ δὲ τὸ γένος καίτοι δοκοῦν κατὰ τοῦ ἲδους μάλιστα κατηγορεῖσθαι οὐδὲν ἦττον ἐν ταῖς ἀτόμοις οὐσίαις τὸ εἶναι, τοῦτο ἀπέδειξεν, ὡς καὶ πόρρωθεν δοκοῦν μᾶλλον καὶ ὡς ἅμα καὶ τὸ ἓτερον συναποδεικνύων. ἒστι δὲ ἡ ἀπόδειξις τοιάδε· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ ἁπλῶς κατὰ ἀνθρώπου, ὣσπερ τὸ πτηνὸν εἰ κατὰ μηδενὸς τῶν κατὰ μέρος ἀετῶν, οὐδὲ ἁπλῶς κατὰ ἀετοῦ· διὰ τὴν ἂτομον ἂρα οὐσίαν ὐπόκειται καὶ τὸ εἶδος τῷ γένει. ὁμοίως δὲ καὶ τὸ ἐν ὑποκειμένῳ ἐν πρώτῳ τῷ ἀτόμῳ ἒνεστιν, εἶτα διὰ τούτου καὶ τῷ εἲδει ἐνουπάρχει, οἰον ἡ γραμματικὴ τῷ Ἀριστάρχῳ πρώτως ἐγγίνεται, εἶτα διὰ τούτου καὶ τῷ ἀνθρώπῳ. αἰτία ἂρα ἡ ἂτομος οὐσία ἐστὶν τοῖς ἂλλοις τοῦ εἶναι, καὶ τοῖς καθ’ ὑποκειμένου λεγομένοις καὶ τοῖς ἐν ὑποκει- μένῳ οὖσιν. ὃταν δὲ λέγωμεν ἐν ὑποκειμέναις ταῖς πρώταις οὐσίαις τὰ ἂλλα εἶναι, οἶον ποσόν, ποιόν, πρός τι καὶ τὰ τὰ λοιπά, τοιαῦτα εἶναι τὰ ἐνυπάρχοντα νοητένον, οἶά ἐστιν τὰ πρῶτα, ἀλλ’ οὐχὶ τὰ πεπονδότα ἢδη καὶ διακείμενα, οἶον γευκότητα καὶ θερμότητα. τὰ γὰρ πεπονθότα ἢ διακείμενα καὶ κατὰ ταὺτα λεγόμενα καὶ αὐτὰ λόγῳ καὶ ὀνόματι ἀληδεύεται· ἀγηθὲς γοῦν τὸν κύκνον λευκὸν εἰπόντα ἀποδοῦναι ὃτι λευκότητα ἒχει, λόγος δὲ οὖτος τοῦ ὡς πεπονθότος λευκοῦ, τουτέστιν τοῦ λελευκωμένου. οι μέρος γὰρ γίνεται τοῦ εἲδους ἢδη τὸ τοιοῦτον· ὣσπερ οὖν τὸ εἶδος τοῦ ὐποκειμένου μέρος, οὓτως καὶ τὸ συντελοῦν εἰς τὸ εἶδος ἒσται τοῦ αὐτοῦ μέρος· καὶ ὁ λόγος οὖν ὁ τοῦ τοιούτου ἐπαληθεύσει κατὰ τοῦ ὑποκειμένου. διὰ ταῦτα οὖν ὁ τῶν ἢδη πεπονθότων καὶ τῶν ἁπλῶνς λεγομένων διάφορος γίνεται τῆς κατηγορίας ὁ τρόπος. Ἀλλ’ εἰ ἡ τομή, φασί, τῆς οὐσίας ὡς γένους εἰς εἲδη γέγονεν εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, αὖται δέ εἰσιν αἱ παραδοθεῖσαι, παρεῖται ἡ κοινὴ οὐσία καὶ γενική. ἢ καὶ αὐτὴ λέγεται ἐν τῷ μὴ ἐν ὑποκειμένῳ· ἲδιον γὰρ τοῦτο πάσης οὐσίας, διότι αὐτὴ ὑπόκειται καὶ ὣρισται, ὣστε πᾶσα κατὰ τοῦτο ἀφορίζεται. ἳδιον δὲ καὶ τῆς μὲν δευτέρας πρὸς τῷ κοινῷ τὸ καθ’ ὑποκειμένου λέγεσθαι, τῆς δὲ πρώτης πρὸς τῷ κοινῷ τὸ μὴ ὑποκειμένου, ὣστε πασῶν τῶν οὐσιῶν ἡ ὑπογραφικὴ γέγονεν ἀπόδσις. ἀλλὰ πᾶσα τομὴ γένους, φασίν, εἰς εἲδη γίνεται, ἡ δὲ πρώτη οὐσία εἶδος· μία γὰρ ἀριθμῷ ἡ αὐτή, πολλὰ δὲ ἀριθμῷ τὸ εἶδος. λύσις δὲ τούτου, ὃτι αὐτὸ τὸ μίαν εἶναι ἀριθμῷ κοινός ἐστιν λόγος, ἲδιον δέ ἐστιν εἲδους καὶ τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ λέγεσθαι. ὡς μὲν οὖν κοινὸς λόγος, κοινὸν ποιεῖ τὸ μίαν ἀριθμῷ εἶναι τὴν πρώτην οὐσίαν· ὁ δὲ λόγος τοῦ ἀτόμου οὐκ ἒστιν εἶδος· ἓν γάρ ἐστιν ἀριθμῷ. ἀλλ’ εἰς ἂνιδα, φησίν, ἡ διαίρεσις γέγονεν, ὃπερ ἀλλότριόν ἐστιν τῆς εἱς εἲδη διαιρέσεως. ἢ οὐδὲ τοῦτο ἀληθές· ἀντίρροπα γάρ ἐστιν τὰ καθόλου καὶ τὰ ἂτομα καὶ ἀλλήλοις συντελεῖ τπὸς τὸ εἶναι. εὑρίσκονται δὲ αἱ μὲν ἂτομοι οὐσίαι κατὰ τὰς ἰδιλοτητας τὰς ἀτμήτους τῶν ἂντων, αἱ δὲ δεύτεραι οὐσίαι κατὰ τοὺς οὐσιώδεις κοινοὺς λόγους τοὺς ἐπὶ τῶν αἰσθητῶν θεωρουμένους. Καὶ τοῦτο δὲ οὐκ ἂξιον παραλιπεῖν, ὃτι δισσογραφία τις ἐν τούτοις συνέβη· οὐδὲν γὰρ Ἀριδτοτέλης ἐκ περιττοῦ τοῖς λόγοις προστίδησιν, ἀλλ’ ἲσως Ε ἒξω παραγεγραμμένης τῆς ἂλλης γραφῆς οἱ γράφοντες τὰ δύο εἰς τὸ ἐδάφιον ἐνέγραψαν. τὸ δὲ ἑξῆς ἑστιν· “ὣστε πάντα τὰ ἂλλα καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, ὣστε μὴ οὐσῶν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἂλλων τι εἶναι”. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον. p. 2b7 Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶσος τοῦ γένους ἓως τοῦ ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἂλλων. Ἐπειδὴ τὸ εἶσος δαὶ τὸ γένος κοινῶς δευτέρας οὐσίας προσηγόρευσεν, πάντως ἦν ζητεῖν, εἰ ὁμοίως οὐσίαι ἂμφω, καὶ ὁμοίως τῆς πρώτης ἀφεστή- κασιν. πρὸς παύτην οὖν τὴν ζήτησιν ὑπαντῶν φησιν μὴ ἐπίσης αὐτας ἒχειν τὸ δευτερεῖον, ἀλλὰ μᾶλλον οὐσίαν εἶναι τὸ εἶσος τοῦ γένους. δύο δὲ δείξεις τούτου ποιεῖται, τῆν μὲν ἀπὸ τῆς πρὸς τὸ ἂτομον γένος ἀμφοῖν σχέσεως, τὴν δὲ ἀτὸ τῆς ἀναλογίας. ὦν ἡ μὲν ἀπὸ τῆς σχέσεως οὓτως συλλογίζεται· τὸ εἶδος ἒγγιον τῆς μᾶλλον οὐσίας· τὸ ἒγγιον τῆς μᾶλλον οὐσίας μᾶλλον οὐσία· τὸ εἶδος ἂρα μᾶλλον οὐσία τοῦ γένους. ὅτι δὲ ἒγγιον τῇ ἀτόμῳ οὐσίᾳ τὸ εἶδος, δείκνυσιν ἐκ τοῦ πρὸς τὴν ἀπόδοσιν οἰκειότερον τυγχάνειν· ἀποδιδόντες γὰρ τὸν Σωκράτη οἰκειότερον ἂν μᾶλλον καὶ γνωριμώτερον ἀποδοίημεν, εἰ ἂνθρωπον λέγοιμεν, πορρώτερον δέ, εἰ ζῷον· τὸ δὲ οἰκειότερον ἒγγιον μᾶλλον. τὴν δὲ ἀπὸ τῆς ἀναλογίας οὓτως ἐφοδεύει· εἰ ὡς αἱ πρῶται οὐσίαι πρὸς τὰ ἂλλα ἂχουσιν, οὓτως τὸ εἶδος ἒχει πρὸς τὸ γένος, τὸ εῖδος ἂν εἲη τοῦ γένους μᾶλλον οὐσία. ὃτι δὲ οὕτως ἔχει καὶ ταῦτα πρὸς ἄλληλα ὥσπερ ἐκεῖνα, δηλοῖ ἐκ τοῦ καὶ τὸ εἶσος ὑποκεῖσθαι τῷ γένει ὡς τὴν οὐσίαν τοῖς ἂλλοις. τὸ δὲ συνημμένον δείκνυσιν διὰ καὶ τὴν οὐσίαν ἐν τούτῳ μάλιστα ἒχειν τὸ εἶναι οὐσίαν, ἐν τῷ τοῖς ἄλλος ὑποκεῖσθαι καὶ πάντα τὰ ἂλλα ἐν αὐτῇ εἶναι. αὐτῶν μέντοι τῶν εἰδῶν ὅσα μὴ ὑπάλληλα ὂντα ἐστὶν καὶ γένη, οὐθὲν μᾶλλον ἕτερον ἐτέρου οὐσία ἐστίν, κἂν τὸ μὲν ὐπερέχῃ τῇ ἀξίᾳ, τὸ δὲ ἐλλείπῃ. οὐθὲν γὰρ οἰκειότερον ἀποδώσει ὁ κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀποδοὺς ἢ κατὰ τοῦ τινὸς ἳππου τὸν ἵππον. οἵτως δὲ ἒχει καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν· γὰρ ἐπεὶ τῇ ἀξίᾳ Σωκράτης τοῦ Βουκε|φάλα ἳππου τιμιώτερος, διὰ τοῦτο μᾶλλον οὐσία λέγοιτο ἂν Σωκράτης τοῦ Βουκεφάλα ἵππου. Δοκεῖ δέ τισιν μὴ ὁρθῶς ἡ τάξις ἔχειν ἐνταῦδα τοῦ λόγου. ἔδει γάρ, φησί, πρῶτον εἰπεῖν τὴν αἰτίαν, δἱ ἣν δεύτεραί εἰσιν οὐσίαι, καὶ οὓτως αὐτὴν τὴν σύγκρισιν ποιήσασθαι πρὸς ἀλλήλας. ῥητέον δὲ ὡς εἶχεν τοῦτο προειλημμένον ἐναργῶς ἀπὸ τῆς διαιρέσεως τῶν καθ’ ὑποκειμένου καὶ μὴ καθ᾿ ὑποκειμένου λεγομένων, καὶ ἀπὸ τοῦ κυριωτάτην δεθεῖχθαι οὐσίαν τήν μήτε καθ᾿ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ· ἀπὸ γὰρ τούτου συνάγεται τὸ δευτέρας εἶναι οὐσίας τὰς καθ’ ὑποκειμένου μὲν λεγμένας, μὴ B ἐν ὑποκειμένῳ δὲ οὒσας. καὶ τοῦτο δὲ προσαπορεῖ περὶ τῆς τάξεως, ὃτι ἀκόλουθον ἦν δεῖξαι τὴν πρώτην οὐσίαν μὴ οὖσαν μᾶλλον ἢ ἦττον οὐσίαν, εἶθ’ οὓτως τῶν εἰδῶν τὸ μᾶλλον ἢ ἦττον ἐπιδεῖξαι. ἒστιν δὲ καὶ πρὸς τοῦτο ἡ αὐτὴ ἀπολογία, ὡς ἢδη προειλημμένον ἒχει τὸ μὴ εἶναι μᾶλλον ἢ ἠττον τὴν πρώτην οὐσίαν, ὃτε πρώτως αὐτὴν καὶ μάλιστα καὶ κυριώτατα οὐσίαν εἶναι ἀπεφήνατο· πάντα γὰρ τὰ τοιαῦτα ὣρισται καὶ οὐκ ἓχει τὴν τοῦ μᾶλλον καὶ ἦττον ἀοριστίαν· τὸ μὲν γὰρ μᾶλλον καὶ ἧττον ἀπαύστως, τὸ δὲ μάλιστα ἳσταται κατὰ τὴν ὑπερβολήν. Διὰ τί δὲ οὐχὶ καὶ αἱ ἐννέα κατηγορίαι τῶν συμβεβηκότων δεύτεραι ἒσονται οὐσίαι διὰ τὸ κατηγορεῖσθαι τῶν πρώτων οὐσιῶν; ἢ αὐταὶ αἱ δεύτεραι οὐσίαι διὰ τί οὐκ εἰσὶν συμβεβηκότα διὰ τὸ ἐνυπάρχειν ταῖς ἀτόμοις οὐσίαις καὶ κατ’ αὐτῶν λέγεσθαι; ἢ οὐχὶ πάντα τὰ πατηγορούμενα τῶν πρώτων οὐσιῶν ἒσονται δεύτεραι οὐσίαι, ἀλλ’ ἐκεῖνα μόνα, ὃσα ὲν τῷ τί ἦν κατηγοροῦνται, οἶά ἐστιν τὰ εἲδη καὶ τὰ γένη. ἀλλὰ διὰ τί εἶπεν τὸ γὰρ ἲδοιν μᾶλλον, οἶον ἂνθρωπος ἢ ζῷον; οὐ γὰρ ἲδιον ὁ ἂνθρωπος Σωκράτους, ἀλλ’ εἶδος. ἢ οὐχὶ τὸ κυρίως ἲδιον ἐνταῦθα παρείληπται, ἀλλ’ ὣσπερ τὸ ἡττον βαρὺ κοῦφον λέγομεν, οὓτως τὸ ἡττον κοινὸν ἳδιον ἐκάλεσεν. Αλλ’ οὐδεμία, φασίν, οὐσία μᾶλλον καὶ ἦττον, ὡς ἐρεῖ προϊών· τῶς οὖν τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία λέγεται; ἢ ὃτι οὐ καθόσον οὐσίαι εἰσίν, τὸ μᾶλλον ἢ ἦττον αὐτῶν λαμβάνει, ἀλλὰ κατὰ τὴν τῆς αἰσθητῆς οὐσίας ἀπόστασιν. ἀλλ’ ἔτι μοι δοκεῖ μένειν τὸ ἂπορον. ἡ γὰρ αἰσθητὴ οὐσία ἡ μάλιστά ἐστιν οὐσία, καὶ ἐπὶ τῶν ἂλλων δὲ κατηγοριῶν, ἐν αἶς τὸ μᾶλλον καὶ ῆττον ἒστιν, ὣσπερ ἐπὶ τῆς ποιότητος, κατὰ τὴν πρὸς τὸ μάλιστα ἀπόστασιν τὸ μᾶλλον καὶ ἦττον θεωρεῖται· μᾶλλον γὰρ γευκὸν τὸ τῷ μάλιστα συνεγγίζον· ἐπεὶ οὐδὲ ἐκεῖ καθόσον ποιὰ τὸ μᾶλλον καὶ ἦττον ἒχει· ὁμοίως γὰρ ἂμφω ποιά. μήποτε οὖν ἡ οὐσία λέγεται ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, διότι, κἂν τῶν εἰδῶν αὐτῆς τὸ μὲν μᾶλλον οὐσία, τὸ δὲ ἧττον, τὸ δὲ μάλιστα, ἀλλ ἓκαστον ἶδος οὐκ μᾶλλον καὶ ἧττον· οὒτε γὰρ γένος γένους οὒτε εἶδος εἲσους ἀτόμου μᾶλλόν ἐστιν ἢ ἧττον οὐσία. ἐπὶ μέντοι τῆς ποιότητος ἐν τοῖς εἲδεσιν αὐτοῖς τῆς ποιότητος θεωρεῖται τὸ μᾶλλον καὶ τὸ ἡττον· λευκὸν γὰρ γευκοῦ μᾶλλόν ἐστι καὶ ἧττον. οὓτως μὲν Πορφύροις καὶ λύουσι τὰς ἀπορίας. ὡς δὲ Ἀλέξανδρος ἐξηγεῖται τὴν ἂτομον οὐσίαν φιλοτιμούμενος τὸ πρώτως κινοῦν ἐν αὐτῇ τιθέναι, καὶ χαλεπώτεραι γίνονται αἱ ἁπορίαι. πῶς γὰρ ἒτι τὸ ἐγγυτέρω τῆς αἰσθητῆς οὐσίας μᾶλλον ἒσται οὐσία; πῶς δὲ αἱ νοηταὶ οὐσίαι εἰς ταὐτὸ ταῖς αἰσθηταῖς συνταχθήσονται; ἀτόπως δὲ καὶ τὸ ἄτομον ἄλλως ἐπὶ τῶν νοητῶν λεγόμενον ἄλλως ἐκεῖνος ἐκδέχεται ὁμωνυμίᾳ μόνῃ χρώμενος. οὐκ ὀρθῶς δὲ καὶ τὸ γνώρισμα τῶν ἐνύλων οὐσιῶν, τὸ μὴ ἐν ὑποκειμένῳ, ταῖς ἀύλοις οὐσίαις προσφέρει· δῆλον γὰρ δήπουθεν, ὡε ἄλλωε μὲν τὰς ἐνύλους ἐχαρακτηρίζομεν τῷ ἔχειν τι ἐν ὑποκειμένῳ, ἄλλωε δὲ τὰς ἀύλους τῷ μηδὲν ἔχειν ὡε ἕτερον ἐν ἑτέρῳ. ἔτι δὲ σπουδάζει, ἵνα μὴ ἐλαττωθῇ τῶν πρώτν οὐσιῶν τῶν συνθέτων ἡ πρώτως κινητικὴ οὐσία, σχέσιν αὐτῇ πρὸς ταύτας διδόναι· αἰτία γὰρ, φησίν, τῶν οὐσιῶν τῶν ἐχουσῶν τὰ ἐν ἑποκειμένῳ ἡ μάλιστα ἂν εἴη οὐσία. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ ἔστιν ὅπως ἡ νοητὴ καὶ πρώτως κινητικὴ οὐσία ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὰ σύνθετα καὶ ἔνυλα τὸ μάλιστα οὐσία εἶναι παραλαμβάνει, ἀλλὰ τοὐναντίον ἐκ τοῦ χωριστὴ εἶναι ἀπὸ πάντων. Ἀρχύτας δὲ ὁ Πυθαγόρειος οὐ προσίεται τὴν νυνὶ προκειμένην τῶν οὐσιῶν διαίρεσιν, ἀλλ᾿ ἄλλην ἀντὶ ταύτης ἐκεῖνος ἐγκρίνει λέγων· |“τᾶς τε γὰρ ὠσίας ἐντὶ διαφοραὶ τρεῖς· ἁ μὲν γὰρ ἐντι ὕλα, ἁ δὲ μορφά, ἁ δὲ συναμφότερον ἐκ τούτων”. αὕτη δὲ ἡ διαίρεσις κατ᾿ αὐτὸν γέγονε τὸν τῆς οὐσίας λόγον καὶ ἐπὶ πάντα διατείνει καὶ κατὰ φύσιν χρῆται τῇ διακρίσει τῶν οὐσιῶν, ἀλλ᾿ οὐχ ὡς ἡ Ἀριστοτελικὴ διαίρεσις τῆς συνηθείας μόνης ἔχεται τῶν σημασιῶν. μαρτυρεῖ δὲ καὶ Ἀριστοτέλης ἐν τοῖς ἀκριβεστάτοις ἑαυτοῦ συγγράμμασιν ταύτῃ χρώμενος τῇ διαιρέσει, ὥσπερ ἔν τε τῇ Φυσικῇ ἀκροάσει καὶ ἐν τῇ Μετὰ τὰ φυσικά. τῶν μέντοι Πυθαγορείων οὐδεὶς ἂν προσοῖτο ταύτην τὴν διαίρεσιν τῶν πρώτων καὶ δευτέρων οὐσιῶν, ὅτι τοῖς καθόλου τὸ πρώτως ὑπάρχειν μαρτυροῦσι, τὸ δὲ ἔσχατον ἐν τοῖς μεριστοῖς ἀπολείπουσιν, καὶ διότι ἐν τοῖς ἁπλουστάτοις τὴν πρώτην καὶ κυριωτάτην οὐσίαν ἀποτίθενται, ἀλλ᾿ οὐχ ὡς νῦν λέγεται ἐν τοις συνθέτοις καὶ αἰσθητοῖς, καὶ διότι τὰ γένη καὶ εἴδη ὄντα νομίζουσιν, ἀλλ᾿ οὐχὶ συγκεφαλαιούμενα ταῖς χωρισταῖς ἐπινοίαις. πῶς οὖν ὁ Ἀριστοτέλης καίτοι γινώσκων καὶ τὴν κατὰ Ἀρχύταν τῆς οὐσίας διαίρεσιν ιὐκ ἐχρήσατο νῦν αὐτῇ; ἢ ὅτι τῆς λογικῆς πραγματείας οἰκεία μᾶλλον ἦν αὕτη ἡ διαίρεσις· ὑποκειμένων γὰρ καὶ κατηγορουμένων ἁπλῶν φωνῶν παράδοσιν ἐν τούτοις ποιούμενος εἰκότως καὶ ἐν τῇ οὐσίᾳ, ἣν ὑποκεῖσθαι πᾶσιν εἶπεν, εὑρών τι κατηγορούμενον τὸ εἶδος καὶ τὸ γένος εἰς ταῦτα τὴν διαίρεσιν ἐποιήσατο. Ρ. 3a7 Κοινὸν δὲ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ἕως τοῦ ὥστε οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένῳ. Διελὼν πόσαι καὶ τίνες εἰσὶν αἱ οὐσίαι, ἐφεξῆς τὰ ὑπάρχοντα αὐταῖς τά τε κοινὰ καὶ τὰ ἴδια παραδοῦναι προτίθεται εἰκόντως. εἰ μὲν γὰρ ἦν ὅρον ἑκάστου τῶν γενῶν ἀποδιδόναι, ἧττον ἔδει φροντίζειν τῆς τῶν ὑπαρχόντων χόντων αὐτοῖς παραδόσεως· ἐπεὶ δὲ ὁρισμὸν οὐκ ἦν ἀποδιδόναι, ἀλλ᾿ ὑπογραφὴν μόνον καὶ παραδείγματα, εἰκότως τῆς τῶν ὑπαρχόντων ἔδει κατανοήσεως, τῶν τε κοινῶν καὶ μάλιστα τῶν ἰδίων, ἵνα ἐκ τούτων ὡς ἐκ γένους καὶ διαφορῶν οἷον ὁρισμός τις ἑκάστου τῶν γενῶν ἀποδιδοῖτο. κοινὸς οὖν οὗτος ἀπολογισμὸς ἔστω ἐφ᾿ ἑκάστου τῶν γενῶν μετὰ τὴν διαίρεσιν τὰ ὑπάρχοντα τῷ γένει παραδιδιόναι, τά τε κοινὰ καὶ τὰ ἴδια, καὶ πρῶτον τὰ πρὸς ἄλλα γένη κοινά. Ο δὲ Ἰάμβλιχος οἴεται προηγουμένως ἐφ᾿ ἑκάστου γένους τὸ ἴδιον ζητεῖν ὡς δυνάμενον ὁπωσοῦν ἀντὶ τοῦ ὁρισμοῦ τὴν φύσιν τοῦ ζητουμένου παραστῆσαι· ἐπειδὴ δὲ συνέβαινεν τὸ κυρίως ἴσιον ζητοῦντα ὃ μόνῳ καὶ παντὶ ὑπάρχει μεριστῶς ἐφάπτεσθαι αὐτοῦ, ποτὲ μὲν τῶν παντὶ μὲν οὐ μόνῳ δὲ ὑπαρχόντων ἀντιλαμβανόμενον, ποτὲ δὲ τῶν μόνῳ μὲν οὐ παντὶ δέ, διὰ τοῦτο τὰ μὲν διῃρημένως τυγχάνοντα τῆς ἰδιότητος ἀποδοκιμάζει λέγων οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ὡς τοῦ ἰδίου μάλιστά ζητουμένου, τὰ δὲ ὁλόκληρα καὶ κυρίως ἰδιώματα ὡς προσήκοντα ἐγκρίνει· ζητητικὸς δὲ ὢν ὁ Ἀριστοτέλης καὶ διὰ ζητήσεως τὸ ἀληθὲς εὐρίσκων πρῶτον περιπίπτει τοῖς ὁλοσχερῶς λεγομένοις καὶ διελέγχων αὐτὰ οὕτως ἐπὶ τέλει τὸ ἀληθὲς εὑρίσκει. καὶ λέγοιτο μὲν ἂν καὶ ταῦτα καλῶς, οἰκειότερον δὲ ἴσως καὶ τὰ κονὰ πρὸς ἄλλας κατηγορίας προηγουμένως ἐκτίθεσθαι, ὡς ἐκ τῶν κοινῶν καὶ τῶν ἰδίων ἀκριβεστέρας γινομένης τῆς τοῦ ζητουμένου περιγραφῆς. δηλοῖ δὲ καὶ Ἀρχύτας, οὐ τὰ ἴδια μόνα ζητῶν, ἀλλὰ καὶ τὰ κοινὰ πρὸς τὰς ἄλλας κατηγορίας ἐκτιθέμενος. καὶ παραγεγράφθω πλείονα τῶν Ἀρχυτείων, ἐπειδὴ καὶ ὁ θεῖος Ἰάμβλιχος ὀλίγον τι ῥητὸν καὶ ἀμφιβολίαν καὶ αὐτὸ παρέχον ἀνέγραψεν· “ταῖς δὲ διανοίαις ταύταις καὶ ταῖς κατηγορίαις συνυπάρχει τινὰ μὲν κοινά, τινὰ δὲ ἴδια. λέγω δὲ κοινὰ μὲν τᾶς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ ἐνδέχεται μᾶλλον καὶ ἧσσον ἦμεν ἄνθρωπον, οὐδὲ μὰν θεὸν καὶ φυτόν· καὶ τὸ μηδὲν ἔχεν ἐναντίον· ἀνθρώπῳ γὰρ ἄνθρωπος οὐκ ἔστιν ἐναντίον, οὐδὲ μὰν θεῷ θεὸς οὐδὲ ταῖς ἂλλαις ὠσίαις. τό τε καθ’ αὑτὸ ἦμεν, ἀλλὰ μὴ ἐτέρῳ τινἰ συνυπάρχειν, ὣσπερ γλαυκότατα καὶ καροπότατα ὀφθαλμοῖς, οἰκεῖον· πᾶσα γὰρ οὐσία καθ’ αὑτάν ἐντι, τὰ δὲ συνυπάρχοντα καὶ συμβεβηκότα ἢ ἐν ταύτᾳ ἢ οὐκ ἂνευ ταύτας”. εἶτα τὰ κοινὰ τῆς ποιότητος εἰπὼν ἐπάγει· “καὶ τᾷ ποσότητι δὲ παρέτεται πολλὰ καὶ τῶν τᾶς οὐσίας, οἶον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἦσσον’. εἰπὼν δὲ καὶ τῶν πρός τι τὰ κοινὰ ἐπάγει· “ὑπάρχει δὲ καὶ ἲδιον ἑκάστας αὐτᾶς· τᾶς μὲν ὠσίας τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὴν ἦμεν”. οὓτως ἂρα καὶ τὰ κοινὰ πρὸς τὰς ἂλλας κατηγορίας καὶ τὰ ἳδια βούλεται παραδιδόναι. ὁ μέντοι Πορφύριος τὰ ἲδια μὲν ἑκάστου τῶν γενῶν παραδίδοσθαί φησιν ὑπὸ τοῦ Ἀριστοτέλους καὶ οὐχὶ τὰ κοινὰ ἁπλῶς πρὸς τὰς ἂλλας κατηγορίας· τριχῶς δὲ λέγεσθαι τὸ ἲδιον, μὲν τὸ παντὶ μὲν οὐ μόνῳ δὲ ὑπάρχον ὡς τὸ δίπουν τῷ ἀνθρώπῳ, τὸ δὲ μόνῳ οὐ παντὶ δὲ ὡς τῷ αὐτῷ τὸ γραμματικόν, τὸ δὲ καὶ μόνῳ καὶ παντί, ὃπερ καὶ κυρίως ἐστὶν ἲδιον, ὡς τῷ ἀνθρώπῳ τὸ γελαστικόν. τὰ οὖν μὴ μόνῳ ὐπάρχοντα, ταῦτα καὶ κοινά ἐστιν πρὸς τὰ ἂλλα γένη, ὃταν παντὶ μὲν μὴ μονῳ δὲ ὑπάρχῃ. ἐπιστῆσαι δὲ χρὴ τοῖς Ἀρχυτείοις, ὅτι οὐδὲν ζητητικῶς ἐν τούτοις οὐδὲ ἀμφιβόλως, ἀλλ’ ἀποφαντικῶς μετὰ τοῦ θάρρους τῆς ἐπιστήμης προάγεται Ι πάντα καὶ δι’ αὐτῶν τῶν ἀναγκαιοτάτων τῷ λόγῳ πρόεισιν. ἲσως δ’ ἂν τις ἀπορήσοι πῶς δυνατὸν πάσης οὐσίας τὸ ἲδιον ἀφορίζεσθαι. καθ’ ἑκάστην γὰρ οὐσίαν διάφορον καὶ τὸ ἰδίωμά ἓτερον· οὐκοῦν ἂλλα τῶν συθέτων καὶ ἂλλα τῶν ἀπλῶν ἀποδοθήσεται ἰδιώματα, καὶ ἂλλο μὲν τῶν ἀεικινήτων, ἂλλο δὲ τῶν ἐν μέρει μεταλαμβανόντων κινήσεως, καὶ ἓτερον μὲν τῶν ἐστηκότων ἐν τοῖς εἲδεσιν ὡσαύτως, ἒτερον δὲ ἐπὶ τῶν μεταβαλλομένων, καὶ ἐπὶ τῶν νοητῶν καὶ αἰσθητῶν ὡσαύτως. ἀλλ’ ἒστι λέγειν ὃτι δθνατὸν τὴν ἀνάλογον ὁμοιότητα ἀφορίζεσθαι πανταχοῦ. Λέγει δὲ Ἀριστοτέλης τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν καὶ τῶν πρώτων καὶ τῶν δευτέρων οὐσιῶν ὐπάρχειν, εἲτε ὡς κοινὸν τοῦτο λέγων εἴτε ὡς μοῖραν τοῦ ἰδίου τῆς οὐσίας παραδιδοὺς αὐτό. καὶ ἐπὶ μὲν τῆς πρώτης οὐσίας οὐκ ἐδεήθη ἀποδείξεως· αὐτόθεν γὰρ ὡμολόγητο οὐκ ἐν ὑποκειμένῳ εἶναι διά τε τῆς ὲν ἀρχῇ τετρακῇ γενομένης διαιρέσεως καὶ ὃτε τί ἐστιν ἡ κυριωτάτη οὐσία ὐδίδσακεν· περὶ μέντοι τῆς δευτέρας οὐσίας καθ’ ὑποκειμένου μὲν λεγομένης, οὐκ ἐν ὑποκειμένῳ δὲ οὒσης ἀποδείκνυσιν. τῶν δὲ ἀποδείξεων ἡ μὲν ἐστιν ἀπὸ τῆς διαιρέσεως· αἱ γὰρ δεύτεραι οὐσίαι εἰσὶν αἱ καθ’ ὑποκειμένων μὲν τῶν ἀτόμων λεγόμεναι, ἐν ὑποκειμέναις δὲ αὐταῖς οὐκ οὖσαι. δευτέρα δὲ ἀπόδειξις ἀπὸ τοῦ μὴ οἶόν τε τὸν τινὰ ἂνθρωπον ἂνευ τοῦ ἀνθρώτου εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἐν ὑποκειμένῳ ὁ ἂνθρωπος τῷ τινὶ ἀνθρώπῳ οὐδὲ ἂλλη δευτέρα οὐσία οὐδεμία. οὐ γὰρ συντελεῖ τι τὰ ἐν ὑποκειμένῳ εἰς τὴν τῶν ὑποκειμένων οὐσίαν, ὁ μέντοι τὶς καὶ ἂνθρωπός ἐστιν ὡς ὑπὸ τοῦ ἀνθρώπου συμπληρούμενος. εἰ δὲ μὴ ἐν τῇ πρώτῃ οὐσίᾳ ὡς ἐν ὑποκειμένῳ εἰσὶν αἱ ἂλλαι οὐσίαι, οὐδὲ ἐν τινὶ ἒσονται ὡς ἐν ὑποκειμένῳ· πάντα γὰρ τὰ ἂλλα ἢ ἐν ὑποκειμέναις ἐστὶν ταῖς πρώταις οὐσίαις ἢ καθ’ ὑποκειμένων αὐτῶν λέγεται. ἒτι τὰ μὲν ἐν ὑποκειμένῳ ὂντα φθείρεσθαι δύναται σῳζομένου τοῦ ὑποκειμένου, ὣσπερ τὸ λευκον· τἀ δὲ εἳδη καὶ τὰ γένη οὐ δύναται φθαρῆναι σῳζομένων τῶν ἀτόμων, καθ’ ὦν λέγονται. καὶ τοῦ ὑποκειμένου δὲ φθαρέντος τὸ μὲν ἐν ὑποκειμένῳ οἲχεται, τὸ δὲ καθόλου οῷζεται, ἂλλοτε ἀλλοίων τῶν ἀτόμων γινομένων. ἒτι δὲ τὰ εἲδη καὶ τὰ γένη ἢ ἐν τοῖς ἱδίοις ἀτόμοις ἒσται ἐν ὑποκειμένοις ἢ ἐν ἂλλοις. ἀλλ’ οὒτε ἐν τοῖς ἰδίοις δυνατόν· καὶ γὰρ καὶ τὰ ὲν ὑποκειμένῳ ὂντα ἐν τοῖς ἰδίοις ἀτόμοις οὐκ ἒστιν ὡς ἐν ὑποκειμένοις, ἀλλ’ ὡς καθ’ ὑποκειμένων αὐτῶν λέγεται· οὐ μὴν οὐδὲ ἐν ἂλλῳ ἐνυπάρχουσιν· οὐδὲν γάρ ἐστιν ὑποκείμενον ἂνευ τῶν ἀτόμων οὐσιῶν. ἒτι δὲ καὶ οὓτως ὁ Ἀριστοτέγης συλλογίζεται· τὰ ἐν ὑποκειμένῳ ὂντα ὁμωνύμως κατηγορεῖται· οὐδεμία δὲ τῶν δευτέρων οὐσιῶν ὁμωνύμως κατηγορεῖται, ἀλλὰ συνωνύμως· οὐδεμία ἂρα τῶν δευτέρως οὐσιῶν ἐν ὑποκειμένῳ ἒσται. ἀλλὰ μὴν οὐδὲ ἡ πρώτη· οὐδεμία ἂρα οὐσία. Καὶ κατὰ τὴν Ἀρχύτειον δὲ τῶν οὐσιῶν διάίρεσιν τὴν εἰς ὓγην καὶ εἶδος καὶ τὸ δύνθετον τὸ αὐτὸ δείκνυσιν ὁ λόγος, ὃτι οὐδεμία οὐσία ἐν ὑποκειμένῳ. ἡ μὲν γὰρ ὓλη ὑποκείμενον οὖσα πᾶσιν καὶ πρῶντον ὑποκείμενον πρόδηλον ὡς οὐκ ἒστιν τῶν ἐν ὑποκειμένῳ. ἀλλ’ οὐδὲ τὸ εἶσός ἐστιν ἐν τῇ ὓτῃ ὡς ἐν ὑποκειμένῳ· μεθ’ οὖ γὰρ συναπαρτίζει ἓν τι κατ’ ἲσην συντέλειαν, οὐκ ἒστιν θάτερον ἐν θατέρῳ, ὣστε οὐδ’ ἂν αὐτὸ εἲη ἐν ὑποκειμένῳ. ἡ δὲ σύνθετος οὐσία περιέχουσα ἐν ἐαυτῇ τὸ εἶδος καὶ τὴν ὓλην εἰκότως οὐκ ἂν εἲη ἐν ὑποκειμένῳ. Ἀλλὰ τὸ μὴ ἐν ὑποκειμένῳ ἀποφατικόν, ἀποφατικῶς δέ, φασίν, οὐδὲν οἶόν τε τῇ διανοίᾳ περιλαμβάνειν· ἀόριστος γὰρ ἡ ἀπόφασις, καὶ ὡρισμένην γνῶσιν τῷ ἀορίστῳ συναρμόζειν ἀδύνατον. ἢ τὸ δηλούμενον ἀπὸ τῆς ἀποφατικῆς ταύτης φωνῆς ὡρισμένον πώς ἐστι καὶ καταφατικόν. οὐδὲν γὰρ ἂλλο λέγει τὸ μὴ ἐν ὑποκειμένῳ ἢ ὃτι αὐτὸ ὃπερ ἐστὶν ἐαυτοῦ ἐστιν ἢ μέρος ἐστὶ συμπληρωτικὸν τοῦ τοιούτου, καὶ ὅτι ὑποκείμενόν ἐστιν· καὶ γὰρ καὶ τοῦτο κοινὸν ὑπάρχει κατὰ πάσης οὐσίας, ἀλλὰ ἂλλως μὲν ἡ ὓλη τῷ εἲδει ὑπό- καιται, ἂλλως δὲ τὸ συναμφότερον ταῖς ἀπ’ αὐτοῦ γινομέναις ἐνεργείαις. ἒτι δὲ εἰ οὐσία ἐστὶν κυρίως, ἀφ’ ἦς τὰ ἂλλα καὶ δι’ ἣν τὰ ἂλλα καὶ περὶ ἣν τὸ πάσχειν καὶ αφ’ ἧς τὸ ποιεῖν, τῇ δὲ τοιαύτῃ ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ, εἰκότως ἡ οὐσία λέγεται μὴ εἶναι ἐν ὑποκειμένῳ· καθ’ αὐτὴν γὰρ οὖσα οὐκ ἒχει ἐν ἂλλῳ τὸ εἶναι. καὶ τὸ εἶσος δὲ καὶ τὸ γένος μέρη ὂντα τῇς οὐσίας οὐκ ἒσται ἐν ὑποκειμένῳ. τῷ δὲ μήτε ἐν ὑποκειμένῳ μήτε καθ’ ὑποκειμένου προσθετέον ‘ὡς κατ’ ἂλλου’· ὃταν γὰρ τὸν ἂνθρωπον τοῦ Σωκράτους κατηγορῶμεν, οὐχ ὡς τὸ ξύλον λευκὸν λέγομεν, ἀλλ’ ὡς τὸ λευκόν. περὶ μὲν οὖν τούτων τοσαῦτα. Ἀπορήσειε δ’ ἂν τις, πῶς οὐκ ἒσται οὐσία ἐν ὐποκειμένῳ, ὃταν νοῦς ᾖ ἐν τῇ ψυχῇ, ψυχὴ δὲ ἐν σώματι, αἱ δὲ ἱδέαι κατὰ Πλάτωνα ἐν τῷ νῷ. ἢ οὐχ ὡς ἐν ὐποκειμένῳ ἐνυπάρχουσιν οὐδὲ ὡς αυμβεβηκότων ἐοίκασιν μεθέξει, ἀλλ ὡς οὐσία πάρεστιν ἐν ἑτέρᾳ οὐσίᾳ, οὐχ ὡς μέρους τινὸς ἐν ἓλῳ τούτων ἐνόντων, ἀλλ’ ὡς τῆς ἐντελεχείας καὶ τῆς κατ’ ἐνέργειαν οὐσίας ἐν τῇ κατὰ δύναμιν ὑποθοχῇ καὶ ἐν τῇ ἀτελεῖ φύσε(??) ἐνυπαρχούσης χωριστῶς, οἶον ἐν νηὶ κυβερνήτου καὶ καθόλου παντὸς τοῦ χρωμένου ἐν ἐκείνῳ ᾦ χρῆται καὶ πρὸς αὐτὸ παρόντος, ἢ τῖς συνεχούσης αἰτίας πρὸς τὴν συνεχομένην κατ’ ἂλλον τρόπον παραγινομένης, ἢ τῆς ἡνωμένης οὐσίας περιεχούσης ἐν ἑαυτῇ τῆν πεπληθυσμένην, ὣσπερ τοῦ κέντρου ἐν ἐαυτῷ τὸν κύκλον συνειληφότος. κατὰ γὰρ πάντα πάντα καὶ ἒτι ἂλλα τοιαῦτα δύναταί τις ἐξηγεῖσθαι τὴν τῶν οὐσιῶν παρουσίαν ἐν ἑτέραις οὐσίαις, καὶ οὐδὲν ἂτοπον ἐκ τούτου συμβήσεται. Ἀλλ’ οὐδὲ ὁ χρόνος, φασίν, ἐν ὐποκειμένῳ. ἢ διαιρετέον Ι τὸν χρόνον, ἢτοι κατὰ τὸ μετροῦν ἢ τὸ μετρούμενον. καὶ εἰ μὲν κατὰ τὸ μεμετρημένον τις αὐτὸν λάβῃ, ἒσται ἐν τῇ κινήσει τὸ μέτρον ὡς ἐν ὑποκειμένῳ, ὣσπερ καὶ αὐτὴ ἡ κίνησις ἐν τῷ κινουμένῳ. εἰ δὲ κατὰ τὸ μετροῦν, οἶον τῆν ψυχήν, ὡς ὁ Ἀριστοτέλης φησίν, ἐν τῷ μετροῦντί ἐστιν τὸ μετρον. εἰ μέντοι τις κρόνον λαμβάνοι τὸν καθ’ αὑτὸν ὑφεστῶτα, δῆλον ὡς οὐσία οὐσια ἐστιν, καὶ ἂλλης φιλοσοφίας ὁ τοτοῦτος λόγος. καὶ τὸν τόπον δὲ εἲ τις λέγει ὡς οὐδὲ αὐτὸς ἐν ὑποκειμένῳ, φήσομέν πρὸς αὐτόν, ὃτι πέρας τοῦ περιέχοντος ὢν ὁ τόπος κατὰ τὴν Ἀριστοτέλους περὶ τοῦ τόπου φιλοσοφίαν ἐν ἐκείνῳ ἒσται, καὶ οὓτως ἒσται τῶν ἐν ὑποκειμένῳ. ἀλλὰ ταῦτα μὲν εὐδιάλυτα. ’Εκεῖνο δὲ ἀπορίας ἂξιον, πῶς τὸ μὴ ἐν ὑποκειμένῳ καὶ τὰ ἂλλα τὰ τῇ οὐσίᾳ ὑπάρχοντα κοινῶς οὐχ ὡς συμβεβηκός τι δείκνυται· οὐ γὰρ κατ αυτο το εἱναι τῆν κοινωνιαν οεικνυσιν τῶν οὑσιων. σπουδαιότεροι τῶν ἐξηγητῶν, ὃτι “ἡ αἰσθητὴ οὐσία συμφύρησίς τίς ἐστιν ποιοτήτων καὶ ὓλης, καὶ ὁμοῦ μὲν πάντα συμπαγέντα μίαν ποιεῖ τὴν αἰσθητὴν οὐσίαν, χωρὶς δὲ ἓκαστον λαμβανόμενον τὸ μὲν ποιόν, τὸ δὲ ποσόν ἐστιν ἢ τι ἂλλο. καὶ ὃ μὲν ἂν ἐλλεῖπον μήπω ἀπηρτισμένην τὴν αἰσθητὴν οὐσίαν, μέρος ἒσται τῆσδε τῆς οὐσίας· ὃ δ’ ἂν τῇ οὐσίᾳ ἐπισυμβῇ, τὴν οἰκείαν ἒχει τάξιν τὴν ἐπίκτητον, οὐ κρυπτόμενον ἐν τῷ μίγματι τῷ ποιοῦντι τὴν λεγομένην οὐσίαν, καὶ ἓκαστον τῶν συνιόντων οὐκ ἒστιν οὐσία, τὸ δὲ ὃλον τὸ ἐκ πάντων οὐσία ἐστίν. καὶ οὐ δυσχεραντέον, εἰ τὴν οὐσίαν τὴν αἰσθητὴν ἐξ οὐκ οὐσιῶν ποιῦμεν· οὐδὲ γὰρ τὸ ὃλον ἀληθὴς ἦν οὐσία, ἀλλὰ μιμουμένη τὴν ἀληθῆ, ἣτις ἂνευ τῶν ἂλλων περὶ ἑαυτὴν ἒχει τὸ ὂν, καὶ τῶν ἂλλων ἐξ αὐτῆς γινομένων, ὃτι ἀληθῶς ἦν· ἐν δὲ τῇ αἰσθητῇ καὶ συνθέτῳ καὶ τὸ ὑποβεβλημένον μένον ἂγονον καὶ οὐχ ἱκανὸν εἶναι ὂν, ὃτι μηδὲ ἐξ αὐτοῦ τὰ ἂλλα, σκιὰ δὲ καὶ ἐπὶ σκιᾷ αὐτῇ οὒσῃ ζωγραφία καὶ σκιαγραφία”. διόπερ ἐξ ἀνάγκης συμβαίνει μὴ πάντα ἐν τῷ εἶναι ὑπάρχειν ἐπὶ τῶν γινομένων μηδὲ ἡμᾶς τὰ ὑπάρχοντα αὐτοῖς λαμβάνοντας δύνασθαι ἀεὶ τὰ κατ’ οὐσίαν ὑπάρχοντα αὐτοῖς περιλαμβάνειν. Ἀλλὰ διὰ τί ἀπὸ τῶν μὴ ἰδίων τῆς οὐσίας χαρακτηρίζει αὐτήν; πρὸς τὸ γνῶναι, φήσομεν, τὰ μὴ ὃντα οὐσίας· ἐκεῖνο γὰρ οὐκ ἒσται οὐσία, ᾦ ἂν μὴ ὑπάρχῃ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ. πρὸς τὸ εἰδέναι οὖν τὰς μὴ οὐσίας χρήσιμον τοῦτο· οὐκ εὐθὺς δὲ εἰσόμεθα καὶ τί οὐσία, ἀλλὰ δευτέρας δεόμεθα διδασκαλίας. μήποτε δὲ καὶ αὐτόθεν τῆς οὐσίας ἳδιον τοῦτο τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ, ἀλλὰ καθ’ ἑαυτὸ εἶναι· κἂν γὰρ κοινὸν ᾖ αὐτῇ τοῦτο πρὸς τὴν διαφοράν, ἀλλὰ καὶ ἡ διαφορὰ καθὸ οὐσιώδης ἐστὶν ἒχει τοῦτο. διὸ καὶ Ἀρχύτας ἐν μὲν τοῖς κοινοῖς τίθησιν “τὸ καθ’ αὑτὸ ἦμεν, ἀλλὰ μὴ ἑτέρῳ τινὶ συνυπάρχειν, ὣσπερ γλαυκότατα καὶ χαροπότατα ὀφθαλμοῖς”, οἰκεῖον δὲ αὐτὸ καλεῖ τῆς οὐσίας, ὃτι καὶ τῇ διαφορᾷ ὡς οὐσίᾳ ὑπάρχει τοῦτο. Ἐπειδὴ λοιπὸν καιρός ἐστιν διατεῖναι τὴν κοινότητα τῆς οὐσίας καὶ ἐπὶ τὰς διαφοράς (λέγω δὲ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι), δεῖ πρῶτον διορίσαι τὸ τερὶ τῆς τάξεως ζήτημα. λέγουσι γάρ τινες, ὡς ἔδει τοῦ περὶ τῶν διαφορῶν λόγου προτετάχθαι τὸ περὶ τῶν μερῶν τῶν οὐσιῶν εἰρημένον· μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις. ὡς γὰρ ὁ Σωκράτης πρώτη οὐσία, καὶ τὰ μέρη τοῦ Σωχράτους πρῶται οὐσίαι εἰσίν, οἶσίν, οἰον ἡ τὶς χείρ, ἡ τὶς κεφαλή. ὅταν οὖν λέγωμεν μηδεμίαν οὐσίαν εἶναι ἐν ὑποκειμένῳ, μὴ δόξῃ ταῦτα ἐν ὑποκειμένῳ εἶναι καὶ διὰ τοῦτο μὴ εἶναι οὐσίαι· ἐν ὑποκειμένῳ γὰρ ἐλέγομεν οὐ τὰ ὡς μέρη ἔν τινι ὑπάρχοντα, ἀλλὰ τὰ μὴ ὡς μέρη, ὥστε τὰ μέρη τῶν οὐσιῶν ἐν ὅλῳ μέν ἐστιν ἕκαστον ἐκείνῳ οὗ μέρος ἐστίν, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ταῦτα οὖν ἔδει προτεράχ θαι, ὡς δοκεῖ τισιν, λύσιν ἔχοντα ἀπορίας τινὸς περὶ οὐσιῶν φερομένης, εἶτα οὕτως ἐπῆχθαι ὅτι οὐ μόνον ταῖς οὐσίαις ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἀλλὰ καὶ ἄλλοις, ὥσπερ ταῖς διαφοραῖς. οὐ μὴν συναρέσκει τοῖς ἀκριβεστέροις ἡ τοιαύτη τῆς τάξεως μετάθεσις, ἀλλὰ τὴν Ἀριστοτέλους μᾶλλον ἐγκρίνουσιν. ἐπειδὴ γὰρ καὶ αἱ δεύτεραι οὐσίαι καὶ αἱ διαφοραὶ δοκοῦσιν ὡς βέρη συμπληροῦν τὰς ἀτόμους οὐσίας, ἔδει μετὰ τὰς δευτέρας οὐσίας περὶ τῶν διαφορῶν εἰπεῖν καὶ τότε οὕτως τὸ κοινῶς ἐφαρμόττον καὶ ὸευτέραις οὐσίαις καὶ ταῖς διαφοραῖς, λέγω δὲ τὸ μέρεσιν εἶναι τῆς σὐσίας, τοῦτο ἀσφαλίσασθαι, ὡς τὸ μέρη ὄντα αὐτὰ οὐσιῶν μὴ νομίσαι ἐν ὑποκειμένοις εἶναι τοῖς ὅλοις· ἀκολοθοτέρα γὰρ αὕτη ἡ τάξις ἤπερ μεταξὺ τοῦ περὶ τῶν δευτέρων λόγον λόγου καὶ τοῦ περὶ τῶν διαφορῶν ἐμβαλόντα τὸν περὶ τῶν μερῶν λόγον διακόψαι τὴν συνέχειαν. ἡ μὲν οὖν τάξις οὕτως ἔχει καλῶς. Ἐπειδὴ δὲ τῇ οὐσίᾳ ὑπάρχειν εἰπὼν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν αὐτὸ πρὸς τὰς διαφορὰς εὑρίσκει καὶ διὰ τοῦτο ἀξιοῖ μὴ εἶναι ἴδιον τῆ οὐσίας, ῥηττέον οὖν πρῶτον περὶ διαφορᾶς, τί ἐστιν. καὶ γάρ τισιν δοκεῖ διαφορὰ εἶναι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος, καὶ δῆλον ὅτι ὡς πρὸς τὸ γένος αὐτῆς οὕτως ἡ διάκρισις ἀποδέδοται. ὁ μέντοι Βόηθος πρὸς τὸ εἶδος κυρίως συντάττεσθαί φησιν |τὴν διαφοράν, ἀλλ᾿ οὐ πρὸς τὸ γένος, διόπερ καὶ πολλάκις ἀντὶ τοῦ εἴδους παραλαμβάνονται αἱ διαφοραί. καὶ σύμπασαι μὲν ὁμοῦ ῥηθεῖεν ἄν περὶ τοῦ γένους, καθ᾿ ἑαυτὴν δὲ ἑκάστη κατὰ μὲν τῶν ὑφ᾿ ἑαυτήν, καθ᾿ ὧν ἄν λέγηται, κατὰ πάντων ῥηθείη ἄν, κατὰ δὲ τοῦ γένους οὐδαμῶς· οὐδὲ γὰρ μορφωτική ἐστιν ἑκάστη τοῦ γένους. διενήνοχεν δὲ τοῦ εἴδους, ὅτι ἡ διαφορά ἐστιν μετὰ τοῦ γένους, καὶ ἔστιν ἡ μὲν διαφορὰ μορφή τις τοῦ γένους, τὸ δὲ γένος ὥσπερ ὑποκεί- μενον προϋπάρχει. ἔστιν οὖν ἡ διαφορὰ συμπληρωτικὴ οὐσίας ἁπλούστερον <ἢ> ὡς τὰ εἴδη καὶ τὰ γένη συμπληρωτικὰ οὐσίας λέγεται· συμπληροῖ γὰρ τὸν ἄνθρωπον καὶ τὸ ζῷον καὶ τὸ λογικόν, ἀλλὰ τὸ μὲν ζῷον μεθ᾿ ὑποκειμένου καὶ διαφορᾶς, τὸ δὲ λογικὸν ὡς ἁπλῆ ποιότης· κἂν πάλιν τὸ λογικὸν προστεθείη μετὰ τοῦ ζᾴου, τὸ μὲν ἐξ ἀμφοῖν ἔσται ὡς σύνθετον, τὸ δὲ προστιθέμενον πάλιν, οἷον τὸ θνητόν, ὡς ἁπλῆ ποιότης. διὸ τὰ μὲν εἴδη καὶ τὰ γένη ὡς ὑποκείμενα δεύτεραι οὐσίαι λέγονται, αἱ δὲ διαφοραὶ καθ᾿ ὑποκειμένου μὲν λέγονται, οὐ μήν εἰσιν οὐσίαι· οὐ γὰρ εἰς τὸ εἶναι, ἀλλ᾿ εἰς τὸ τοιόνδε εἶναι συμβάλλονται. οὐ μέντοι οὔτε συμβεβηκότα εἰσίν, ὅτι συμβάλλονται εἰς οὐσίαν τούτων, ἅπερ εἰδποιοῦσιν. διὰ τοῦτο οὖν οὐδὲ ἐν ὑποκειμένῳ· τὸ γὰρ ἐν ὑποκειμένῳ καὶ χωρίζεται ἄωευ τῆς τοῦ ὑποκειμένου φθορᾶς, τὸ δὲ τῆς διαφορᾶς τοιόνδε ἄνευ φθορᾶς οὐ χωρίζεται. ἀλλ᾿ οὐδὲ τὸ ἀχώριστον συμβεβηκός, φαίη ἄν τις, χωρίζεται ἄνευ φθορᾶς. ἀλλὰ κἂν μὴ χωρίζηται τοῦτο, ἄνεσις ὅμως καὶ ἀπίτασις περὶ αὐτὸ θεωρεῖται, ὥσπερ περὶ τὸ μέλαν τοῦ Αἰθίο[ος εἰς ἄλλους τόπους μεταστάντος, καὶ ἡ τοῦ γάλακτος δὲ λευκότης ἧττόν ἀστι, μᾶλλον δὲ ἡ τῆς χιόνος, καὶ ἐπὶ τῶν ἄλλων ἀχωρίστων συμβεβηκότων ὡσαύτως· ἐπὶ δὲ τῆς διαφορᾶς τὸ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν, οὔτε ἐν πλείοσιν εἴδεδιν ἢ ἀτόμοις οὔτε ἐν τῷ αὐτῷ αὐτῷ. τοιαύτη δὲ οὖσα ἡ διαφορά, εἰ μὴ οὐσία ἐστὶν μήτε συμβεβηκός, ταὐτὸν δὲ εἰπεῖν, μήτε οὐκ ἐν ὑποκειμένῳ μήτε ἐν ὑποκειμένῳ, τί ἂν εἴη, εἴπερ πάντα τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ οὐκ ἐν ὑποκειμένῳ; ἀνάγκη οὖν πιότητα οὐσιώδη τὴν διαφορὰν εἶναι συμπληρωτικὴν τῆς οὐσίας, ἢ μέσην ποιότητος καὶ οὐσίας, καινόν τινα σύνδεσμον παρεχομένην ταῖς μὲν οὐσίαις πρὸς τὰ συμβεβηκότα, τοῖς δὲ συμβεβηκόσιν πρὸς τὰς οὐσίας. ἡ γὰρ φύσις οὐκ ἀμέσως ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβαίνειν φιλεῖ, ὥσπερ οὐδὲ ἀπὸ τῶν ζῴων εἰς τὰ φυτά, ἀλλὰ μεταξύ τινα φύσιν τὴν τῶν ζῳοφύτων ὑπέστησεν, συναγωγὸν ἀμφοτέρων τῶν ἄκρων καὶ συμπληρωτικὴν ἢ συνδετικὴν αὐτῶν πρὸς ἄλληλα· καὶ καὶ ἐνταῦθα τοίνυν μέσην ὑπέστησεν τὴν διαφοράν, κατὰ μέν τινας ὡς κεχωρισμένην ἀμφοῖν, κατ᾿ ἄλλους δὲ ὡς ἀμφοτέρων μετέχουσαν. ἄλλη δὲ ἄν γένοιτο δόξα τῶν λεγόντων μὴ μόνον συμπληρωτικὴν εἶναι τῆς οὐσίας τὴν διαφοράν, ἀλλὰ καὶ μέρος αὐτῆς, ἤτοι κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρουμένην ἢ μέρος οὖσαν τῆς κατὰ τὸ εἶδος οὐσίας ἢ συναλλοιουμένην ταῖς πρὸς τὸ ὑποκείμενον σχέσεσιν, ὡς περὶ αὐτό πως αὐτὴν καὶ διατίθεσθαι διαφόρως. Τοσαῦται μὲν οὖν αἱρέσεις γένοιντο ἂν περὶ τῶν διαφορῶν. χρησίμη δέ ἐστιν ἡ περὶ αὐτῶν θεωρία πρὸς ὃλην τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐν πάσαις γάρ εἰσι ταῖς κατηγορίαις αἱ διαφοραί. ἀλλὰ τίς ἡ βελτίων δόξα περὶ τῆς διαφορᾶς ἐν ταῖς εἰρημέναις, σκοπεῖν ἂξιον. ἢ ὃτι τὸ μέσον ἓξει ποιότητος καὶ οὐσίας, διὸ καὶ συντελεῖ εἰς τὸ ποιὸν εἶναι καὶ λέγεται περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν καὶ οὐχ ὡς ἐν ὑποκειμένῳ. διὸ δεῖ, φησὶν Ἰάμβλιχος, προστιθέναι εἰς τὸν ὃρον τοῦ ἑν ὑποκειμένῳ τὸ ‘οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου’· τὸ γὰρ εἶδος συντελεῖ καὶ ἡ διαφορά. μήποτε δὲ ἀρκεῖ προσκείμενον τῷ ὁρισμῷ τὸ “μὴ ὡς μέρος”· ἡ γὰρ διαφορὰ μέρος γίνεται ὣσπερ καὶ τὸ γένος. δεῖ δὲ τὴν διαφορὰν ἒχεσθαι τοῦ εἲδους ὃ συμπλροῖ, τῆς δὲ κατὰ τὸ ἂμορφον τοῦ ἀδιαφόρου ποιώσεως, ἳν’ οὓτως εἴπω, παντελῶςΜΜΜ. καὶ κατ ἂλλον δὲ τρόπον ῥητέον ὡς διαφορὰ κυρίως ἐστὶν ἡ ἡ τὸ γένος εἰς εἲδη διαιροῦσα καὶ ἐν αὐτῷ τῷ διαιρουμένῳ καὶ κατ’ αὐτὴν οὖσα τὴν τοῦ διαι- ρουμένου φύσιν, οἶον ζῴου καθὸ ζῷον, οὐσίας καθὸ οὐσία· κατὰ γὰρ τὸ εἰδος ἡ διαφορὰ καθ’ ἣν τὰ γένη τέμνεται εἰς τὰ εἳδη, ὁ δὲ τὶς τοῦ τινός, οἶον Δίων καὶ Πλάτων, οὐδὲν διαφέρουσιν εἰσικῇ τοῦ ἀνθρώπου I διαφορᾷ. Ἀλέξανδρος δὲ ἀπορεῖ, ὡς εἰ ποιότης ἐστὶν ἡ διαφορά, ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ ἐστὶν καὶ οὐκ ἒτι καθ’ ὑποκειμένης αὐτῆς λέγεται. πρὸς ὃν δυνατὸν λέγειν ἀντιστρέφοντα τὸ ὑποθετικόν, ὡς εἰ καθ’ ὑποκειμένου λέγονται αἱ διαφοραί, ἐν ὑποκειμένῳ δὲ οὐδενί εἰσιν, δῆλον ὡς οὐκ ἂν εἶςν ποιότητες τοιαῦται, ὁποίας αὐτὰς οἱ ταῦτα ἀποροῦντες νομίζουσιν. ἀλλ’ εἰ καθ’ ὑπο- κειμένου, φασίν, λέγεται τῆς πρώτης καὶ ἐνύλου οὐσίας, ἡ διαφορὰ ἒσται καὶ αὐτὴ ἒνυλος. ἢ εἰ μὲν ἒνυλόν φασι τὸ μετὰ τῆς ὓλης ὑφιστάμενον ὡς ἒχον τινὰ καὶ καθ’ ἑαυτὸ ὑπόστασιν, οὐδὲν ἂτοπον καὶ τὰς διαφορὰς οὓτως ὑπαρχούσας συνωνύμως κατηγορεῖσθαι· καὶ γὰρ καὶ τὸ εἶσος τὸ μετὰ τῆς ὓλης συμπγηρωτικὸν τῆς ἀτόμου οὐσίας ἒχει καὶ καθ’ ἑαυτὸ ἰδίαν ὑπόστασιν καὶ μετὰ τῆς ὓγης κοινήν, καὶ οὐχ ὃλον ἐστὶν τῆς ὓλης, συντε- λοῦν τε εἰς τὴν οὐσίαν συνωνύμως κατ’ αὐτῆς κατηγορεῖται, αἳ τε δεύτεραι οὐσίαι καθ’ ὐποκειμένου λεγόμεναι οὐκ ἒσονται πάντως ἒνυλοι ὡς ἐν τῇ ὓτῃ τὸ εἶναι ἓχουσαι. παραιτησόμεθα δὲ καὶ τὰς ἁπλᾶς ἐν ποιότητι οἶον λογικότητι προϊούσας διατάξεις περὶ τῶν διαφορῶν καὶ τὰς αυλλαμβανούσας τὴν ὓλην μετ’ αὐτῶν ἢ τὸ γένος καἰ τὰς παντάπασιν χωριζούσας αὐτῶν τῆν φύσιν τοῦ εἲδοὒς· πᾶσαι γὰρ αὖται αἱ δόξαι τῆς ἀληθινῆς περὶ τῶν |διαφορῶν αἱρέσεως ἀποπίπτουσιν· Ἰάμβλιχος δέ γε καἰ τὸ ἐκ πλειόνων διαφορῶν εἶναι τὸ εἶσος· ἀεὶ γὰρ μία ἐστὶν ἡ τελευταία τοῦ εἲδους μορφωτική, αἱ δὲ προάγουσαι ὡς γένη προϋπόκεινται. μήποτε δὲ ἓν μὲν εἶναι χρὴ τὸ προσεχὲς γένος ἐν τῷ εἲδει, τὰς δὲ ἂλλας διαφορὰς διοριζούσας ἀπὸ τῶν ὁμογενῶν εἰδῶν πλειόνων ὂντων· καὶ γὰρ τὸ λογικὸν πρὸς τὰ ἂλογα διορίζει τὸν ἂνθρωπον καὶ τὸ δνητὸν πρὸς τὰ ἀθάνατα, ἀλλὰ καὶ τὸ ζῷον, φαίη ἂν τις, πρὸς τὰς μὴ ζώσας οὐσίας, καὶ τὸ ἒμψυχον πρὸς τὰς ἀψύχους, καὶ οὓτως καὶ τὰ πολλὰ γένη διαφοραὶ γίνονται, ἀλλ’ οὐχὶ αἱ διαφοραὶ γένη, εἲπερ τὰ μὲν γένη τὸ τί ἐστιν σημαίνει, αἱ δὲ τὸ ὁποῖόν Τι. Ἀποροῦσι δέ τινεσ, πῶς τὴν διαφορὰν συνωνύμως κατηγορεῖσθαί φησιν, οἶον τοῦ πεζοῦ καὶ τοὒνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου· οὒτε γὰρ τοὒνομα οὒτε τὸν λόγον ἒστι κατηγορεῖν τοῦ ὑποκειμένου. τὸ γὰρ πεζὸν ἓν μὲν σημαίνει τὴν ἓξιν αὐτὴν οἶον τὴν πεζότητα, ἓτερον δὲ τὸ μετέχον τῆς ἓξεως ταύτης καὶ διακείμενον κατὰ ταύτην. ἀλλὰ τοῦτο μὲν οὐκ ἒστιν ἡ διαφορά, διὸ οὐδὲν πρὸς τὸν λόγον· αὐτῆς δὲ τῆς ἥτις ἐστὶν ἡ διαφορά, οὒτε τὸ ὂνομα κατηγορεῖται κατὰ τοῦ ὑποκειμένου· οὐδὲ γὰρ λέγομεν πεζότητα τὸ ὑποκίμενον, οἶον τὸν ἂνθρωπον ἤ τῶν πεζῶν· οὒτε τὸν λόγον τῶν πεζῶν· οὐ γὰρ λέγομεν τὸ ἓξιν εἶναι ἀφ’ ἦς οἱ μετασχόντες πεζοὶ λέγονται. πῶς οὖν εἲρηται καὶ τοὓνομα καὶ τὸν λόγον τῆς διαφορᾶς κατηγορεῖσθαι τοῦ ὑποκειμένου; ὣστε οὐδὲ συνωνύμως ἂν ῥηθείη ἡ διαφροὰ κατὰ τῶν ὑποκειμένων. εἰ δὲ μὴ τοῦτο, οὐδὲ καθ’ ὑποκειμένου λέγεται, εἲπερ τὰ καθ’ ὑποκειμένου συνωνύμως τῶν κατ’ αὐτὰ ἀτόμων κατηγορεῖται. πρὸς δὴ τοῦτο τὸ ἀπόρημα ***“οἱ συμπληρωτικὴν μὲν τιθέντες τὴν διαφορὰν κατ’ αὐτὸ τὸ εἶναι, E λόγῳ δὲ καὶ ὀνόματι μὴ ἀληθευομένην γέγοντες, ἢ συμπληρωτικὴν μὲν τοῦ κατὰ τὸ ὑποκείμενον λόγου, οὐ μὴν τοῦ ὁριστικοῦ, οὖτοι οὐ συμφωνοῦσι πρὸς Ἀριστοτέλη· περὶ γὰρ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦδα, καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἐπὶ τῶν διαφορῶν καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν οὒτως εἲρηκεν. διαματάνουσι δὲ καὶ τῆς περὶ τῶν διαφορῶν ἁρίστης αἱρέσεως, τὸ οὐσιῶδες αὐτῶν μὴ ἐννοοῦντες. ἀτόπως δὲ καὶ διαιροῦσι χωρὶς τὸν κατὰ τὸ ὑποκείμενον εἶδος λόγον καὶ τὸν ὁριστικόν· εἰ γὰρ ὁ ὁριστικὸς λόγος τὸ τί ἦν εἶναι δηλοῖ τοῦτο δέ ἐστιν τὸ εἶδος, οὐκ ἂλλος μὲν ἒσται ὁ κατὰ τὸ ὑποκείμενον λόγος, ἂλλος δὲ ὁ κατὰ τὸν ὃρον. αἲτιον δὲ τῆς ταραχῆς, ὃτι ποτὲ μὲν ὡς συμπληρωτικὰς τῆς οὐσίας λαμβάνουσι τὰς διαφορὰς καὶ ὡς μέρη τοῦ εἲδους, ὃταν δὲ τὸν λόγον τὸν ὁριστικὸν ποιῶνται, οὐχ ὡς συμπληρωτικὰς ἒτι τὰς διαφορὰς λαμβάνουσιν, ἀλλ’ κατὰ ποιότητα θεωρουμένας, καὶ τὸν λόγον οὐ πᾶσιν ἐφαρμόζειν τοῖς τὸν τῶν ἓξεων. εἰ δὲ ὣσπερ ἦν προσῆκον ἐλάμβανον ἐπ’ ἀμφοτέρων τούτων τὰς δταφορὰς ὡς συμπληρωτικάς, πάντως ἂν καὶ τὸ ὂνομα καὶ ὁ ὁριστικὸς λόγος κατηγορεῖτο κατὰ τῶν ὑποκειμένων”. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος τὴν ἀπορίαν διαλύων φησίν. μήποτε δὲ ἒτι μένει τὸ ἂπορον· οὐ γὰρ ἒστιν οὒτε λέγεσθαι δύναται τὸ ὑποκείμενον τῷ τοῦ συμπληροῦντος ὀνόματι, οὐδὲ ὁ τῆς ποιότητος λόγος δύναται τῷ κατ’ αὐτὴν πιῷ ἐφαρμόττειν. ἀλλ’ εἰ μὲν ποιότης ἦν ἁπλῶς ἡ διαφορά, καλῶς ἐλέγετο· εἰ δὲ οὐσιώδης ποιότης καὶ οὒτς ἐν ὑποκειμένῳ οὒτε μέρος οὐσίας τῆς συν- θέτου ἢ τῆς ὑλικῆς, ἀλλὰ τοῦ εἲδους δυμπληρωτικὴ κατὰ τὸ εἶναι, δηλονότι καὶ ἒστιν τὸ εἶδος κατ’ αὐτὴν καὶ λέγεται, καὶ οὐ δεῖ τὸν τῆς ποιότητος ἢ τῆς ἓξεως ὁρισμὸν ὡς διαφορᾶς λαμβάνει· οὐ γὰρ ἦν τοῦτο ἡ διαφορὰ τὸ ὡς αυμβεβηκὸς ὑπάρκον, ἀλλὰ τὸ οὐσιῶδες καὶ τῆς οὐσίας συμπληρωτικόν, καθ ὃ καὶ ἒστιν καὶ λέγεται τὸ εἶσος. καὶ τοῦτο καὶ αὐτὸς προϊὼν ὁ Ἰάμβλικος ἐγκρίνει, ὣστε εἰκότως συνάγεται τὸ μὴ μόνον τὴν δευτέραν οὐσίαν συνωνύμως κατὰ τῶν ὑποκειμένων κατηγορεῖσθαι, ἀλλὰ καὶ τὴν διαφοράν. Τί οὖν; ἆρα τὸ συνωνύμως κατηγορεῖσθαι ταῖς δευτέραις οὐσίαις ὑπάρχει μόναις καὶ ταῖς διοροραῖς ἢ καὶ ταῖς ἂλλαις πάσαις πατηγορίαις; καὶ γὰρ ἐν ἐκείναις τὰ γένη καὶ τὰ εἲδη πάντων τῶν κατ’ αὐτὰς ἀτόμων συμβεβηκότων συνωνύμως κατηγορηθήσεται· καὶ γὰρ ἐπιστήμεη κατὰ γραμματικῆς συνωνύμως γέγεται καὶ ἡ γραμματικὴ κατὰ τῆς Ἀριστάρχου γραμ- ματικῆς. πρὸς δὲ τοῦτο ῥητέον ὃτι κοινὸν μὲν τοῦτο καὶ πρὸς τὰ τῶν ἂλλων κατηγοριῶν γένη καὶ εἲδη, ἲδιον δὲ τῶν ἐν οὐσίᾳ γενῶν καὶ εἰδῶν τὸ τῶν ἀτόμων οὐσιῶν γένη εἶναι καὶ εἲδη ἰαὶ κατὰ τούτων συνωνύμως κατηγορεῖσθαι, καὶ οὐδὲν κοινὸν τὸ τῆς οὐσίας συνώνυμον πρὸς τὸ τῶν συμβεβηκότων. μήποτε δὲ οὐσίας μὲν ἲδιον τὸ συνωνύμως κατηγορεῖσθαι, καὶ τὸ γένος καὶ τὸ εἶδος ταύτῃ πρώτῃ ὑπάρχει, μεταδίδοται δὲ ἀπ’ αὐτῆς καὶ ταῖς ἂλλαις κατηγορίαις, καθόσον οὐσίωνταί τως καὶ ἐκεῖναι. διὀ καὶ ἐν ἐκείναις τὰ γένη καὶ τὰ εἲδη οὐσιωδῶς τοῖς ἀτόμοις ὐπάρχειν γέγομεν καὶ ἐν τῷ εἶναι κατηγορεῖσθαιι, οἶον τὸ χρῶμα καὶ τὸ λευκὸν [καὶ] τινι τῷ γευκῷ· ὡς γὰρ ταῖς οὐσίαις τινὰ κατὰ συμβεβηκὸς ὑπάρχει, οὓτως καὶ τοῖς αυμβεβηκόσιν οὐσιωδῶς. ἀλλὰ διὰ |τί, φασίν, τὰ μὴ μὴ ἲδια τῆς 26r A οὐσίας ὡς κρήσιμα εἰς τὴν γνῶσιν τῆς οὐσίας παραλαμβάνει, ὣσπερ τὸ οὐκ ἐν ὑποκειμένῳ; ἢ πρὸς γνῶσιν τῆς οὐσίας συντελεῖ τὸ γεῶναι ὃτι κἂν ὑπάρχῃ τῇ οὐσίᾳ τὸ μὴ ἐν ὐποκειμένῳ, ἀλλ’ οὐκ αὐτῇ μόνῃ τοῦτο ὑπάρχει, κἂν δοκῇ μάλιστα αὐτῇ προσήειν. p. 3b10 Πᾶσα δὲ οὐσία£r τόδε τι σημαίνειν ἓως τοῦ ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλέον περιλαμβάνει ἢ ὁ τὸν ἂνθρωπον. Δείζας πρότερον, ὅτι οὒτε τὸ μὴ ἐν ὑποκειμένῳ ἲδιόν ἐστιν τῆς οὐσίας, ἀλλὰ καινὸν τοῦτο αὐτῇ πρὸς τὴν διαφοράν ἐστιν, οὒτε τὸ συνωνύμως ἀπ’ αὐτῆς τὰ ἂλλα λέγεσθαι, τῇ γὰρ ἀτόμῳ οὐσίᾳ τοῦτο οὐχ ὑπάρχει, μεταβέβηκεν ἐπὶ τὴν ἀπὸ τῆς δείξεως διάκρισιν. οἰκεῖαι γὰρ εἰσὶν δείξεις ἒν τισι τῶν κατηγοριῶν, ὣσπερ κατὰ τὸ ποιὸν τὸ τοιόνδε καὶ κατὰ τὸ ποσὸν τὸ τοσονδε· οὓτως δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ τόδε. πλὴν καὶ τοῦτο δείκνυσιν οὐ πάσῃ τῇ οὐσίᾳ ὑπάρχον· ἡ γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε, ἀλλ’ ὡς τοιόνδε δείκνυται, διότι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, οὐ ὡρισμένως τὸ τόδε αὐτῇ προσήκει. οὐδὲν ἂρα τούτων ἲδιον κυρίως τῆς οὐσίας ἐστίν. καλῶς δὲ εἶπεν ὃτι πᾶσα οὐσία δοκεῖ τόδε τι σημαίνειν, σιότι τὴν ἐτέρων δόξαν ἀπαλλέλλει καὶ τὴν ἀνωμαλίαν τῆς αυνηθείας, ἣτις τὰ ἀνόμοια πράγματα ὁμοίοισ σχήμασι λέξεων εἲωθεν πολλάκις αημαίνειν· καὶ γὰρ ἐνταῦθα πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἂρα ὁ ἂνθρωπος ὃμοιός ἐστιν τῷ Σωκράτει καὶ εἶς ἐριθμῷ, ἐπειθὴ εἲδει ἐστὶν εἶς. ἐξετάζων δὲ τὴν δόξαν ταύτην ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν ὁμολογουμένην αὐτὴν εὑρίσκει· τόδε γάρ τί ἑστιν ἡ ἂτομος οὐσία, οὐχ ὃτι ἐστὶν ἁπλῶς οὓτως ἓν ἀριθμῷ, ἐπεὶ καὶ τὸ ποιὸν ἓν ἂν γένοιτο τῷ ἀριθμῷ καὶ τὰ ἂλλα τὰ ὑπὸ τὰς ἐννέα κατηγορίας ὅσα καθ ἓν ἀφώρισται, οὐδαμῶς δὲ ταῦτα δέχεται τὴν τοῦ τόδε δεῖξιν κατὰ τὴν οἰκείαν ἰδιότητα, ἀλλὰ τὸ οὐσιῶδες ἓν ἀριθμῷ μόνον· καὶ γὰρ ἐκείνων ἓκαστον εἲ τις [τὸ] τόδε γέγοι, οὐ τὴν ἰδίαν τῆς ποιότητος δεῖξιν ποιόύμενος (ἐκείην γὰρ τὸ τοιόνδε ἀπῂτει), ἀλλὰ τὸ κοινὸν τῆς καὶ καθ’ ἑαυτὸ ἑποστάσεως ὑποστάσεως **,ὃ πᾶσιν ἀπὸ τῆς οὐσιας τῶν δευτέρων οὐσιῶν τὸ μὲν σχῆμα τῆς λέξεως ὁμοίως δοκεῖ τόδε τι σημαίνειν ἐπὶ ἀνθρώπου καὶ Σωκράτους, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν, διότι πολλῶν ὂντων τῶν καθ’ ἓκαστα τὴν ὁμοιότητα αὐτῶν τὸ γένος καὶ τὸ δἶδος παρίστησιν. προθεὶς δὲ δύο, τό τε μὴ ἀληθὲς εἶναι τὸ ὁμοίως τῇ ἀτόμῳ οὐσίᾳ τὸ γένος καὶ τὸ εἶδος τόδε τι σημαίνειν καὶ ἒτι μέντοι τὸ μᾶλλον ποιόν τι αημαίνειν, τὸ μὲν πρῶτον κατασκευάζει διὰ τοῦ οὐ γὰρ ἒν σημαίνει τὸ ὑποκείμενον, ὃτι δὲ ποιόν, διὰ τοῦ κατὰ πολλῶν ὁ ἂνθρωπος λέγεται, καὶ ὃταν αὐτὸν εἲπωμεν, οὐδένα λέγομεν τῶν ἐν μέρει ὡρισμένως, ἀλλ’ ἐπ’ αδήλῳ· οὐδὲν γὰρ μᾶλλον Σωκράτη ἢ Πλάτωνα ἢ ἂλλον τινὰ τῶν καθ’ ἒκαστα. οὐ γὰρ πᾶν τὸ περιγραφὴν ὁποιανοῦν ἒχον ἢδη καὶ τόδε. ἐὰν μὴ ἓν ᾖ καὶ ὡρισμένον. ὃταν δὲ λέγω ἂνθρωπον, δεῖξαι τὸ εἶδος οὐ δύναμαι οὐδὲ γὰρ ὑφέστηκεν καθ’ ἐαυτό), ἀλλὰ τὸν ἂτομον δεικνύς, οἷον τὸν Σωκράτη, λέγω ὃτι τοιοῦτόν ἐστιν ὁ ἂνθρωπος ὁποῖον Σωκράτης· οὐκοῦν ποιὸν ἒσται περὶ οὐσίαν. ἳνα δὲ μὴ τις ὑπολάβῃ τὴν δευτέραν οὐσίαν ποιότητα νομίζειν αὐτὸν ὣσπερ τὸ λευκόν, ἐπειδὴ ποιόν τι καὶ ἐκείνην εἶπεν σημαίνειν, καὶ τὸ λευκὸν δὲ περὶ οὐσίαν ἐστίν, διὰ τοῦτο τῆν διαφορὰν αὐτῶν παραδίδωσιν, τῶν μὲν δευτέρων οὐσιῶν τὴν ποιότητα οὐσιώδη λέγων· τοῦτο γάρ ἀστιν τὸ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν. προσυπακουστέον δὲ τὸ τῆς οὐσίας εἶδος καὶ γένος· οὐ γὰρ πᾶν εἶδος καὶ γένος τοιῦτον, εἰ μὴ ἂρα καὶ τὰ ἐν ταῖς ἂλλαις κατηγορίαις γένη καὶ εἲδη ἐν τῷ τί ἐστιν κατηγορούμενα οὐσιώδη ποιότητα παρέχεται κατὰ τὴν τῆς οὐσίας καὶ ἐν ἐκείνοις μέθεξιν. τῶν μὲν οὖν δευτέρων οὐσιῶν τὴν ποιότητα οὐσιώδη φησὶν καὶ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν, τουτέστιν περιορίζειν καὶ περιγράφειν, τοῦ δὲ λευκοῦ αὐτὸ τοῦτο μόνον ποιότητα· Γ διὸ καὶ λευκὸν μὲν ἂνευ οὐσίας νοεῖται, τὸ δὲ γένος καὶ εἶδος ἂνευ ἀτόμου οὐσίας οὐ δύναται θεωρεῖσθαι, καὶ τὰ μέν ἐστιν μέρη συμπληρωτικὰ τῆς οὐσίας, τὰ γἐνη καὶ τὰ εἲδη, τὸ δὲ λευκὸν οὐκ ἒστιν. ἀλλ’ ἐπεὶ καὶ ἡ διαφορὰ τὴν τοῦ γένους οὐσίαν ἀφορίζουσα εἰδοποιεῖν δοκεῖ καὶ χαρακτηρίζειν τὰς οὐσίας ἐν τῷ ποιῷ, ἂξιον ζητεῖν, τίνι μὲν τοῦ γευκοῦ, τίνι δὲ τῶν γενῶν καὶ εἰδῶν αἱ διαφοραὶ διεστήκασιν. ἢ τοῦ μὲν λευκοῦ, διότι τὸ μὲν λευκὸν ποιὸν μόνως, αὓτη δὲ περὶ οὐσίαν ποιόν, καὶ σιότι τὸ πεζὸν οὐκ ἒστιν ἂνευ οὐσίας νοῆσαι ὣσπερ τὸ λευκόν, καὶ διότι διαφορὰς οὐσιῶν καθόσον οὐσίαι σημαίνουσιν καὶ κἰσιν μοιαί πως πρὸς τὴν οὐσίαν, τὰ μέντοι γένη καὶ εἲδη οὐσίαι εἰσὶν ὁμοιότητά τινα πρὸς τὸ ποιὸν ἒχουσαι· τοιγαροῦν ταῦτα μὲν ἐν τῷ τί ἐστιν κατηγορεῖται, αἱ δὲ διαφοραὶ ἐν τῷ ποῖόν τί ἐστιν. προστίθησιν δὲ καὶ ὃτι τῶν κατὰ κοινοὺς λόγους κατηγηορουμένων τὰ μὲν προσεχῶς κατηγορούμενα, οἶον τὰ εἲδη, ἐπ’ ἒλαττον δοκεῖ διατείνειν, τὰ δὲ πορρώτερον, οἶον τὰ γένη, περιλαμβάνει τὸν ἀφορισμόν. ἀλλὰ τῶν εἰρημένων περὶ τῆς οὐσίας μὲν οὐκ ἐν ὑποκειμένῳ ἀπὸ τῆς σχέσεως εἲληπται τῆς πρὸς τὰ ἐν ὑποκειμένῳ γινόμενα, τὸ δὲ τόδε τι δημαίνει ἀπὸ τῆς τοῦ κατηγορεῖσθαι συνηθείας· αὐτὴ δὲ ἡ οὐσία τίς οὖσα δέχεται τὰς τοιαύτας σχέσεις, |οὐδα- μῶς λέγεται. ἢ διότι πρόκειται διελέσθαι πῶς ἓκαστον κατηγορεῖται ποσαχῶς, διὰ τοῦτο, καθόσον ἡ κατηγορία γίνεται, κατὰ τοσοῦτον αὐτῶν τὰ ἰδιώματα παρίστησιν, καἰὁι0́τι λογικώτερον τὰ ἰδιώματα τῶν κατηγοριῶν θηρεύει, οἶον ἀπὸ τοῦ λέγεσθαι· τῶν γὰρ δημαντικῶν λέξεων ἡ δεωρία οὐκ ἂλλως ἂν γένοιτο ἢ καθόσον λέγονται. τὸ δὲ συνγόμενον ἐκ τῶν προειρημένων ἐστίν, ὡς οὐδὲ τὸ τόδε λέγοσεθαι ἲδιόν ἐστιν τῆς οὐσίας, οὐχ ὁμοίως μέντοι τῷ πρότερον εἰρημένῳ· ἀλλὰ τὸ μὲν μὴ ἐν ὑποκειμένῳ οὐκ ἦν ἲδιον ὡς μὴ μόνῃ αὐτῇ ὑπάρχον, τοῦτο δὲ οὐκ ἒστιν ἲδιον, μὴ πασῃ αύτῃ ὑπάρχει. Ἀλλ’ ἀποροῦσί τινες, πῶς τὸν τινὰ ἂνθρωπον καὶ ἂνθρωπον εἶναι λέγομεν καὶ ζῷον καὶ λογικὸν καὶ θνητόν, εἰ μὴ πάντα ταῦτα τάδε ἐστίν. ἢ ὃτι τὰ εἲδη καταταχθέντα λέγομεν τάδε τινὰ εἶναι, ὁ δὲ λόγος ἦν περὶ τῶν καθ’ αὑτὰ ἐπινοουμένων. ἀλλὰ κατὰ τί λέγομεν τόδε τι τὴν ἂτομον οὐσίαν, πότερον κατὰ τὸ εἶδος ἢ τὴν ὓλην ἢ τὸ ἐξ ἀμφοῖν; ἢ φήσομεν κατὰ πάντα, ἀλλὰ κατὰ μὲν τὴν ὓλην, καθόσον ὑπόκειται καὶ εἰς ἐνέργειαν ἣκει τοῦ δέχεσθαι τὸ εἶδος, κατὰ δὲ Πλάτωνα καὶ μὴ ὡς ἐξισταμένην τῆς οἰκείας φύσεως· κατὰ δὲ αὖ τὸ εἶδος, καθόσον ὣρισται καὶ ἓν ἐστιν ἀριθμῷ· καὶ γὰρ ὁ Βόηθος τὸ ἓν κατὰ τόδε ἀφορίζει. εἰ δέ τις τὴν ὓλην ἀόριστον οὖσαν μηδαμῶς τόδε τι εἶναί φησιν, ἀναμνήσομεν αὐτόν, ὡς οὐ περὶ τῆς ἀσχέτου ὓλης ἐστὶν ὁ παρὼν λόγος, ἀλλὰ τῆς ἢδη σχέσιν ἐχούσης πρὸς τὸ εἶδος. τὸ δὲ σύνυετον δηλονότι ὃπερ ἐστὶν τὸ ἂτομον ἐπιδέχεται τὸ τόδε. εἰ δέ τις οὐ πραγματικὴν εἶναι λέγοι διαφορὰν ἐν τῷ τόδε καὶ τοιόνδε, ἀλλὰ σημασίας λεκτικῆς ἰδιώματα, τὸ μὲν τοῦ παρεῖναι τι καὶ ὡρισμένως ἀφορίζειν τὴν διάνοιαν σημεῖν γινόμενον, τὸ δὲ τοιόνδε ὡς ὃμοιον τῷδε δηλοῦν, ἐροῦμεν καὶ πρὸς τοῦτο τὴν ὡρισμένην καθ’sv οὐσίαν προϋπάργειν καὶ τὴν ταὐτότητα καὶ ὁμοιότητα τοῦ λόγου τὴν ἐπὶ ταῖς πολλαῖς οὐσίαις προηγεῖσθαι, καθ’ ἃς καὶ ἡ σημασία ἒχει χώραν· διότι γὰρ ἒστιν ὡρισμένως, διὰ τοῦτο ὡρισμένως λέγεται, ἀλλ’ οὐκ ἀνάπαλιν. ὃλη δὲ ἡ ἒφοδος ἡ ἀπὸ τῶν λεγομένων ἐπὶ τὰς οὐσίας κατὰ μὲν τοὺς Πυθαγορείους ἒχεται ἀληθείας, ἐπειδὴ συμφυῆ τὰ λεγόμενα τοῖς πράγμασιν ἐτίθεντο· κατὰ δὲ τοὺς συνθήκην ἂλλως λέγοντας εἶναι τὰ μόρια τῆς λέξεως ἐλλοτρίως πρόεισιν ἀποπίπτουσα τῆς ἀρχῆς τῶν κατηγοριῶν, ἀφ’ ἦς ὣρμηνται κατὰ ἀλήθειαν. Ἄξιον δὲ ζητεῖν κατὰ τοὺς ὑπόστασιν διδόντας τοῖς εἲδεσιν καὶ γένεσιν εἰ ῥηθήσεται τάδε εἶναι· καὶ Τὰρ καὶ Κρύσιππος ἀπορεῖ περὶ τῆς ἱδέας, εἰ τόδε τι ῥηθήσεται. συμπαραληπτέον δὲ καὶτν̀ αυνήθειαν τῶν Στωικῶν περὶ τῶν γενικῶν ποιῶν, πῶς αἱ πτώσεις κατ’ αὐτοὺς προφέρονται, καὶ πῶς οὒτινα τὰ κοινὰ παρ’ αὐτοῖς λέγεται, καὶ ὃπως παρὰ τὴν ἂγνοιαν τοῦ μὴ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν καὶ τὸ παρὰ τὸν Οὖτιν σόφισμα γίνεται παρὰ τὸ σχῆμα τῆς λέξεως, οἶον ‘εἲ τίς ἐστιν ἐν Ἀθήναις, οὐκ ἒστιν ἐν Μεγάροις ***’· ὁ γὰρ ἂνθρωπος οὐ τίς ἐστιν· οὐ γάρ ἐστιν τὶς ὁ ὡς τινὰ δὲ αὐτὸν ἐλάβομεν ἐν τῷ λόγῳ, καὶ παρὰ τοῦτο καὶ τὸ ὂνομα τοῦτο ἒσχεν ὁ λόγος Οὖτις κληθείς. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦδε τοῦ σοφίσματός ἐστιν· ‘ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἂνθρωπος δέ εἰμι ἐγώ· ἂρα σὺ οὐκ εἶ’. καὶ γὰρ ἐπὶ τούτου τοῦ σοφίσματος τὸ με) ἐγώ καὶ σύ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἂνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει· γέγονεν οὖν ἡ παραγωγή, διότι τῷ οὐ τινὶ ὡς τινὶ ἐχρήσατο. ἀλλὰ τούτων μὲν ἂλις, ἐπὶ δὲ τὰ ἑξῆς ἱτέον. ρ. 3b24 ‘γπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι ἴως ἓως τοῦ δὲ ἀφωρισμένων οὐδὲν οὐδενί ἐστιν ἐναντίον. Ἐπ’ ἂλλο μεταβαίνει τῶν κοινῇ καὶ ἂλλοις ὑπαρχόντων, τὸ δέχεσθαι ἢ μὴ δέχεσθαι ἐναντίωσιν, ζητῶν, εἲπερ ὑπάρχει ταῖς οὐσάις τὸ μὴ ἒχειν τι ἐναντίον, καὶ τοῦτο δείξας, ὃτι οὐκ ἒστιν ἲδιον αὐτῆς δείκνυσιν ἐκ τοῦ καὶ τῷ ποσῷ ὑπάρχειν. ἀλλ’ ὃτι μὲν ὑπάρχει τὸ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις, δείξαις ἂν ἐκ τῶνδε· τὰ ἐναντία ὑφ’ ἓν γένος ἀεὶ ὑποτάττεται, ἡ δὲ οὐσία οὐδὲν ἒχει ἀνωτέρω γένος ἐν ᾦ ὑποταχθήσεται· καὶ τὰ μὲν Ζ ἐναντία σχέσιν ἒχει πρὸς ἂλληλα, ἡ δὲ οὐσία ἂσχετός ἐστιν καὶ οὐδὲν προσθεῖται τῆς κατὰ τὴν ἐναντίωασιν σχέσεως· ἔτι τὰ μὲν ἐναντία πρὸς ἂλληλα ἀπονεύει, ἡ δὲ οὐσία καθ’ ἑαυτὴν ὣρισται. ὁ μέντοι Ἀριστοτέλης απο τῆς επαγωγης τῶν πρῶτων καὶ εἶναι ταῖς οὐσίαις κατασκευάζει. οὐ μὴν ἲδιον αὐτὸ τῆς οὐσίας νομίζει· κοινὸν γὰρ εἶναι τοῦτο πρὸς τὸ ἀφωρισμένον ποσόν. τοῖς γὰρ δύο οὐδέν ἐστιν ἐναντίον· οὐ γὰρ δήπου τὰ τρία· τί γὰρ μᾶλλον οὖτος ἢ ἂλλος τις τῶν διωρισμένων ἀριθμῶν; ἀλλὰ μὴν ἓν γε ἑνὶ μόνως ἐστὶν ἐναντίον· οὐκ ἂρα τὰ τρία οὐδὲ ἂλλος διωρισμένος ἀριδυὸς οὐδεὶς τοῖς δύο ἀντίκειται. εἰ δὲ καὶ τὰ τοιαῦτα ποσὰ μὴ ἐπιδέχεται τὸ ἐναντίον, οὐκ ἒστιν τῆς οὐσίας ἲδιον τοῦτο, εἲπερ μὴ μόνῃ ὑπάρχει. εἰ δέ τις καὶ ἐν τῷ ποσῷ ἐναντίωσιν εἶναι λέγοι τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον τιθεὶς καὶ καὶ μέΤα μέγα τῷ μικρῷ, καὶ καὶ τοῦτο ἲδιον εἶναι γέγοι τῆς οὐσίας τὸ μηδὲν ἒχειν ἐναντίον ὡς μόνῃ αὐτῇ ὑπάρχον, ἴσως μὲν οὐδὲ ποσὰ ταῦτά ἐστιν, ἀλλὰ πρός τι, ὡς ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ ἐπιδείξει, ὣστε καὶ ἡ ἁντίθεσις αὐτῶν οὐ κατὰ ἐναντίωσιν, ἀλλὰ κατὰ τὸ πρός τι· τὴν δὲ τῶν ἀντιθέσεων διαφορὰν αὐτὸς μετ’ ὀλίγον διδάξει. ἀλλ’ ἐπεὶ οὐδὲν πρὸς τὸ παρὸν διαφέρει, ταῦτα μὲν ὡς ἀμφισβητούμενα συγχωρεῖ, ἀπὸ δὲ τοῦ ὁμολογουμένου τὸ αὐτὸ συμπέρασμα συνάγει λέγων ὃτι τὸ |τοιοῦτον ποσὸν οὐκ ἀφωρισμένον ἐστίν. οὖ γὰρ μήτε τὸ πλῆθος μήτε τὸ μέγεθος ὣρισται μήτε τὸ βάρος μήτε τὴν ἀρχὴν γνώριμόν ἐστιν, ἐν τίνι ἐστὶν αὐτῷ τὸ εἶναι κυρίως, τοῦτο οὐκ ἀφωρισμένον ἂν ῥηθείη, οἶον τὸ μέγα· τοῦτο γὰρ οὒτε μήκει οὒτε πλάτει οὒτε ἀριθμῷ διώρισται. ἐπειδὰν δὲ γραμμὴν εἲπῃς, ὁρίζεις τὸ μῆκος, καὶ ἒτι μᾶλλον ὁρίζεις, ἐὰν προσθῇς τὸν ἀριθμόν, καὶ γίωεται οὓτως ἀφωρισμένον ποσόν, ὃπερ οὐκ ἒχει τὴν ἐναντίωσιν. ἱκανὸν οὖν τὸ ἀπὸ τῶν ἀφωρισμένων ποσῶν τεκμήριον πρὸς τὸ μὴ μόνην τὴν οὐσίαν μὴ ἒχειν τὴν ἐναντιότητα μηδὲ εἶναι αὐτῆς ἲδιον· καὶ γὰρ καὶ ἐφ’ ἑνὸς καὶ ἐπὶ πολλῶν τὸ αὐτὸ δεικνύει συμπέρασμα. Ἀποροῦσι δέ τινες, πῶς οὐκ ἒστιν ἒναντίωσις ἐν τῇ οὐσίᾳ· πῶς γὰρ τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ οὐκ ἒστιν ἐναντίον; πρὸς ὃ φησιν Ἰάμβλιχος, ὃτι “διαφορὰ πρὸς διαφορὰν ἐναντιοῦται, τὸ δὲ ὃλον οὐκ ἒστιν ἐναντίον, καὶ ὃτι τὸ ἐπιδεχόμενον τὰ ἐναντία οὐκ ἐστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ’ ἑνὸς τῶν ἐναντίων, οὐκ ἂν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου ἐναντίου καταδοκὴν ἐπιτηδείως παρεσκευάσθαι, οἶον ψυχὴ ἢ σῶμα ἢ ἂτομος οὐσία ἢ δευτέρα οὐσία, εἲπερ ἐπιδέχοιτο τἀναντία, αὐτὰ καθ’ αὑτὰ οὐκ ἒσται ἐναντία. ἀλλ’ οὐδὲ εἰ διαιροῖτό τι εἰς ταἀναντία, ὣσπερ τὸ ζῷον, οὐδὲ οὓτως ἒσται ἐναντίον· γνοίη δ’ ἂν τις, φησίν, καὶ ἀπὸ τοῦ ὃρου τῶν ἐναντίων· τῷ πλεῖστον γὰρ ἀπ’ ἀλλήλων κεχωρίσθαι ἀφοριζόμεθα αὐτά, ὡς δὲ νυνὶ λέγεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου συνυπάρχει”. πρὸς δὴ ταῦτα ἀπορῶν ἐγὼ μὴ νενοηκέναι θοκῶ μοι τὰ λεγόμενα. καὶ γὰρ ἐν τοῖς ὁμολογουμένως ἐναντίοις περὶ τὰς διαφοράς ἐστιν ἡ ἐναντίωσις, ὃλον δὲ ὃλῳ οὐκ ἒστιν ἐναντίον, διότι κοινόν ἐστιν τὸ τῶν ἐναντίων γένος· τὸ γοῦν λευκὸν καὶ τὸ μέλαν ἐναντία ὂντα τὸ μέν ἐστιν χρῶμα διακριτικὸν ὂψεως, τὸ δὲ χρῶμα συγκριτικόν, καὶ περὶ τὴν αὐτὴν οὐσίαν τὴν τοῦ γένους ἐστὶν καὶ κἂν πλεῖστον ἀλλήλων διέστηκεν, ὐπὸ τὸ αὐτὸ γένος ὡς ὂντα τὴν πλείστην ἒχει διάστασιν. πῶς δὲ καὶ τὸ δεχόμενον τὰ ἐναντία καὶ τὸ διαιρούμενον εἰς τἀναντία οὐκ ἒστιν εναντίον; οὐδὲν γὰρ κωλύεται, κἂν μὴ τὸ ἓτερον ᾖ τῶν ἐναντίων ὃ δέχεται ἣ εἰς ὃ διαιρεῖται, πρὸς ἂλλο τι ἐναντίως ἒχειν· τὸ γοῦν νοσοῦν διαιρούμενον εἰς τὸ κατὰ δερμότητα κατὰ ψύξιν νοσεῖν ἐναντίον ὃμως ἐστὶ πρὸς τὸ ὑγιαῖνον, καὶ τὸ σῶμα ἐπιδεχόμενον ὑγείαν καὶ νόσον ἐναντίον ἐστὶν τῷ ἀσωμάτῳ, καὶ ὃλως αἱ διαιρέσεις εἰς τὰ ἀντικείμενα γίνονται καὶ ἐναντία, καὶ καὶ ἓκαστον τῶν τμημάτων εἰς ἐναντία διαιρεῖται, ὡς ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον καὶ τὸ σῶμα εἰς ἒμψυχον καὶ ἃψυχον εἲς τε τὸ αἰσθητικὸν καὶ ἀναίσθητον. μήποτε οὖν ἐκεῖνο μᾶλλον ῥητέον, ὃτι τὸ λογικὸν τῷ ἀλόγῳ οὐκ ἒστιν ἐναντίον· εἲτε γὰρ ἀπόφασις τὸ ἂλογον τοῦ λογικοῦ, οὐκ ἒστιν ἡ ἀπόφασις ἐναντίον· εἲτε καταφατικὴν ἒχει δύναμιν εἶδός τι δηλοῦσαν ἓτερον τοῦ λογικοῦ, οὐδὲ οὓτως ἐναντίον ἐστὶν τῷ λογικῷ τὸ ἂλογον, παραγόμενον ὑπ’ αὐτοῦ καὶ ταττόμενον. ἀλλ’ οὐδὲ ἂλλο εἶσος εἲδει ἐναντίον, ἀλλ’ αἱ ἐναντιώσεις πᾶσαι περὶ τὰς διαφορὰς καὶ τὰς ποιότητας ὁρῶνται. διὸ πρὸς τοὺς ἀποροῦντας, τῶς τὸ πῦρ τῷ ὓδατι καὶ τὸν ἀέρα τῇ γῇ ἐναντία λέγει ὁ Ἀριστοτέλης, ῥᾴδιον εἰπεῖν ὃτι κατὰ τὰς διαφορὰς καὶ ποιότητάς εἰσιν ἐναντία ταῦτα· τὸ γὰρ θερμὸν καὶ ξηρὸν τῷ ψυχρῷ καὶ ὑγρῷ ἐναντίον λέγει καὶ τὸ θερμὸν καὶ ὑγρὸν τῷ ψυχρῷ καὶ ξηρῷ· αἱ δὲ ὃλαι οὐσαι πρὸς τὰς ὃλας οὐκ ἒχουσιν ἐναντίωσιν. πῶς οὖν τὸ εἶδος τῇ στερήσει ἐναντίον λέγει ἐν τοῖς Φυσικοῖς; εἰ γὰρ τὸ εἶδος οὐσία, δέχεται ἡ οὐσία ἐναντίωσιν. ἀλλὰ τὸ τὸ μὲν λέγειν ὃτι καὶ τὰ κατὰ στέπησιν εἴωθεν κοινότερον ἐναντία λέγειν ὁ Ἀριστοτέλης, μαλακώτερον λυόντων τὴν ἀπορίαν ἐστίν. τὸ δὲ ἀληθὲς ὦδε ἔχει· τὸ εἶδος τὸ μέν ἐστιν ὡς οὐσία, τὸ δὲ ὡς ἕξις· τοῦτο οὖν ἀντικεῖσθαι τῇ στερήσει ηγσίν, ἀλλ’ οὐχὶ τὸ ὡς οὐσίαν. Ἄλλον δὲ τρόπον ἐναντιώσεως εἰσάγουσιν οἱ τἀναντία ἐν ταῖς οὐσίαις τιθέντες. διχῇ δὲ οὖτοι διαιροῦνται, καὶ οἱ μὲν περὶ μίαν οὐσίαν τὰναντία ἀφορίζουσιν, ὡς οἱ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν καὶ τὰς ἄλλας ἐναντίας δυνάμεις περὶ τὴν ὕλην ἐν τῷ σώματι ἐνεῖναι λέγοντες, καὶ δῆλον ὅτι οὖτοι οὐκ οὐσίας ἐναντίας, ἀλλὰ τὰς περὶ τὴν οὐσίαν ποιότητας εἶναι ἀποφαίνονται· οἱ δὲ διεστάναι πάντῃ τὰς ἀρχὰς ἀποφαίνονται καὶ μηδὲν ἔχειν κοινὸν μηδὲ σχέσιν μηδεμίαν πρὸς ἄλληλα, καθ' αὑτά τε εἶναι ἀπολύτως καὶ μηδὲν προσδεῖσθαι τῆς πρὸς ἄλληλα συντάξεως. οὖτοι δὲ καὶ οὐσίας εὐθὺς τὰναντία τίθενται καὶ τὴν ἐναντιότητα πρὸς τὴν οὐσίαν εἰσάγουσιν, οὐκ ἄλλου μὲν τοῦ δεχομένου τὰναντία ὑπάρχοντος, ἄλλων δὲ ὄντων τῶν ἐναντίων οὐδὲ τὸ εἶναι κοινὸν ἐχόντων, ὥσπερ Πλάτων ἐπὶ κινήσεως καὶ στάσεως συλλουίζεται ἀμφοτέρων καὶ ἑκατέρων εἶναι λεγομένων, ἀλλὰ τὸ ὄν, φασί, πρὸς τὸ μὴ ὂν καὶ ἡ ἀρχὴ πρὸς τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἕξει κατὰ παντελῆ ἀπόστασιν καὶ ὕξεσιν τελείαν τὴν ἐναντίωσιν ἀμετρίας πρὸς μέτρον καὶ ἀπειρίας πρὸς πέρας καὶ τῶν τοιούτων ἀντιθέσεων διαιρουμένων, ἐν αἶς ἐναντίωσις μὲν κατὰ τὴν οὐσίαν θεωρεῖται, ἄλλως δὲ ἔχουσα ἢ ὥσπερ πρὸ τούτων ἐλέγετο. ἡ μὲν οὖν δόξα, ἀφ ἦς ὁρμώμενοι ἄλλοι τινὲς καὶ ὁ μέγας Πλωτῖνος ἀντιλέγουσιν, ἐσυὶν τοιαύτη, χρῶνται δὲ λόγοις τοιούτοις· ‘‘τὸ μὴ εἶναι μηδὲν οὐσίᾳ ἐναντίον ἐπὶ τῶν καθ' ἕκαστα οὐσιῶν ἐστι πιστὸν τῆς τε ἀτόμου καὶ τῆς εἰδικῆς καὶ γενικῆς, τῇ ἐπαγωγῇ δεδειγμένον, ὅλως δὲ οὐκ ἔστι δεδειγμένον”. πρὸς δὲ τοῦτο εἶς μὲν τρόπος ἀντιλογίας γένοιτο ἂν ὑπομνῆσαι τὴν περὶ τῶν καθόλου διδασκαλίαν· τῶν γὰρ γενικωτάτων οὐκ ἔστιν ἐκ προτέρων καὶ αἰτιωτέρων ποιήσασθαι |ἀπόδειξιν, ἀλλ' ἀνάγκη τοὺς] τελείαις διαιρέσεσιν πάντα διαιρουμένους τὰ ὑπ' αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν, μὴ πῃ παραλλάσσῃ τι ἐν τοῖς καθ’ ἕκαστα εἴδεσιν, κἂν εὑρίσκωμεν μηδεμίαν οὖσαν ἐν αὐτοῖς διαφοράν, τὴν ταὐτότητα τοῦ γενικοῦ οὐκ ἐξ ἐπαγωγῆς, ἀλλ' ἐκ τῆς τελείας διαιρέσεως λαμβάνομεν· κἀνταῦθα τοίνυν, εἴπερ αἱ οὐσίαι μὲν πᾶσαι διῇρηνται ἀνελλιπῶν εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέτεραι δὲ τούτων ἔχουσιν ἐναντίωσιν, οὐδ' ἂν ὅλως ἡ οὐσία ἔχοι ἐναντίωσιν. καὶ ἄλλως δέ· ὅταν τῶν καθ' αὑτὰ ὑπαρχόντων καὶ συμπληρωτικῶν τῆς οὐσίας τι ληφθῇ, εὐθὺς τοῦτο ὅπερ ἐφ' ἑκάστου καὶ ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται, οἶον τὸ λογικὸν ἐφ' έκάστου τε ἁνθρώπου καὶ ἐπὶ παντός· καὶ τῇ οὐσίᾳ τοίνυν εἴπερ τὸ καθ' αὑτὴν εἶναι οὐσιῶδες ὑπάρχει, καὶ τὸ μηδεμίαν ἔχειν ἐναντίωσιν ἐν αὐτῇ κατ’ οὐσίαν ὑπάρξει καὶ οὕτως τὸ ἐπὶ τινὸς καὶ ἐπὶ πάσης οὐσίας ἀληθὲς ἔσται. Ἀλλὰ δὴ καθόλου, φησὶν ὁ πλωτῖνος, τῇ οὐσίᾳ ἡ μὴ οὐσία ἀντίκειται, τῇ δὲ ἀγαθοῦ φύσει ἡ κακοῦ φύσις, καὶ τῇ ἀρχῇ τῶν βελτιόνων ἡ ἀρχὴ τῶν χειρόνων ἐστὶν ἐναντία. διαιρετέον δὲ ταῦτα οὕτως· τὸ μὴ ὄν, ὅπερ ὡς ἐναντίον ἀντιτίθεμεν τῷ ὄντι, εἰ μὲν οὐδαμῇ οὐδαμῶς ὑφέστηκεν, οὐδεμίαν ἕξει σχέσιν πρὸς ἕτερον, ὅ γε μηδέν ἐστιν· εἰ δὲ ὡς ὄν τί ἐστιν, ψευδῶς λέγεται πάντῃ κεχωρίσθαι τοῦ ὄντος, ὅ γε αὐτοῦ μετείληφεν. εἰ δὲ ὡς οὐσίαι δύο κεχωρισμέναι εἰσίν, αὐτὸ τὸ εἶναι ἕν ἕξουσιν. εἰ δὲ κατὰ ἐκβεβηκυῖαν ἑτερότητα ἐξῃρημέναι εἰσὶν χωριστῶς, οὐδὲν ἔχουσι κοινὸν πρὸς ἀλλήλας τότε οὐδὲ τῆς σχέσεως τῶν ἐναντίων κοινωνήσουσι. καὶ εἰ μὲν ὥσπερ εἴωθεν λέγεσθαι ἀπὸ τοῦ ὄντος τὸ μὴ ὄν. οἶον ἀπὸ τοῦ νοητοῦ τὸ αἰσθητὸν καὶ ὰπὸ τοῦ θείου τὸ ὐλικὸν παράγεται ὡς ἅν ἀπὸ πρώτου ἔσχατον, πῶς ἂν ἔχοι πρὸς οὐτὸ τὴν ἐναντίωσιν κατὰ τὸ πάντῃ ἀπ' αὐτοῦ κεχωρίσθαι, ὄ γε ἀπ' αὐτοῦ τὴν ὅλην ἔχει ὐπόστασιν; πῶς δὲ μηδένα λόγον ἔχον πρὸς αὐτὸ ἢ παραβολῆς ἢ ἀντιστάσεως, ἀλλ' ὡς τὸ μηδὲν ἐκπεπτωκὸς εἰς τὸ ἔσχατον, ὡς πρός γε τὴν παραγαγοῦσαν αἰτίαν αὐτὸ λήψεται πρὸς >τὴν ἐναντίωσιν, ἥτις ἐξισάζειν ποιεῖ πρὸς ἐκεῖνο ᾦ ἠναντίωται; εἰ Ε δὲ ἐξ ἀρχῆς καθ' ἐαυτὸ ὐφέστηκεν, ὠς καὶ αὐτὸ πρῶτον ὂν ἰσάξιον ἔσται τὸ μὴ ὂν τῷ ὄντι· καὶ διὰ τί τὸ μὲν ἔσται ὄν, τὸ δὲ μὴ ὄν, εἴπερ ἐξίσου ἐν αρχῆς λύγῳ καὶ αἰτίας τάξει προηγεῖται; προηγουμένην τε ἕξει τὸ κακὸν καὶ τὸ μὴ ὂν ὑπόστασιν, καὶ οὅτως οὐδὲ κακὸν ἔσται ὅ γε καθ' αὑτὸ ὑπάρχει, πῶς τε συνῆλθεν εἰς ταὐτὸ τὰ δύο, ἄπορον εὑρεῖν· ἐὰν δὲ τρίτου δέῃ τοῦ συνάξοντος αὐτὰ ἢ ἐν ᾦ ἕν ἔσται, οὐκέτι ἔσται πρῶτα καὶ ἐναντία οὕτως ὠς λέγεται· εἰ δὲ μὴ συνέρχεται πρὸς ἄλληλα, ἐπεὶ μήτε ἴε ἀλλήλων ὑφέστηκεν, ἅ γέ ἐΜ ἐναντία, οὔτε ἐκ προτέρων, ἅ γέ ἐστιν πρῶτα, γένεσις καὶ τὸ πᾶν τόδε οὐκ ἂν αποτελεσθείη. πᾶσι μὲν οὖν ταῦτα τὰ ἐναντιώματα ἐπακολουθεῖ τοῖς ἐν αρχῇ τὸ κακὸν καὶ τὸ μὴ ὂν ἀφοριζομένοις, μάλιστα δὲ Πλωτίνῳ καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς ἑωώσεως ἀρχομένοις· οὖτοι γὰρ τὸ ἓν καὶ τἀγαθὸν ἐν ἀρχῇ προτιθέντες ἐπεισοδιῶδες ὀφείλουσι ποιεῖν τὸ ἀπὸ τῆς διαιρέσεως πλῆθος καὶ τὸ κακὸν κατὰ συμ- βεβηκὸς ἐπιγινόμενον καὶ μηδαμῶς προηγούμενον ἀποφαίνεσθαι. ὡς δὲ νυνὶ λέγεται, καὶ πρὸς ἐαυτὸ ἐναντίως διώρισται· διότι μὲν γὰρ ἀρχὴ λέγεται, δόξειεν ἂν εἶναι πρῶτον· διότι δὲ ἐν ὑστάτοις κατὰ τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν παρυφίσταται, ἔσχατον εἰκότως λέγεται· τὸ δὲ τοιοῦτον πῶς ἂν ἔχοι πρὸς τὸ πρώτιστον ἐναντίωσιν; εἰ δὲ ἀπὸ >πρώτου παράγεται ἰαὶ πᾶν ὅ ἐστιν ἐκείνου ὑπάρχει, οὐκέτι ἔσται ἐναντίον· οὐδὲν γὰρ τῶν ἐναντίων μεταλαμβάνει τῆς οὐσίας ὰπὸ τῶν μαχομένων πρὸς ἑαυτά. εἰ δὲ πάντῃ κεχωρίσθαι λέγοιτο τὸ ἔσχατον ἀπὸ τοῦ πρώτου, πρῶτον μὲν ἀδύνατόν ἐστίν τι τῆς αἰτίας τῆς ἑαυτοῦ παντελῶς ἀπεσπάσθαι· κομιδῇ γὰρ οὕτω καὶ ἐαυτοῦ ἀπολειπόμενον ἑαυτὸ ἀπολέσειεν ἄν· ἔπειτα δἐ οὐδὲ οὕτως ἐναντίον ἕσται· ὃ γὰρ μηδὲν ἔχει κοινόν, οὐδὲ τὸν τῆς ἐναντιώσεως ἂν ἔχοι λόγον κοινόν. ἀλλ' οὐδὲ τὸ μὴ κατ' οὐσίαν τῷ κατ’ οὐσίαν, ὥσπερ φασίν, ἔσται ἐναντίον· αὐτὸ γὰρ τὸ τῆς οὐσίας αὐτοῖς ὐπάρξει κοινόν, καὶ οὐκέτι τὸ μὲν ἔσται ὄν, τὸ δὲ μὴ ὄν. ἐχρῆν δὲ τοῦ μὴ ἄητος καὶ τὴν ἐναντίωσιν ἀφαιρεῖν, ἴνα ὄντως εἴη μὴ ὄν, ἐπεὶ ὄν γέ τί ἐστιν τὸ ἐναντίον καὶ τὰναντία ποιοῦν, ἐπεὶ οὐδὲν τὸ μὴ ὂν δύναται ποιεῖν ἢ πάσχειν· Ζ ἀσθενέστερον γάρ ἐστιν καὶ τούτων. ἀμφότερα ἄρα οὐδαμῶς ῥητέον, ὅτι καὶ μὴ ἔστι καὶ ἐναντίον καὶ ἔσχατον καὶ ἀρχή, καὶ τἀναντία ποιεῖ καὶ οὐδὲν ὅλως δύναται ποιεῖν· εἰ δὲ μή, οὐ περὶ τούτου ἔσται ἡ ἀμφισβήτησις, εἰ τῇ οὐσίᾳ ἐστὶν εναντίον τὸ μὴ ὄν, ἀλλὰ πολὺ δικαιότερον ζγτηθείη ἄη εἰ τὸ μὴ ὂν αὐτὸ πρὸς ἑαυτὸ ἔναντίως διάκειται. εἰ γὰρ τοῦτο, ὃ καὶ ἑαυτὸ ἀναιρεῖ, πῶς ἄν ἔτι δύναιτο ἢ εἶναι ἢ πρὸς τὴν οὐσίαν ἀνθίστασθαι; ἀλλὰ ταῦτα καὶ ὑπὲρ τὸν τῆς εἰσαγωγῆς ἃν εἴη λόγον, οἰκειότερον γὰρ τοῖς περὶ τῶν πρώτων ἀρχῶν εστιν καὶ ἐν ἐκείνοις ἀκριβέστερον διακρίνεται. p. 3b33 Δοκεῖ δὲ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἦττον ἔως τοῦ ὥστε οὐκ ἃν ἐπιδέχοιτο ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἦττον. Ἐκαστον τῶν ὄντων γινώσκομεν ταῖς οἰκείαις διαφοραῖς καὶ ταῖς ἀντιδιῃρημέναις πρὸς αὐτάς· καὶ γὰρ αἱ μὲν οἰκεῖαι διαφοραὶ τὰ παρόντα καὶ τὰ συμβεβηκότα ἐκάστῳ δηλοῦσιν, αἱ δὲ ἀντιδιαιρούμεναι πρὸς αὑτὰς καὶ ἐν ἑτέραις οὖσαι ταῖς ἰδιότησιν τὰ χωρὶς ὄντα αὐτῶν ἰδιώματα ἐπιδεικνύουσιν, καὶ οὕτως τελεία γίνεται ἡ γνῶσις, ἐπειδὰν γνῶμεν τί τέ ἐστιν ἕκαστον καὶ τί οὐκ ἔστιν. καὶ ἐνταῦθα οὖν τὸ μὲν συνωνύμως λέγεσθαι ἀπὸ |τῶν δευτέρων οὐσιῶν τὰ ἄλλα καὶ τὸ τόδε τι σημαίνειν καὶ ὅσα τοιαῦτα τὴν τοῦ ὑπάρχειν ἰδιότητα ἐδήλου, τὸ δὲ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἦττον ἐν τῷ μὴ ὑπάρχειν θεωπεῖται, καὶ γέγονεν οὕτως αὐτῶν ἡ θεωρία κατ’ ἀμφότερα τελεία. κατ' ἄλλον δὲ αὖ τρόπον τὰ πεφυκότα κοινῶς ἐπὶ πλειόνων κατηγορεῖσθαι γενῶν, οἶα καὶ ἡ ἐναντίωσίς ἐστιν καὶ τὸ μᾶλλον καὶ τὸ ἦττον, δεῖ καθ' ἕκαστον γένος ἐπισκοπεῖσθαι, πότερον ὑπάρχει αὐτῷ ταῦτα ἢ οὐχ ὑπάρχει. ἐπειδὴ δὲ ἐν τοῖς πρὸ τούτων εἰρημένοις μᾶλλον οὐσία ἐλέγετο τὸ εἶδος τοῦ γένους, νῦν δὲ λέγεται ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἦττον, εἰκότως ἐφιστάνει καὶ διαλύει τὴν ἔνστασιν. ὅτι οὐχ ὡσαύτως ἑκάτερον λέγεται, ἀλλὰ τὸ μὲν καθ' αὐτό, τὸ δὲ κατὰ συμβεβηκός. μᾶλλον μὲν γὰρ τὸ εἶδος οὐσία ἢ τὸ γένος οὐχ ᾖ οὐσία οὐδὲ καθὸ ἔστιν, ἀλλ' ᾖ ἐγγυτέρω τῆς ἀτόμου καὶ πρώτης οὐσίας προχωρεῖ τὸ εῖδος ἤπερ τὸ γένος. τοῦτο δὲ συμβέβηκεν ἄλλως, νυνὶ δὲ καθό ἐστιν ἑκάστη τοῦτο ὅπερ ἐστὶν οὔ φησι λέγεσθαι αὐτὴν μᾶλλον καὶ ἦττον· οὐκ ἅρα ἐναντία τὰ παρόντα τοῖς πρότερον εἴρηται. Ἀλλὰ καὶ ἡ χιὼν τοῦ κύκνου, φαίη ἄν τις, μᾶλλόν ἐστιν λευκή, καθόσον ἐγγυτέρω ἐστὶν τοῦ λευκοτάτου. ἢ κατὰ τοῦθ' ὀμοίως ἕξει πρὸς τὴν οὐσίαν, κατὰ συμβεβηκὸς ἔχουσα τὸ μᾶλλον· καθόσον δὲ τὸ μετέχον τῆς ποιότητος ἢ μᾶλλον αὐτῆς μετέχει ἢ ἦττον, κατὰ τοσοῦτον αὐτὴ ἡ κατατεταγμένη ποιότης ἔχει τὸ μᾶλλον καὶ τὸ ἦττον. ἐπεισοδιώδης γὰρ ἡ ποιότης τῇ οὐσίᾳ, ἡ μέντοι οὐσία οὐκ ἑν ἄλλῳ γίνεταί τινι ὥστε μᾶλλον ἢ ἦττον μετέχεσθαι, ἀλλ' ἐν αὐτῇ τὰ ἄλλα. διὰ τοῦτο οὖν τὴν μἐν κατὰ συμβεβηκὸς σύγκρισιν ἐῖδέχεται ἡ οὐσία, τὴν δὲ καθ' αὑτό, ἥτις ἐν τοῖς ὁμοειδέσιν γίνεται, οὐκέτι. ὁ γὰρ ἅνθρωπος οὕτε ἅλλου ἀνθρώπου μᾶλλον ἄνθρωπος οὔτε αὐτὸς ἑαυτοῦ, ἀλλ' οὐδὲ ὁ Σωκράτης ἐν Ἀκαδημάᾳ Σωκράτης ἢ ἐν Δηλίῳ· τὸ μέντοι λευκὸν σῶμα καὶ ἄλλου σώματος λευκοῦ λευκότερον ἂν εἴη τῷ μᾶλλον μετέχειν τοῦ λευκοῦ, καὶ αὐτὸ αὑτοῦ μᾶλλον ἂν εἴη καὶ ἦττον λευκόν, κατ' ἄλλον δηλονότι καὶ ἄλλον χρόνον, οὐ γὰρ δὴ κατὰ τὸν αὐτόν. τὸ δὲ λευκὸν τοῦ μέλανος οὐ λέγεται λευκότερον· Β λέγεται μὲν γὰρ ἀεὶ τὸ μᾶλλον πρὸς τὸ ἦττον, ἐπιτεινόμενον δὲ τὸ ἦττον εἰς τὸ ὅμοιον καταντᾷ, ἀλλ' ἡ τοῦ μέλανος ἐπίτασις οὐδέποτε ὅμοιον τὸ μέλαν τῷ λευκῷ ποιεῖ, τοὐναντίον δὲ πλέον αὐτοῦ ἀφίστησιν, ὥστε ἂν τὸ ἐναντίον πρὸς τὸ ἑαυτῷ ἐναντίον λαμβάνοι τὴν τοῦ μᾶλλον καὶ ἦττον σύγκρισιν, ἀλλ' οὐδὲ πρὸς τὸ ἀνομοειδὲς κυρίως· τῶν γὰρ ὀμοειδῶν αἰ συγκρίσεις. εἰ τοίνυν ἐν ταῖς ὀμοειδέσιν οὐσίαις οὐκ ἔστιν ἡ κατὰ τὸ μᾶλλον καὶ ἦττον σύγκρισις, οὑδὲ ἐν οὐσίαις ὅλως ἔσται. Οὐ μὴν οὐδὲ τοῦτο ἴδιον τῆς οὐσίας ἐστίν. καὶ γὰρ ἐπὶ τῶν ἀριθμῶν καὶ τοῦ ὡρισμένου ποσοῦ οὐκ ἔστιν μᾶλλον τὰ τρία αὐτὰ ἑαυτῶν οὔτε ἄλλων· αὐτὰ μὲν γὰρ αὑτῶν οὐκ ἂν παραλλάττοι ὡρισμένα ἀεὶ ἐν τῷ αὐτῷ ποσῷ, τῶν δὲ τεσσάρων οὐκ ἔσται μᾶλλον, οὐδὲ γὰρ λέγεται πρὸς αὐτὰ μᾶλλον, καὶ ὅλως πᾶσα προσθήκη καὶ ἀφαίρεσις ποσοῦ ἐτερότητα ποιεῖ παντελῆ· οὐ γίνεται δὲ πρὸς τὸ ἕτερον, ἀλλὰ πρὸς τὸ αὐτὸ καὶ ὅμοιον ἡ ἐπίτασις. καὶ τῶν πρός τι δὲ ἔνια, οἶον τὸ ἴσοv καὶ διπλάσιον καὶ ὁ πατὴρ καὶ τὰ τοιαῦτα, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἦττον. καὶ ἐν τῷ ποιῷ δἐ τὰ σχήματα οὔτε μᾶλλον οὔτε ἦττόν ἐστιν. διὰ πάντα δὴ οὖν ταῦτα οὔτε ὑπάρχει τῇ οὐσίᾳ τὸ μᾶλλον καὶ τὸ ἦττον οὔτε ἴδιον αὐτῆς τὸ μὴ ὑπάρχειν ἐστίν. Ἀπορήσειε δ' ἄν τις, εἰ ὁ μᾶλλον λογικὸς οὐ μᾶλλόν ἐστιν ἄνθρωπος. ἢ πρῶτον μὲν οὐ κατὰ τὴν οὐσίαν ἔχει τὸ μάλλον λογικόν, ἀλλὰ κατὰ τὴν ἕξιν ἢ κατὰ τὴν ἐνέργειαν. ἔπειτα οὐδὲν ἄτοπον τὰς μὲν συντρεχούσας τοῖς εἴδεσι ποιότητας, οἶον τὴν λογικὴν ἐπὶ ἀνθρώπου καὶ τὴν θερμότητα ἐπὶ πυρός, δέχεσθαι τὸ μᾶλλον καὶ ἦττον, οὐ μέντοι τὸ εἶδος αὺτό, ἐπεὶ καὶ ὁ σπουδαῖος, ὅταν μᾶλλον ἄνθρωπος λέγηται, οὐχ ᾖ ἄνθρωπος, ἀλλ' ᾖ οὕτως διακείμενος, ταύτῃ ἐπιτείνεται· τοῦτο δὲ οὐκ οὐσίαν, ἀλλὰ ποιὸν σημαίνει. ἢ ὁ μὲν σπουδαῖος, ἅτε μὴ κατ’ οὐσίαν οὔσης τῆς διαθέσεως, οὐδὲν δαυμαστὸν εἰ κατὰ τὴν ἐπεισοδιώδη ποιότητα τὸ μᾶλλον ἔχοι· ὁ δὲ ἄνθρωπος λογικὸς καὶ τὸ πῦρ θερμὸν οὐ κατὰ ἐπεισοδιώδη ἀλλὰ κατὰ οὐσιώδη ποιότητά ἐστι τοιαῦτα συμπληρωτικὴν οὖσαν τοῦ εἴδος· καὶ εἴπερ Γ αὕτη τὸ μᾶλλον καὶ τὸ ἦττον επιδέχοιτο, ἀνάγκη καὶ τὸ δἶδος ὅλον αὐτὸ ἐπιδέχεσθαι, ὥστε καὶ τὴν οὐσίαν. μήποτε οὖν, εἰ μὲν κατ’ οὐσίαν ἐστὶν ἡ τοῦ λογικοῦ διαφορά, εἰδητική τίς ἐστιν καὶ οὐ κατὰ τὸ μᾶλλον καὶ ἦττον θεωρουμένη, ὥσπερ ἐν ἀνθρώπῳ καὶ δαίμονι· οὐ γὰρ δήποτε τὸ ἦττον τοῦ ἀνθρώπου ἐπιτεινόμενον εἰς δαιμονίαν ἥξει τελειότητα· εἰ δὲ κατὰ ἔξιν ἢ ἐνέργειαν, οὐκέτι περὶ τὴν οὐσίαν ἐστὶν ἡ τοιαύτη διαφορά. Ἀλλὰ πῶς ἡ ὕλη οὐσία τις οῦσα καὶ αὐτὴ τὸ μᾶλλον καὶ ἦττον δέχεται καὶ μικρὸν καὶ μέγα καὶ τὰναντία ὄλως φαωτάζεσθαι, καίτοι οὑσία τις οὖσα καὶ ἡ ὓλη, ὣσπερ παὶ τὸ εἶδος; ἢ καὶ αὐτὴ καθ’ ἑαυτὴν μὲν οὐδαμῶς διαφέρει· δυνάμει γὰρ παντα ἐστὶν ὡσαύτως καὶ τὴν ἳσην ὃλα τὰ ὂντα ἒμφασιν καὶ ὑποδοχὴν τῆς οὐσίας ἣ γε πρώτη ὓλη παραδέχεται· ἀπὸ δὲ τῆς τοῦ εἲσους σχέσεως παραγίνεται εἰς αὐτὴν ἡ τοιαύτη παράλλαξις. p. 4a10 Μάλιστα δὲ οὐσίας δοκεῖ ἲδιον ἓως τοῦ ἐπὶ δὲ τῶν ἂλλων οὐσενὸς φαίνεται τὸ τοιοῦτον. Εἰπὼν ὃσα τῇ οὐσίᾳ κοινὰ καὶ πρὸς ἂλλα παρακολουθεῖ καὶ μὴ μόνῃ αὐτῇ ὑπάρχει καὶ ὃσα μὴ πάση καὶ διὰ τοῦτο δείξας μηδὲν τούτων τῆς οὐσίας ἲδιον ὂν ἐπὶ τὸ μάλιστα ἲσιον αὐτῆς δοκοῦν μετελήλυθεν· |τοῦτο δέ ἐστιν τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων Δ εἶναι δεκτικόν. καὶ τὸ μὲν μάλιστα δηλοῖ τὴν ὡς πρὸς τὰ εἰρημένα παράθεσιν, ὃτι μᾶλλον ἐκείνων ἲδιον, τὸ δὲ δοκεῖ πάλιν προσκείμενον ἐνδείκνυται ὃτι οὐδὲ τοῦτο κυρίως ἲδιόν ἐστιν, δοκεῖ δὲ ἲδιον διὰ τὸ μόνῃ τῇ οὐσίᾳ ὑπάρχειν· ἃμα δὲ ἐνδείκνυται τὸ δοκεῖ, ὃτι οὐχ οἶόν τε τὸ κυρίως ἳδιον ἐπὶ τῶν πρώτων γενῶν γαβεῖν, διὰ τὴν ἁπλότητα δηλονότι καὶ τὴν ὁλικότητα τῶν πρώτων γενῶν. τῶν δὲ ἐναντίων ἐστὶ δεκτικὸν ἡ οὐσία οὐχ ἃμα δηλονότι· οὐ γὰρ δὴ ἃμα δέξαιτο ἂν τι τὰ ἐναντία (ἀδύνατον γὰρ τοῦτο), ἀλλὰ παρὰ μέρος, τοῦ μὲν ἐξισταμένου τῶν τοῦ δὲ ἐλλινομένου. δηλοῖ δὲ τοῦτο καὶ ἐπὶ τῶν παραδειγμάτων. τὸν δὲ τρόπον τοῦ ἰδίου παρέστησεν, ὅτι ὡς μόνῳ ὑπάρχον ἲδιον αὐτὸ εἶπεν, ἐκ τοῦ ἐπ’ οὐδενὸς τῶν ἂλλων ὃσα μὴ εἰσιν οὐσίαι θεωρεῖσθαι τοῦτο τὸ ἰδίωμα. εἰ ἐπὶ μὲν τῶν ἂλλων οὐκ ἒστιν, ἡ δὲ τὶς οὐσία ἡ ατομος ἀνὰ μέρος τἀναντία δέχεται, δηλονότι ἲδιον ῥηθήσεται τῆς οὐσίας οὑχ ὡς παντί (κρεῖττον γὰρ τοῦ παντὶ καὶ μὴ μόνῳ ἰδίου τὸ μόνῳ καὶ παντί· τὰ γὰρ ἲδια συστέλλεσθαι χαίρουσι), ἀλλ’ ὡς μονῳ ὑπάρχον· καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν Τοπικῶν οὓτως τὸ ἳδιον ὡρίσατο. ἒστιν δὲ καὶ κατὰ τὴν ἀντιστροφὴν αὐτὸ δεωρεῖν. εἰ γὰρ οὐσία ἐστὶν τὸ γένος, ἓστιν τι πάντως λαβεῖν ὑπὸ τὸ γένος ἓν ἂτομον, ὃ ταὐτὸν ὑπάρχον τῶν ἐναντίων ἐστὶ δεκτικόν, εἲ τε ἓν ὂν καὶ ταὐτὸν τἀναντία δέχεται, οὐσία τὸ τοιοῦτόν ἐστιν· ἲδιον οὖν ὡς ἐπὶ μόνης τῆς ἀτόμου οὐσίας δεωρούμενον. τὰ παραδείγματα ἐπὶ τοῦ τινὸς ἀνθρώπου πρόεισιν ὁτὲ μὲν κατὰ τὸ σῶμα, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος καὶ θερμοῦ καὶ ψυχροῦ, ὁτὲ δὲ κατὰ τὴν ψυχήν, ὡς ἐπὶ τοῦ φαύλου καὶ σπουδαίου. δοκοῦσι δὲ καὶ αἱ δεύτεραι οὐσίαι δεκτικαὶ τῶν ἐναντίων εἶναι· ὡς γὰρ Σωκράτης ἂφρων καὶ φρόνιμος, οὓτω καὶ ὁ ἂνθρωπος καὶ τὸ ζῷόν ἐστιν· ἀλλ’ εἰ διὰ τὸν Σωκράτη καὶ ὁ ἂνθρωπος καὶ τὸ ζῷον, οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς ὑπάρχει τούτοις, διότι τοῖς ὑπ’ αὐτὰ ὑπάρχει. τὸ δὲ ἓν ἀριθμῷ πρόσκειται δηλοῦν ὃτι εἰ μὲν τὸν ἂνθρωπον καθόλου τις λαμβάνοι, οὐκ ἐπιδέχεται τἀναντία, εἰ δὲ τὸν ἐν τῷδε ἂνθρωπον, οἶον Σωκράτη, ἐπιδέχεται. Ἀλλ’ εἰ τὰ γένη, φασίν, καὶ τὰ εἲδη ἐπιδέχεται τἀναντία, οἶον ἂνθρωπος δειλίαν καὶ θρασύτητα, οὐ μόνον ἐν τῇ οὐσίᾳ ἒσται τοῦτο, ἀλλὰ καὶ ἐν ἂλλοις πλείσιν· κίνησις γὰρ ταχεῖα καὶ βρασεῖα γίεται, καὶ ἓξις καὶ διάθεσις καὶ πρᾶξις ἐπιδέχεται τἀναντία. ἢ πρῶτον μὲν τὰ καθόλου λαμβάνουσιν, ἀλλ’ οὐ τὰ συνυπάρχοντα κοινὰ τοῖς ἀτόμοις· ἔπειτα οὐκ ἓν ἀριθμῷ τούτων ἓκαστόν ἐστιν, ἀλλ’ ἂλλο καὶ ἂλλο, τὸ μὲν τοιονδὶ τὸ δὲ δάτερον τῶν ἐναντίων, καὶ οὐκ αὐτὰ ἐπιδέχεται τὰ ἐναντία, ἀλλὰ τὰ ὑπ’ αὐτά· ἡ μὲν γὰρ γενικὴ ἓξις οὒτε φαύλη οὒτε σπουδαία, αἱ δὲ ὑπ’ αὐτὴν αἱ μὲν σπουδαῖαι, αἱ δὲ φαῦλαι, καὶ οὐχ ὑπομενει τὴν τῶν ἐναντίων μεταβολὴν τὸ κοινὸν δεωρούμενο. ἂλλο τοίνυν ἐστὶ τὸ οἶς πρόσεστιν τὰ ἐναντία, ἂλλο δὲ τὸ ἐπιδεκον εἶναι τῶν ἐναντίων ἀνὰ μέρος καὶ τοῖς μὲν γένεσιν πρόσεστιν τὰ ἐναντία, τὸ δὲ ἐπιδεκτικὸν μόνῃ τῇ ὓλῃ καὶ ταῖς μετὰ τῆς ὓλης συνθέτοις οὐσίαις, τοῖς δὲ γένεσιν κατὰ συμβεβηκός. διὸ προσθετέον τῷ ἱδιώματι τῆς οὐσίας τὸ μὴ κατὰ συμβεβηκὸς τἀναντία δέχεσθαι, προσθετέον δὲ καὶ τὸ “κατὰ τὴν ἐν αὑτῷ μεταβολήν”, ἳνα τὰ ἐπὶ τῶν γενῶν ἠπορημένα μὴ παραδεχώμεθα. Πάλιν δὲ τὴν νοητὴν οὐσίαν ἐπεισάγουσιν ἐνταῦθα ὡς μὴ ἐπιδεχομένην τἀναντία. ἀλλὰ τὸ αὐτὸ ῥητέον, ὃτι οὐ περὶ ἐκείνης νῦν ὁ λόγος, ἀλλὰ περὶ τῆς λεγομένης. ἀλλὰ τίνος, φασίν, ἐναντίου ὁ ἣλιός ἐστιν δεκτικός, ὃς γε ἐν ἑνὶ εἲδει ἀεί ἐστιν ὡσαύτως; οὐδὲ γὰρ τῇ κινήσει αὐτοῦ οὐδέν ἐστιν ἐναντίον. πῶς δὲ ὃλως ἐπὶ τῶν ἀιδίων οὐσιῶν ἀληθὲς τὸ παρὰ μέρος τἀναντία δέχεσθαι; ὁ γὰρ οὐρανὸς οὐς ἂν σταίη οὐδέποτε· στάσις δὲ κινήσει ἐναντία. ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν δερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυκρότητος δὲ οὒ, καὶ ἡ χιὼν ἀνάπαλιν. ἢ πρὸς μὲν τὰς ἀπὸ τῶν ἀιδίων οὐσιῶν ἐνστάσεις ῥητέον ὡς τὸ ἱδίωμα ἐνταῦθα πάσης τῆς ἐν μεταβολάῖς δυναμένης γίνεσθαι οὐσίας τίθεται, ἀλλ’ οὐ τῆς κατὰ τὸ ἀμετάβλητον οὐσινμένης. πρὸς δὲ τὰς ἀπὸ τοῦ πυρὸς καὶ τῆς χιόνος, Ζ ὃτι ἐπιδεκτικὴν εἶναι τῶν ἐναντίων φησίν, ἀλλ’ οὐχὶ οὐσιῶνσθαι ἐν τοῖς ἐναντίοις· τὸ δὲ πῦρ οὐκ ἐδέξατο τὴν θερμότητα, ἀλλ’ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἐστιν. οὐδὲν δὲ ἑαυτὸ ἐπιδέχεται, ἀλλὰ τῶν ἒξωθέν τι, οἶον τὸ ὓδωρ θερμότητα ἐπιδέχεται ἐπίκτητον οὖσαν ποιότητα, ὑγρότητα δὲ οὐκέτι· σύμφυτος γάρ ἐστιν αὐτῷ. καὶ τὰ οὐράνια τοίνυν ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχει καὶ οὐκ ἂν ἒχοι τινὰ παραδοχὴν τοῦ ἐναντίου. εἰ δὲ μήτε ποιότητές εἰσιν αἱ τοιαῦται ἱσιότητες, ἀλλ’ οὐσιώδεις διαφοραὶ καὶ συμπληρωτικαὶ τῆς οὐσίας, οὐκ ἂν μένον τι ἐξίσταιτο τῶν κατ’ οὐσίαν ὑπαρχόντων· ἀλλ’ οἶς μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει, ταῦτα τῶν ἐναντίων ἐστὶν δεκτικά. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐναντίων δεῖ τὸ ἐπιδεκτικὸν ἀλλ’ ἀρκεῖ καὶ ἐφ’ ἡστινοσοῦν ἐναντιώσεως· οὓτως καὶ τὸ πῦρ κατὰ τόπον τὴν ἐναντίωσιν δεχόμενον δειχθείη ἂν. ἀλλ’ ὁ ἣλιος ἂτομος ὢν οὐσία τίνος μετέχει ἐναντιώσεως; ἢ κἂν μὴ ἐπιδεκτικὸς τῶν ἐναντίων ἐστίν, ἀλλ’ ἐν τῷ γένει, φασίν, αὐτοῦ, τουτέστιν τῇ ἀλτόμῷ οὐσίᾳ, ἒστι λαβεῖν τι τῶν ἐτόμων, ὃ δεκτικόν ἐστι τῶν ἐναντίων. εἰ δέ τις τοῦτο δέξαιτο, οὐδὲ ἀτόμῳ πάσῃ οὐσίᾳ ὑπάρχει τὸ ἰδίωμα, ἀλλὰ τινὶ μόνον τῇ ἐν γενέσει καὶ φθορᾷ. Διὰ τούτου δὲ τοῦ ἰδιώματος καὶ ἐκεῖνο σαφῶς ἐνδείκνυται, |ὡς ἠ οὐσία καὶ μάλιστα ἡ ἂτομος ὑπόκειται παντακοῦ πᾶσιν καὶ περὶ αὐτὴν καὶ ἐν αὐτῇ τὰ ἂλλα ὑπάρχει καὶ οὐδενὶ τῶν ἂλλων τὸ ἐπιδεκτικὸν πρόσεστιν. οὐδὲ γὰρ πρὸς τὴν οἰκείαν ὑπόστασιν ἐαυτοῖς ἐξαρκεῖ τὰ συμβεβηκότα, διὸ οὐδὲ ὑπόκειται οὐδενί, ἀλλ’ ἐτέρας ὑποβάθρας προσδεῖται· διὸ οὐδὲ δέχεται ταῦτα τὰ ἐναντία. τὸ μὲν γὰρ ὑποκείμενον, οἶον τὸ σῶμα, λευκὸν καὶ μέλαν γίνεται τὸ αὐτὸ μένον, τὸ δὲ λευκὸν ἐξίσταται τοῦ μέλανος ἐπιγινομένου, καὶ τὸ μὲν ζῷον καὶ ὁ ἂνθρωπος, ἐπειδὴ ὑπομένει, δέχεται τἀναντία, καθόσον εἰσὶν οὐσίαι ἐν τῷ τινὶ ἀνθρώπῳ, τὸ δὲ χρῶμα οὐχ ὑπομένει, διὰ τοῦτο οὐχ ὑποδέχεται· ὃταν γὰρ ἀπίῃ τὸ λευκόν, συναπέρχεται μετ’ αὐτοῦ καὶ τὸ χρῶμα καὶ οὐκέτι ἒστιν, καὶ ἅμα τῲ παραγίνεσθαι τὴν μελανίαν παραγίνεται μετ’ αὐτῆς ἡ χρόα, ἢ εἰ μὴ τοῦτο, ἒστιν ὃτε ἒστιν, οὐ μέντοι μένον τὸ χρῶμα τὰ εἰσιόντα καὶ ἐξιόντα δέχεται. Ἀλλὰ τοῦτο, φασίν, συμβεβηκός ἐστιν περὶ τὴν οὐσίαν, ὃ δέ ἐστιν ἡ οὐσία, οὑκ κἲρηται. ἢ τῆς αἰσθητῆς οὐσίας συμπεφορημένης οὒσης καὶ ἐν ἂλλῳ τὸ εἶναι ἐχούσης καὶ τὰ ἰδιώματα ἒσται τοιαῦτα, ὁποία αὐτῆς ἐστιν ἡ φύσις· ὁ δὲ ζητῶν αὐτὸ τὸ εἶναι ἀόρατόν τι ζητεῖ καὶ κρεῖττον ἢ κατὰ τὴν αἰθητὴν οὐσίαν, ὃ ἐπὶ πᾶσι ταὐτὸν ὑπάρχει οὐσίας εἶδος, δι’ ὃπερ ἐφ’ ἑκάστου καὶ ἐπὶ τοῖς κοινοῖς καὶ ἐπὶ τοῖς άπλοῖς καὶ ἐπὶ τοῖς συνδέτοις τὸ εἶναι λέγεται καὶ ἐφ’ ἑκάστου τῶν ἐννέα· τὸ γὰρ γευκὸν κατὰ μετάηψιν τοῦ ὂντος λευκὸν εἶναι γέγεται. Ἀλλ’ εἰ ἡ αἰσθητή, φασίν, οὐσία οὐκ ἂνευ μεγέθους οὐδὲ ἂνευ ποιότητος, πῶς ἒτι τὰ συμβεβηκότα χωρίζομεν, οἶον δερμόν, ξηρόν; γγὰρ ἔσται οὐσία; ποιαὶ γὰρ αὐσίαι αὗται· τί οὖν ἐστιν περὶ ὃ ἡ ποιὰ οὐσία; ἢ δηλονότι τὸ ὑποκείμενον. ἔσται οὖν τὶ πῦρ οὐχ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ οἷον μέρος· τοῦτο δὲ ἔσται ἡ ὕλη. καὶ οὗτος δὴ ὁ λόγος δύο ψευδῶς λαμβάνει· ἓν μέν, διότι τὸ σύμμικτον καὶ συμπεφορημένον τῆς ἐνταῦθα οὐσίας ἀποδιαλαμβάνων θεωρεῖ, καίτοι μηδαμῶς ὑφεστηκὸς κατ᾿ ἰδίαν ἕκαστον, ἀλλ᾿ ἐν ἀλλήλοις καὶ μετ᾿ ἀλλήλων πάντων ἐχόντων τὸ ὁπωσοῦν ὑφεστάναι· δεύτερον δέ, διότι τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὰς κατ᾿ εἴδη διαφορὰς ὡς ποιότητας λαμβάνει καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν οὐ προσποιεῖται ἐν τῷ λόγῳ. ἀπὸ γὰρ τούτων πάντων εἰς τὴν ἀτοπίαν οπροῆλθεν τοῦ νομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν. Καὶ Ἀρχύτας δὲ τὸ αὐτὸ ἴδιον τῆς οὐσίας ἀποδέδωκεν λέγων “τᾶς ὡσίας ἴδιον ὑπάρχειν τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὰν ἦμεν. ἐναντίον γὰρ ὕπνῳ μὲν ἐγρήγορσις, ταχυτᾶτι δὲ βραδυτάς, ὑγιείᾳ δὲ νόσος, καὶ ὁ αὐτὸς ἄνθρωπος καὶ εἷς ἀριθμῷ γίνεται δεκτικὸς τούτων· καὶ γὰρ ἐγρήγορεν καὶ εὕδει, καὶ βραδιόνως καὶ ταχιόνως κινέεται, καὶ ὑγιαίνει δὲ καὶ νοσεῖ, καὶ τῶν τούτοις ὁμοίων δεκτικός ἐντι, οὐ κατὰ τὸν αὐτὸν δὲ χρόνον”, ἐν δὲ τούτοις τό τε ἰδίωμα τῆς οὐσίας εἴρηται τὸ αὐτὸ καὶ τὴν αἰτίαν τῆς ἀνὰ μέρος μεταβολῆς τῶν ἐναντίων εἶπεν διὰ τοῦ “οὐ κατὰ τὸν αὐτὸν δὲ χρόνον”, καὶ ἔτι τὰς ἀπορίας ἔλυσεν τὰς ἀπὸ τῶν συμφύτων καὶ ἀεὶ κινουμένων καὶ ἀεὶ ὄντων προσαγομένας· πᾶσαι γὰρ αὗται οὐ κατὰ χρόνον παραγίνονται. τὰς δὲ ἀπὸ τῶν γενῶν ἀμφισβητήσεις ἔλυσεν προσθεὶς τὸ “διαμένοισαν”, ἐπεὶ ἐκεῖνά γε οὐ διαμένει· οὐ γὰρ τὸ ἐν τῷ λευκῷ χρῶμα δέχεται τὸ μέλαν, ἀλλ᾿ ἐξίσταται μετὰ τοῦ λευκοῦ καὶ οὐκέτι τὸ αὐτὸ διαμένει. Ὁ δὲ Ἰάμβλιχος Πυθαγορικώτερον καὶ διὰ πάσης οὐσίας κατὰ ἀναλογίαν διατεῖνον τὸ ἰδίωμα τοῦτο τῆς οὐσίας ἐπέδειξεν. “ἐν μὲν γὰρ τῇ νοητῇ, φησίν, οὐσίᾳ κίνησις καὶ στάσις, ταὐτότητες καὶ ἑτερότητες τῇ οὐσίᾳ ἅμα συνυπάρχουσιν, καὶ ἡ ἐναντίωσις ἐνταῦθα ἐν τῇ οὐσίᾳ ὑπάρχει μετὰ τοῦ λευκοῦ καὶ οὐκέτι τὸ αὐτὸ διαμένει. ἐπὶ τῶν συνθέτων θεωρεῖται· ἐνταῦθα μὲν γὰρ διαστάσεως γινομένης ἄλλο μέν ἐστιν τὸ ὑποκειίμενον, ἄλλο δὲ τὸ ἐγγινόμενον· ἐπὶ δὲ τῆς ἁπλουστάτης οὐσίας οὐκ ἄλλο μέν ἐστιν ἐν ᾧ γίνεται, ἄλλο δὲ τὸ ἐγγινόμενον, οὐδὲ ἐν ἄλλῳ καὶ ἄλλῳ, ἀλλ᾿ ἓν πάντα ἐστίν. ἐπὶ δὲ τῆς ἀεικινήτου οὐσίας σύληψις καὶ οἷον συνοχὴ πάσης φύσεως θεωρεῖται κατὰ τὸν οὐρανόν, οὐ μένον ἐκ τοῦ περιέχειν πάσας καὶ μηδεμίαν ἔξω αὐτῆς ὑπάρχειν, ἀλλὰ καὶ ὅτι οὐδενὸς οὔτε ῥοπῇ κινουμένου οὔτε προαιρέσει ἐμψύχου ἢ ἀψύχου ἅμα δύο τινὰς ὑπομένειν φορὰς δυναμένου ἀντιθέτους ἀλλήλαις (λέγω δὲ οἷον πρόσω καὶ ὁπίσω ἢ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ ἂνω καὶ κάτω), μόνον ὁρᾶται τοῦτο ἒμπαλιν οὐ δυνάμενον μίαν ἡντιναοῦν καθ’ ἑαυτὴν κινεῖσθαι ἢ δύο μόνας ἢ τρεῖς, ἀλλ’ ἃμα πάσας. καὶ ἀμήχανόν τι περὶ αὐτὸ καὶ θαυμαστὸν ὑπάρχει τὸ τῆς ἐναντιώσεως ἑκάστῃ συλληπτικὴν ὑπάρχειν τὴν ἑναντίαν. ἡ γὰρ καθ’ ἓκαστον καὶ σοκοῦσα καὶ φερομένη ἀναφορὰ περὶ τὸ δοχοτόμημα τοῦ ὁρίζοντος καὶ ἂνοδός τις ὑπάρχουσα ἑχ τῶν ὑπὸ γῆν εἰς τὰ ὑπὲρ γῆν εὐδὺς βιαστική ἐστιν τῆς ἐναντίας κινήσεως, τουτέστιν τῆς ἐν θατέρῳ διχοτομήματι τοῦ ὁρίζοντος, λεγομένης δὲ καταδύσεως· προωθεῖ γὰρ καὶ προκυλίνθει τρόπον τινὰ δι’ ἑαυτῆς τὸ σύμπαν κύτος καὶ ἐπείγει, ὣστε ἀποτελεῖν ἐκείνην οὐκ ἒλαττον ἢπερ κἀκείνη δι’ ἑαυτῆς τὴν ταύτης ἀπερλάζεται κίνησιν διὰ τῆς προώσεως. τὸ δὲ ἐοικὸς νοείσθω καὶ ἐπὶ τοῦ πρόσω καὶ ὀπίσω· κατὰ γὰρ τὸ γεγόμενον μεσουράνημα ἐν ἑκάστῳ οἰκήσεως ἀποκλίματι θεωρουμένου τοῦ πρόσω, τοῦ δὲ ὀπίσω κατὰ τὸ ἀντίδετον αὐτοῦ, ὃ λέγεται ἀντιμεσουράνημα, ἡ δι’ ἀλλήλων καὶ ἐξ ἀλλήλων ἒπειξις καὶ ἀντιπερρίστασις ἀκολόύδως ἀποδείκνυσθαι δύναται. τῶν δὲ λεχθεισῶν τεσσάρων περιστάσεων κοινῶς μὲν τῷ σύμπαντι οὐρα|νῷ βραχεῖάν τινα ἒνστασιν λαμβάνει τὰ περὶ τοὺς πόλους, ἀμοιροῦντα ἐκείνων διὰ τὴν τοὺ τόπου παὐτότητα. καὶ ἐπὶ τῶν πλανωμένων δὲ ἒξεστιν τὰ λεχθέντα θεωρεῖν· ἀναφορὰς γὰρ καὶ καταφορὰς καὶ προόδους καὶ ἐπι- στροφὰς ποιοῦνται οὐ μόνον δι’ ὦν εἲπομεν, ἀλλὰ καὶ προποδίζοντες καὶ ἀναποδίζοντες, καὶ τὴν ἐπὶ δεξιὰ καὶ ἀριστερὰ φορὰν περὶ αὐτοὺς τρανεστέραν ἒστιν ἰδεῖν εἰς βορέαν ἢ εἰς νότον ἀπὸ τοῦ μέσου καὶ ἀνάπαλιν ἐπὶ τὸ μέσον ἀμφοτέρωθεν φερομέων, ὣστε κίνησιν ἐκ κινήσεων καὶ πασῶν κινήσεων συνεκτικὴν προσεῖναι τῷ οὐρανῷ ἅμα τὰς ἐναντίας κινήσεις ἐν ἑαυτῷ περιέχοντι καὶ ἀπεργαζομένῳ τὰ ἐναντία κινήματα ἀπὸ τῶν ἐναντίων. πάρεστιν ἂρα καὶ τῷ οὐρανῷ τἀναντία καὶ ἃμα πάρεστιν καὶ ἐν ἐλλήλοις ὑφέστηκεν καὶ ἀπ’ ἀλλὴλων ἢρτηται. πλὴν τό γε τοσοῦτον διέστηκεν ἦς νοητῆς ἐναντιώσεως, ὃτι ἡ μὲν ἑνὶ ὑπῆρχεν καὶ κατὰ μίαν οὐσίαν, ἡ δὲ ἐν ἂλλῳ καὶ αλλῳ καὶ περὶ ἂλλην καὶ ἂλλην οὐσίαν τὰς ἐναντίας ποιεῖται κινήσεις. ἡ δὲ τελευταία φύσις τῆς οὐσίας οὐδὲ σύμφυτα τὰ ἐναντία ἒχει ἃμα ἀμφότερα, ἀλλ’ εἲ που σύμφὒτόν τι τῶν ἐναντίων ἐν αὐτῇ ὑπάρχει, μεμερισμένον ἒχει τὸ ἓτερον αὐτῶν, τὰ δὲ πολλὰ ὡς ἐπίκτητα ἒξωθεν παραδέχεται καὶ ταῦτα οὐχ ἃμα οὒτε κατὰ τὴν οὐσίαν οὒτε κατὰ τὸν χρόνον, ἀλλ’ ἂλλοτε ἂλλα καὶ ἐν ἂλλῳ μορίῳ τοῦ σώματος μεταλαμβάνουσα, ὥστε καὶ περὶ ταύτην, ᾗ πέφυκεν ταύτῃ, θεωρεῖται τὸ τῆς πέφηνεν ἄρα τὸ ἰδίωμα τοῦτο τῆς οὐσίας κοινὸν κατὰ πᾶσαν οὐσίαν ἴδωμεν δέ, τίνα ὁ Ἀριστοτέλης τοῖς εἰρημένοις p. 4a22 Εἰ μὴ τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν ἕως τοῦ ὥστε ἴδιον οὐσίας εἴη τὸ ταὐτὸν καὶ ἓν εναντιων ειναι οεκτικον. Ἐπειδὴ καὶ λόγος καὶ δόξα ἀληθὴς καὶ ψευδὴς εἶναι δοκεῖ καὶ ἔστιν ἐναντίον τὸ ἀληθὲς τῷ ψεύδει, ὁ δὲ λόγος οὐκ ἔστιν οὐσία, ἀλλ’ ὁ μὲν προφορᾷ ποσόν, ὁ δὲ ἐν δόξῃ ποιόν, εἰκότως ἀπορεῖ, μήποτε οὐ τῇ οὐσίᾳ προσήκει τὸ τῶν ἐναντίων εἶναι δεκτικόν. καὶ λύει τὴν ἀπορίαν κατὰ ἀντιπαράστασιν καὶ ἔνστασιν. πρότερον γὰρ συγχωρήσας δέχεσθαι τὸ ἀληθὲς καὶ ψεῦδος τὸν λόγον καὶ τὴν δόξαν δείκνυσιν ὅτι οὐχ ὡς οὐσία δέχεται· ἐκείνη μὲν γὰρ τῇ ἐαυτῆς μεταβολῇ δέχεται τὰ ἐναντία, ὁ δὲ λόγος καὶ ἡ δόξα οὐ τῇ ἐαυτῶν μεταβολῇ, ἀλλὰ τῇ τοῦ πράγματος. εἶτα καὶ τὸ δέχεσθαι ὅλως ἀναιρεῖ· τὸ μὲν γὰρ δεχόμενον μεταβολήν ὑπομένει, ἐν δὲ τῷ λόγῳ καὶ τῇ δόξῃ οὐδεμία γίνεται μεταβολή, ἀλλὰ τῷ τὸ πρᾶγμα μεταβάλλειν ὁ λόγος καὶ ἡ δόξα ἀληθὴς καὶ ψευδὴς γέγεται· κυρίως δὲ εἶπεν τὸ λέγεσθαι καὶ οὐ γίνεσθαι. ἔστιν δὲ καὶ οὕτως οὐκ ἔστιν εἶς κατ’ ἀριθμὸν ὁ πρότερος ῥηθεὶς λόγος τῷ καὶ κατ’ αὐτὸν τὸν Ἀριστοτέλη· εἴρηται γάρ, φησί, καὶ οὐκέτι ἔσται ῥηθὲν λαβεῖν. τῶν γὰρ κατὰ διέξοδον κινουμένων ἐστὶν ὁ λόγος, καὶ διὰ τοῦτο οὐδὲ τῶν θέσιν ἐχόντων ἐστίν, ὥστε τῷ εἴδει ὁ αὐτὸς πρότερος ῥηθεὶς τῷ δευτέρῳ, ὁ ἀληθὴς τῷ ψευδεῖ, καὶ οὐχὶ τῷ ἀριθμῷ, ὡς εἴρηται ἐπὶ τῆς οὐσίας. καὶ ἡ δόξα δὲ λόγος ἐστὶν ἐντός, ἐν καὶ αὐτὴ ὑπάρχουσα, καὶ τὰ αὐτὰ ἂν καὶ περὶ αὐτῆς γέγοιτο. Ἀλλ’ ἀποροῦσί τινες καὶ πρὸς ταύτας ἐνιστάμενοι τὰς ἐπιχειβήσεις καὶ γέγουσιν ὡς κἂν μὴ πάσχῃ τὸ τῶν ἐκτὸς πάθος ὁ λόγος καὶ ἡ δόξα, οὐκ ἤδη διὰ τοῦτο οὐδὲ πάσχει, ἀλλὰ πάσχει ὡς ὁ λόγος καὶ δέχεται ἑαυτῷ μεταβολὴν τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι· λόγου γὰρ καὶ δόξης αὕτη αὕτη ἐναντίωσις. ἐπεὶ ὥρα γε, φησί, γέγειν μηδὲ εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ δέχεται τὸ λευκὸν καὶ μέλαν· οὐ γὰρ πέφυκεν τούτων εἶναι δεκτική, ὧν δὲ πέφυκεν, ταῦτα δέχεται, φρόνησιν καὶ ἀφροσύνην. καὶ ὁ λόγος οὖν καὶ ἡ δόξα τὴν λόγου καὶ δόξης μεταβολὴν τὴν κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος δέχεται, ἀλλ᾿ οὐχὶ τὴν κατὰ τὸ καθῆσθαι καὶ μὴ καθῆσθαι. ἔσται οὖν περὶ αὐτὰ κατὰ μεταβολὴν μὲν Ἡ ἐναντίωσις, ἀλλὰ τὴν προσήκουσαν τῷ λόγῳ καὶ τῇ δόξῃ. μήποτε οὖν μέσον χωρήσαντα τῶν τε Ἀριστοτέλους λόγων καὶ τῶν πρὸς αὐτοὺς ἐνισταμένων δεῖ λέγειν ὅτι ἄλλος οὖτος καταδοχῆς ἐστι τρόπος, ὅταν ἄλλου πάσχοντος αὐτό τι μὴ μεταβάλλον ἀλλοιοτέραν ὅμως ἀναδέχεται σχέσιν, ὡς ὁρῶμεν καὶ ἐπὶ τῶν πρός τι· τὸ γὰρ πρότερον ὂν δεξιὸν μηδὲν αὐτὸ μεταβάλλον ἀριστερὸν γίνεται ἄλλου μεταστάντος. καὶ ὁ λόγος δὲ καὶ ἡ δόξα κατὰ τὴν πρὸς τὰ πράγματα σχέσιν ἔχοντα τὸ ἀληθεύειν καὶ ψεύδεσθαι οὐδὲν θαυμαστὸν εἰ τῶν πραγμάτων μεταβαλλόντων ἀμείβει τὴν σχέσιν οὐδὲν αὐτὰ θαυμαστὸν ὁ δέ γε Ἀριστοτέλης τὴν καταδοχὴν ἐκείνην ἀπέφησεν, καθ᾿ ἣν ἀνάγκη πάσχειν τι τὸ δεχόμενον· κἂν λέγοιτο οὖν μεταβάλλειν κατὰ τὴν λόγου καὶ δόξης μεταβολήν, ἀλλ᾿ οὔτι γε πάσχοντα μεταβάλλει, ὥσπερ τὸ σῶμα θερμαινόμενον καὶ ψυχόμενον. Ἀλλὰ τίνι, φησίν, ἐπερείσαντες τὴν διάνοιαν τὰ μὲν οὐσίας εἴποιμεν, μὴ ἐν ὑποκειμένῳ καὶ τῷ ὅ ἐστιν μὴ ἄλλου εἶναι; ἀλλ᾿ ἡ δευτέρα οὐσία οὐδὲν τούτων ἔχει σχεδόν· καὶ γὰρ κατ᾿ ἄλλου λέγεται καὶ ἐν ἄλλῳ ἐστὶν καὶ ἄλλου, καὶ τὸ τόδε οὐκ ἐφαρμόττει αὐτῇ. ἢ ὁ ταῦτα λέγων εἰς τὴν ἄσχετον εἰδικὴν καὶ γενικὴν οὐσίαν ἀφορᾷ, ἀλλ᾿ οὐκ εἰς τὴν κατατεταγμένην καὶ ἤδη γενομένην αἰσθητήν, ᾗ πάντα ὑπάρχει τὰ εἰρημένα κατὰ τὴν ἐν τῷ ἀτόμῳ κατάταξιν. τὸ δὲ ἐν ἄλλῳ εἰ πρόσεστιν αὐτῇ |καὶ ἄλλου, οὐχ ὡς ἐν ὑποκειμένῳ οὐδὲ ὡς τὸ λευκὸν τοῦ σώματος, ἀλλ᾿ ὡς τὰ μέρη τῆς οὐσίας. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς τῶν ἀνωτάτω γενῶν οὐχ οἷόν τε ἀκριβεῖς ὅρους ἀποδιδόναι, ἀλλ᾿ ὑπομνήσει μᾶλλον καὶ ὑπογραφῇ ἐοίκασιν οἱ περὶ αὐτῶν λόγοι, καὶ δεῖ μὴ πλέον οὗ δύνανται παρ᾿ αὐτῶν ἀπαιτεῖν. ἀρκεῖ οὖν καὶ ἴδιόν τι ἀποδοῦναι περὶ αὐτῶν, ἀφ᾿ οὗ δυνατὸν τί ἐστι γινώσκειν. Aὐτὸ δὲ τοῦτο ἐπιστάσεως ἄξιον, πῶς λέγεται ἡ οὐσία κατὰ τὴν αὑτῆς μεταβολὴν δεκτικὴ τῶν ἐναντίων. οὔτε γὰρ ἡ ὕλη κατὰ τοὺς ἀπαθῆ τὴν ὕλην λέγοντας μεταβάλλει ἢ τρέπεται ἢ πάσχει τἀναντία, ἀλλὰ αὐτὴν αἱ μεταβολαὶ γίνονται· καὶ τὸ εἶδος δέ, εἰ ἀκίνητόν ἐστι πάντῃ καὶ μένον τὸ αὐτὸ δέχεται τὰς κατὰ τὸ ποιὸν ἐναντιώσεις, οὐδὲ τοῦτο κατὰ τὴν ἐν ἑαυτῷ μεταβολὴν ἕξει τὰναντία· ἀλλ’ εἴπερ ἄρα, μόνον καὶ τρεπόμενον τὰς ἐναντιώσεις ἕξει, καὶ οὕτως ἐπὶ καὶ συνθέτου οὐσίας τὸ ἴδιον τοῦτο ἀποδοθήσεται, καὶ εἰς στενὸν κομιδῇ ἀποκγεισθήσεται ἡ τοῦ ἰδίου τῆς οὐσίας ἀπόδοσις. ἀλλὰ μὴν ἐὰν χρησώμεθα ταῖς ἐνίων Περιπατητικῶν δόξαις καὶ πάσχειν τὴν ὕλην πῶς ἁπλῆ οὖσα ἡ ὕλη καὶ κατὰ τὸ δυνάμει μόνον ἱσταμένη ἐξ οὖπέρ ἐστιν καὶ εἰς ἐνέργειαν ἐρχομένη οὐ φθορὰν ἕξει τὴν τὸ γὰρ ἁπλοῦν μὴ ἐν ἄλλῳ μὲν ἔχον τὸ εἶναι, κατ’ ἄλλο φθορὰν ἕξει τὴν μεταβολὴν ὅλον ἀφ’ ἐαυτοῦ ἐξιστάμενον. εἰ δέ εὐλαβούμενος περὶ τὴν ὕλην λέγει τὴν ἐναντίωσιν, οὐκέτι τῷ αὐτήν τι παθεῖν ἢ μεταβάλλειν, ἀλλὰ κατὰ συμβεβηκὸς ἕξει περὶ αὑτὴν τὰ καὶ ἐπὶ τοῦ εἴδους δὲ ὁ αὐτὸς λόγος· εἰ γὰρ αἱ νοηταὶ μὲν αὐτοῦ αἱ αὐταὶ μένουσιν, περὶ δὲ τὰς αἰσθητὰς αὐτοῦ διαφορὰς ἐναντίαι συμβαίνουσι ποιότητες, τὸ μὲν εἶδος ἔσται μένον πανταχοῦ ἀκίνητον, ἂλλο δὲ ἔσται τὸ τρεπόμενον, καὶ οὐ κατὰ τὴν ἐν αὐτῷ εἴδει μεταβολὴν ἄνθρωπος ἐκ γευκοῦ μέλας γίνεται. πρὸς δὲ ταῦτα συμμέτρως τοῖς ἔστιν εἰπεῖν ὅτι ἕκαστον ὡς πέφυκεν, οὕτως καὶ ὕλη μεταβολὴν ἔχει τὴν ἄλλοτε ἄλλου εἴδους ὑποδοχὴ βούλεται εἶνα), τὸ δὲ εἶδος τὴν κατὰ ποιότητα ἀλλοίωσιν. καὶ μήποτε καὶ προανεῖλεν ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀπορίας εἰπὼς τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένον· δῆλον γὰρ ὅτι τὴν τοῦ τοιούτου ἐπιζητεῖν χρή. ἀλλὰ περὶ μὲν οὐσίας ἀρκεῖ τοσαῦτα. |