Ancient Greek · ~1729 min
ΣΙΜΠΛΙΚΙΟΥ ΕΙΣ ΤΟ Γݲ ΤΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ
Simplicius, In Aristotelis libros de anima commentaria [Sp.?] (fort. auctore Prisciano Lydo) ΣΙΜΠΛΙΚΙΟΥ ΕΙΣ ΤΟ Γݲ ΤΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ.1
Not analysed yet
p. 424b22 Ὅτι δ᾿ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε. Ὁ μὲν προηγούμενος σκοπὸς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τῆς προαιρετικῆς εἰπεῖν ψυχῆς, τουτέστι τῆς ἐν τοῖς θνητοῖς λογικῆς καὶ νοερᾶς, ἐπεὶ καὶ ἐν τῇ ὅλῃ πραγματείᾳ τὴν περὶ τῆς ἐν τοῖς θνητοῖς ψυχῆς ἐνεστήσατο θεωρίαν, ὡς ἐντεῦθεν καὶ ἐπὶ τὰς κρείττους ἴσως κατά τινα ἀναλογίαν ἀναπεμφθησομένων ἡμῶν, καὶ οὐχ ἥκιστα ἐκ τῆς ἐν τούτοις λογικῆς. ἐν δὲ τῷ δευτέρῳ τὴν πλείστην ποιησάμενος διδασκαλίαν περὶ τῆς καὶ τοῖς ἄλλοις ζῴοις κοινῆς, ἐν τῷ τρίτῳ τὸν προηγούμενον ἐνίσταται σκοπὸν περὶ τῆς λογικῆς. ἄρχεται δὲ ἀπὸ τῆς αἰσθήσεως, ἅμα μὲν συνεχῆ πρὸς τὰ πρότερα τὸν λόγον ἐργαζόμενος, ἅμα δὲ ἵνα ῥᾷον ἐκ παραθέσεως τὴν ἑτερότητα θεωρῶμεν τῆς λογικῆς ζωῆς πρὸς αὐτήν, καὶ πρός γε ἵνα καὶ ὅσον εἰς τὴν αἴσθησιν τοῦ λόγου ἥκει ἴχνος ἐπισκοπῶμεν, ὡς τὸ ἀμέριστον, ὡς τὸ χωριστόν πὼς, ὡς τὸ ἑαυτῆς ἀντιληπτικόν, καὶ ἐπειδὴ χρῆται ὁ πρακτικὸς νοῦς καὶ τῇ αἰσθήσει. ζητεῖ δὲ εὐθὺς ἐν ἀρχῇ, εἰ ἔστι τις ἄλλη παρὰ τὰς πέντε αἰσθήσεις, ἵνα καὶ ἐκ τῆς ἐπαγωγῆς τὴν τοῦ λόγου πρὸς αὐτὰς διαφορὰν θεωροῦντες μὴ ἀμφισβητῶμεν ὡς καὶ ἄλλης τινὸς οὕσης ἡμῖν ἀγνώστου ὑπολελειμμένης, καὶ ἐπειδὴ ἐπιστημονικόν, ἐφ’ ὅσον οἷόν τε, τὰ εὔη πάντα περιλαμβάνειν τῶν γνωστῶν. χρήσιμον δὲ καὶ πρὸς τὸ ἑκάστην αἴσθησιν πιστώσασθαι ἑαυτῆς ἀντιληπτικὴν εἶναι, ὅταν ἡ ὄψις τοδὶ ὁρῶσα τὸ χρῶμα καὶ ὅτι γινώσκει συναισθάνηται. οὐ γὰρ λόγος πρώτως γνωριστικός, ἐπειδὴ μερικὸν καὶ ἄτομον τὸ γνωστόν· ἀλλ’ οὐδὲ ἑτέρα τις αἴσθησις, ἐπεὶ μήτε τῶν λοιπῶν τεσσάρων τις, μήτε ἔστιν ἄλλη τις παρὰ τὰς πέντε· ὡς καὶ διὰ τοῦτο ἀναγκαῖον εἶναι τὸ περὶ τοῦ μὴ ἄλλην παρὰ τὰς πέντε ὑπολελεῖφθαι αἴσθησιν, ἵνα μὴ ἐκείνης οἰκείαν τὴν ἑκάστης ὑπονοήσωμεν συναίσθησιν. καὶ ἔοικεν ἢ μόνως ἢ μάλιστα τῇ τοῦ λογικοῦ ζῴου ἀπονέμειν αἰσθήσει |τὸ γνωριστικόν πὼς ἑαυτῆς· διὸ καὶ ἐν τῷ τρίτῳ προτείνεται βιβλίῳ. νοῦ γὰρ μάλιστα καὶ δευτέρως τοῦ λόγου οἰκεῖον τὸ ἑαυτοῦ γνωριστικόν, καὶ ζωῆς χωριστῆς σωμάτων (τὸ γὰρ σῶμα διὰ τὸν μερισμόν, ἄλλων ἀλλαχοῦ κειμένων αὐτοῦ τῶν μορίων, ἀνεπίστροφον πρὸς ἑαυτό), ὥστε καὶ αἰσθήσει τῇ λογοειδεῖ, εἰ καὶ μὴ παντελῶς, ἀλλὰ πῇ ἀπολυομένῃ παντὸς σώματος. πόθεν οὖν ὅτι οὐκ ἔστιν ἄλλη αἴσθησις παρὰ τὰς πέντε; οὐκ ἐκ τῆς ἐπαγωγῆς ἡ πίστις· πλείω γὰρ τῶν ἡμῖν φανερῶν ζῴων τὰ ἀφανῆ, τὰ μὲν καὶ θνητά, τὰ δὲ ὅσα δαιμόνια. οὐδὲ μὴν ἐκ τῶν στοιχείων, ὡς ἰδίως ἑκάστου οἰκείᾳ ὑποπίπτοντος αἰσθήσει τεσσάρων ὄντων καὶ τῆς ἀναθυμιάσεως, ἧς λέγεται εἶναι ἡ ὄσφρησις, ὡς τοῦ πυρὸς μὲν ἡ ὄψις, ἀέρος δὲ ἡ ἀκοή καὶ τῶν λοιπῶν αἱ λοιπαί, ὕδατος ἡ γεῦσις καὶ γῆς ἡ ἁφή. οὐ γὰρ τῇ ὄψει μόνῃ, ἀλλὰ καὶ τῇ ἁφῇ ὡς θερμὸν γνωρίζεται τὸ πῦρ. ἄδηλον οὖν, μὴ καὶ ἄλλη τίς ἐστιν αὐτῷ ποιότης, ἣν ἀγνοοῦμεν ἡμεῖς διὰ τὸ ἀντιληπτικὴν αὐτῆς ἐλλείπειν ἡμῖν αἴσθησιν. πόθεν οὖν, ὅτι πέντε μόναι αἱ αἰσθήσεις, πιστοῦται ὁ Ἀριστοτέλης; ἔκ τε τῆς ζωτικῆς ἐν ἡμῖν τελειότητος καὶ ἐκ τῶν αἰσθητηρίων μὴ ἐλλειπόντων. ἐλλείποι γὰρ ἄν τις αἴσθησις ἢ διὰ τὸ ἀμυδρὸν καὶ οἷον ἀπεψυγμένον τῆς ζωῆς, ἀδυνατούσης κατὰ πάσας ἐνεργεῖν, ἢ διὰ τὸ τὰ ὄργανα ἐνδεῖν, ἅπερ ἐστὶ τὰ αἰσθητήρια. ἐὰν οὖν ἥ τε ζωὴ τελεία παρῇ καὶ μὴ ἐλλείπῃ τι τῶν αἰσθητηρίων, εὔλογόν τε καὶ ἀναγκαῖον τοῖς τοιούτοις πάσας ὑπάρχειν τὰς αἰσθήσεις· . πῶς οὖν ἡ τελεία ἡμῖν ὁρισθήσεται ζωή, καὶ αὕτη ἡ ἐν θνητοῖς, περὶ ἧς ὁ λόγος; ἐπειδὴ κινήσεως ἔνδοθεν ἄρχει, πρώτη δὲ φύσει ἡ κατὰ τόπον, ἐν τοῖς οὕτως κινουμένοις τὸ τέλειον ζητητέον τῆς κινούσης ζωῆς, ὡς οὐκ ἐκ μέρους μόνου τινός, ὡς τὰ ὄστρεια, ἀλλὰ καὶ δι’ ὅλων, καὶ οὐκ ἀορίστως, ὡς σκώληκες καὶ ψύλλαι, ἀλλ’ ὡρισμένως, καὶ οὐκ ἀπεστενωμένον ἔχουσι τὸ ὡρισμένον, ὡς μύρμηκες καὶ μέλισσαι, ἀλλὰ καὶ τὸ ἐπινοητικὸν καὶ εὐμήχανον ἐμφαίνουσι, καὶ μάλιστα τοῖς κατακούειν λόγου δυναμένοις καὶ τάττεσθαι ὑπὸ λόγου καὶ συνεθίζεσθαι καὶ γνωρίζειν τὰ προσταττόμενα ὑπ’ αὐτοῦ ἰσχύουσιν. οὐχ ἥκιστα δὲ τελεία ἡ αἰσθητικὴ ζωὴ ἡ καὶ τῇ κρείττονι πάντῃ ἱκανὴ ἑαυτῆς συμφύεσθαι τῇ λογικῇ· τοῦτο γὰρ ἀκρότητος τεκμήριον. εἰ τοίνυν αὕτη μὲν τελειοτάτη, κατὰ μόνα δὲ ἥδε πέντε εἴδη αἰσθήσεων ὁρίζεται, ἀναγκαῖον μηδὲν ἄλλο αἰσθήσεως ὑπάρχειν εἶδος. καὶ οὐ τοῦτό φημι, ὡς ἡ ἐν τοῖς λογικοῖς αἰσθητικὴ μόνη τελεία· ἐν βάθει γὰρ καὶ τὸ τέλειον, καὶ τελειοτάτη μὲν αὕτη· καὶ ἡ ἐν τοῖς ἀλόγοις δὲ κατα- κούουσα λόγου καὶ ἡ τὸ εὐμήχανον καὶ ἐπινοητικὸν καὶ μὴ ἀπεστενωμένον τὸ ὡρισμένον ἐμφαίνουσα. ἀτελὲς γὰρ ἤδη τὸ ἀπεστενωμένον καὶ τὸ ἀόριστον καὶ τὸ κατὰ τόπον ἀκίνητον, οὐχ ὡς τὸ παρὰ φύσιν, ἀλλ’ ὡς κατὰ φύσιν τῶν εἰς ἔσχατον καὶ ἀμυδρῶς ζώντων ὁριστικόν· διὸ κατὰ φύσιν καὶ τὸ τοιοῦτον ἀτελὲς καὶ εἰδῶν ὅλων ὁριστικόν. ὅτι μὲν οὖν ὅσον ἐπὶ τῇ τελειότητι τῆς ζωῆς οὐκ ἂν ἐν τοῖς τελείοις ἐλλείποι αἴσθησις, ἀρκούντως διὰ τούτων ὑπομεμνήσθω· λείπεται δὲ σκοπεῖν, μὴ ὄργανόν τι ἐλλεῖπον τὴν ἔνδειαν παρέχεται. ἀλλ’ ἐπεὶ τὸ αἰσθητικὸν ὄργανον ἢ μικτὸν ἐκ πάντων τῶν στοιχείων εἶναι ἀνάγκη ἢ ἁπλοῦν, ζητητέον, ἐκ ποίων μὲν ἁπλῶν οἷόν τε εἶναι τὰ αἰσθητήρια, ποίαις δὲ αἰσθήσεσι τὰ ἀπλᾶ καὶ ποίαις τὸ μικτὸν ἀποδοτέον, καὶ εἰ πάντα, ὅσα οἷόν τε εἶναι αἰσθητήρια, ἐν τοῖς τελείοις ὑπάρχει ζῴοις, ἵνα ὅτι μηδὲ τῇ τῶν ὀργάνων ἐνδείᾳ ἐλλείπει τις αἴσθησις γινώσκωμεν. ἐπεὶ τοίνυν διὰ μέσων τινῶν τὰ πρῶτα αἰσθητήρια (οὐ γὰρ ἀμέσως) ὑπὸ τῶν αἰσθητῶν κινεῖται, καλῶς ἀπὸ τῶν μεταξὺ τὴν τῶν αἰσθητηρίων τεκμαίρεται φύσιν. δεκτικά τε γὰρ ἄμφω τῆς τῶν αἰσθητῶν ἐνεργείας, καὶ οἷον συμφυῶς καὶ κατὰ συνέχειαν τὰ μεταξὺ τὴν ἐνέργειαν ἐπὶ τὰ αἰσθητήρια μεταβιβάζοντα τὴν ἑαυτῶν πρὸς ἐκεῖνα ὁμοφυῆ σημαίνει οὐσίαν. οἷον διαφανὲς εἶναι δεῖ τὸ δεκτικὸν τοῦ ὁρατοῦ· ἀμφοῖν οὖν τοῦτο ὑπάρξει, καὶ τῷ μεταξὺ καὶ τῷ αἰσθητηρίῳ. ἀλλὰ καὶ κατ’ οἰκειότητα ἡ ἀπὸ θατέρου ἀβιάστως καὶ αὐτοφυῶς γινομένη μετάδοσις· διὸ ὡς κατὰ συνέχειαν καὶ σύμφυσιν. ὥστε τὸ μέσον ὅμοιον τῷ αἰσθητηρίῳ. τίνα οὖν τὰ μέσα; τὰ μὲν ἐν ἡμῖν, ὡς ἐπὶ ἁφῆς καὶ γεύσεως, τὰ δὲ ἔξωθεν, ὡς ἐπὶ τῶν λοιπῶν αἰσθήσεων. τῶν δὲ ἐν ἡμῖν τὰ περὶ τὴν ἐπιφάνειαν, ἃ καὶ μεταξὺ γίνεται, μικτὰ πάντως, ὅτι ἡ τῶν θνητῶν ζῴων φύσις στερεοῦ μὲν καὶ ἀντιτύπου δεῖται περιβλήματος διὰ τὸ δυσπαθές, οὐ μὴν παντελῶς ἀκινήτου· διὸ οὐχ ἁπλοῦν ἀλλὰ μικτόν. τῶν δὲ ἔξωθεν δύο ἁπλᾶ δια- βιβαστικὰ τῆς τῶν αἰσθητῶν ἐνεργείας, ὕδωρ τε καὶ ἀήρ, ἢ εἰ καὶ μικτά, θατέρου πάντως τούτων ἐπικρατοῦντος ἐν τῇ μίξει. οὔτε γὰρ ἐκ γῆς διὰ τὸ ἀκίνητον καὶ δυσπαθὲς καὶ δυσμετάληπτον τῶν ἀπὸ τῶν ἄλλων ἐντελεχειῶν, οὔτε ἐκ πυρὸς διὰ τὸ δραστήριον αὐτοῦ, κινητικοῦ τῶν ἄλλων ὄντος καὶ μεταδοτικοῦ τοῖς ἄλλοις μᾶλλον τῶν ἰδίων ἢ κινουμένου ὑπὸ τῶν ἄλλων <καὶ> μεταληπτικοῦ τῶν ἐν ἐκείνοις. πῶς οὖν μικτὸν τὸ ἐν ἡμῖν καὶ τοῦ γηίνου προσεχῶς ἀναδέχεται τὰς τῶν ἁπτῶν τε καὶ γευστῶν ἐνεργείας αἰσθητάς; ἢ ὅτι ζωτικὸν καὶ οἷον κουφιζόμενον ὑπὸ τῆς ἐν ἡμῖν ζωῆς. πῶς δὲ τὸ ὑπέκκαυμα διαφανές τέ ἐστι καὶ διηχές; ἢ ὅτι πῦρ ἐκεῖνο τὸ στοιχειῶδες, ἔοικε δὲ πῦρ νῦν τὸ καυστικὸν καὶ ὑπερζέον ἀποδιοπομπεῖσθαι ὡς μὴ ὂν καθ’ αὑτὸ αἰσθητήριον, ἵνα τὸ ὑπέκκαυμα ἐν τῷ ἀέρι ὂν συνειλημμένον ἢ κοινὸν ᾖ πάντων· οὐδὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν, τὸ δὲ καυστικὸν οὐδενός. ἐπεὶ οὖν δύο τὰ μεταξὺ ἐκ τῶν ἁπλῶν, ὕδωρ τε καὶ ἀὴρ (ἔστω γὰρ καὶ τὸ στοιχειῶδες ἐν τῷ ἀέρι) ἢ κοινόν, ἐκ δὲ τῶν παραπλησίων καὶ |τὰ αἰσθητήρια, ἔχομεν δὲ ἄμφω, ὅσα τέλεια ζῷα, ἐν τοῖς τελείοις ἄρα ζῴοις οὐ μόνον ἡ τελεία ὑπάρχει ζωή, ἀλλὰ καὶ τῶν ὀργάνων οὐδὲν ἐλλείπει. εἴη ἄν οὖν μηδὲ αἴσθησις ἐλλείπουσα· εἰ δὲ τοῦτο μόναι ἄν αἱ πέντε εἶεν αἰσθήσεις. ἀλλ’ ὁ μέγας Ἰάμβλιχος πολλὰ τὰ ἀφανῆ ἡμῖν εἶναι βούλεται ζῷα δαιμόνιά τε καὶ κρείττω, καὶ μὴ δεῖν ἐκ τῆς ἐπαγωγῆς διισχυρίζεσθαι τὸ ποσὸν τῶν αἰσθήσεων, ὀρθῶς λέγων. οὐ μὴν ὁ Ἀριστοτέλης τῇ ἐπαγωγῇ ἐπερείδεται, ἀλλὰ τῇ τελειότητι τῆς ζωῆς, καὶ τῷ μὴ ἐνδεῖν τι ἡμῖν αἰσθητήριον. ἀλλ’ εἶναι κρείττονα λέγει τὴν τῶν οὐρανίων αἴσθησιν, ἀπαθῆ ὑπάρχουσαν καὶ ἔνδοθεν ὅλην ἐγειρομένην καὶ οὐδὲν τῶν ἔξωθεν κινούντων προσδεομένην, αὐτὴν δὲ ἀφ’ ἑαυτῆς καὶ πρὸς ὑπόστασιν καὶ πρὸς γνῶσιν τῶν αἰσθητῶν ἐξαρκοῦσαν. ἆρα οὖν πλείους τῶν πέντε καὶ διὰ τὴν τῶν οὐρανίων θετέον; ἢ μάλιστα μὲν οὐ συναριθμητέον ταύταις ἐκείνην ὡς αἰτίαν αἰτιαταῖς καὶ ὡς ἑνιαίων τούτων πασῶν περιληπτικήν, ὅπου γε οὐδὲ τὴν κοινὴν ἐν ἡμῖν αἴσθησιν ὡς ἕκτην ταῖς πέντε συναριθμοῦμεν, καίτοι γε ἀχωρίστως αὐταῖς ἐγκατα- τεταγμένην, διὰ τὸ κοινῇ περιληπτικόν· μειζόνως οὖν τὸ ἐξῃρημένον πασῶν καὶ χωριστῶς καὶ αἰτιωδῶς περιεκτικὸν οὐ συναριθμητέον. ἔπειτα δὲ οὐδὲ ἑτέρα ἁπλῶς τῶν πέντε ἡ τῶν οὐρανίων. ἡ γὰρ ἑτερότης ἐν τοῖς λόγοις κατὰ τὸ τῶν λόγων διάφορόν τε καὶ ἐν τοῖς αἰσθητοῖς· ἡ δὲ οὐρανία οὐ ταύτῃ ἑτέρα, ἀλλὰ τῷ τρόπῳ, ἐπεὶ οὐ πλείω τὰ αἰσθητὰ τῶν καὶ ἡμῖν καταληπτῶν. ἡ μὲν οὖν ὅλη τοὐ προκειμένου ἀπόδειξις τοιάδε τις εἶναί μοι δοκεῖ. τῇ τῆς ζωῆς ἐπερειδομένη τελειότητι ἐν τοῖς μὴ πηρώμασι τῶν ζῴων μηδὲ παρὰ φύσιν ἔχουσι, καὶ τῷ ἀνενδεεῖ τῶν ὀργάνων, ὃ καὶ αὐτὸ οὐ δι’ ἐπαγωγῆς ἀλλὰ διὰ τῆς φύσεως τῶν αἰσθητικῶν ὀργάνων ἐπιστώσατο, δύο μὲν ἁπλῶν ὄντων ἐπὶ τῶν τὰ πόρρω γνωριζουσῶν αἰσθήσεων, τοῦ δὲ μικτοῦ ἐπὶ τῆς ἁφῆς, ἐπειδὴ καὶ μικτὸν τὸ τοῦ θνητοῦ ζῴου σῶμα, ὡς τὸ ὅλον φάναι. λοιπὸν δὲ ἀναγκαῖον καὶ κατὰ μέρος τὴν ταῦτα δηλοῦσαν ἑρμηνεῦσαι λέξιν. p. 424 b 22 Ὃτι δ’ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε. Αὓτι μέν, γεωμετρικῶς φάναι, ἡ τοῦ προβλήματος πρότασις· ἄρχεται δὲ τῆς κατασκευῆς τοῦ λόγου ἐντεῦθεν. p. 424 b 24 Εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν ἔχομεν αἴσθησιν· πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἀφῇ ἡμῖν αἰσθητά ἐστιν. ἐπειδὴ τέσσαρες μόναι αἱ πρῶται παθητικαὶ ποιότητες, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, ἐξ ὧν αἱ ἄλλαι, ὡς ἐν τῇ Περὶ γενέσεως εἲρηται, ὧν ἀπασῶν ἡ ἁφὴ ἀντιληπτική ,ἐπειδὴ καὶ τῶν πρώτων πασῶν, τὰ δὲ ἁπτὰ ἅπαντα ὡς ἁπτὰ ταῖς παθητικαῖς χαρακτηρίζεται ποιότησιν, ὡς καὶ τοῦτο ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ὑπέμνησται ἀκροάσεως, δῆλον ὡς ἀληθῶς εἲληπται πάντα τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ γνωρίζεσθαι. εἰ δὲ ἡ ἁφή, καίτοι ἐσχάτη οὖσα, οὐδὲν ἀφίησι τῶν ἁπτῶν ἄγνωστον, πάντως που καὶ ἑκάστη τῶν λοιπῶν οὐδενὸς τῶν οἰκείων ἀπολειφθήσεται αἰσθητῶν. τοῦτο γὰρ ἕπεται μὲν τῷ ὑποθετικῶς προειρημένῳ, τῷ εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις ἁφή· οὐ μὴν ἀποδέδοται ὑπὸ Ἀριστοτέλους, ἀλλὰ καὶ ἄλαλα τινὰ προηγούμενα, τὸ εἰπεῖν εἰ ἐκλείπει τις αἴσθησις, ἀναγκαῖον εἶναι καὶ αἰσθητήριον ἐκλείπειν, ἔτι τρίτον, ὅπερ καὶ ἐν μέσῳ κατασκευάζει, καὶ εἰ μηδὲν ἐλλείπει ἐν ἡμῖν αἰσθητήριον, κοινῇ διὰ μακρῶν ἀποδίδωσι πρὸς πάντα τὰ ἡγούμενα τὸ “πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν.” εἰ γὰρ μὴ λείπει αἰσθητήριον, ὅπερ τὸ τρίτον τῶν ἡγουμένων ἀξιοῖ, διὰ τὸ ἢ ἀμέσως τῶν αἰσθητῶν ἢ διὰ μέσων ἀέρος καὶ ὕδατος ἀντιλαμβάνεσθαι, ἔχειν δὲ ἡμᾶς καὶ τὸ ἁπτικὸν καὶ ἑκάτερον τῶν μεταξύ, οὐδὲ αἴσθησις, ἐπειδὴ κεῖται, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν. καὶ ταύτῃ πρὸς τὸ δεύτερον τῶν ἡγουμένων ὑποθετικῶν, πρὸς τὸ ἀνάγκη τε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν ἀποδίδοται τὸ “πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν.” πρὸς δὲ τὸ πρῶτον τὸ εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν, ἀποδέδοται τὸ αὐτό, τὸ “πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ άτελῶν.” ,ἐπειδὴ οὕτω πᾶσαι, ὡς καὶ μηδ’ ὁτιοῦν τῶν οἰκείων ἀπολείπουσαι αἰσθητῶν, διὰ τὸ καὶ τῇ ἁφὴ καὶ νῦν αἴσθησιν ἔχειν ἡμᾶς παντός, οὗ ἐστιν αἴσθησις ἁφή, τοῦ καὶ νῦν προσκειμένου δηλοῦντος τὸ καὶ πρὶν ἀποδειχθῆναι μόνας τὰς πέντε εἶναι αἰσθήσεις. τὴν γὰρ ἁφὴν τελείαν ὡς οὐδὲν τῶν ἁπτῶν ἄγνωστον ἀφιεῖσαν ἔχομεν, ὅπερ κατασκευάζει διὰ τοῦ πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἀφῇ ἡμῖν αἰσθητά ἐστιν, εἴ γε, ὡς εἴρηται, καὶ τῶν ἁπλῶν τῶν πρώτων καὶ τῶν ἐξ αὐτῶν κατὰ μῖξιν συγκειμένων παθητικῶν ποιοτήτων πασῶν γνωριστικοὶ τῇ ἀφῇ ὑπάρχομεν· εἰ γοῦν ἡ ἁφὴ πάντα γνωρίζει τὰ ἁπτά, ἀναγκαῖον καὶ τῶν ἄλλων ἑκάστην πάντων εἶναι τῶν οἰκείων αἰσθητῶν ἀντιληπτικήν. καλῶς οὖν πᾶσαι λέγονται ἔχεσθαι αἱ αἰσθήσεις ἐν τοῖς τὰς πέντε ἔχουσι, καὶ ὡς μὴ οὐσῶν πλειόνων καὶ ὡς ἑκάστης οὐδὲν ἀπολειπούσης ἄγνωστον τῶν οἰκείων αἰσθητῶν. p. 424 b 26 Ἀνάγκη τε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριό τι ἡμῖν ἐκλείπειν. ἔστι μὲν δεύτερον, ὡς εἴρηται, συνημμένον τῶν ἡγουμένων· ὅπως δὲ ἀναγκαῖον λέγεται, ἐπιστάσεως ἄξιον. διὰ τί γάρ, εἰ ἡ ὁρατικὴ ἐλλείπει αἴσθησις μόνη, δυνατὸν δὲ εἶναι καὶ ἀέριον τὸ τῆς ὄψεως ὄργανον, μὴ πάρεστι τοῦτο τῷ ἔχοντι ἀκοήν, ὥστε τὸ μὲν αἰσθητήριον αὐτῷ παρεῖναι, τὴν δὲ ὅρασιν ἀποῦσαν μὴ ὡς ὁρατικῷ αὐτῷ χρῆσθαι; μήποτε οὖν διττὴ ἡ τοῦ αἰσθητηρίου ἔλλειψις, ἡ μὲν ὡς μηδ’ ὅλως τοῦ ὑποκειμένου παρόντος σώματος, ὃ ἄν ᾖ πρὸς τὴν ἐλλείπουσαν χρήσιμον αἴσθησιν, ὡς εἰ μηδὲ ὅλως εἴη καθ’ αὑτὸν ἔν τισι ζῴοις ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἀμιγῆ, ἡ δὲ ὡς ὄντος μέν, ἀλλ’ οὐχ ὡς ὁρατικοῦ γε φέρε οὐ γὰρ ἄν μάτην καὶ ὡς ὁρα- τικὸν ὑφίστατο ἐπὶ τοὺ μὴ πεφυκότος ὁρᾶν. μήποτε δὲ καὶ ἐπὶ τῶν τεἐκλείποι λείων ζῴων ἀληθέστερον ἔχει ὁ λόγος. διὸ καὶ ἡμῖν, ἀλλ’ οὐχ ἁπλῶς ἔφη, ἐὰν ἐκλείπῃ αἴσθησις, καὶ αἰσθητήριον ἐκλείπειν, ἀλλ’ ἡμῖν τοῖς τὰς πέντε ἔχουσιν· ἐὰν γὰρ ᾖ τις ἄλλη, καὶ αἰσθητήριον ἄλλο τι ἕξει σῶμα ἢ τούτοις κατ’ ἄλλο τι χρήσεται. ἀλλ’ ἕτερον μὲν ὀργανικὸν εἶναι αἰσθητήριον ἀδύνατον, ἐπειδὴ μήτε ἐστὶν ἄλλο παρὰ τὰ τέσσαρα σῶμα φθαρτὸν μήτε τὸ οὐράνιον ὡς ὄργανον τῇ θείᾳ αὐτοῦ ὑπέστρωται ψυχῇ· οὐ γὰρ ὡς χρωμένῃ, ἀλλ’ ὡς αὐτὸ ἐκείνης ὅλον ὄν. οὐ μὴν οὐδὲ ταῦτα ἔχει τὸ κατ’ ἄλλο τι εἶναι αἰσθητικά· ἦν γὰρ ἄν τις ἐν τῇ τελείᾳ ζωῇ καὶ ἡ χρωμένη αὐτὴ δύναμις. διὸ ἀναγκαῖον, οἷς μὴ πάρεστιν αὕτη μὴ διὰ πήρωσιν ἢ ἀτέλειαν, μηδὲ τὸ ὄργανον ὑπάρχειν. ἐν γὰρ τῇ τελείᾳ πᾶσαι αἱ δυνάμεις, καὶ ἡ φύσις ἀκολούθως καὶ τὰ ὄργανα πάντα ἀποδίδωσιν, ἐὰν μὴ παρὰ φύσιν πηρωθῇ, ὅταν τὸ ἀνάπαλιν καὶ παρούσης τῆς δυνάμεως τὸ ὄργανον ἐκλείπῃ· διὸ οὐκ ἠξίωταί που τὸ ἐκλείποντος αἰσθητηρίου καὶ τὴν αἰσθητικὴν ἐκλείπειν οὐσίαν, ἀλλὰ τὸ ἀνάπαλιν μὴ ἐκλείποντος αἰσθητηρίου μηδὲ τὴν αἲσθησιν ἐκλείπειν, καὶ ἐν ἡμῖν τοῖς τὰς πέντε ἔχουσι καὶ οὖσι τελείοις, ὡς καὶ τὴν κατὰ τόπον ὡρισμένην κίνησιν κινουμένοις. p. 424 b 27 Καὶ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἀφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες. Τὸ τρίτον ἐστὶ τοῦτο τῶν ἡγουμένων, δι’ οὗ καὶ κατασκευάζειν ἀξιοῖ μήτε αἰσθητήριον μήτε αἴσθησιν ἡμῖν ἐλλείπειν· ἐπειδὴ γὰρ ἀνάγκη ἢ ἁπτομένων ἡμῶν τῶν αἰσθητῶν γίνεσθαι τὴν αἴσθησιν ἢ διὰ τῶν μεταξύ. καὶ ἔστιν ἄμεσος ἡ διαίρεσις καὶ ἄλλως ἀδύνατον. ἐπειδὴ γὰρ γνωστικὴ μὲν ζωὴ ἡ αἴσθησις, σωμάτων δὲ καὶ τούτων ἔξω κειμένων, καὶ δι’ αἰσθητηρίου σώματος ὄντος γινομένη τοῦ τῇ γνωστικῇ ταύτῃ χαρακτηριζομένου ζωῇ, ἀναγκαῖον τὸ αἰσθητήριον ἢ αὐτῶν ἐφάπτεσθαι τῶν αἰσθητῶν ἢ δι’ ἑτέρων τινῶν μεταξὺ σωμάτων ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν (οὐ γὰρ διὰ κενοῦ), ἵνα καὶ διαβιβάζηται ἡ τοῦ αἰσθητοῦ ἐντελέχεια εἰς τὸ αἰσθητήριον. βούλεται μὲν γὰρ καὶ τὴν ἁφὴν ὁ Ἀριστοτέλης διὰ τοῦ μεταξὺ γίνεσθαι, ἀλλ’ οὐκ ἔξω ὄντος τοῦ μεταξύ, ἐν ἡμῖν δέ, ὡς καὶ αὐτὸ ζῆν κατὰ τὴν αἰσθητικὴν ζωήν, ἀλλ’ ἕτερον ὅμως εἶναι τὸ προηγουμένως αἰσθητήριον. πρὸς μὲν οὖν τὸ πρώτως οὐκ ἄμεσος οὐδὲ ἡ ἁφή, πρὸς δὲ τὸ ἀπλῶς καὶ ὁπωσοῦν αἰσθητικὸν ἄμεσος: καὶ ἴσως καὶ ἡ καλουμένη συναίσθησις ἡμῖν γίνεται, ὅτε τῶν ἐν ἡμῖν τινος μορίου ψυχομένου ἢ θερμαινομένου αἰσθα- νόμεθα κατὰ τὴν ἁφήν, τοῦ προηγουμένου αἰσθητηρίου προσπίπτοντος τῷ πάσχοντι μορίῳ· τὴν μὲν οὖν ἁπτικὴν ζωὴν πάντα ἔχει τὰ ζῷα· τὴν δὲ διὰ τῶν μεταξύ, ὧν αἰσθητῶν μὴ αὐτῶν ἁπτόμενα αἰσθάνεται, οὔτε πάντα, καὶ ὅσα ἔχει, οὐ πάσης τῆς τῶν αἰσθητῶν ἀντιλαμβάνεται ἰδιότητος. οὐ γάρ, ἐπειδὴ ὀσφραντικά, ἤδη καὶ ἀκουστικά, οὐδὲ τὰ ἤχου γνωριστικὰ ἤδη καὶ χρώματος. πῶς οὖν ἀξιοῦται καὶ τοῖς ἁπλοῖς ἀποστήμασι καὶ τούτοις ἀέρι καὶ ὕδατι τὰ διὰ τῶν μεταξὺ γνωρίζεσθαι, καὶ τῶν ὁποτερονοῦν αὐτοῖν ἐχόντων ζῴων ἕκαστον δύνασθαι ἀντιλαμβάνεσθαι τῶν δι’ ἀμφοῖν τοῖν μεταξὺ αἰσθητῶν; λέγει δὲ οὕτως· ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς ἀποστήμασι, λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι. ὅτι μὲν οὖν διὰ μόνων δύο τῶν μεταξὺ ἀέρος τε καὶ ὕδατος, μικρὸν προελθὼν δείξει. τὸ δὲ οἷον πρόσκειται ἐν τῷ λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι, ἵνα, οἶμαι, ἐνδείξηται, ὡς οὐ μόνα τὰ δύο ταῦτα ἁπλᾶ ἐν τῷ μεταξὺ γινόμενα διαβιβάζει τὴν τῶν αἰσθητῶν εἰς τὸ αἰσθητήριον ἐνέργειαν, ἀλλὰ καὶ τὰ οἷα ταῦτα, ὥσπερ καὶ τὸ ὑπέκκαυμα, οἷον ἀὴρ ὄν, καὶ τὰ σύνθετα μὲν ἤδη, ἐπικρατοῦντος δὲ τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ὁποῖον ἔλαιον καὶ οἶνος καὶ ὁμίχλη. p. 424 b 31 ἔχει δ’ οὕτως, ὥστε εἰ μὲν δι’ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ὄντα ἀλλήλων τῷ γένει, ἀνάγκη τὸν ἔχοντα τοιοῦτον αἰσθητήριον ἀμφοῖν αἰσθητικὸν εἶναι. Εἰ δι’ ἑνὸς ἐκ τῶν δύο τῶν μεταξὺ ὁποιουοῦν πλείω αἰσθητὰ ἐνεργεῖν οἷά τε εἰς τὸ αἰσθητήριον, ἕτερά φησιν ὄντα ἀλλήλων τῷ γένει, ὡς διαφόροις αἰσθήσεσιν ὑποπίπτοντα. οὐ γὰρ ἑτερογενῆ πάντῃ τὸ θερμὸν καὶ ξηρὸν ἁπτὰ ἄμφω ὄντα, ἀλλὰ χρῶμα καὶ ἦχος, ὅτι τὸ μὲν ὁρατὸν ὁ δὲ ἀκουστός· ἄμφω δὲ ὅμως καὶ δι’ ἀέρος ὡς καὶ δι’ ὕδατός ἐστιν ἑκάτερον αἰσθητόν. ἀλλὰ καὶ τὸ ὀσμῶδες γένος δι’ ἑκατέρου ἐνεργεῖ τῶν μέσων. ἀναγκαῖον δέ φησι τὸν ἔχοντα τοιοῦτον αἰσθητήριον, ὑδάτινον δηλαδὴ ἢ ἀέριον ἢ κατὰ τὴν ἑτέραν ἐπικράτειαν χαρακτηριζόμενον, ἀμφοῖν αἰσθητικὸν εἶναι, ὡς ἐπὶ δύο |ἑτερογενῶν τὸν λόγον ποιούμενος καὶ διὰ τοῦτο ἀμφοῖν εἰπών. διὸ καὶ ἐπήγαγε δύο τινὰ λέγων καὶ ἔστιν ὁ ἀὴρ ψόφου καὶ χρόας. ἀλλὰ διὰ τί, ὅπερ ἐλέγομεν, οὐχὶ καὶ ὁρᾷ ἡ ἀσπάλαξ, ἔχουσα ἀέρα, ᾧ ἀκούει; διὰ τί δὲ οὐχὶ καὶ ἀκούει ἡ πορφύρα, ἔχουσα τὸ ᾧ ὀσφραίνεται, εἴτε ἀὴρ. τοῦτο εἴτε ὕδωρ εἴη; διότι, ἐρῶ, οὔτε ἀξιοῦται ἁπλῶς οὔτε ἀληθεύει τὸ λεγόμενον, ἀλλ’ ἐπὶ τῶν τελείων ζῴων (ὅθεν, ὡς εἴρηται, καὶ καὶ ἡμῶν ἐποιεῖτο τὸν λόγον, “ἡμῖν” λέγων καὶ “ὃσων αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα”)· τελείας γὰρ τῆς αἰσθητικῆς παρούσης ζωῆς, οὔτε τῶν πρὸς τὴν ἁφὴν δηλαδὴ ἐλλειπόντων ὀργάνων οὐδὲ γὰρ ἄν ζῷον ἄνευ ταύτης εἴη) οὔτε τῶν πρὸς τὴν διὰ τῶν μεταξὺ ἀντιληπτικὴν ἐν τοῖς τελείοις ζώοις, καὶ εἰ θάτερον μόνον εἴη τῶν μεταξύ · χρῷντο γὰρ ἄν αὐτῷ καὶ ἅπασαι αἱ διὰ τῶν μέσων γινόμεναι, ὥσπερ καὶ τῷ ἐκτὸς ὄντι ὕδατι καὶ ἀέρι. οὔπω δεδειχὼς ὅτι [οὐ] μόνα τὰ ἐν ἡμῖν ἁπλᾶ ὄργανα ταῖς διὰ τῶν μεταξὺ ἀντιληπτικαῖς αἰσθήσεσιν ὑπηρετικά, ἀλλὰ μόνον ἐκ τῆς ἐπαγωγῆς λαβὼν τὸ δύο εἶναι τὰ μεταξὺ ἀέρα τε καὶ ὕδωρ, νῦν αἰσθητήριον ποτὲ μὲν ἓν ὑποτίθεται μόνον ,τὸ δι’ οὗ τὰ πλείω καὶ ἑτερογενῆ αἰσθητὰ γνωρίζεται ἐν οἷς γράφει ὥστε εἰ μὲν δι’ ἑνὸς πλείω αἰσθητὰ καὶ τὰ ἐξῆς), ποτὲ δὲ καὶ πλείω εἶναι τὰ τοιαῦτα μέσα, ὡς δι’ ἑκατέρου τὰ αὐτὰ γνωρίζεσθαι, οἷον χρόαν καὶ δι’ ἀέρος καὶ δι’ ὕδατος. ὅπερ καὶ ὡς ἀληθέστερον ἐγκρίνει, τὴν αἰτίαν προστιθείς, ἄμφω γὰρ διαφανῆ φάσκων, ἐπεὶ οὐχ ᾗ ἀὴρ οὐδὲ ᾗ ὕδωρ διαβιβαστικὰ τῆς χρόας, ἀλλὰ κατὰ τὸ διαφανές. ἀξιοῖ δὲ καὶ ἐν τῇ προτέρᾳ ὑποθέσει τὸν ἐκεῖνο τὸ ἓν ἔχοντα τὸ τῶν πλειόνων καὶ ἑτερογενῶν διαβιβαστικὸν ἀμφοῖν τοῖν ἑτερογενοῖν εἶναι αἰσθητικόν, ὡς ἐπὶ δύο, καθάπερ εἴρηται, ποιούμενος τὸν λόγον, καὶ ἐπὶ τῆς δευτέρας τὸν ὁποτερονοῦν τῶν μέσων ἔχοντα αἰσθάνεσθαι τοῦ δι’ ἑκατέρου ὄντος αἰσθητοῦ. τὸ γὰρ δι’ ἀμφοῖν ἐν τῷ καὶ ὁ τὸ ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται τοῦ δι’ ἀμφοῖν οὕτως ἀκουστέον, ὡς δι’ ἑκατέρου ἰδίᾳ, ἀλλ’ αἴχ’ ὡς ἅμα, οὐδὲ ὡς ἐκ τοῦ ἐξ ἀμφοῖν. τῇ γὰρ τελείᾳ ζωῇ καὶ ὁρατικῶς ἐνεργεῖν δυναμένῃ ὑπηρετοίη ἄν καὶ ὁποτερονοῦν τῶν διαφανῶν παρῇ. p. 425a3 τῶν δὲ ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν. Λαβὼν ἀνωτέρω τὰ μεταξὺ δύο μόνα εἶναι ἀέρα τε καὶ ὕδωρ, βούλεται καὶ τὰ αἰσθητήρια ἐκ δύο μόνων τούτων ἁπλῶν ὑφίστασθαι, ἐπειδὴ τὸ μὲν τῆς ἁφῆς σύνθετον ἐκ τῶν τεσσάρων γὰρ καὶ ἐπικρατοῦντος τοῦ γηίνου στοιχείου) ,ἐν δὲ τῇ ἀφῇ συνείληπται καὶ ἡ γεῦσις· τῶν δὲ διά τινων μέσων ἀντιληπτικῶν ἡ μὲν κόρη ὕδατος, ἡ δὲ ἀκοὴ ἀέρος, ἡ δὲ ὄσφρησις θατέρου τούτων· καὶ ἐκ τῆς ἐπαγωγῆς πιστούμενος τὸ δύο μόνα εἶναι ἐν ἡμῖν ἀπλᾶ αἰσθητήρια, καὶ διὰ τοῦ προλαβεῖν, ὡς τὰ μεταξὺ δύο τὰ αὐτά, ἐνδειξάμενος καὶ τὸ κατὰ λόγον δύο μόνα εἶναι τὰ ἀπλᾶ αἰσθητήρια. ὅσα γὰρ καὶ οἷα τὰ ἔξω διαβιβαστικὰ τῶν αἰσθητῶν, τοσαῦτα καὶ τοιαῦτα καὶ τὰ ἐν ἡμῖν δεκτικὰ τῆς τῶν αἰσθητῶν ἐκείνων ἐνεργείας. p. 425a5 Ἡ δὲ ὄσφρησις θατέρου τούτων. Ἤ ὡς ἐν ἡμῖν μὲν ἀέρος ἐν ἰχθύσι δὲ ὕδατος ὄντος, ἡ ὡς τοῦ ἀμφοῖν μεταξὺ ἐν πᾶσι. p. 425a5 Τὸ δὲ πῦρ ἢ οὐδενὸς ἢ κοινὸν πάντων. οὐδενὸς μὲν τὸ καυστικόν, κοινὸν δὲ πάντων τὸ στοιχειῶδες. εἰ δὲ τοῦτο, καὶ τὰ ἁπλᾶ κατὰ τὸ ἐπικρατοῦν ἐλέγετο ἁπλᾶ. καὶ γὰρ τὸ ὅλον ζῷον ἐφ’ ἑκάστου τῶν θνητῶν ἐκ τῶν τεσσάρων, καὶ πᾶν αὐτοῦ μόριον· ὥστε καὶ τὰ αἰσθητήρια. p. 425a6 Γῆ δὲ ἢ οὐδενὸς ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται ἰδίως. οὐδενὸς μὲν ἡ ἁπλῆ, καὶ ἐν τοῖς συνθέτοις ἡ σφόδρα ἐπικρατοῦσα, ὡς ἐπὶ ὀστέων καὶ τριχῶν. ἐν δὲ τῇ ἁφῇ μάλιστα ἰδίως μέμικται, διό- τι καὶ ἐν ταῖς ἄλλαις μέν, ἀλλ’ οὐκ ἐναργῶς. διαφ· αίνεται δὲ ὡς ἐπικρατοῦσα ἐν τῇ ἀφῇ, καὶ οὕτως ὡς καὶ τὰ ἄλλα ἐμφαίνεσθαι. τοῦτο γὰρ τῶν ἁπτικῶν αἰσθητηρίων ἰήιον. p. 425a7 Διὸ λείποιτ’ ἄν μηδὲν εἶναι αἰσθητήριον ἔξω καὶ ἀέρος. Αὕτη ἡ λέξις φαίνεται μὲν ὡς ἀποδιδομένη πρὸς ἕτερα διὰ τὸν ἄν σύνδεσμον, οὐ μὴν [δὲ] πρὸς ἅπαντα τὰ προειρημένα · οὐ γὰρ καὶ πρὸς περὶ τῆς ἁφῆς, ἀλλὰ πρὸς τὴν ἐντεῦθεν ἀρχομένην λέξιν “ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἀπτόμενοι’’. καὶ γένοιτ’ ἄν σαφεστέρα ἡ λέξις, εἰ ὥσπερ ὁ Πλούταρχος ἀξιοῖ, κατὰ κοινοῦ τὸν ὑποθετικὸν σύνδεσμον ἐπὶ πάντων τῶν ἡγουμένων ἐν τῇ λέξει τῇ ῥηθείσῃ προστιθείημεν, ἵνα καὶ ὧδε ἡ λέξις ἔχῃ· εἰ δὲ ὅσα διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, δύο μόνα τὰ ἀπλᾶ ἀποστήματα ἀήρ τε καὶ ὕδωρ, τοσαῦτα δὲ καὶ τοιαῦτα καὶ τὰ ἐν ἡμῖν εἶναι δεῖ ἀπλᾶ αἰσθητήρια, λείποιτ’ ἄν μηδὲν εἶναι αἰσθητήριον ἔξω ὕδατος καὶ ἀέρος, ἁπλοῦν δηλαδή. p. 425a8 ταῦτα δὲ καὶ νῦν ἔχουσιν ἔνια ζῷα. ταῦτα λέγων τὰ δύο ἁπλᾶ ἢ ἀληθῶς ἢ οὕτως ἐπικρατοῦντα ,ὡς μὴ φαίνεσθαι τὴν μῖξιν. ἔνια δὲ ἔφη ζῷα, διὰ τὰ καλούμενα ζωόφυτα, ἐν οἷς οὐκ ἔστιν οὐδεμία τῶν διὰ τῶν μεταξὺ ἀντιληπτικὴ |αἴσθησις. διὸ 50v οὔτε ἀὴρ οὔτε ὕδωρ αἰσθητήρια ἀπλᾶ, ἐπεὶ ἐν πᾶσιν ἄμφω κατὰ τὴν μῖξιν. p. 425a9 Πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρω μένων. τοῦτό ἐστιν ὃ πρὸς πάντα τὰ προληφθέντα ἡγούμενα ἀποδέδοται. εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν, καὶ εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείποι, καὶ εἰ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες, ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς ἀποστήμασι, λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι, καὶ εἰ τῶν ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν, ἃ καὶ νῦν ἔχουσιν ἔνια ζῷα, πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων · τοῦ ἄρ α συνδέσμου ἢ ὡς παραπληρωματικοῦ νῦν κειμένου ἡ καὶ ὡς συλλογιστικοῦ ,ὡς καὶ τῆς ἀποδόσεως ἅμα καὶ συμπερασματικῆς ὑπαρχούσης. προσθεὶς δὲ τὸ ὑπὸ τῶν μὴ ἀτελῶν ἐδήλωσεν ὡς πάντα τὸν λόγον ἐπὶ τῶν τελείων ζῴων πεποίηται. τέλεια δέ ἐστι τὰ τεταγμένως πορευτικά. ἀτελῆ οὖν τὰ μὴ πορευτικά, οὐχ ὡς τῆς ἐπιβαλλούσης τῷ εἴδει αὐτῶν ἐστερημένα ζωῆς πάντα γὰρ τὰ ὁμοειδῆ τοιαῦτα), ἀλλ’ ὡς τῆς τῷ γένει τῶν ζῴων ὡς ζῴων ὑπαρχούσης ζωῆς ἀπολειπόμενα. ὡς γὰρ ζῴῳ ἀπλῶς τὸ αἰσθητικὸν ὑπάρχει· ὅσοις οὖν μὴ πᾶν τὸ αἰσθητικὸν προσῇ, ταῦτα οὐχ ὡς τοιάδε ζῷα, ὡς δὲ ζῷα ἀπλῶς ἐστιν ἀτελῆ. πεπηρωμένα δέ ἐστιν, ὅσα ἄτομα καὶ τῆς τοῖς ὁμοειδέσι προσηκούσης ἀπολείπεται αἰσθήσεως, ἢ ἐν τῇ κυήσει βλαβέντα ἢ μετὰ ταῦτα ὀργάνου τινὸς στερηθέντα. p. 425 a 10 Φαίνεται γὰρ καὶ ἡ ἀσπάλαξ ἔχουσα ὑπὸ τὸ δέρμα τοὺς ὀφθαλμούς. Καίτοι γε πορευτικὴ οὖσα οὐχ ὁρᾷ, διὰ τὸ μᾶλλον τοῦ εἶναι ἐπ’ αὐτῆς φροντίσαι τὴν φύσιν ἢ τοῦ εὖ εἶναι, ὀρυττούσης τῷ προσώπῳ τὴν γῆν καὶ ἐντεῦθεν τρεφομένης. μήποτε δὲ οὐκ ἀκριβὴς ἡ αἰτία, ἐπακολουθοῦσαν ποιοῦσα τὴν πρόνοιαν ἡγουμένην καὶ τοῦ εἶναι καὶ τοῦ ἐπιβάλλοντος ἑκάστοις ἀγαθοῦ. διὰ δὲ τὴν πάντων ζῴων ὑπόστασιν οὐ μόνα φήσομεν εἶναι τὰ τέλεια, ἀλλὰ καὶ τὰ ἔσχατα καὶ τὰ μέσα, οὐδαμοῦ τοῦ κενοῦ παρεμπλεκομένου οὐδὲ ἀμέσου τῆς προόδου γινομένης. νοητέον οὖν, οἶμαι, ἐπὶ τῆς ἀσπάλακος οὐ παντελῆ στέρησιν τῆς ὁρατικῆς δυνάμεως τε καὶ ἐνεργείας, ἀλλὰ τῆς ἐναργοῦς, μετέχειν δὲ τῆς ὡς διὰ χιτώνων, οἵαπερ καὶ ἡμῖν γί- νεταί τις συναίσθησις φωτὸς διὰ τῶν βλεφάρων. οὐ γὰρ ἂν μάτην ὑπὸ τὸ δέρμα ἦσαν οἱ ὀφθαλμοὶ τῷ ζῴῳ, εἰ μὴ καὶ ἐνεργεῖν ὑπὸ τὸ δέρμα ἠδύναντο· ἀλλ’ ἀμυδρῶς καὶ ἐν σκότῳ δι’ ἀσθένειαν, ὡς καὶ τὰ νυκτινόμα. p. 425 a 11 Ὥστε εἰ μή τι ἕτερόν ἐστι σῶμα καὶ πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδὲ μία ἄν ἐκλείποι αἰσθήσι ς. ἔστι μὲν καὶ τὰ προκείμενα ῥητὰ τοῦ αὐτοῦ δεικτικά, τοῦ μόνας εἶναι τὰς πέντε αἰσθήσεις ,καὶ τοῖς ταύτας ἔχουσιν μὴ ἐλλείπειν τινά. διὸ καὶ ὡς συμπέρασμα ἐπῆκται τῶν πμρρηθέντων, ἐπειδὴ πρὸς ἕνα τείνει σκοπόν τὸ γὰρ ὥστε συμπερασματικόν. δείκνυσι δὲ ἕτερον τρόπον τὸ ἐξ ἀρχῆς προτεθέν. τὰ μὲν γὰρ μέχρι τοῦδε κατεσκεύαζε τὸ πρόβλημα ἔκ τε τῆς τελείας αἰσθητικῆς ζωῆς καὶ ἐκ τῆς ἀνενδεοῦς τῶν ὀργάνων ἀποδόσεως· αὕτη δέ μοι δοκεῖ ἡ λέξις ἐκ τῶν αἰσθητῶν τὸ αὐτὸ ὑπομιμνήσκειν. εἰ γὰρ πέντε μόνα τὰ ἁπλᾶ σώματα ἐν τῇ Περὶ οὐρανοῦ ἀποδέδεικται, καὶ πᾶσαι αἱ αἰσθήσεις περὶ τὴν οὐσίαν αὐτῶν κατὰ ποιότητα ἢ ποσότητα ἢ κατά τινα τῶν ἐννέα κατηγοριῶν προιοῦσαν ἰδιότητα (ἡ γὰρ οὐσία λόγῳ καὶ νῷ ἀλλ’ οὐκ αἰσθήσει καταληπτή), δῆλον ὡς οὑκ ἄν ἐλλείποι τις αἴσθησις. αἱ γὰρ πέντε σωμάτων τῶν πέντε κατὰ πάσας τὰς προιούσας ἰδιότητάς εἴσι γνωριστικαί. εἰ οὖν μήτε σῶμά ἐστιν ἕτερον . παρὰ τὰ πέντε, ὡς δέδεικται, μήτε πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων πάθη μὲν λέγων τὰ μετὰ τὴν οὐσίαν καὶ περὶ αὐτὴν προιόντα εἴδη, οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις καὶ χρόας καὶ ἤχους καὶ ὀσμάς, εἴδη ὄντα ἄλλων τῶν οὐσιωδῶν ἠρτημένα καὶ ἐν ἐκείνοις ὑφιστάμενα καὶ διὰ τοῦτο πάθη κεκλημένα, ἐνταῦθα δὲ σώματα οὐ τὰ ὑπὸ σελήνην, ἀλλὰ τὰ ἐν ὅλῳ τῷ κόσμῳ) εἰ τοίνυν ἀδύνατον ἢ σῶμα εἶναι ἄλλο ἡ πάθος ἄλλου σώματος, διὰ τὸ τούτων πάντα εἶναι τὰ αἰσθητά, ὡς ἄν βεβαιώσαιτο ὁ τὴν ἀκριβῆ τῆς οὐσίας αὐτῶν λαβὼν ἐπιστήμην, ἐξ ἧς ἂν καὶ τὰ ἐπακολουθοῦντα ὅσα καὶ οἷα γνοίη, οὐδεμία ἂν ἐλλείποι αἴσθησις. p. 425 a 13 Ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν οἷόν τε εἶναι αἰσθητήρ ἰόν τι ἴδιον, ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός. Διώρισται ἡμῖν ἤδη, τίνων μὲν ἡ αἴσθησις γίνεται καθ’ αὑτά, ὑφ’ ὧν πάσχει τὸ αἰσθητήριον, τίνων δὲ κατὰ συμβεβηκός, τῶν συνυπαρχόντων μὲν τῷ αἰσθητῷ, οὐ μὴν τῇ αὐτῇ ὑποπιπτόντων αἰσθήσει· ὡς ἡ ὄψις καθ’ αὑτὸ μὲν τὸ ξανθὸν τῆς χολῆς, κατὰ συμβεβηκὸς δὲ τὸ πικρόν, πάσχουσα μὲν ὑπὸ τοῦ ξανθοῦ, οὐ μὴν ὑπὸ τοῦ πικροῦ •ἀλλ’ ὡς συνόντος ἐν τῇ χολῇ τῷ ξανθῷ λέγομεν καὶ αὐτοῦ ἀντιλαμβάνεσθαι ,καὶ τοῦτο ὅταν καὶ τοῦ πικροῦ ἡ ἴδιος αὐτοῦ παρῇ ἡ προτέρα γεγονυῖα αἴσθησις, ὡς καὶ νῦν ἐν τῇ θέᾳ τοῦ ξανθοῦ συναναφέρειν τὸ πικρὸν τὴν ψυχήν. διώρισται δὲ ὡς καὶ τὸ |καθ’ αὑτὸ διττόν, ἢ προηγουμένως καὶ δι’ ἑαυτὸ αἰσθήσει, ἢ δευτέρως καὶ ὡς αἰτίῳ ἐπακολουθοῦν ,δρῶν μὲν καὶ αὐτὸ εἰς τὸ αἰσθητήριον, ἀλλὰ σὺν ἄλλῳ πάντως προηγουμένῳ •ὡς τὸ μέγεθος καὶ τὸ σχῆμα τοῦ πράγματος ἡ ὄψις ὁρᾷ, διὰ τοῦ χρώματος πάσχουσά τι καὶ ὑπὸ τοὐ μεγέθους καὶ ὑπὸ τοῦ σχήματος, ἀλλὰ κεχρωσμένων καὶ σὺν τῷ χρώματι δρώντων. τὰ μὲν οὖν προηγουμένως καθ’ αὑτὰ αἰσθητὰ τὰ ἑκάστης ἐστὶν ἴδια· τὰ δὲ καθ’ αὑτὰ μέν, σὺν δὲ τοῖς ἰδίοις προηγουμένοις δευτέρως γνωριζόμενα τὰ κοινὰ λεγόμενα διὰ τὸ μὴ μιᾷ μόνῃ ὡς τὰ ἴδια, ἀλλὰ πλείοσιν ἢ πάσαις γινώσκεσθαι. δεικνὺς τοίνυν μή τινα ἡμῖν ἐλλείπειν αἴσθησιν, τῷ μηδὲ εἶναι ἑτέραν παρὰ τὰς πέντε, οἷον ἔνστασιν λύει τὴν ἀξιοῦσαν καὶ τοῖς κοινοῖς ἰδίαν τινὰ ἀπονέμειν αἴσθησιν, ὡς κατὰ συμβεβηκὸς αὐτὰ ἑκάστης τῶν πέντε γινωσκούσης. ὡς γὰρ τὸ πικρὸν τῆς ὄψεως ἐπὶ τῆς χολῆς κατὰ συμβεβηκὸς αἰσθανομένης ἑτέρα ἐστὶν ἡ καθ’ αὑτὸ γνωρίζουσα αὐτὸ ἡ γεῦσις, ἀναγκαῖον καὶ τοῖς κοινοῖς ἐπιστῆσαι ἰδίαν αἴσθησιν, εἰ αἱ ἄλλαι κατὰ συμβεβηκὸς αὐτῶν ἀντιλαμβάνονται. τοῦτο δὲ τὸ κατὰ συμβεβηκὸς ἑκάστῃ τῶν πέντε τὰ κοινὰ γινώσκεσθαι φαῖεν μὲν ἂν οἱ τὴν αἴσθησιν κρατύνοντες· διὸ καὶ οὕτως εἴρηκεν ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, ὡς ἐκείνων ἄν τοῦτο φαμένων· οὐ μὴν ἀληθὲς ὅτι κατὰ συμβεβηκός, ὡς εὐθὺς δείκνυσι, πρότερον ὑποδείξας τὰ κοινὰ ποῖα. ταῦτα γὰρ πάντα κινήσει αἰσθανόμεθα· τῷ τὸ μὲν αἰσθητήριον ἢ πάσχειν τι ὑπὸ τοῦ αἰσθητοῦ, οἷον διακρινόμενον ἢ συγκρινόμενον, ἢ καὶ ἄνευ πάθους κατ’ ἐνέργειαν ἔξωθεν τὴν ἐνέργειαν τοῦ αἰσθητοῦ δεχόμενον, ὡς ὁ ἀὴρ τὸ φῶς, τὴν δὲ αἰσθητικὴν ψυχὴν κατὰ τὴν τοῦ αἰσθητηρίου ὡς εἴρηται πεῖσιν, καθ’ ἣν ἡ ἔξωθεν ἐγγινομένη ἐντελέχεια καὶ αὐτὴ ἡ τῆς ψυχῆς γνωστικὴ προβολὴ διὰ τὸ ἔξωθεν ἐγείρεσθαι καὶ πρὸς τὸ ἔξω ἀποτείνεσθαι. ὑπὸ μὲν οὖν τῶν κοινῶν κινεῖται καὶ πάσχει ἑκάστη αἴσθησις, ὑπὸ δὲ τῶν κατὰ συμβεβηκὸς οὐδ’ ὁτιοῦν, ὡς τὰ κοινῶς αἰσθητὰ μὴ εἶναι κατὰ συμβεβηκός, μηδὲ διὰ τοῦτο ἄλλην εὐλόγως ἀπαιτεῖν ἐπ’ αὐτῶν αἴσθησιν. ἀλλὰ καὶ ἀναγκαίως οὐκ ἄν εἴη τις ἀφωρισμένη αὐτοῖς ἴδιος αἴσθησις, ἅτε πλειόνων αὐτὰ καθ’ αὑτὰ γνωριζουσῶν κατὰ τὴν πρὸς ἀλλήλας κοινωνίαν. ἀντίκειται γὰρ τὸ ἴδιον τῷ κοινῷ, καὶ ἡ κοινὴ πλείοσιν ὑπάρχουσα δύναμις οὐκ ἂν αὐταῖς ἀντιδιαιροῖτο ,ἵνα καὶ ἴδιος ᾖ. οἷον μέγεθος κινήσει. ὅτι γὰρ καὶ ὡς μέγεθος εἰς τὸ αἰσθητήριον δρᾶ τὸ αἰσθητόν, δηλοῖ ἡ ἀπὸ τῆς χιόνος ὡς λευκῆς τῇ ὄψει ἐγγινομένη βλάβη τῆς ἐπὶ πολὺ ἐκτεταμένης πεδίον, ἀλλὰ καὶ ὁ ἐκ τοῦ μεγάλου πεσόντος λίθου μᾶλλον πλήττων ἦχος. p. 425a17 Ὥστε καὶ τὸ σχῆμα· μέγεθος γάρ τι καὶ τὸ σχῆμα. Κατὰ γὰρ τὸ ὑποκείμενον ὡς ὕλῃ τῷ μεγέθει χρώμενον, ὡς καὶ τὸ βάθρον ξύλον λέγομεν, ἐπεὶ ὑπὸ τὸ ποιὸν πᾶν σχῆμα. πῶς οὖν κινήσει; οὐ τῷ τὰ αἰσθητὰ πάντως κινεῖσθαι, ἀλλὰ τῷ τὸ αἰσθανόμενον ὑπ’ αὐτῶν· τὸ γοῦν μέγεθος καὶ τὸ σχῆμα εἰπὼν τῇ κινήσει γνωρίζεσθαι, τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαί φησιν, ἵνα σαφηνίσῃ, ὅπως εἴρηται τῇ κινήσει, ὅτι οὐχὶ τῶ αὐτὰ κινεῖσθαι. τὸ γοῦν ἠρεμοῦν οὐ κινούμενον ὅμως γνωρίζεται, ὡς αὐτὸ μὲν μὴ κινούμενον, κινοῦν δὲ καὶ αὐτὸ τὴν αἴσθησιν. οὐ γάρ, οἶμαι, τῇ στερήσει τῆς κινήσεως γνωρίζεσθαι λέγει τὸ ἠρεμοῦν, τῷ μὴ κινεῖν ὡς τὸ σκότος τὴν ὄψιν. προείρηται γὰρ ὡς πάντα κινήσει αἰσθανόμεθα, καὶ αὐτὴν τὴν στάσιν· καὶ ὅπως, νῦν λέγεται, ὅτι οὐχὶ τῷ αὐτὴ κινεῖσθαι, ἀλλὰ τῷ διατιθέναι πὼς τὸ αἰσθητήριον καὶ προκαλεῖσθαι εἰς ἐνέργειαν τὴν αίσθητικὴν ζωήν. ἀλλ’ οὐδὲ ὁ ἀριθμὸς τῇ ἀποφάσει τοῦ συνεχοῦς ὡς ἐν στερήσει εἴρηται. καὶ γὰρ καθ’ αὑτὸν ὁ ἀριθμὸς αἰσθητός, ὡς καὶ τὸ ἕν, καὶ κινητικὸς τῆς αἰσθήσεως, ἀλλ’ οὐχ ὡς τὸ σκότος τῷ μὴ κινεῖν τὴν ὄψιν ἐπιχειροῦσαν ὁρᾶν ἢ ὡς τὸ ἄηχον τῇ ἀκοῇ γνωρίζεται, ἀλλ’ ἐπειδὴ ἀντίκειται μὲν τὸ ἓν τῷ πλήθει, οὕτω δέ, ὡς τὸ πλῆθος συνεισάγειν ἅμα τὸ ἓν τὸ συνεχὲς καθ’ ἕκαστον τῶν ἐξ ὧν τὸ πλῆθος· ἐπειδὴ ἐν τοῖς αἰσθητοῖς τὸ ἓν ὡς συνεχές ἐστιν ἕν, οὐ μὴν ἐν τῇ πάντων συναγωγῇ τὸ συνεχὲς ἀναφαίνεται ἕν. καίτοι εἷς ὢν καὶ ὁ ἀριθμὸς κτὰ τὴν διῃρημένην συναγωγὴν καὶ εἷς ἐστὶ καὶ γνωρίζεται, ἀλλ’ οὐχ ὡς συνεχής. καὶ τοῦτο δηλοῖ ἡ τοῦ συνεχοῦς ἀπόφασις, τὸ μὴ ὡς μόνον ἕν (τοῦτο γὰρ πάντως συνεχὲς ἐπὶ τῶν αἰσθητῶν) ἀλλ’ ὡς ἐν συναγωγῇ τῶν πολλῶν τοιούτων, τῆς συναγωγῆς ἀναινομένης τὴν συνέχειαν. τὸ δὲ καὶ τοῖς ἰδίοις οὔ μοι δοκεῖ πρὸς τὸν ἀριθμόν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρημένον ἀποδεδόσθαι, ἵνα συνάψῃς πρὸς τὸ πάντα γὰρ ταῦτα κινήσει αἰσθανόμεθα τὸ καὶ τοῖς ἰδίοις· ἐπειδὴ καὶ αὐτὰ μὲν κινεῖ τὰ κοινὰ αἰσθητά, ἐπακολουθεῖ δὲ προηγουμένοις, ὡς εἴρηται, τοῖς ἰδίοις αἰσθητοῖς. p. 425a19 Ἑκάστη γὰρ ἓν αἰσθάνεται αἴσθησις. Προηγουμένως τὸ ἴδιον ἓν τῷ εἰδει ὑπάρχον, οἷον ὡς ἐν ὄψει· ἓν γὰρ τὸ χρῶμα ἢ τὸ φῶς· καὶ ἦχος ἐν ἀκοῇ, καὶ ἐν ἁφῇ δὲ ἓν τὸ κατὰ τὴν παθητικὴν ποιότητα ἢ ὁπωσοῦν ἄλλως ἀφοριζόμενον, εἰ καὶ |κοινὸν οὐκ ν ἔχομεν ὄνομα. p. 425a20 Ὥστε δῆλον ὅτι ἀδύνατον ὁτουοῦν ἰδίαν αἴσθησιν εἶναι τούτων. Εἰ γὰρ ἦν τις ἴδιος τῶν κοινῶν, ἀντιδιῄρητο ἄν ταῖς λοιπαῖς, καὶ οὐδεμία τὴν ἐκείνης ἐνήργει καθ’ αὑτήν. νῦν δὲ ἐνεργοῦσι καὶ κινοῦνται ὑπ’ αὐτῶν· ὡς εἴ γε ἦν τις αὐτῶν ἴδιος, οὕτως ἂν αἱ ἄλλαι εἶχον πρὸς αὐτά, p. 425a22 Ὥσπερ νῦν τῇ ὄψει τὸ γλυκὺ αἰσθανόμεθα. τουτέστι κατὰ συμβεβηκός ,ὅτι ἀμφοῖν ἔχοντες τυγχάνομεν αἴσθησιν, διαφόρους δηλαδή, χρώματος μὲν τὴν ὄψιν οὖσαν, τοῦ δὲ γλυκέος τὴν γεῦσιν. p. 425a23 Ἧι ὅταν συμπέσωσι, Ἀντὶ τοῦ καθ’ ὅ, κατὰ τὸ δύο ἔχειν διαφόρους, ὅταν συνδράμωσι (τοῦτο γὰρ τὸ συμπέσωσιν), ὡς ἅμα τοῦ αὐτοῦ καὶ ὡς ξανθοῦ καὶ ὡς γλυκέος αἰσθάνεσθαι, γνωρίζομεν ὅτι τὸ ξανθὸν τοῦτο γλυκὺ τυγχάνει ὄν. p. 425a24 Εἰ δὲ μή, οὐδαμῶς ἄν ἀλλ’ ἢ κατὰ συμβεβηκὸς ᾐσθανόμεθα. Εἰ μὴ κατὰ τὴν συνδρομὴν τῶν διαφόρων αἰσθήσεων, οὐ γίνεται ἡ ἀμφοῖν ἅμα γνῶσις εἰ μὴ κατὰ συμβεβηκός ,ὡς ὅταν ξανθὸν ἰδόντες καὶ ὡς γλυκὺ ὂν τὸ αὐτὸ κρίνωμεν διὰ τὸ ἤδη κατὰ τὴν συνδρομὴν ἐπὶ τοῦ αὐτοῦ ἠσθῆσθαι. οὅτω γὰρ καὶ ὅτι Κλέωνος υἱὸς ὁ προσιὼν ἴσμεν, ὡς 51v λευκὸν ἄγαν ὄντα ὁρῶντες, οὐ νῦν ὅτι Κλέωνος υἱός ἐστιν ἀκούοντες, ἀλλὰ προαισθόμενοι. p. 425 a 27 τῶν δὲ κοινῶν ἤδη ἔχομεν αἴσθησιν κοινήν· Ὡς ἐν τῷ ὁρᾶν τὸ ξανθόν καὶ τὸ μέγεθος αὐτοῦ θεωρεῖν ἢ τὴν κίνησιν, καὶ ἐνεργεῖν τὴν ὄψιν κριτικῶς ἤδη καὶ πρὸς τὸ μέγεθος, ὅταν αὐτοῦ καὶ τὸ χρῶμα ὁρᾷ· τοῦτο γὰρ τὸ ἤδη δηλοῖ. κοινὴν δὲ λέγει τὴν τῶν κοινῶν αἴσθησιν οὐχ ὡς ἐν τῇ συναγωγῇ τῶν πλειόνων κατὰ τὴν συναίρεσιν ἐνεργοῦσαν, ἀλλ’ ὡς καὶ ἑκάστῃ τῶν πλειόνων παροῦσαν κατὰ τὴν πρὸς ἀλλήλας αὐτῶν κοινωνίαν· οὐ γὰρ οὕτω διῄρηνται, ὡς καὶ μὴ κοινωνεῖν· διὸ καὶ τὸ ἴδιον ἑκάστῃ, καὶ τίνα ταῦτα γνωρίζουσιν. ἕτερον οὖν τρόπον κοινὴ αἴσθησις ἡ ἐπὶ τῇ τῶν πλειόνων συνδρομῇ κρίνουσα τὸ αὐτὸ καὶ γλυκὺ εἶναι καὶ ξανθόν, ἅμα μὲν περὶ τὸ μέλι καὶ τῆς ὄψεως ὡς περὶ ξανθὸν ἐνεργούσης καὶ τῆς γεύσεως ὡς περὶ γλυκύ, οὐδετέρας δὲ περὶ τὸ συναμφότερον, ἀλλὰ τῆς· εἰς ἓν τὰ δύο συναιρούσης, ἣν καὶ κοινὴν καλοῦμεν αἴσθησιν ἐν τῆ τῶν ἰδίων συνδρομῇ ἅμα τὰ πλείω κρίνουσαν. ἄλλως δὲ κοινὴ ἡ τῶν κοινῶν ἀντιληπτικὴ λέγεται, ὡς ἑκάστης πρὸς τῷ ἰδίῳ καὶ τὸ κοινὸν ἐχούσης, ὥσπερ κοινῇ ὑπάρχειν ἀνθρώποις λέγομεν τὸ δίπουν, διότι ἑκάστῳ. ἐκείνως δὲ κοινῇ τῶν δακτύλων τὴν πεντάδα κατηγοροῦμεν, ὡς ὁμοῦ πάντων κατὰ τὴν συναγωγήν. συμπεραίνεται τοίνυν ὡς οὐκ ἔστιν ἴδιός τις τῶν κοινῶν αἴσθησις. οὐδαμῶς γὰρ ἄν αὐτῶν ᾐσθανόμεθα ἀλλ’ ἢ οὕτως ὥσπερ εἴρηται, ὡς τὸν Κλέωνος υἱόν, λευκὸν ἰδόντες, ἐνταῦθα οὐδὲ συναναφέροντες τῷ πρότερον ᾐσθῆσθαι· τῷ γὰρ μὴ ἔχειν τὴν ἴδιον αὐτῶν αἴσθησιν οὐδέποτε ἄν αὐτὰ καθ’ αὑτὰ ἔγνωμεν. πῶς οὖν ὅλως κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις; p. 425a31 οὐχ ἡ αὐταί, ἀλλ’ ᾗ μία. Εἰ καὶ σωματοειδεῖς ὡς ἀχώριστοι σωμάτων εἰσὶ ζωαί, ἀλλὰ φαίνεται καὶ ἐπ’ αὐτῶν τὸ κοινὸν τῆς ἀσωμάτου οὐσίας τῷ συντρέχειν τῇ διακρίσει τὴν ἕνωσιν. καὶ γὰρ αὗται διῄρηνταί τε ἐναργῶς ἀλλήλων, ὡς δηλοῖ ἡ ἰήιος ἑκάστης περί τι ἀφωρισμένον ἐνέργεια, καὶ ἀμερίστως ἥνωνται, ὡς δηλοῖ πάλιν ἡ τὰ διάφορα καὶ διαφόροις αἰσθήσεσι καταληπτὰ ἅμα γινώσκουσα αἴσθησις. οὔτε γὰρ ἡ ὄψις ἀντιληπτικὴ τοῦ γλυκέος, οὔτε ἡ γεῦσις τοῦ ξανθοῦ, ἀλλ’ ἔστι τις ὅμως ἡ ἄμφω ἅμα γνωρίζουσα μία καὶ ἡ αὐτὴ καὶ τήν τε διαφορὰν αὐτῶν καὶ τὴν ἐν τῷ αὐτῷ συνδρομὴν ἀμφοτέρων γνωρίζουσα, ἡ κοινὴ καλουμένη αἴσθησις, κατὰ τὴν πασῶν ἀμέριστον πρὸς ἀλλήλας ἱσταμένη ἕνωσιν. οὐ γὰρ ἄλλως ἢ σὺν ἑκάστῃ τὸ ἑκάστῃ γινώσκει ἴδιον. ᾗ μὲν οὖν διακέκρινται, τὸ ἴδιον γνωρίζει ἑκάστη, κατὰ δὲ τὴν ἀμέριστον ἕνωσιν αὐτῶν, ὅτε μὴ μόνον πολλαὶ ἀλλὰ καὶ μία πᾶσαι, καὶ τὰ ἀλλήλων γνωρίζουσι, κατὰ συμβεβηκὸς μὲν ᾗ διῄρηνται, καθ’ αὑτὰ δὲ ᾗ μία. ὧδε γάρ, οἶμαι, τὴν λέξιν ἀπευθυντέον· τὰ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις, οἷον ἡ ὄψις τὸ γλυκὺ καὶ ἡ γεῦσις τὸ λευκόν τῷ γὰρ φάναι τὰ ἀλλήλων καὶ τὰ ἄλλων ἐδήλωσεν), οὐχ ᾗ αὐταί φησιν, τουτέστιν οὐχ ὅταν ἑκάστη αὐτὴ καθ’ αὑτὴν ἐνεργῇ, ὅτε καὶ ὡς διῃρημέναι ἐνεργοῦσι τότε γὰρ οὐδὲ κατὰ |συμβεβηκός), ἀλλ’ ᾗ μία τε καὶ ἡνωμένως ,ἅμα τε περὶ τὸ ἴδιον ἑκάστη καὶ εἰς ἓν ἀμέριστον αἱ πλείους συναιρούμεναι. τότε γὰρ κατὰ συμβεβηκὸς τὰ ἀλλήλων γινώσκουσιν ἴδια ἐν τ· ῷ ἑνίζεσθαι, τῆς μὲν μιᾶς καθ’ αὑτὰ πάντα γινωσκούσης ,αὐτῶν δὲ ὡς διῃρημένων κατὰ συμβεβηκός. ἑνίζονται δέ, ὅταν ἅμα γένηται ἡ αἴσθησις ἐπὶ τοῦ αὐτοῦ, οἷον χολῆς ὅτι πικρὰ καὶ ξανθή. δεῖ γὰρ καὶ τὴν ὄψιν τοῦ ξανθοῦ καὶ τὴν γεῦσιν τοὐ πικροῦ τῆς χολῆς ἅμα αἰσθάνεσθαι, ἵνα τῆς κοινῆς ἄμφω καθ’ αὑτὰ γινωσκούσης ἑκατέρα ἐκείνων κατὰ συμβεβηκὸς τὰ τῆς λοιπῆς γινώσκῃ. ὅτι γὰρ ἡ κοινὴ ἄμφω καθ’ αὑτὰ τότε γνωρίζει, δηλοῖ ἐπάγων· p. 425 b 2 Οὐ γὰρ δὴ ἑτέρας γε τὸ εἰπεῖν, ὅτι ἄμφω ἕν. Ἀμφω τὸ ξανθόν τε καὶ πικρόν. ὅτι οὖν ἓν τὸ ἄμφω πεπονθὸς οὐκ ἄλλης εἰδέναι ἢ τῆς ἑκάτερον καθ’ αὑτὸ γνωριζούσης. διὸ καὶ ἀπατᾶται, καὶ ἐὰν ᾖ ξανθόν, χολὴν οἴεται εἶναι, τότε δηλαδή, ὅτε μὴ ἄμφω ἅμα ἐνεργοῦσιν, ἀλλὰ μόνη ἡ ὄψις, διὰ τὴν προτέραν ἤδη γενομένην συνδρομὴν ἀμφοτέρων καὶ ἐν τῇ τῆς θατέρας ἐνεργείᾳ συναναφερούσης τὸ λοιπὸν τῆς κοινῆς, ἐνίοτε μὲν ἀληθῶς, ἐνίοτε δὲ καὶ ψευδῶς. p. 425b4 Ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα πλείους ἔχομεν αἰσθήσεις, ἀλλ’ οὐ μίαν μόνην. Προσυπακουστέον τῶν κοινῶν· καλῶς γὰρ ὁ φιλόσοφος ἐπέστησε Πλούταρχος, ὡς οὐχ ἁπλῶς ζητεῖ νῦν, διὰ τί μὴ μίαν μόνην ἔχομεν αἴσθησιν ἀλλὰ πλείους (τούτου γὰρ ἄλλαι αἰτίαι, τὸ διάφορον πλῆθος τῶν αἰσθητῶν, ἡ μεριστὴ τοῦ γενητοῦ σώματος πρὸς τὰς διαφόρους αἰσθήσεις ἐπιτηδειότης), ἀλλὰ διὰ τί τῶν κοινῶν πλείοσιν αἰσθήσεσιν ἀντιλαμβανόμεθα, καὶ οὐ μιᾷ μόνῃ. δηλοῖ δὲ καὶ ἡ ἀπόδοσις τῆς αἰτίας τὴν ζήτησιν· p. 425b5 Ἢ ὅπως ἧττον λανθάνῃ τὰ ἀκολουθοῦντα καὶ κοινά. ὅτι γὰρ πᾶσι τοῖς αἰσθητοῖς ὡς αἰσθητοῖς ὑπάρχει καὶ ἡ κίνησις καὶ τῶν λο· ιπῶν ἕκαστον, γνωρίζομεν ἐκ τοῦ πάσας αὐτῶν ἀντιλαμβάνεσθαι τὰς αἰσθήσεις. ἐντεῦθεν γὰρ ἅμα τε ὅτι ἕτερον τῶν κοινῶν ἕκαστον παρὰ τὸ ἑκάστης ἴδιον, καὶ ὅτι οὕτως ἕτερον, ὡς κοινῇ πᾶσιν ἐπακολουθεῖν, ἐγνωρίσαμεν. p. 425 b 6 Et γὰρ ἦν ἡ ὄψις μόνη τοῦ μεγέθους γρωριστική, καὶ αὐτὴ λευκοῦ, ἀντὶ τοῦ χρώματος νῦν λέγων τὸ λευκόν, ὡς δηλοῖ ἐπιφέρων διὰ τὸ ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καὶ μέγεθος. καὶ διὰ τοῦτο ἧττον ἄν ἐγνώριζε τὸ μέγεθος, ὡς οὐ καὶ τοῖς ἄλλοις συνυπάρχον αἰσθητοῖς· μόνῳ γὰρ ἄν ἐδόκει τῷ χρώματι οὐδὲ γὰρ τότε τῷ λευκῷ, ὡς καὶ ἐν τῷ μέλανι φαινόμενον, ἀλλὰ τῷ χρώματι)· ᾧ ταὐτὸν ἄν ἐδόκει, οὐ τῷ λόγῳ δηλαδὴ ἀλλὰ τῷ ὑποκειμένῳ, διὰ τὸ ἀλλήλοις ἐπακολουθεῖν τὸ χρῶμά τε καὶ τὸ μέγεθος. ἀλλὰ διὰ τί καὶ νῦν ἐλάνθανεν ἄν μᾶλλον ἔφη, καὶ πρότερον “ἤ ὅπως ἂν ἧττον λανθάνῃ’’ ; ὡς γὰρ καὶ νῦν λανθάνοντός πῃ. ἢ ὅτι καὶ νῦν τὴν ἀκριβῆ ἑτερότητα τῶν κοινῶν πρὸς τὰ ἴδία αἰσθητὰ ἐκ λογισμοῦ καὶ οὐ τῇ αἱροῦμεν. οὐ γὰρ διακρίνει ἡ αἴσθησις, εἰ μὴ ὡς γένος εἴη ἕτερον τὸ κοινὸν τῶν ἰδίων, ὡς τὸ χρῶμα ἔχει πρὸς τὸ λευκὸν καὶ μέλαν· ὅπερ ὁ λόγος ἐλέγχει διὰ τὸ τῶν κατηγοριῶν διάφορον. p. 425b12 ἐπεὶ δ’ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ, ἢ ἑτέρᾳ. Ὁ πᾶς, ὡς καὶ ἤδη εἴρηται, τῷ τρίτῳ βιβλίῳ σκοπὸς πρὸς τὴν ἀνθρωπίνην τέταται ψυχήν. διὸ καὶ ἐξ ἀρχῆς ὡς περὶ ἀνθρώπων ζητῶν, εἰς ἡμάς ἀναφέρων ποιεῖται τὸν λόγον, καὶ “νῦν ἔχομεν αἴσθησιν’’ φάσκων, καὶ “τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστι’’ ,καὶ ‘‘εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν, καὶ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα ,τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες.’’ καὶ διὰ τὸ τελείαν ἡμῶν καὶ τὴν αἰσθητικὴν ζωὴν ἐπιδεῖξαι κεκινηκέναι φαίνεται καὶ τὸν περὶ τοῦ μὴ πλείους εἶναι ἐν τοῖς τελείοις ζῴοις τῶν πέντε αἰσθήσεις λόγον, καὶ ὡς οὐδὲ τῶν κοινῶν ἴδιός τίς ἐστιν αἴσθησις, ἵνα ἀνενδεὴς κατὰ τὴν αἴσθησιν ἀποφανθῇ ὁ ἄνθρωπος. ἀλλὰ τούτου μὲν πολλοῖς καὶ τῶν ἄλλων μέτεστι ζῴοις· τὸ δὲ αἰσθάνεσθαι ὅτι αἰσθανόμεθα ἀνθρώπου μοι μόνον ἰήιον εἶναι δοκεῖ· λογικῆς γὰρ ζωῆς ἔργον τὸ πρὸς ἑαυτὴν ἐπιστρεπτικόν. καὶ δείκνυται διὰ τοῦδε καὶ μέχρι τῆς αἰσθήσεως ἡμῶν τὸ λογικὸν διῆκον, εἴ γε καὶ αἴσθησις ἡ ἀνθρωπεία ἑαυτῆς ἀντιληπτική. γινώσκει γάρ πὼς ἑαυτὸ τὸ αἰσθανόμενον, ὅτε αἰσθανόμενον ἑαυτὸ γνωρίζει · καὶ διὰ τοῦτο |ἐπιστρέφον πρὸς ἑαυτὸ καὶ αὐτὸ ἑαυτοῦ ὄν, καὶ ἤδη μειζόνως τὸ χωριστὸν ἀπὸ σωμάτων ἐμφαῖνον, εἴ γε ἅπαν σῶμα ἄλλα ἀλλαχοῦ κείμενα ἔχον τὰ ἑαυτοῦ μόρια οὐκ ἄν ποτε εἰς ἑαυτὸ συννεύοι. εἰς ἀμερὲς γὰρ συνάγεται τὸ· τοιοῦτον, πάν δὲ σῶμα μεριστόν. λογικὴ οὖν ἡμῶν ἡ αἴσθησις. καὶ γὰρ αὐτὸ τὸ σῶμα λογικῶς διωργάνωται, καὶ ἔστιν, ὅ φησιν ὁ Ἰάμβλιχος, ὁμώνυμος ἡ ἡμετέρα αἴσθησις τῇ ἀλόγω, τῇ ὅλῃ πρὸς σῶμα νευούσῃ ἡ καὶ εἰς ἑαυτὴν συναγομένη, οὐχ ὡς ὁ νοῦς μὲν οὐδὲ ὡς ὁ λόγος· οὐ γὰρ καὶ τῆς οὐσίας καὶ τῆς δυνάμεως γνωριστικὴ γίνεται, οὐδὲ ἀφ’ ἑαυτῆς τὸ ὅλον ἐγειρομένη ,ἀλλὰ μόνης τῆς ἐνεργείας, καὶ ὅτε ἐνεργεῖ· ἐνεργεῖ δὲ ὑπὸ τοῦ αἰσθητοῦ πὼς κινουμένη. λαβὼν δὲ ὁμολογούμενον ἐκ τῆς ἡμετέρας συναισθήσεως τὸ αἰσθάνεσθαι ἡμᾶς ὅτι ὁρῶμεν, καὶ ὁμοίως ὅτι ἀκούομεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἀποδείκνυσιν εὐθύς, ὅτι μὴ ἄλλῃ τινὶ αἰσθήσει, ἀλλ’ αὐτῇ τῇ αἰσθήσει, ᾗ καὶ αἰσθανόμεθα, οἷον τῇ ὄψει ὅτι ὁρῶμεν. ἡ γὰρ αὐτὴ ἐν τοιαύτῃ συναισθήσει γίνεται τῆς τε ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος, τουτέστι καὶ τουδὶ τοῦ χρώματος, ὅπερ νῦν τῇ ὄψει ὑπόκειται. ὅθεν ὅτι οὐδὲ ὁ λόγος ἐστὶν ὁ καθ’ ἑαυτὸν τοῦτο γινώσκων δείκνυται, οὐδὲ ἄλλη τις αἴσθησις· οὔτε γὰρ ὁ λόγος τῶν ἀτόμων καθ’ ἑαυτὸν γνωστικός, οὔτε ἄλλη αἴσθησις χρώματος ἢ φωτός, διότι ὄψεως τοῦτο ἴδιον αἰσθητόν •τὸ δὲ τὴν ὁρατικὴν τουδὶ χρώματος ὡς ὁρῶσαν αὐτὸ γνωρίζον, καὶ τὸ ὁρώμενον χρῶμα γνωρίζειν ἀναγκαῖον. μία μὲν οὖν αὕτη ἀπόδειξις, ἐκ τῆς οἰκείας φύσεως ἑκάστης αἰσθήσεως εἰλημμένη, ἥτις πρὸς τὸ ἴδιον αἰσθητὸν τέταται καὶ ἐν τούτῳ οὐσίωται· ἑτέρα δὲ ἐκ τῆς εἰς ἀδύνατον ἐπαγωγῆς. εἰ γὰρ ἄλλη αἴσθησις εἴη ἡ τὴν ὄψιν ὅτι ὁρᾷ γνωρίζουσα, ἑπόμενόν ἐστι κατὰ τὸ εὔλογον τὸ καὶ ἐκείνην γνωρίζεσθαι ἐνεργοῦσαν, ὅτι ἐνεργεῖ, εἰ καὶ ἑκάστη τῶν πέντε, μειζόνως ἐκείνη ἡ μὴ τῶν αἰσθητῶν μόνον ἀλλὰ καὶ αὐτῶν τῶν αἰσθήσεων ἀντιληπτική. γνωρισθήσεται οὖν ἢ ὑφ’ ἑτέρας καὶ ἥδε, καὶ ἐκείνη ὑπ’ ἄλλης, ὡς ἀπειρίας συμβαινούσης ἀναιρεῖσθαι τὴν τοιαύτην συναίσθησιν, μηδενὸς ὄντος τοῦ πρώτου, ἢ ἔσται τις αὐτὴ ἑαυτῆς γνωριστικὴ αἴσθησις εἰ δὲ τοῦτο, καὶ τῇ ὄψει καὶ ἑκάστῃ τῶν πέντε τὸ αὐτὸ δοτέον, εἴ γε ὅλως αἴσθησίς τις οὖσα πέφυκεν ἑαυτῆς εἶναι ἀντιληπτική. εἰ γὰρ καὶ ὡς λογική, ἀλλὰ καὶ αἱ πρῶται λογικαί, πρὸς τῷ καὶ πλασματίαν εἶναι τὸν ἄλλας αἰσθήσεις ὑποτιθέμενον λόγον παρὰ τὰς πέντε ,διά τε τὰ προειρημένα, δι’ ὧν τὸ τέλειον ἐν ταύταις ἐδείκνυτο, καὶ διότι πᾶσα αἴσθησις προηγουμένως αἰσθητοῦ τινος ἀλλ’ οὐκ αἰσθήσεως ἐστι. καὶ γὰρ αἰσθήσεως οὖσα καὶ αἰσθητοῦ τυγχάνει οὖσα, οὗ ἡ αἴσθησις, ἴδιόν τε ἔξει τι αἰσθητόν, ὡς καὶ ἑκάστη τῶν πέντε. τί οὖν ; ἆρα τῇ κοινῇ καλουμένῃ αἰσθήσει τοῦτο γέρας ἐξαίρετον δοτέον; ἢ οὐδ’ ὁτιοῦν μόνη γνωρίζει ἡ κοινή, ἑκάστῃ δὲ συνεργοῦσα τῶν πέντε. καὶ τὴν ὄψιν οὖν γνωρίζουσα καὶ τὸ χρῶμα, περὶ ὃ ἡ ὄψις, σὺν αὐτῇ γνωριεῖ τῇ ὄψει · καὶ οὐ μόνης ἦν ἄρα τῆς κοινῆς, ἀλλὰ καὶ ἑκάστης τὸ ἑαυτῆς γνωριστικόν ,εἰ καὶ καθαρώτερον τῆς κοινῆς, ἐπειδὴ καὶ ἐμφαίνει μᾶλλον τὸ χωριστόν. p. 425 b 17 ἔχει δ’ ἀπορίαν· εἰ γὰρ τὸ τῇ ὄψει αἰσθάνεσθαί ἐστιν ὁρᾶν, ὁρᾶται δὲ χρῶμα ἢ τὸ ἔχον, εἰ ὄψεταί τις τὸ ὁρῶν, καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον. Αὐτὴν ἑαυτῆς ἀντιληπτικὴν δεδειχὼς ἐν τῇ τοῦ ὁρᾶν ὅτε ὁρᾷ συναισθήσει, ἀπορεῖ πρὸς τὴν θέσιν· ἐπεὶ δὲ τὸ ὁρώμενον χρῶμα ἢ τὸ ἔχον χρῶμα, πῶς οὐχὶ καὶ ἡ ὄψις ἢ χρῶμα ἔσται ἢ χρῶμα ἕξει, ἐὰν ὁρᾶται καὶ αὐτή; ὁρᾶται γάρ, εἴπερ ἑαυτῇ γνωστή. τὸ δὲ πρῶτον πρόσκειται ἐν τῷ καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον, ἵνα, φασί, τὸ κεχρωσμένον σῶμα δηλώσῃ πρὸς ἀντιδιαστολὴν τοῦ ἐν τῇ αἰσθήσει ἄνευ τῆς ὕλης ἐγγινομένου εἴδους. τὸ γὰρ ἐν τῇ αἰσθήσει ἀναλαμβανόμενον εἶδος τοῦ χρώματος οὐ πρῶτον, ἀλλὰ ἀπὸ τοῦ αἰσθητοῦ· πρῶτον οὖν τὸ ἐν τῷ αἰσθητῷ. οἶμαι δὲ ὅτι κάλλιον τὸ πρῶτον ἀντὶ τοῦ καθ’ αὑτὸ ἀκούειν, ἐπειδὴ καὶ εἰ τὸ γευστὸν κέχρωσται, ἀλλ’ οὐχ ὡς κεχρωσμένον ἐστὶ γευστόν, τὸ δὲ ὁρατόν ἐστι τὸ καθ’ αὑτὸ χρῶμα ἔχον (καὶ γὰρ τὸ φῶς εἰλήφθω ὡς χρῶμα)· ἐπεὶ αὐτὸς λύων τὴν ἀπορίαν ἐρεῖ κεχρῶσθαί πὼς καὶ τὴν ὄψιν. διὸ οὐκ εὔλογον ἐν τῇ ἀπορία εἰλῆφθαι, ὃ ἐν τῇ λύσει προσίεται. p. 425 b 20 Φανερὸν τοίνυν, ὅτι οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι. Διχῶς τὸ πρὸς τὸ ἑαυτῆς αἰσθάνεσθαι τὴν ὄψιν ἀπορηθὲν λύει · πρῶτον μέν, ὡς οὐκ ἐπειδὴ χρωμάτων ἀντιληπτικὴ ἡ ὄψις προηγουμένως, διὰ τοῦτο οὐχὶ καὶ ἕτερον τρόπον ἔνια γνωρίζει. αὐτῷ γοῦν τῷ μὴ ὁρᾶν ἡ ὄψις κρίνει, ὅταν πειρωμένῃ αὐτῇ μὴ ὑποπίπτῃ τὸ αἰσθητόν, ὥσπερ ὅταν σκότος ᾖ, ἔνθα καὶ ὅτι σκότος, καὶ ὅτι οὐχ ὁρῶμεν. εἰ οὖν ἐνταῦθα τῷ μὴ ὁρᾶν ὅτι οὐχ ὁρῶμεν κρίνομεν ἐν] τῇ ὄψει, μειζόνως ἐν τῷ ὁρᾶν αὐτὸ δὴ τοῦτο ὅτι ὁρῶμεν κρινοῦμεν. καλῶς οὖν οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι •|πρῶτον μὲν ὅτι οὐ μόνον τῶν πεφωτισμένων χρωμάτων ,ἀλλὰ καὶ γόνου τοῦ φωτός (ὁρῶμεν γὰρ τὸν πεφωτισμένον ἀέρα), ἔπειτα ὅτι καὶ τοῦ σκότους ἄλλον τρόπον ἀντιλαμβάνεται ἡ ὄψις, καὶ πρὸς τούτοις ὡς καὶ ἑαυτῆς μὴ ὁρώσης τι καὶ ὁρώσης, ἐνεργούσης μὲν δηλαδή, ὅταν ὁρᾷ, καὶ ἅμα τῆς οἰκείας συναισθομένη ἐνεργείας, ἐν δὲ τῷ μὴ ὁρᾶν οὐ παντελῶς οὔσης ἀνενεργήτου οὐ γὰρ ἄν συνῄσθετο, διότι ἐπ’ ἐνεργεία τινὶ ἡ συναίσθησις), ἀλλὰ πειρωμένης ὁρᾶν, καὶ τῷ πειρᾶσθαι ἐνεργούσης οὐ τὴν ὅρασιν ἀλλὰ τὴν πεῖραν, ὡς καὶ τὴν συναίσθησιν οὐχ ὁράσεως εἶναι, ἀλλὰ πείρας οἷον ἀποτυγχανούσης ,διὸ καὶ ὅτι οὐχ ὁρᾷ κρίνει. ἐπάγει δὲ καὶ ἑτέραν λύσιν, ἐνδιδοὺς πρὸς τὸ χρωμάτων εἶναι γνωριστικὴν τὴν ὄψιν. καὶ γὰρ εἰ καὶ μὴ ἀεί, ἀλλ’ ὅτε τῶν κεχρωσμένων αἰσθάνεται, ἀναλαμβάνουσα τὸ τοῦ αἰσθητοῦ εἶδος καὶ κατ’ ἐκεῖνο ἑστῶσα, ὥσπερ καὶ πᾶσα γνῶσις τῷ τοῦ γνωστοῦ χαρακτηρίζεται εἴδει, κεχρωμάτισταί πὼς καὶ αὐτή, καὶ ὁρᾷ τοίνυν τότε ὡς κεχρωσμένην πὼς ἑαυτήν. ἔστι δὲ ὡς κεχρωμάτισται, διότι οὐ πάσχει ἀλλ’ ἐνεργεῖ τὰ χρώματα οὐ ποιητικῶς ἡ ὄψις ἀλλὰ κριτικῶς. διὸ οὐδὲ ἔξωθεν ἐντιθέμενον αὐτῇ τὸ γνωστὸν δέχεται ἡ αἴσθησις, ἀλλ’ αὐτὴ μὲν κατὰ προβολὴν τῶν λόγων ἵσταται, τὸν οἰκεῖον προχειρισαμένη τῶ γνωστῷ λόγον, προχειρίζεται δὲ παθόντος τοῦ αἰσθητηρίου πρότερον ὑπὸ τοῦ αἰσθητοῦ. διὸ καὶ τὸ δεκτικὸν οὐ τῆς αἰσθήσεως ἀλλὰ τοῦ αἰσθητηρίου κατηγορεῖ ὁ Ἀριστοτέλης ,ἐπειδὴ τὸ ἐγγινόμενον αὐτῷ πάθος ὑπὸ τοῦ αἰσθητοῦ ἐγγίνεται. ἐπεὶ δὲ πάσχει οὐχ ὡς τὰ ἄψυχα σώματα οὐδὲ ὡς τὰ μόνην τὴν φυτικὴν ζῶντα ζωήν, ἀλλ’ ὡς γνωστικὴν ζωὴν ζῶν, ἐνεργητικῶς δέχεται τὸ πάθος, κατὰ μὲν τὴν τοῦ ὀργάνου ζωὴν παθητικῆς γινομένης τῆς ἐνεργείας, κατὰ δὲ τὴν τῷ ὀργάνῳ χρωμένην καθαρᾶς οὔσης καὶ κατὰ λόγων προβολὴν τῆς ἐνεργείας. ταῦτα μὲν οὖν καὶ ἤδη ἐπὶ πλέον εἴρηται. νῦν δὲ πῶς τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης δεκτικὸν γίνεται, ὑπομνηστέον· οὐ γὰρ τὸ λευκόν, ἀλλὰ τὴν τοῦ λευκοῦ δέχεται ἐνέργειαν. ἔστι μὲν οὖν καὶ ἡ ἐνέργεια οἰκεία τῷ τοῦ αἰσθητοῦ εἴδει, περὶ αὐτὴν δὲ οἰκείως ἡ ζωτικὴ ἐγειρομένη κρίσις κατὰ τὸ εἶδος ἵσταται τοῦ αἰσθητοῦ ,ἄνευ ὕλης τοῦτο καὶ οὐχ ὡς τὸ ἐν τῷ αἰσθητῷ ὑφιστάμενον · τὸ μὲν γὰρ σὺν τῇ ὕλῃ, τὸ δὲ ἄνευ ὕλης, ἅτε ἐν ζωῇ κριτικῇ κατὰ τὴν γνωστικὴν ὑφεστὼς ἐνέργειαν. δεκτικὸν δὲ τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ εἴδους ἑκατέρωθεν αὐτὸ δεχόμενον, ἀπό τε τοῦ αἰσθητοῦ κινοῦντος πρῶτον τὸ αἰσθητήριον, καὶ ἀπὸ τῆς χρωμένης αὐτῷ αἰσθητικῆς ζωῆς, πρώτως αὐτῆς κτὰ τὴν τοῦ ἀύλου εἴδους κριτικὴν ἱσταμένης ἐνέργειαν καὶ τελειούσης καὶ τὸ αἰσθητήριον ,ὡς καὶ αὐτὸ κατὰ τὴν ἐν αὐτῷ ζωήν, καθ’ ἣν ὄργανόν ἐστι ζωτικόν, τελειούμενον ὑπὸ τῆς χρωμένης αὐτῷ ζωῆς δευτέρως τὸ ἄυλον τοῦ αἰσθητοῦ ἀπ’ ἐκείνης δέχεσθαι εἶδος, τουτέστι τὴν γνωστικὴν αὐτοῦ ἐνέργειαν ,οὐ συμπληρουμένην ἔτι ἐκ τῆς ἐγγενομένης ὑπὸ τοῦ αἰσθητοῦ ἐν τῷ ὀργάνῳ κινήσεως· τὸ γὰρ ὅλον τοῦτο παθητικὴ ἡ ἐνέργεια ἡ καὶ ἐκ ταύτης συμπληρουμένη, ἡ δὲ ἀπὸ τῆς χρωμένης αἰσθήσεως ἐφήκουσα ἀπαθὴς καὶ ἄυλος. διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι ἐν τοῖς αἰσθητηρίοις. ὅταν γὰρ ἐναργεστέρα τινὸς γένηται αἴσθησις ,ἐμμένει τις καὶ μετὰ τὴν ἀπόστασιν τοῦ αἰσθητοῦ καὶ μηκέτι κινοῦντος τὸ αἰσθητήριον αἰσθητικὴ ἐν αὐτῷ ἐνέργεια, μιμουμένη τὴν φαντασίαν τὴν καὶ μὴ παρόντων τῶν αἰσθητῶν τοὺς τύπους αὐτῶν προβάλλουσαν. διὸ καὶ συνέπλεξε ταῖς αἰσθήσεσι τὴν φαντασίαν, ὡς τῆς ἐμμενούσης αἰσθήσεως μετὰ τὴν ἀναχώρησιν τῶν αἰσθητῶν κατὰ τὴν πρὸς φαντασίαν γινομένης κοινωνίαν καὶ οὕσης φαντασιώδους. τοῦτο δὲ ἐπήγαγε πιστούμενος τὸ καὶ μέχρι τοῦ αἰσθητηρίου τὴν ἄυλον καὶ <οὐ> συμπληρουμένην ἐκ τοῦ σωματικοῦ κινήματος προιέναι ἐνέργειαν. εἰ γὰρ καὶ μηκέτι ὄντος μένει, ἐναργὲς ὡς οὐκ ἦν αὐτῆς συμπληρωτικὸν τὸ κίνημα· p. 425b25 Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δὲ εἶναι οὐ ταὐτόν αὐταῖς. Δεκτικὸν θέμενος τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης, καὶ ὅτι μὴ ἀεὶ κατ’ ἐνέργειαν ἕστηκεν ἐνδειξάμενος (“καὶ γὰρ ὅταν μὴ φησὶ καὶ αὖθις “καὶ ἀπελθόντων τῶν αἰσθητῶν ”•εἰκότως ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ ἐστὶ τὸ αἰσθητόν τε καὶ τὸ αἰσθητικόν •ἐν οἷς γὰρ τὸ μὴ ἀεὶ ἐνεργεῖν ,καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ παρὰ μέρος ἀναφαίνεται) ἐπεξεργάζεται εὐλόγως, πότε ἑκάτερον ἐπ’ ἀμφοῖν, τοῦ τε αἰσθητοῦ ᾗ αἰσθητόν ,καὶ τοῦ αἰσθητικοῦ ὡσαύτως· καὶ πῶς ἑκάτερον αἴτιον τοῦ ἐνεργείᾳ τό τε αἰσθητὸν καὶ ἡ αἴσθησις· καὶ ὅτι κατὰ λόγον καὶ ἅμα καὶ οὐκ ἔξω, ἀλλ’ ἐν τῷ αἰσθανομένῳ ἡ ἀμφοῖν ἐνέργεια καὶ τελειότης. καὶ προσήκει μὲν καὶ τοῖς ἄλλοις ζῴοις τὸ κεφάλαιον · κεκίνηται δὲ ἐν τῷ τρίτῳ διὰ τὸ τὴν κατὰ λόγον ὑπόστασιν τῆς αἰσθήσεως ἐν τῷ λογικῷ ζῴῳ ἐμφαίνεσθαι, τὸν δὲ σκοπὸν εἶναι τῷ τρίτῳ περὶ τῆς λογικῆς ζωῆς. μίαν δέ φησιν εὐθὺς ἀρχόμενος τοῦ κεφαλαίου καὶ τὴν αὐτὴν εἶναι τῷ ὑποκειμένῳ τήν τε τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσεως ἐνέργειαν, τὸ δὲ εἶναι οὐ τὸ αὐτό. ἡ γὰρ ἑκατέρας ἰδιότης διάφορος. ἐνέργεια |δὲ τῆς μὲν αἰσθήσεως, ὅταν αἰσθάνηται ,τοῦ δὲ αἰσθητοῦ οὐχ ὅταν χρῶμα ἢ ὅταν ψόφος ᾖ, ἀλλ’ ὅταν αἰσθητόν, ἵνα ὡς αἰσθητὸν ἐνεργείᾳ ᾖ. συντρέχει γὰρ πάντως τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει, ἐπειδὴ καὶ πρὸς ἄλληλα λέγεται, ὡς καὶ τὸ ἐνεργείᾳ διπλάσιον τῷ ἐνεργείᾳ ἡμίσει καὶ ἀπλῶς εἰπεῖν πάντα τὰ πρός τι, καὶ ἐπειδὴ πᾶσα ἡ ἐνεργείᾳ γνῶσις κατὰ τὸν ὅρον ἵσταται τοῦ γνωστοῦ, ὡς τελειουμένη καὶ χαρακτηριζομένη κατ’ αὐτό, οὐκ ἀπολλῦσα τὸ οἰκεῖον τὸ εἶναι γνῶσις, ἀλλὰ μένουσα καὶ μάλιστα οὖσα τελεία γνῶσις ὅλη δι’ ὅλης γίνεται τὸ γνωστόν, ἑτέρου μὲν τοῦ γνωστικοῦ ὄντος ἰδιώματος παρὰ τὸ γνωστόν, ἐφιεμένου δὲ καὶ πρὸς αὐτὸ ἱεμένου καὶ ὅταν τύχῃ καταδραττομένου καὶ δι’ ὅλου ἑαυτοῦ ἐγκολπιζομένου πρὸς αὐτό, ὡς εἶναι ἄμφω ὅν, διὰ μὲν τὸ διάφορον τῆς ἰδιό- τητος ἄμφω ὄντα καὶ δύο ἑτέρα ἡ γνωστικὴ καὶ ἑτέρα ἡ τοῦ γνωστοῦ), διὰ δὲ τὴν ἕνωσιν ἕν. p. 425 b 27 Λέγω δ’ οἷον ψόφος ὁ κατ’ ἐνέργειαν. ἐνεργοῦντα ψόφον οὐχ ὡς ψόφον ἀπλῶς λέγων, ἀλλὰ τὸ ὅλον τοῦτο ὡς αἰσθητὸν ψόφον · οὗτος γὰρ εἰς ταὐτὸν εἶσι τῇ κατ’ ἐνέργειαν ἀκοῇ, ἐπεὶ ἐνδέχεται καὶ ψόφον εἶναι καὶ μὴ ἀκούεσθαι. ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν φησί. p. 425 b 29 Καὶ τὸ ἔχον ψόφον οὐκ ἀεὶ ψοφεῖ. ἔχον ψόφον εἰπὼν τὸ ἤδη ἠχοῦν, ὡς ὁ πληττόμενος χαλκός, ψοφεῖν δὲ λέγων, ὅταν ὡς ἀκουστὸς ἐνεργῇ. διὸ καὶ ἐπάγει· p. 425 b 29 Ὁταν δὲ ἐνεργῇ τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἅμα γίνεται καὶ ὁ κατ’ ἐνέργειαν ψόφος. τὴν μὲν δύναμιν τοῦ ψοφεῖν ἀποδιδοὺς καὶ τῷ μήπω πληττομένῳ χαλκῷ καὶ τῷ πληττομένῳ μὲν οὐκ ἐξακουομένῳ δέ, ψοφεῖν δὲ αὐτὸν καὶ ἐνεργητικὸν φέρων ῥῆμα ἐπὶ τοῦ ἐξακούεσθαι. δι’ ὧν τὴν μὲν δυνάμει 53v αἴσθησιν καὶ τὸ δυνάμει αἰσθητὸν κεχωρισμένα καὶ οὐχ ἅμα ὄντα ἔδειξεν, τὰ δὲ ἐνεργοῦντα ὡς αἴσθησιν καὶ αἰσθητὸν ἅμα. p. 426 a 1 Ὧν εἴποι ἄν τις τὸ μὲν εἶναι ἄκουσιν, τὸ δὲ ψόφησιν· Ἄκουσιν μὲν τὴν ἀκουστικὴν ἐνέργειαν, ψόφησιν δὲ τὴν ἀκουστὴν ἡ ἀκουστή. ἵνα δὲ σαφέστερον τοῖς ἑξῆς παρακολουθήσωμεν, ὑπομνηστέον, ὡς εἰ τὸ κατ’ ἐνέργειαν τελειότερον τοῦ κατὰ δύναμιν, δῆλον ὡς καὶ ἡ ἐνεργοῦσα αἴσθησις τῆς μὴ ἐνεργούσης, καὶ ἔτι σαφέστερον τὸ ἐνεργεία αἰσθητὸν τοῦ δυνάμει. τὸ γὰρ ἐνεργείᾳ ζωτικὸν καὶ κατὰ ζωὴν γνωστικὴν ὑφιστάμενον, εἰς ταὐτὸν ἰὸν τῇ αἰσθήσει, ζωῇ οὔσῃ γνωστικῇ, καὶ οὐ δήπου τὸ ἄζων τοῦ ζωτικοῦ ἢ τὸ ἀτελὲς τοῦ τελείου αἴτιον. οὐδὲ ἄρα τὸ κατὰ δύναμιν αἰσθητὸν τοῦ κατ’ ἐνέργειαν. ἀλλὰ δῆλον ὡς καὶ τὸ αἰσθητὸν τελειοῦται καὶ εἰς ἐνέργειαν καθίσταται ὑπὸ τῆς αἰσθητικῆς ψυχῆς, αὐτῆς καὶ τὸ τοῦ αἰσθητοῦ προβαλλούσης εἶδος ἀφ’ ἑαυτῆς μέν, ἀλλὰ πρὸς τὴν προβολὴν ἐγειρομένης ἐκ τῆς ἐγγενομένης τῷ αἰσθητηρίῳ κινήσεως ὑπὸ τοῦ αἰσθητοῦ, διὰ τὸ μήτε παντελῶς εἶναι χωριστὴν σωμάτων τὴν αἰσθητικὴν ζωήν, μήτε πρὸς τὸ αἰσθητὸν ἀμέσως, ἀλλὰ πρὸς τὸ ἐν τῷ αἰσθητηρίῳ ζωτικὸν πάθος ἢ παθητικὸν ἐνέργημα τὸν οἰκεῖον προβάλλειν λόγον, συμμέτρως πρὸς αὐτὸ συναρμοζομένην καὶ συμμέτρως ἐξ αὐτοῦ εἰς τὴν τῶν λόγων προβολὴν ἐγειρομένην · πόρρω γὰρ τὸ ἔξω κείμενον. p. 426a2 Εἰ δή ἐστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ ποιουμένῳ καὶ τὰ ἑξῆς. Ποιητικὸν μὲν λέγει τὸ δυνάμει αἰσθητόν ,κινούμενον δὲ καὶ πάσχον καὶ ποιούμενον τὸ δυνάμει αἰσθητικόν· ἐν ᾧ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν καὶ τὴν κατ’ ἐνέργειαν ὑπάρχειν αἴσθησιν. μὴ γὰρ ἐν τῷ ποιοῦντι ἢ ἐν τῷ κινοῦντι εἶναι τὴν ποίησιν ἢ τὴν κίνησιν, ἀλλ’ ἐν τῷ πάσχοντι καὶ κινουμένῳ, ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως παραδέδοται· διὸ τὸ κινοῦν μὴ πάντως κινεῖσθαι, ὡς οὐκ ἐν αὐτῷ τῆς ἀπ’ αὐτοῦ οὔσης κινήσεως. οὕτως οὖν καὶ ὁ ψόφος, ὡς αἰσθητὸς δηλαδή, καὶ ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἐν τῇ κατὰ δύναμιν ἔσται αἰσθήσει, ἐν τῇ τέως δηλαδὴ κατὰ δύναμιν οὔσῃ, ἐπειδὰν δὲ δέξηται, ἐνεργείᾳ γινομένῃ. τίς οὖν ἡ ποίησις καὶ ἡ κίνησις, ἧς τὸ αἰσθητὸν ποιητικόν; οὐ δήπου ἡ κατ’ ἐνέργειαν γνῶσις, οὐδὲ ἡ κατ’ ἐνέργειαν αἴσθησις. ἡ γὰρ ποίησις ἡ αὐτὴ τῇ πάθῃ· οὔτε δὲ πάθη οὗτε κίνησις ,ἀλλ’ εἴδη καὶ ἐνέργειαι καὶ τελειότητες, οὔτε τὸ ἄζων τῶν ζωτικῶν ὑποστατικόν. ἀλλ’ ἐπειδὴ παθεῖν τι δεῖ τὸ αἰσθητήριον σωὧν ματικὸν πάθος καὶ κινηθῆναι ὑπὸ τοῦ αἰσθητοῦ, ἐφ’ ᾧ ἡ αἰσθητικὴ 53v ἐγείρεται ψυχὴ εἰς προβολὴν τῶν οἰκείων τῷ ἐγγινομένῳ πάθει λόγων, καθ’ οὓς I καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητόν ἐστιν, ποιητικὸν μὲν τὸ δυνάμει αἰσθητὸν τῆς ἐν τῷ ὀργάνῳ σωματικῆς πείσεως, παθητικὴ δὲ ἡ κατὰ δύναμιν αἴσθησις κατὰ τὸ ὄργανον καὶ τὴν τούτου ἔξωθεν σωματικὴν κίνησιν, ἐπεὶ ἡ ἐπὶ τῇ κινήσει καὶ τῇ πείσει ἐνέργειά τε κριτικὴ καὶ ἡ τοῦ γνωστοῦ τελειότης καὶ τὸ ἄνευ ὕλης τοῦ γνωστοῦ ἐν τῇ ζωῇ εἶδο· ς ἔνδοθεν, καὶ ἀφ’ ἑαυτῆς ἡ ψυχὴ ἐνεργεῖ δεομένη πρὸς τὴν ἐνέργειαν τῆς τοῦ ὀργάνου ὑπὸ τοῦ αἰσθητοῦ πείσεως· ἐπειδὴ σωματικὴ μὲν ἔξωθεν αὐτῷ ἡ ἐγγινομένη κίνησις, αὐτὸ δὲ τὸ αἰσθητήριον, ἅτε αἰσθητικῶς ζῶν, οὐ πάσχει ὡς τὰ ἄψυχα, ἀλλ’ ἐνεργητικῶς πάσχει καὶ ταύτῃ προκαλεῖται τὴν καθαρὰν τῆς αἰσθητικῆς ψυχῆς ἐνέργειαν, προσεχῶς καὶ προσφυῶς προσαρμοζομένην τῇ ζωτικῇ κινήσει. p. 426a7 Διττὸν γὰρ ἡ ἀκοὴ καὶ διττὸν ὁ ψόφος. Διὰ τὸ ἐφ’ ἑκάτερα δυνάμει τε καὶ ἐνεργείᾳ· ἀλλ’ ἡ μὲν ἀκοὴ καὶ ἡ δυνάμει καὶ ἡ ἐνεργείᾳ ἐν τῷ αἰσθητικῷ, ὁ δὲ ψόφος ὁ μὲν κατ’ ἐνέργειαν ἐν τῷ αἰσθητικῷ καὶ αὐτός· ὡς γὰρ αἰσθητὸς κατ’ ἐνέργειαν ἐν τούτῳ· ᾗ δὲ κατὰ δύναμιν, ἔξωθεν. p. 426a 11 Ἀλλ’ ἐπ’ ἐνίων μὲν καὶ ὡνόμασται, οἷον ἡ καὶ ἡ ἄκουσις. Ἄκουσις μὲν ἡ κατ’ ἐνέργειαν ἀκοή ,ψόφησις δὲ ὁ κατ’ ἐνέργειαν αἰσθητὸς ψόφος. ἐπὶ δὲ τοῦ κατ’ ἐνέργειαν ὁρατοῦ καὶ τοῦ γευστοῦ ἐκλείπει τὸ ὄνομα, θάτερον δὲ ἡ κατ’ ἐνέργειαν γνῶσις ὠνόμασται καὶ ἐπὶ τούτων, ὅρασις καὶ γεῦσις. καλῶς δὲ καὶ ἐναργῶς κἀκεῖνο συμπεραίνεται τὸ ἅμα ὑφίστασθαι καὶ διαμένειν ὄντα καὶ φθείρεσθαι τὰ κατ’ ἐνέργειαν αἰσθητά τε καὶ αἰσθητικά, ἐπειδή, εἰ καὶ τῇ ἰδιότητι ἕτερα τὸ αἰσθητόν τε καὶ αἰσθητικόν, ἀλλ’ αἱ ἀμφοῖν ἐνέργειαι τῷ ὑποκειμένῳ μία. ὑπὸ δὲ τῶν περὶ Δημόκριτον καὶ τὸ δυνάμει αἰσθητόν, οἷον αὐτὸ τὸ χρῶμα καὶ ὁ ψόφος, ἠξιοῦτο ἐν τῷ αἰσθητικῷ ὑφίστασθαι καὶ ἄνευ τῆς ἐνεργούσης αἰσθήσεως μὴ εἶναι. οὐκ ὀρθῶς τοῦτό γε· ἐπὶ γὰρ τῶν κατ’ ἐνέργειαν ἀληθὲς μόνων. p. 426a27 Εἰ δ’ ἡ συμφωνία φωνή τίς ἐστιν. Καλῶς μοι δοκεῖ ὁ Πλούταρχος ἐπιστῆσαι, ὡς τὸ ἐν τῇ δευτέρᾳ συλλαβῇ ἦτα οὐκ ἔστιν ἄρθρον, ἀλλὰ συνδέσμου μέρος, ἵνα μὴ τρία ἀλλὰ δύο μέρη λόγου ᾖ τὸ εἰ δή, καὶ ἵνα ἡ τὶς φωνὴ ὑποκείμενον ᾖ, κατηγορουμένης τῆς συμφωνίας, καὶ ὁ λόγος ἀπὸ τοῦ κατηγορουμένου ἄρχηται. καὶ τοῦ προκειμένου συλλογισμοῦ ἐκ τριῶν συγκειμένου προτάσεων οὕτως· ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἡ κατ’ ἐνέργειάν ἐστι φωνή •ἡ κατ’ ἐνέργειαν φωνὴ συμφωνία ὑπάρχει· πᾶσα συμφωνία λόγος ἐστίν· ἡ κατ’ ἐνέργειαν ἄρα ἀκοὴ λόγος ἐστί· πρώτη ἔκκειται τῶν τριῶν ἡ μέση, ἀπὸ τοῦ κατηγορου- μένου ἀρχομένη. ὅτι μὲν οὖν ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἡ κατ’ ἐνέργειαν φωνή ἐστιν ὡς μία καὶ ἡ αὐτή, διότι τῷ ὑποκειμένῳ ,ἔστι δὲ οὐχ ὡς αἱ αὐταὶ ἕτεραι οὖσαι κατ’ ἰδιότητα, ἐκ τῶν ἄρτι προειρημένων γνώριμον. καὶ ἀληθὴς ἄρα ἡ ἀξιοῦσα πρότασις, τρόπον τινὰ τὴν αὐτὴν εἶναι τὴν κατ’ ἐνέργειαν φωνήν τε καὶ ἀκοήν. ὅτι δὲ καὶ τὴν συμφωνίαν καλῶς κατηγορεῖ τῆς τινὸς φωνῆς, τουτέστι τῆς κατ’ ἐνέργειαν, γνοίημεν ἄν ἐκ τοῦ ἐπιτεινομένων τοῦ ὀξέος καὶ βαρέος ἀπόλλυσθαι τὴν κατ’ ἐνέργειαν φωνήν· μὴ γὰρ γίνεσθαι ἀκουστὴν ἢ τὴν ἄγαν βαρεῖαν ἢ τὴν ἄγαν ὀξεῖαν, τῆς ἄγαν ὀξείας καὶ φθειρούσης τὴν ἀκοήν, ὡς τὴν ὄψιν τῆς ἄγαν λαμπρότητος, ἐπὶ δὲ τῶν λοιπῶν αἰσθήσεων καὶ τῆς ὅλης τοῦ ζῴου φθειρομένης συστάσεως, ἐναργῶς μὲν ὑπὸ τῶν ἐπιτεταμένων ἁπτῶν καὶ τῶν πληκτικῶν χυμῶν, ἤδη δὲ καὶ ὀσμῶν τινων, ὁποῖαι ἐν τοῖς Χαρωνείοις. καθ’ |ἑκάστην οὖν τὸ κατ’ ἐνέργειαν αἰσθητὸν ἐν συμφωνίᾳ τινὶ εἶναι βούλεται τῶν ἄκρων, ὥστε μὴ ἐλλείπειν μήτε ὑπερβάλλειν ,ἔχειν δὲ μέσως πὼς· τοῦτο γὰρ ἡ συμφωνία, οἷον κρᾶσίς τις· οὖσα τῶν ἄκρων, ὀξέος μὲν καὶ βαρέος ἐν ἀκοῇ, λαμπρότητος δὲ καὶ ἀμυδρότητος ἐν ὄψει, καὶ ἐν ἑκάστῃ τοὐ καθ’ ἑκάστην πληκτικοῦ καὶ τῆς οἰκείας στερήσεως. εἰκότως ἄρα καὶ τῆς κατ’ ἐνέργειαν φωνῆς, ὥσπερ καὶ παντὸς τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ, τὴν συμφωνίαν κατηγορεῖ. ἡ δὲ μεγίστη τῶν τριῶν προτάσεων λόγον εἶναι τὴν συμφωνίαν ἀξιοῖ, ὡς κατά τινα λόγον ἐπιτελουμένην ἔκ τινων διαφερομένων εἰς ἑνός τινος ἀποπλήρωσιν. προηγεῖσθαι γὰρ ἀνάγκη ὁριστικήν τινα αἰτίαν, εἰ ἕν τι ἐκ πλειόνων ἀποτελεῖσθαι μέλλοι, εἴτε φυσικὸν εἴτε τεχνικόν. ἐν ὅρῳ γὰρ πάντως τὸ ἓν καὶ ἐν τελειότητι τὸ κυρίως ἕν· ἀλλὰ τὸ μὲν σωματικὸν ἓν ὡς τέλειον καὶ ὡρισμένον, οἷον ἡ τῶν χορδῶν συμφωνία ἢ ἡ λίθων τε καὶ πλίνθων καὶ ξύλων εἰς οἴκου κατασκευὴν εὐάρμοστος σύνθεσις, κατὰ τὸν τεχνικὸν ὁριζομένη λόγον, ὡς ἡ ἐκ τῶν τεττάρων στοιχείων τῆς σαρκὸς γένεσις κατὰ τὸν φυσικόν· ἡ δέ γε αἰσθητὴ κατ’ ἐνέργειαν συμφωνία, τὸ ἄνευ. ὕλης οὖσα τοὐ αἰσθητοῦ εἶδος καὶ εἰς τὸ ἀμερὲς συναιρουμένη, οὐδὲ κατὰ λόγον ἔτι, ἀλλὰ καὶ ὅρος καὶ λόγος καὶ τελειότης. οὐκοῦν καὶ ἡ κατ’ ἐνέργειαν ἀκοὴ καὶ πᾶσα αἴσθησις, ἡ αὐτὴ τῷ ὑποκειμένῳ οὖσα τῷ αἰσθητῷ ,λόγος ἔσται καὶ ὅρος κριτικός· οὐ γὰρ ἄν εἰς ταὐτὸν ἴοι τὸ ὁριζόμενον τῷ ὅρῳ οὐδὲ ἔτι μᾶλλον τὸ ἀόριστον, ἀλλὰ λόγος λόγῳ καὶ ὅρος ὅρῳ. πᾶσα ἄρα αἴσθησις λόγος, ἐνεργητικὸς μὲν ἡ κατ’ ἐνέργειαν, ἡ δὲ ταύτης προβλητικὴ ὁ οὐσιώδης λόγος ὡς τὸ ἄνευ ὕλης εἶδος καὶ ὡς εἰς τὸ ἀμέριστον συναιρουμένη καὶ κυριώτερον εὐφημουμένη λόγος ἀλλ’ οὐκ εἶδος· ἐπειδὴ ψυχή τις καὶ ἡ αἰσθητικὴ οὐσία, μετὰ δὲ τὰ εἴδη ἡ ψυχὴ καὶ ἀνελιττομένη ἐστὶν οὐσία, πρὸ τῶν μεριστῶν μέν, οὐ παντελῶς δὲ ἀμέριστος καὶ δευτέρως οὖσα αἰτία. καὶ τὶς λόγος, ἀλλ’ οὐχ ἁπλῶς· ἁπλῶς γὰρ μᾶλλον ἡ διανοητική, ἡ δὲ αἰσθητικὴ τὶς διὰ τὴν ὕφεσιν καὶ τὴν σὺν τῷ σώματι ἐνέργειαν. δῆλον δὲ ὡς καὶ εἷς ἐστι καὶ πολὺς ἑκάστη αἴσθησις λόγος, τοσοῦτος ὤν, ὅσων τὸ αἰσθητὸν αὐτῆς περιεκτικὸν εἰδῶν. καὶ διὰ τοῦτο καὶ φθείρει ἕκαστον ὑπερβάλλον, εἰς τὸ αἰσθητήριον δρῶν καὶ ἀνεπιτήδειον ἐργαζόμενον πρὸς τὴν τοὐ λόγου ὑποδοχήν. τῇ γὰρ τοιᾷδε τῶν στοιχείων κράσει συμμέτρως ἑκάστη ζωὴ ἐγγίνεται, ἥ τε ὡς ζωτικὸν αὐτὸ εἰδοποιοῦσα ὄργανον καὶ ἡ ὡς ὀργάνῳ χρωμένη. ἡ δὲ τοῦ αἰσθητοῦ ὐπερβολὴ φθείρει τὴν σύμμετρον τοῦ ὀργάνου κρᾶσιν καὶ διὰ τοῦτο κωλύει καὶ τὴν τῆς αἰσθήσεως δι’ αὐτοῦ ἐνέργειαν, ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως, οὐ σχέσεως καὶ οἷον ἁρμονίας τῶν κιρναμένων στοιχείων (δέδεικται γὰρ ὅτι ἀδύνατον ἁρμονίαν εἶναι τὴν ψυχήν), ἀλλ’ οὐσίας κατὰ λόγον οὐσιωμένης κριτικὸν τῶν αἰσθητῶν καὶ χρωμένης οἰκείως ἑαυτῇ κατεσκυασμένῳ ὀργάνῳ. p. 426 b 3 Διὸ καὶ ἡδέα μέν, ὅταν εἱλικρινῆ καὶ ἀμιγῆ ὄντα ἄγηται εἰς τὸν λόγον. Ὅταν πρότερα ἄμικτα ὄντα ἄγηται κατά τινα πρὸς ἄλληλα ἁρμονίαν εἰς τὴν τοὐ ἑνὸς λόγου οἰκειότητα. εἰπὼν δὲ καθόλου τὴν αἰσθητὴν συμφωνίαν ἐν μίξει εἶναι, καὶ οὐχὶ ἐν ἀκοῇ τὸ ὀξὺ ἢ τὸ βαρὺ ἄμικτα οὐδὲ ἐν τῆ ἁφῇ τὸ θερμὸν ἢ τὸ ψυχρόν, τὰ ἄκρα δηλαδή, ἀλλὰ ἐν τῇ τούτων μίξει, ἀντὶ δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ τὸ θερμαντὸν καὶ ψυκτὸν εἶπε, τὰς ὕλας σημαίνων τὰς ἄκρως τῷ θερμῷ ἢ τῷ ψυχρῷ χαρακτηριζο- μένας. ταῦτα δὲ εἰπὼν ἐπιφέρει· p. 426 b 7 Ἡ δὲ αἴσθησις ὁ λόγος. Τουτέστιν ἡ κριτικὴ ἀμέριστος ἐνέργεια καὶ οὐσία τῆς τοιαύτης ἐνεργείας σὺν τῷ ὀργάνῳ οὔσης προβλητική. p. 426 b 7 ᾦ Ὑπερβάλλοντα δὲ ἢ λυπεῖ ἢ φθείρει Τὰ αἰσθητὰ δηλαδή, λυποῦντα μὲν ἐν τῇ κατὰ βραχὺ παρεκβάσει, φθείροντα δὲ ἐν τῇ ἐπιτεταμένῃ. p. 426 b 8 ‘Eκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αἰσθητοῦ ἐστιν, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον. Βούλεται μὲν ἐπὶ τὴν κοινὴν καλουμένην ἀναβῆναι αἴσθησιν ,μίαν οὖσαν πάντων τῶν αἰσθητῶν καὶ ταύτῃ τὸ ἐξαίρετον ἔχουσαν, ὅπερ σα- φέστερον εἰσόμεθα ἐκ παραθέσεως τῶν πέντε, ἑκάστης ἰδίᾳ θεωρουμόνης περὶ ἐν τι ὑποκείμενον γένος καὶ οὐ περὶ πάντα. διὸ καὶ αὐτὸ τοῦτο προυπέμνησεν, ἵνα τὸ διάφορον πρὸς αὐτὰς τῆς κοινῆς εὐεπίγνωστον ᾖ ,οὐχ οὕτως ἐχούσης τὸ διάφορον ,ὡς ἰδίου τινὸς ὑποκειμένου παρὰ τὰς πέντε γνωριστικῆς, ἀλλ’ ὡς κατὰ τὴν κοινωνίαν πασῶν ἑστώσης καὶ κατὰ τὸ κοινὸν πασῶν κριτικὸν πέρας. διὸ οὐδὲ δύο αἱ χρώματος αἰσθήσεις, ἀλλὰ μία ἡ ὄψις· ἡ γὰρ κοινὴ κατὰ τὴν ὄψιν, ὡς τοῦ χυμοῦ κατὰ τὴν γεῦσιν, ἀμφοῖν δὲ ὁμοῦ, μᾶλλον δὲ πάντων κατὰ τὴν εἰς ἓν πασῶν ἀποπεράτωσιν. τὸ δὲ ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον ἑκάστῃ μὲν τῶν πέντε τὸ |ἀχώριστον ἀποδίδωσιν ,ἀλλ’ οὐ σωμάτων ἁπλῶς, ὡς δὲ αἰσθητηρίων τῶν ἤδη καὶ ζώντων καὶ τοιαύτην ζώντων ζωήν ὡς τῇ αἰσθήσει ὀργάνου τρόπον ὑπηρετεῖν. διὸ καὶ οὕτως ἐν τῷ αἰσθητηρίῳ ἑκάστη ὡς χρωμένη · αὕτη γὰρ ἡ κυρίως αἴσθησις, ἐπεὶ ἥ γε τὸ αἰσθητήριον εἰδοποιοῦσα ἐν σώματι ὑπάρχουσα αὐτὸ δὴ τοῦτο αἰσθητήριον αὐτὸ ἐργάζεται καὶ συμπάσχει τῷ σώματι καὶ ἀπολείπεται τῆς καθαρᾶς ἐνεργείας, ἡ μέντοι χρωμένη, ὡς ὀργάνῳ τῷ αἰσθητηρίῳ χρωμένη, ἐνυπάρχειν αὐτῷ λέγεται. p. 426b 10 Καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς. ἐνέργεια δὲ καθαρὰ ἡ κρίσις, καὶ αὐτῆς ψυχῆς ἀλλ’ οὐ σώματος· διὸ καὶ εἰς εἶδος ἄυλον ἀποτελευτᾷ τὸ αἰσθητόν. καὶ ἔτι μᾶλλον τὸ ἐξῃρημένον τῆς αἰσθητικῆς ψυχῆς καὶ τὸ καθ’ ἑαυτὴν ἄνευ σώματος ἐνεργητικὸν παρέστησεν προσθεὶς τὸ κρίνειν τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς· φοράς· ὥστε μὴ μόνον τὴν ὄψιν τοῦ λευκοῦ καὶ μέλανος εἶναι κριτικήν, ἀλλὰ καὶ τῆς πρὸς ἄλληλα αὐτῶν διαφορᾶς, ἥ τις καὶ ἀδιαιρέτου ἐστὶν ἐνέργεια, ὡς ἐρεῖ, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἀπαθής. πάσχειν γὰρ ἅμα τὰ ἐναντία ἀδύνατον, ἐνεργεῖν δὲ οὐδὲν κωλύεται. οὐκοῦν ἀχώριστος μὲν ἔσται τοῦ αἰσθητηρίου ,ὡς ὀργάνῳ τῷ ἤδη ζῶντι χρωμένη πρὸς τὴν εἰς τὸ ἐνεργεῖν ἔγερσιν, ἐγερθεῖσα δὲ καθ’ αὑτὴν ἐνεργεῖ ὡς ἀσώματος, εἴ γε ἀδιαιρέτου ἡ τῶν ἀντικειμένων ἅμα κρίσις καὶ ὡς ἀδιαιρέτοις αὐτοῖς ἐπιβάλλουσα (εἴδη γὰρ ἄνευ ὕλης τὰ κατ’ ἐνέργειαν αἰσθητά) καὶ ἐνεργοῦσα ἀμερίστως· ἐν γὰρ τῷ νῦν. μεριστὴ δὲ ἡ σωματική · διὸ κίνησις ἡ τοῦ σώματος ἐνέργεια. καὶ εἰ μὴ μόνη ἡ ὄψις ἀλλὰ καὶ αἱ λοιπαὶ τοιαῦται, μειζόνως ἡ κοινή, ὡς καὶ τὰς πασῶν ἐναντιότητας γνωρίζουσα ἐξῃρημένως, καὶ καθ’ ἑαυτὴν ἕξει τὴν κριτικὴν ἐνέργειαν, τὸ οἷον κέντρον οὖσα πασῶν, καὶ τὸ ἑνοειδὲς αὐτῶν συναιρετικὸν πέρας. p. 426b 12 ἐπεὶ δὲ καὶ τὸ λευκὸν καὶ τὸ γλυκὺ καὶ ἕκαστον τῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομέν τινι καὶ αἰσθανόμεθα, ὅτι διαφέρει, ἀνάγκη δὴ αἰσθήσει· αἰσθητὰ γάρ ἐστιν. ‘Eκάστην τῶν πέντε ὑπομνήσας ἄλλην ἄλλου εἶναι ὑποκειμένου αἰσθητοῦ ἰδίου, ὅτι μία τις καὶ κοινὴ πάντων ἐστὶν αἴσθησις δείκνυσιν ἐκ τοῦ εἶναί τι ἐν ἡμῖν τὸ παραβάλλον καὶ ἕκαστον κρῖνον οὐ μόνον ὅτι τόδε τί ἐστιν, ἀλλὰ καὶ ὅτι διαφέρει τῶν ἄλλων καὶ τῶν ταῖς ἄλλαις ὑποκειμένων αἰσθήσεσιν ,οἷον τὸ λευκὸν τοῦ γλυκέος. οὐδὲ γὰρ ἄλλη τις τῆς ψυχῆς δύναμις ἡ τὸ διάφορον τουδὶ τοῦ λευκοῦ καὶ τὸ διάφορον τουδὶ τοῦ γλυκέος γνωρίζουσα, ἀλλ’ αἰσθητική. τῶν γὰρ αἰσθητῶν ἀτόμων ἡ αἴσθησις ἀντιληπτική ,ἐπεὶ καὶ ἡ δόξα μετ’ αἰσθήσεως ,ὅταν ὡς ἄτομα λέγῃ, ἢ δι’ αἰσθήσεως, ἐὰν ἀπὸ τούτων ἐπὶ τὸ καθόλου ἀναδράμῃ, ἢ ὅταν καὶ τὰ ἄτομα λέγῃ, μετὰ φαντασίας ἐνεργοῦσα. p. 426 b 15 Μί’ καὶ δῆλον ὅτι ἡ σὰρξ οὐκ ἔστι τὸ ἔσχατον αἰσθητήριον· ἀνάγκη γὰρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τὸ κρῖνον. Οὐ περὶ τοῦ ἁπτικοῦ αἰσθητηρίου ὁ λόγος αὐτῷ νῦν, ὡς οὐκ ἔστι τὸ πρῶτον ἁπτικὸν ἡ σάρξ, ἀλλὰ φέρε τὸ περικάρδιον πνεῦμα ἢ τὸ ὁποιονοῦν. καὶ γὰρ εἰ μὴ αὐτόθεν ἅπτεται τοῦ αἰσθητοῦ ἐκείνου ὡς ἡ σάρξ, ἀλλὰ σῶμα ὂν οὐκ ἂν κατὰ τὸ αὐτὸ μόριον τὰ διάφορα καὶ ἐναντία τῶν αἰσθητῶν ἀναδέχοιτο πάθη· οὔτε οὖν σὰρξ οὔτε ἄλλο τι. ἰδίως οὖν ἐπὶ τῆς σαρκὸς διὰ τί ἠξίωται; φαίνεται τοίνυν τὴν σάρκα · μὲν ἀντὶ παντὸς εἰπὼν σώματος, ἔσχατον δὲ αἰσθητήριον οὐ τὸ ὄργανον ἀλλ’ αὐτὴν καλῶν τὴν αἰσθητικὴν ψυχήν, εἰς ἣν ἀποτελευτᾷ τὸ αἰσθητόν, ἥ τις καὶ τὸ κρῖνον. ἐπεὶ οὖν τὸ δύο τινῶν καὶ πλειόνων τὸ διάφορον γνωρίζον τὰ δύο ἢ καὶ πάντα ἅμα τε γινώσκει καὶ οὐκ ἄλλῳ καὶ ἄλλῳ μέρει, ἀλλὰ ἀδιαιρέτῳ ἑνί, δῆλον ὅτι σῶμα οὐκ ἔστι τὸ ἔσχατον κρῖνον. τὸ γὰρ σῶμα ἁπτόμενον κρίνει. τουτέστιν ἑκάστῳ αἰσθητῷ κατὰ διάφορα προσπῖπτον μέρη, ὡς τὰ ἁπτόμενα τῶν ὧν ἅπτεται κρίνει κατὰ τὴν ἑκάστου μέρους προσβολὴν ἐκεῖνο μόνον· διὸ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο. p. 426 b 17 οὔτε δὴ κεχωρισμένοις ἐνδέχεται κρίνειν, τουτέστι διαφόροις· δεῖ γὰρ ἑνί τινι καὶ τῷ αὐτῷ ἄμφω δῆλα εἶναι, εἰ μέλλοι τῆς πρὸς ἄλληλα αὐτῶν συναισθάνεσθαι ἑτερότητος, διότι σχέσις τις ἡ ἑτερότης, ἡ δὲ σχέσις καὶ ἔστι καὶ γνωρίζεται σὺν τοῖς πεπονθόσι τὴν σχέσιν. οὐ γὰρ ἄν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ λέγοι, εἰ μὴ ἑκάτερον εἰδείη. δῆλον γὰρ ὡς ὁ λέγων, εἷς καὶ ὁ αὐτὸς ὤν, πρὸ τοῦ λέγειν καὶ γινώσκει εἴτε αἰσθητικῶς εἴτε νοερῶς. p. 426 b 23 Ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ, ἐντεῦθεν. Ὡς γὰρ εἷς καὶ ὁ αὐτὸς ὁ ἄμφω λέγων τὰ ἀλλήλων ἕτερα, οὕτω καὶ ὅτε θάτερον, καὶ τὸ λοιπὸν λέγει, εἴτε ἐν μεριστῷ τινι χρόνῳ τὸ ἕτερον γνωρίζει, ἐν παντὶ αὐτῷ καὶ θάτερον γινώσκων, εἰ ὡς ἕτερα |ἀλλήλων ἐν ὅλῳ αὐτῷ εἰδείη, εἴτε ἐν τῷ νῦν, ὅπερ οὐ χρόνος μὲν ἁπλῶς, τὸ δὲ ὄλον τοῦτο ἀδιαίρετος χρόνος ὡς πέρας ὂν τοῦ χρόνου. αἰνίττεται δὲ ἴσως ὅτι αἱ ψυχικαὶ καθαραὶ καὶ τέλειοι ἐνέργειαι, καθ’ ὅρους ἀεὶ μεταβαίνουσαι, καὶ ἐν χρόνῳ εἰσὶ τῷ ἐκ τῶν νῦν ὡς ἐκ μονάδων ἀριθμουμένῳ, ἀλλ’ οὐχ οἷος ὁ φυσικὸς χρόνος ἐν συνεχείᾳ ἐπὶ πλέον δὲ ἡμῖν περὶ τούτου ἐν τοῖς εἰς τὴν Φυσικὴν ἀκρόασιν εἴρηται) •οὐ γὰρ μεριστὴ ἡ κρίσις, ἀλλὰ τελεία ἐνέργει, ἀλλ’ ἐν τῷ νῦν ὅλη ἅμα. p. 426b26 Οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε. Ἕτερον δηλονότι τὸ καθ’ αὑτὸ τοῦ κατὰ συμβεβηκὸς καὶ ἐπὶ ὄντων καὶ ἐπὶ αἰτίων, ὡς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει. καὶ τὸ νῦν τοίνυν τῆς μὲν καὶ νῦν γιγνομένης ναυμαχίας καὶ νῦν λεγομένης κατ’ ἄμφω καθ’ αὑτὸ κατηγορεῖται •ἐὰν δὲ πρότερον γινόμενον νῦν λέγηται, καθ’ αὑτὸ μὲν ὡς λεγομένης τὸ νῦν κατηγορεῖται ,τῆς δὲ ναυμαχίας αὐτῆς κατὰ συμβεβηκός· οὐ γὰρ ὡς γινομένης νῦν, ἀλλ’ ὡς λεγομένης νῦν. ἀλλ’ ἥ γε αἴσθησις οὐ τῶν προτέρων ἢ τῶν ἐσομένων, τῶν δὲ ἀεὶ παρόντων οὖσα γνωριστική ,ὅτε λέγει τὴν ἑτερότητα τῶν αἰσθητῶν ,τουτέστιν ὅτε κρίνει, ὡς καὶ νῦν οὖσαν κρίνει· ὡς μὴ κατὰ συμβεβηκὸς τῆς τῶν αἰσθητῶν πρὸς ἀλλήλας ἑτερότητος τὸ νῦν κατηγορεῖσθαι ,ἐπειδὴ νῦν κρίνεται, ἀλλὰ καὶ αὐτῆς καθ’ αὑτό •ἐπὶ γὰρ τῆς μνήμης τὸ κατὰ συμβεβηκός. p. 426b28 Ὥστε ἀχώριστον καὶ ἐν ἀχωρίστῳ χρόνῳ. Εἰ δύο τινῶν αἰσθητῶν ἑτερότητα κρίνοι τὸ αἰσθητικόν, τὸ αὐτὸ ἀμφοῖν ἀντιλήψεται οὐ κατὰ διάφορα μόρια, ἀλλ’ ἑνὶ καὶ ἀμερίστῳ ἀμφοῖν. καὶ τοῦτο τὸ ἀχώριστον καὶ ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ καὶ ἔστιν ἡ ἑτερότης. ἔστι δὲ ἐν τῷ νῦν, ἐπειδὴ καὶ τῶν νῦν ὄντων ἡ αἴσθησις. ἀλλὰ διὰ τί μὴ ἅμα μέν, ἐν μεριστῷ δὲ χρόνῳ 5 ἢ πάντως μὲν καὶ οὕτως, ὅτι θάτερον καὶ θάτερον, καὶ ὅτε ἐστὶν ἡ ἑτερότης, τότε καὶ γινώσκεται. πλὴν ἀμέριστος οὖσα ἐνέργεια ἡ κρίσις καὶ οὐ μεριστὴ οἵα κίνησις, οὕτως ἄν εἴη ἀχώριστ· ος ὡς ἀδιαίρετος, καὶ οὕτως ἐν ἀχωρίστῳ χρόνῳ ὡς ἐν τῷ νῦν. p. 426b29 Ἀλλὰ μὴν ἀδύνατον ἅμα τὰς ἐναντίας κινήσεις κινεῖσθαι τὸ αὐτό, ᾗ ἀδιαίρετον, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. Δείξας ὡς ἓν τὸ κρῖνον τὰ πλείω οὐ κατ’ ἄλλο καὶ ἄλλο μόριον, ἀλλ’ ὡς ἀδιαίρετον καὶ ἅμα, ὅταν τὴν πρὸς ἄλληλα αὐτῶν διακρίνῃ ἑτερότητα, διὰ τούτων ἑπομένως τοῖς δεδειγμένοις ὅτι μὴ πάθος μηδὲ κίνησίς ἐστιν ἡ αἰσθητικὴ κρίσις δεικνύει, ἀλλ’ ἐνέργεια καὶ τελειότης ἔνδοθεν ἐγειρομένη. πάσχειν μὲν γὰρ τὰ ἐναντία πάθη ἢ μεταβάλλειν εἰς τὰ ἀντικείμενα ἅμα ἀδύνατον, ὅτι ἡ μαχητικὴ καὶ ἐμποδιστικὴ καὶ ἀναιρετικὴ ἐναντίωσις ἐν τοῖς πάθεσι καὶ ἐν ταῖς μεταβολαῖς · ἐνεργεῖν δὲ ἅμα ἀφ’ ἑαυτοῦ κατὰ τοὺς διαφόρους λόγους ἐν ἑαυτῶ τὰ ἐναντία οὐκ ἀδύνατον, ὅτι οὐκ ἔστι μαχητικὴ ἡ τοιαύτη ἐναντίωσις, ὅταν περὶ διάφορα τὰ δεχόμενα τὰς ἐναντίας ἐνεργείας γίνηται, ὡς τὸ πῦρ ἅμα σκληρύνει μὲν τὸν πηλόν, μαλάττει δὲ τὸν κηρόν, καὶ ἡ αἴσθησις ἡ αὐτὴ ἅμα τὸ λευκὸν τοῦ χάρτου καὶ τὸ μέλαν κρίνει τῶν γραμμάτων. διὸ αὕτη ἡ κρίσις ἡ αἰσθητικὴ οὐδὲ κίνησις ἡ αὐτὴ ἢ πάθη ἢ ἔξωθεν εἰσδοχή · οὐ γὰρ ἄν ἅμα τῶν ἐναντίων ἐγίνετο, ἐπειδὴ τρέπεσθαι ἀντικειμένως καὶ διατίθεσθαι ἀδύνατον. ὑπὸ δὲ τοῦ γλυκίος καὶ τοῦ πικροῦ ἀντικειμένως κινεῖται ἡ γλῶσσα· διὸ οὐκ ἄν ἅμα κατὰ τὸ αὐτὸ μόριον ὑπὸ τῶν ἐναντίων κινηθείη· κατὰ διάφορα δὲ μόρια ὑπ’ αὐτῶν ταύτης πασχούσης, ἡ γευστικὴ αἴσθησις, διὰ τὴν ἀμέριστον ἑαυτῆς οὐσίαν τοῖς διαφόροις τῆς γλώσσης μορίοις ἡ αὐτὴ ὅλη παροῦσα, ἐνεργεῖ τὴν περὶ ἄμφω κρίσιν καθ’ αὑτήν. p. 427a2 Ἄρ’ οὖν ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ ἀχώριστον τὸ κρῖνον, τῷ εἶναι δὲ κεχωρισμένον; Ἀξιώσας τὸ αὐτὸ μένον ἀδιαίρετον μὴ ἄν ποτε κινηθῆναι τὰς ἐναντίας κινήσεις ἢ παθεῖν τὰ ἀντικείμενα πάθη, προσιέμενος τὸ ἀξίωμα ἀπορεῖ ὅμως, μήποτε οὐ πάντῃ ᾖ ἀδιαίρετον τὸ ὑπομένον τὰ ἐναντία. τῷ μὲν γὰρ ἀριθμῷ καὶ ἅμα ἔστω ἀδιαίρετον, ὡς καὶ ἐν τῷ αὐτῷ χρόνῳ καθ’ ὅλον ἑαυτὸ τὰ ἐναντία δεχόμενον, τῷ εἶναι δέ, τουτέστι τῷ λόγῳ, διῃρη- μένον καὶ κεχωρισμένον, ἐπειδὴ διάφοροι αἱ δεκτικαὶ τῶν ἐναντίων ἐν αὐτῷ δυνάμεις· ὥστε ᾗ διαιρετὸν πείσεται τὰ ἐναντία. κἀν οὖν πάθος ἡ κίνησις καὶ ἡ κρίσις ᾖ, οὐ κωλυθήσεται τὸ κρῖνον ἅμα τὰ ἐναντία κρίνειν, ἐπειδὴ τῷ λόγῳ ἦν διαιρετὸν κατὰ διαφόρους κρῖνον λόγους, τόπῳ μὲν καὶ ἀριθμῷ ἀδιαίρετον ὄν, ὡς ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον· καθ’ ὅλον ἑαυτὸ ἀμφότερα καὶ τὰ πλείω πάσχον, τοῦ μὲν ἀριθμοῦ τὸ ἓν δηλοῦντος, τοῦ δὲ τόπου τὸ μηδὲ κατὰ τὰ διάφορα μέρη, τῷ δὲ εἶναι διαιρετόν, τουτέστι τῷ λόγῳ, διότι κατὰ τὰ εἴδη καὶ τοὺς λόγους ἡ ἑκάστων ὁρίζεται οὐσία. p. 427a5 Ἢ οὐχ οἷόν τε· δυνάμει μὲν γὰρ τὸ αὐτὸ διαιρετὸν καὶ ἀδιαίρετον τὰ ἐναντία, τῷ δὲ εἶναι οὔ, ἀλλὰ τῷ ἐνεργεῖσθαι διαιρετόν. Ἀδύνατόν φησι τὸ τῷ ἀριθμῷ ἓν καὶ τὸ αὐτό, κἂν τῷ εἶναι ᾖ διαιρετόν, τὰ ἐναντία ἅμα πάσχειν ἐνεργείᾳ· μόνον γὰρ δυνάμει ἅμα πρὸς τὰ ἀντικείμενα τὸ αὐτὸ πεφυκέναι δυνατόν, ἀλλ’ οὐχὶ καὶ ἐνεργείᾳ ἅμα δέχεσθαι, ὅπερ τῷ εἶναι ἔφη. διὸ τῷ εἶναι ἐνεργείᾳ αὐτὴν ἐξηγούμενος ὅπως νῦν χρῆται, ἐπήγαγεν οὐ τῷ ἐνεργεῖσθαι φήσας, ἵνα τὸ πάθος καὶ τὴν κίνησιν δηλώσῃ. καὶ τοῦτο σαφέστερον καὶ διὰ τοῦ παραδείγματος σημαίνει· τὰ γὰρ λευκὸν καὶ μέλαν παθητικαί εἰσι ποιότητες. καὶ ἔτι ἐναργέστερον συμπεραινόμενος τῷ πάσχειν αὐτῷ κέχρηται. p. 427a8 ᾖστε οὐδὲ τὰ εἴδη πάσχειν αὐτῶν, εἰ τοιοῦτον ἡ αἴσθησις καὶ ἡ νόησις. Οὐ γὰρ αὐτὰ τὰ αἰσθητὰ ἀλλὰ τὰ εἴδη τῶν αἰσθητῶν ἀναδέχεται ἡ αἴσθησις καὶ ἡ νόησις. οὕτε οὖν τὰ εἴδη τοὐ λευκοῦ καὶ μέλανος ἅμα πείσεται ἡ αἴσθησις ἢ ἡ νόησις, εἰ τοιοῦτόν, φησιν, οἷον πάσχειν καὶ ἔξωθεν εἰσδέχεσθαι ,καὶ τῷ ἐνεργεῖσθαι, ὡς αὐτὸς εἶπεν. ἐνεργείᾳ γὰρ ἅμα πάσχειν τὰ ἀντικείμενα ,ὥστε ἢ ἅμα ἐπ’ ἄμφω μεταβάλλειν ἢ ἅμα κατ’ αὐτὰ διακεῖσθαι, ἀδύνατον. p. 427a9 Ἀλλ’ ὥσπερ ἣν καλοῦσί τινες στιγμήν, ᾗ μία καὶ ᾗ δύο, ταύτῃ καὶ διαιρετή. Διὰ τοῦ κατὰ τὴν στιγμὴν παραδείγματος ἱκανῶς ἐνδείκνυται τό τε ἀπαθὲς καὶ τὸ ἐνεργητικὸν τῆς αἰσθητικῆς κρίσεως, καὶ πρός γε τὸ ἀμέριστον καὶ ἐν ἀμερεῖ τῷ νῦν. τῶν γὰρ ἀμερίστων καὶ αἱ ἐνέργειαι ἀμέριστοι, ἐν μερισμῷ δὲ πᾶσα κίνησις καὶ πάθος ἅπαν· ἐν τροπῇ γάρ. διὸ τοῦ συναμφοτέρου καὶ τὰ πάθη καὶ αἱ λοιπαὶ μεταβολαί· μόνη δὲ ἡ κύκλῳ φορὰ εἰ καὶ μὴ τοῦ ἐνύλου, ἀλλὰ καὶ ἥδε τοῦ εἰδοπεποιημένου •διὸ μεριστοῦ, σώματος γάρ· τὸ δὲ ἀμέριστον ἅπαν καθ’ αὑτὸ ἀμέριστον ἔχει καὶ τὴν ἐνέργειαν, ἵνα, ὡς ἔστι, καὶ ἐνεργῇ. ἡ στιγμὴ δὲ ἀμέριστος ἡ καὶ θέσιν ἔχουσα, γραμμῆς οὖσα πέρας καὶ τῇ τε πεπερασμένῃ συμπεριλαμβανομένη γραμμῇ, τῇ πηχυαίᾳ φέρε ἢ ὁποσῃοῦν, καὶ καθ’ αὑτὴν ἴδιόν τι εἰσάγουα τὸ πέρας εἶναι καὶ ἀρχή, ποτὲ μὲν ἄλλης οὖσα πέρας ἄλλης δὲ ἀρχή, πολλάκις δὲ δύο ἢ καὶ πλειόνων οὖσα ἀρχή τε καὶ πέρας, ὡς τὸ τοῦ κύκλου κέντρον πασῶν τῶν πρὸς τὴν περιφέρειαν ἐξ αὐτοῦ γραφομένων. στιγμῇ τοίνυν ἡ αἰσθητικὴ ἀπείκασται ψυχὴ ὡς ἀσώματος μὲν καὶ ἀμέριστος οὐσία, χρωμένη δὲ μεριστῷ ὄντι τῷ αἰσθητηρίῳ καὶ σὺν ἐκείνῳ πάσχοντί τε καὶ κινουμένῳ ὑπὸ τῶν αἰσθητῶν ἐνεργοῦσα, διαφόροις ,τοῦ ὑποκειμένου σώματος μορίοις τῶν διαφόρων προσπιπτόντων παθῶν ,καὶ αὐτὴ καθ’ αὑτὴν ἐν τῇ ἐνεργείᾳ τῇ κριτικῇ, οὐκ οὔσῃ πάντῃ σωμάτων χωριστῇ, ἐπειδὴ καὶ εἰς ταύτην διὰ τῆς τοῦ ὀργάνου πείσεως τελευτᾷ, οὐ πάθην οὖσαν οὐδὲ κίνησιν οὐδὲ τῶν ἔξωθεν εἰσδοχήν, ἀλλ’ ἐνέργειαν ἀμέριστον ἔνδοθεν προϊοῦσαν, οὐ ποιητικὴν ἀλλὰ γνωριστικὴν τῶν αἰσθητῶν κατὰ τοὺς προειλημμένους αὐτῶν ἐν ἑαυτῇ λόγους, ποτὲ μὲν καθ’ ἕνα τινὰ ποτὲ δὲ κτὰ πλείους, ὅτε καὶ τὴν πρὸς ἄλληλα αὐτῶν γνωρίζει ἑτερότητα. δῆλον γὰρ ὡς οἱ λόγοι τῶν αἰσθητῶν ἐν αὐτῇ, εἴ γε ἀφ’ ἑαυτῆς ἐνεργοῦσα κατὰ τὰ ἄνευ ὕλης τῶν αἰσθητῶν ἵσταται εἴδη. ἐπεὶ οὖν πάσχειν μὲν καὶ κινεῖσθαι ἀντικειμένως καὶ εἰσδέχεσθαι τὰ ἐναντία ἅμα ἐντελεχείᾳ ἀμήχανον, ἐνεργεῖν δὲ δυνατόν, ὁ τὸ ὑποκείμενον πρᾶγμά πῃ ἓν καὶ δύο ποιῶν καὶ ἀδιαίρετον καὶ διαιρετὸν πρὸς μὲν τὸ ἅμα πάσχειν τὰ ἐναντία καὶ ἐνεργεῖσθαι οὐδὲν συντελεῖ, πρὸς δὲ τὸ ἐνεργεῖν. καὶ γὰρ ἡ στιγμὴ ὅταν τῆς μὲν ᾖ γραμμῆς ἀρχὴ τῆς δὲ πέρας, μία τε καὶ ἀδιαίρετος ὡς ἡ αὐτὴ ἄμφω ἐνεργοῦσα, καὶ αὖ δύο καὶ διαιρετὴ κατὰ τοὺς διαφόρους τῆς ἀρχῆς καὶ τοῦ πέρατος λόγους. οὕτω δὲ καὶ ἡ αἰσθητικὴ ψυχὴ ἡ τὰ δύο αἰσθητὰ ἅμα γνωρίζουσα μία μὲν καὶ ἀδιαίρετος, ἐπειδὴ καὶ ἓν τὸ κρῖνον ἄμφω καὶ ἅμα· ᾗ δὲ διαιρετὸν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα, ἡ κατὰ λόγους ἐνεργεῖ διαφόρους ἐν τῷ νῦν καὶ ἅμα, διότι οὐκ ἀδύνατον καὶ τὰ ἀντικείμενα ἅμα ἐνεργεῖν. p. 427 a 13 Μί’ μὲν οὖν δυσὶ χρῆται τῷ πέρατι, δύο κρίνει, καὶ κεχωρισμένα ἐστὶν ὡς κεχωρισμένοις. χρῆται μὲν τὸ κρῖνον, τὸ δὲ πέρας αὐτὴ ἡ αἰσθητικὴ ψυχή. καίτοι τὸ κρῖνον ἡ ψυχή, ἀλλ’ ἐνεργοῦσα ἤδη, πέρας δὲ καὶ ὅρος καὶ ἀμέριστος φύσις κατὰ τὴν οὐσίαν. τῇ δὲ αὐτῇ καὶ δυσὶ χρῆται κατὰ δύο ἱσταμένη τῶν αἰσθητῶν εἴδη, ὅταν δύο ἅμα κρίνῃ, ἃ κεχώρισται τῷ λόγῳ καὶ τῇ ἰδιότητι ἀλλήλων, ὡς κεχωρισμένοις ταύτῃ τὰς τῶν διαφόρων πραγμάτων γίνεσθαι κρίσεις. p. 427a14 Ἧι δ’ ἕν, ἑνὶ καὶ ἅμα. Ἧι ἓν τὸ κρῖνον τῷ ὑποκειμένῳ καὶ μία ἐστὶν οὐσία ἡ αἰσθητικὴ ψυχὴ ἡ κρίνουσα, ἑνί τε χρῆται πέρατι αὐτῇ τῆ αἰσθητικῇ ψυχῇ καὶ ἅμα ὡς ἐν ἀδιαιρέτῳ ἐνεργοῦσα τῷ νῦν. ἐφαρμόζει μὲν οὖν καὶ ἑκάστῃ τῶν πέντε αἰσθήσεων τὰ εἰρημένα· καὶ γὰρ ἑκάστη πλειόνων ἅμα ἀντιληπτικὴ καὶ ἐναντίων· μειζόνως δὲ τῇ κοινῇ ὡς καὶ πολλῷ πλειόνων τῶν καὶ πάσαις ὑποκειμένων γνωριστικῇ καὶ ἀρχοειδεστέρᾳ καὶ μᾶλλον τῶν αἰσθητηρίων ὑπερεχούσῃ •οὐ γὰρ ἐν συναγωγῇ τῶν πλειόνων ἐνταῦθα τὸ κοινόν, ἀλλ’ ἐν προυπαρχούσῃ μᾶλλον συναιρέσει. ἀρχὴ δὲ ἡ αἰσθητικὴ ψυχὴ καὶ ὡς εἶδος καὶ μειζόνως ὡς τὸ χρώμενον. p. 427a17 ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ αἰσθάνεσθαι. Ἐφ' ἑτέραν μετὰ τὴν αἴσθησιν τῆς ψυχῆς κριτικὴν δύναμιν μεταβαίνων καὶ εὐτάκτως ἐπὶ τὴν προσεχῆ τῇ αἰσθήσει τὴν φαντασίαν, πρῶτον μὲν διορίζεται ὡς γνωστικὴ καὶ αὐτὴ τῆς ψυχῆς ἐστι δύναμις καὶ οὐκ ὀρεκτική, ἥ τις ἐν τῇ κατὰ τόπον αὐτῆς κινητικῇ συναναφαίνεται· ἔπειτα δὲ ὅτι μὴ ἡ αὐτὴ τῇ αἰσθήσει, εἴ γε αὕτη μὲν ἀεὶ πρὸς τὴν οἰκείαν ἐνέργειαν παρόντων δεῖται τῶν αἰσθητῶν καὶ κινούντων τὰ αἰσθητήρια, ἡ δὲ φαντασία καὶ μὴ παρόντων ἐνίοτε ἀφ’ ἑαυτῆς ἐγειρομένη προβάλλει τὰ γνωστά, κοινωνοῦσά πως ταύτῃ τῖς λογικαῖς ζωαῖς· ὃ νοερὸν τίθεται ἰδίωμα, τὴν ἀφ’ ἑαυτῆς τῆς γνωστικῆς ζωῆς εἰς τὴν ἐνέργειαν ἔγερσιν. διὸ καὶ τὴν φαντασίαν νοῦν καλεῖ, οὐκέτι τῷ νῷ καὶ τῆς αἰσθήσεως κατὰ τοῦτο κοινωνούσης, ἀλλὰ μόνον κατὰ τὸ κρῖνον. διὸ καὶ τῷ κατὰ τόπον κινητικῷ ὡς καὶ ὀρεκτικῷ τὸ κριτικὸν ἀντιτιθείς, ἐν τούτῳ τὸ αἰσθάνεσθαι καὶ τὸ νοεῖν συνείληφεν ,ἀντὶ πάσης τῆς ἀφ’ ἑαυτῆς ἐγειρομένης γνώσεως παραλαβὼν τὸ νοεῖν. ἐν δὲ τῇ λέξει πρὸς τὸν ἐπεὶ σύνδεσμον διὰ μακροῦ ἀποδέδωκεν, “ὅτι οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν φανερὸν’’ εἶναι γράφων, διὰ τὴν διὰ μακροῦ ἀπόδοσιν τὸν οὖν προσθεὶς σύνδεσμον. p. 427a19 Δοκεῖ δὲ καὶ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι. Τὸ μὲν νοεῖν, ὡς εἴρηται, ἀντὶ πάσης παρείληπται αὐτῷ τῆς ἀφ’ ἑαυτῆς προβαλλούσης τὴν ἐνέργειαν γνωστικῆς ζωῆς ,ἡ δὲ φρόνησις ἀντὶ τῆς λογικῆς παρείληπται γνώσεως, τὸ διάφορον τῶν γνωστικῶν ἐνεργειῶν καὶ αὐτὴ δηλοῦσα, εἰ καὶ ἔνιοι οὐ τὴν νόησιν μόνην ἀλλὰ καὶ τὴν φρόνησιν εἰς τὴν πρὸς τὴν αἴσθησιν καθέλκουσι ταὐτότητα, πρὸς μόνον τὸ κριτικὸν καὶ γνωριστικόν, ὡς καὶ αὐτὸς ἐπιφέρει, ἀποβλέψαντες, ἐπειδὴ τοῦτο κοινὸν ταῖς γνωστικαῖς ζωαῖς. τὸ μὲν οὖν ἐνίους ἢ φυσικοὺς ἢ σοφιστικοὺς ἄνδρας οὕτως οἰηθῆναι οὐκ ἀπιστητέον · καὶ γὰρ ὁ παρὰ τῷ Πλάτωνι Θεαίτητος εἰς ταὐτὸν ἄγει τῇ αἰσθήσει τὴν ἐπιστήμην. οὐ μὴν Ἐμπεδοκλέα ἢ Ὅμηρον ἐπὶ ταύτης θετέον τῆς δόξης, κἄν ὁ Ἀριστοτέλης τῷ παχυμερῶς λεγομένῳ ἐφιστάνων ἐλέγχῃ τὰ καὶ ἄλλως ἀκούεσθαι δυνάμενα. ἀκούσειε μὲν γὰρ ἄν τις αἰσθητὸν εἶναι τὸ παρόν· οὐ μὴν ἢ ὑπὸ Ἐμπεδοκλέους οὕτως εἴρηται, ἢ τὸ ἀληθὲς ὧδε ἔχει. ἡ γὰρ μῆτις οὐ τοῖς αἰσθητοῖς ἀλλὰ τοῖς νοητοῖς αὐτῇ παροῦσιν ἀεὶ εἰς τὴν ἑαυτῆς ἐπιδίδωσι τελειότητα, καὶ τὸ φρονεῖν ἐν τοῖς ὀνείροις ἀλλοῖα παρίσταται οὐ διὰ τὰ ἀπὸ τῶν αἰσθητῶν, ὡς ἄν τις εἴποι, ἐγκαταλείμματα οὐ γὰρ φρονεῖν τὸ τοιόνδε), ἀλλ’ ὅτε κατά τινα τοῦ λόγου ἀπολυομένου τῆς πρὸς τὸ σῶμα καταστάσεως κρείττων τις ἐν τοῖς ὕπνοις τῆς ἐν τῷ ἐγρηγορέναι γνῶσις τοῦ ἀγαθοῦ ἢ τοῦ ἀληθοῦς γίνεται. ὁ δὲ Ὅμηρος ταὐτὸν μέν, μεταβαλλόμενον δὲ ὑπὸ τῶν αἰσθητῶν λέγει οὐχ ἁπλῶς τὸν νοῦν, ἀλλὰ τὸν τῶν χθονίως ζώντων καὶ ἀκιδνῶς, ὡς αὐτὸς ἔφη, ἀνθρώπων. p. 427 a 27 Καὶ αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρίσαμεν. ’Ev οἷς καὶ ἡμῖν διώρισται, ὅπῃ τε τῶν παλαιῶν ὁ λόγος ἀληθὴς τῶ ὁμοίῳ τὸ ὅμοιον γινώσκεσθαι ἀξιῶν, καὶ ὅπως ἀκουομένου ὀρθῶς Ἀριστοτέλης ἐπιλαμβάνεται. p. 427a29 Καίτοι ἔδει ἅμα καὶ περὶ τοῦ ἠπατῆσθαι αὐτοὺς λέγειν. Οὐ δοκεῖ μοι ὡς ἔλεγχον τὸν ἀπὸ τῆς ἀπάτης λόγον ἐπιφέρειν τοῖς τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαι φάσκουσιν, ἀλλ’ ἐκείνοις μὲν ὡς μὴ διορίσασι περὶ τῆς ἀπάτης ἐφιστάνειν, αὐτὸς δὲ τὸ ἀκόλουθον· τῇ ὑποθέσει ἐπιφέρειν. ἢ γὰρ οὐ διωρίσαντο περὶ ἀπάτης ὡς μηδὲ οὔσης κατὰ τοὺς τὸ φαινόμενον ἀληθὲς οἰομένους, ἢ τιθέμενοι καὶ ψευδῆ γίνεσθαι δόξαν, ἐν τῇ τοῦ ἀνομοίου αὐτὴν ἐροῦσι θίξει, τὰ ἐναντία τοῖς ἐνανιίοις ἀπονέμοντες. . 427b5 Δοκεῖ δὲ καὶ ἡ ἀπάτη καὶ ἡ ἐπιστήμη τῶν ἐναντίων ἡ ἀυτὴ εἶναι. Tοῦτο οἱ ὑπομνηματισταὶ ὡς ἄτοπον ἐπιφέρεσθαί φασι τῇ ὑποθέσει. οὐ γὰρ μόνον τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαί φασιν ἐν τῇ ἐπιστημονικῇ θεωρίᾳ, ἀλλὰ καὶ τὸ ἐναντίον· ὁμοίως δὲ καὶ ἀγνοεῖσθαι ἑκάτερον ἐν τῇ ἀπάτῃ, ἐπειδὴ ἓν τὸ γινῶσκον ἄμφω ἢ ἀγνοοῦν. ἀλλ’ ἓν μὲν τῷ ὑποκειμένῳ, τῷ δὲ εἶναι, ὡς αὐτὸς εἴωθε λέγειν, ἕτερον, κατὰ διαφόρους λόγους ἑκατέρου τῶν ἀντικειμένων θιγγάνον· τῷ ὁμοίῳ μὲν τοῦ ὁμοίου ἐπ’ ἀμφοῖν ἐν τῇ ἐπιστημονικῇ θεωρίᾳ, ἀνομοίως δὲ ἐφ’ ἑκατέρου ἐν τῇ ἀπάτῃ: |ἑνὶ μὲν οὖν ἐπιστῆσαι χρή, ὡς οὐ τὴν πρὸς αἴσθησιν ἀντικειμέτην λέγει νῦν ἀπάτην, ἀλλὰ τὴν πρὸς φρόνησιν· ἀεὶ μὲν γὰρ ἀληθής, ὡς ἐρεῖ, ἡ τῶν ἰδίων αἰσθητῶν, ἐν δὲ τῷ ἀπατᾶσθαι πλείω, φησί, χρόνον διατελεῖ ἡ ψυχή· ἑτέρῳ δέ, ὅτι ἡ οἰκειότης οὐκ ἐν τῇ ψυχῇ ἀλλ’ ἐν τῷ ζῴῳ εἴρηται, ὡς ἐν τῇ μετὰ σώματος ζωῇ τὸν πλείω χρόνον ἐν ἀγνοίᾳ γινομένης ἰῆς ψυχῆς, ἐπεὶ τῇ λογικῇ ζωῇ, ἐν ᾗ καὶ τὸ φρονεῖν, τὸ ἀληθεύειν οἰκειότατον· οὐκοῦν καὶ τῷ λογικῷ ζῴῳ. πῶς οὖν τὸ ἐναντίον αὐτῷ λέγει οἰκειότερον; διότι, ὡς αὐτὸς ἐπάγει, τὸν πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή. τοῦτο δέ, ἐπειδὴ γενητὸν καὶ φθαρτὸν ὂν τὸ ζῷ. ον πολὺν μὲν διαμένει χρόνον ἄδεκτον τῶν ἐμφρόνων τῆς ψυχῆς ἐνεργειῶν, πολὺν δὲ τοῖς συμπίπτουσιν αὐτῷ κωλυόμενον πάθεσιν· ἔτι δὲ ταῖς πρὸς τὸν βίον χρείαις περισπῶν τὴν ψυχὴν καὶ τῆς περὶ τὴν ἀλήθειαν σχολῆς ἀπεῖργον. τὸ δὲ μέγιστον, αὐτὴ ἡ πρὸς τὸ σῶμα τῆς ψυχῆς σφοδρὰ ῥοπὴ καὶ τῆς γενέσεως περίπτυξις ἀφίστησι τῆς εἰς ἑαυτὴν στροφῆς, ἐν ᾗ τὸ φρονεῖν καὶ ἡ κατὰ λόγον ἀλήθεια. p. 427b6 Ὅτι μὲν οὖν οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν φανερὸν· Ἡ φρόνησις εἴτε κοινοτέρα καὶ ἐπὶ πάσης λέγοιτο τῆς κατὰ λόγον θεωρίας, εἴτε ἰδίως ἐπὶ τῆς τῶν πρακτῶν πάντως ἐπὶ τῆς ὀρθῆς καὶ ἀληθοῦς καὶ τῆς μετ’ αἰτίας λέγεται γινομένης. διὸ καὶ ὀλίγοις τῶν ζῴων αὐτῆς μέτεστιν· οὐδὲ γὰρ ἀνθρώποις πᾶσιν, ἀλλὰ καὶ τούτων ὀλίγοις. τὸ γε μὴν αἰσθάνεσθαι οὐ μόνοις ἀνθρώποις, ἀλλὰ καὶ ζῴοις ἅπασιν. οὕτω δὲ τὴν ὀρθὴν κατὰ λόγον θεωρίαν τῆς αἰσθήσεως διακρίνας χωρίζει καὶ τὴν ὁποιανοῦν κατὰ λόγον θεωρίαν τῆς αἰσθήσεως ἐπάγων· p. 427 b 8 Ἀλλ’ οὐδὲ τὸ νοεῖν, ἐν ᾧ ἐστι τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς· Νοεῖν νῦν τὸ ἀπλῶς κατὰ λόγον ἐνεργεῖν προσαγορεύων ,τὸ καὶ τοῦ ὀρθῶς καὶ τοῦ μὴ ὀρθῶς περιεκτικόν, ὡς σαφῶς αὐτὸς ἐξηγεῖται. τοὐ δὴ τοιούτου νοεῖν χωρίζει τὴν αἴσθησιν οὐχ ὡς ἀληθείας ἀμέτοχον ἀεὶ γὰρ ἢ ὡς ἐπὶ τὸ πολὺ ἡ τῶν ἰδίων αἰσθητῶν ἀληθής), ἀλλ’ ὡς πρῶτον μὲν αὐτὴ ἐν τῇ διὰ σώματος ἐνεργείᾳ περιγεγραuιμένη, ἐκείνου πολὺ τὸ βάθος ἔχοντος καὶ χωριστὸν καὶ ἐν ταῖς ἀεὶ ἀληθευούσαις γνώσεσιν, ἐπιστήμῃ τε καὶ φρονήσει, καὶ ἐν ταῖς ποτέ, ὡς δόξῃ ἀληθεῖ· ἀλλ’ ὡς καὶ τὸ ἀεὶ ἀληθεύειν ἐπὶ τῶν ἰδίων αἰσθητῶν δι’ ἀποστένωσιν ἔχουσα τῷ ὀλίγων ἀντιλαμβάνεσθαι, καὶ οὐχ ὡς ἡ δόξα ψεύδεταί ποτε διὰ τὸ καὶ ἐφαπτομένη πῃ τοῦ πράγματος τῇ πολλῶν καὶ ἄλλων θεωρίᾳ ἐνίοτε καὶ τὰ μὴ προσήκοντα αὐτοῦ κατηγορεῖν· ἀλλὰ καὶ ὡς ἐσχάτη οὖσα γνωστικὴ ζωή, ὡς δηλοῖ καὶ τοῖς ἀτιμοτάτοις ὑπάρχουσα ζῴοις, ἐκείνου μόνοις ὑπάρχοντος τοῖς λογικοῖς. p. 427 b 13 Διανοεῖσθαι δ’ ἐνδέχεται καὶ ψευδῶς. τὴν διεξοδικὴν τοῦ λόγου ἐνέργειαν διάνοιαν καλῶν, ἀληθεύουσαν μὲν πάντως, ὅταν τῶν αἰτίων ἐχομένη διεξοδεύῃ, ἄνευ δὲ τῶν αἰτίων ψεθδομένην ἐνίοτε. διάνοια μὲν οὖν ἐστιν ἡ διεξοδικὴ τοῦ λόγου ἐνέργεια. ἐπεὶ δὲ καθ’ ὅρους ἡ διέξοδος καὶ οὐχ οἵα ἡ φυσικὴ μετάβασις κατὰ συνέχειαν, ἥ τε καθ’ ἔκαστον ὅρον συγκατάθεσις τῆς ψυχῆς καὶ ἡ ἐπὶ πᾶσιν ὡς ὅρῳ ὑπόληψίς ἐστιν ἡ ὡς ἀληθεῖ αὐτῷ ὁμολογοῦσα· ὡς οὐ ταὐτὸν μὲν εἶναι διάνοιάν τε καὶ ὑπόληψιν, συναναφαίνεσθαι δέ· ἀεὶ γὰρ ἐν διεξόδῳ ἡ λογικὴ ἐνέργεια καὶ ἐν τῇ συγκαταθέσει τοῦ φαινομένου ἀληθοῦς. οὔτε δὲ διάνοια οὔτε ὑπόληψις ἡ αἴσθησις· τοῦτο μὲν ὡς οὐκ οὖσα λογική, εἴ γε καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις, τοῦτο δὲ ὡς οὔτε διεξοδεύουσα (οὐ γὰρ ἐξ ἄλλων ἄλλα συνάγει) οὔτε ἀληθεύουσα οὕτως, ὡς ἑαυτῆς ὅτι ἀληθεύει ἀντιλαμβανομένη. τὰ ἴδια μὲν γὰρ αἰσθητὰ ἀληθῶς γινώσκει, ὅτι λευκὸν φέρε, ἡ ὅρασις, τοῦ δὲ ὅτι ἀληθῶς γινώσκει ἀναίσθητος. οὐ γὰρ ταὐτὸν ἡ τοῦ πράγματος γνῶσις καὶ ἡ τοῦ ὅτι ἀληθὴς ἡ γνῶσις ἀντίληψις, οἵα ἡ ὑπόληψις φαίνεται μετὰ τὴν τοῦ πράγματος σύνεσιν, εἰ ἀληθὴς ἡ σύνεσις κρίνουσα, καὶ τότε συντιθεμένη καὶ περιπτυσσομένη τὸ γνωσθέν. ἡ δὲ αἴσθησις μόνον γινώσκει τὸ προσπῖπτον ,κἀν ψευδῶς προσπίπτῃ, ὡς ἐπὶ τῶν εἰκόνων, διακρίνειν οὐκ ἰσχύουσα· κἄν ἐπὶ τῶν ἰδίων οὖν ἀληθὴς ἀεί, ἀλλ’ οὐχ ὅτι ἀληθὴς εἴσεται. ἡ δὲ διάνοια κἄν ἀληθῶς κἂν ψευδῶς προσβάλλῃ τοῖς γνωστοῖς ,οὐκ ἀρκεῖται τῇ προσβολῇ οὐδὲ συγκατατίθεται, εἰ μὴ καὶ ὅτι ἀληθὴς ἡ σύνεσις ἐπικρίνῃ ἡ ὀρθῶς ἢ οὔ, ποτὲ καὶ περὶ τὴν ἐπίκρισιν ἁμαρτάνουσα. καὶ εἴ ποτε οὖν ψεύδεται ἡ διάνοια, οὐ διὰ τοῦτο χείρων τῆς ἀεὶ ἐπὶ τῶν ἰδίων αἰσθητῶν ἀληθοῦς. τὸ γὰρ ψεύδεσθαί ποτε ἐκείνην διὰ τὸ ἅμα πολλὰ ὁρᾶν, καὶ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι οὐ κατὰ μόνην τὴν πρώτην προσβολὴν καὶ σύνεσιν τοῦ πράγματος, ἀλλὰ κατὰ τὴν τῆς συνέσεως ἐπίκρισιν. p. 427 b 14 Φαντασία γὰρ ἕτερον καὶ αἰσθήσεως καὶ διανοίας. |Ὁ γὰρ σύνδεσμος, αἰτιολογικὸς ὤν, νῦν εἴρηται διὰ τὸ μόνοις εἰρῆσθαι τοῖς λογικοῖς τὴν διάνοιαν ὑπάρχειν, ὡς εἰ ἐπῆγεν· οὐ γὰρ δὴ ἡ αὐτὴ τῇ διανοίᾳ ἡ φαντασία, ἐπειδὴ καὶ ἐν ἀλόγοις ζῴοις ἡ φαντασία, ὥσπερ οὐδὲ τῇ αἰσθήσει ἡ αὐτή. προστίθησι γὰρ καὶ τοῦτο, ἐπειδὴ καὶ περὶ φαντασίας αὐτῷ ὁ προκείμενός ἐστι λόγος. περὶ ἧς εἰπών, ὡς καὶ αἰσθήσεως καὶ διανοίας ἐστὶν ἑτέρα, δι’ ὧν ἐπιφέρει, ἅμα μὲν τὸ αἴτιον λέγει τοῦ δοκεῖν τοῖς μὲν ἀδιάφορον εἶναι πρὸς αἴσθησιν, τοῖς δὲ πρὸς διάνοιαν ἤτοι ὑπόληψιν διὰ γὰρ τὸ συνυπάρχειν ὁτὲ μὲν διάνοιαν ὁτὲ δὲ ὑπόληψιν καλεῖ τὴν λογικὴν ἐνέργειαν), ἅμα δὲ καὶ δι’ αὐτῶν τούτων διακρίνειν ἀξιοῖ τὴν φαντασίαν ἑκατέρας, αἰσθήσεως τε καὶ διανοίας. ἐπειδὴ γὰρ οὐκ ἄνευ αἰσθήσεως, προυπαρξάσης δὲ πάντως, ἐπιγίνονται αἱ φαντασίαι; διότι ἐν διαστάσει μέν τινι καὶ μερισμῷ καὶ διαιρέσει καὶ σχήμασιν οἱ φανταστικοὶ τρόποι, αἰσθητὰ δὲ ταῦτα, τὰ δὲ αἰσθητὰ κατ’ αἴσθησιν ἡμῖν [εἶναι] γνωστὰ τοῖς μὴ εἰς νοῦν ἀναδραμοῦσι καὶ ἱκανοῖς ἐξ αἰτίας καὶ τὰ ἔσχατα τῶν αἰτιατῶν γινώσκειν ,εἰκότως ἔνιοι μὲν ἀπατῶνται οὐ διακρίνοντες τὸ ἐπιγινόμενον τοῦ οὗ οὐκ ἄνευ, οἱ δὲ διακρίνοντες καὶ ταύτην τὴν φαντασίαν ἀπὸ τῆς αἰσθήσεως γνωρίζουσιν. ὁμοίως δὲ καὶ ἀπὸ τῆς ὑπολήψεως · ταῖς γὰρ ἔξω ὅλαις ῥεψάσαις ψυχαῖς καὶ πάντῃ μὲν τῆς καθ’ αὑτὰς ἀποστάσαις ἐνεργείας, πρὸς δὲ μόνα τεταγμέναις τὰ αἰσθητά, συνεργούσης καὶ τῆς γενέσεως πρὸς τὴν ἀποστροφὴν τῆς κατὰ λόγον ζωῆς, δεῖται καὶ ἡ διάνοια πρώτης μὲν αἰσθήσεως, ἔπειτα δὲ πείρας τε καὶ μνήμης, ἵνα τὸ καθόλου τέως τῶν κατὰ τὸ αὐτὸ εἶδος ὁριζομένων γνωρίσαι δυνηθῇ καὶ ἐντεῦθεν καὶ εἰς τὸ ὁριστικὸν αὐτῶν ἀναδραμεῖν εἶδος καὶ ὅλως εἰς τὰ αἴτια, ὧν διανοητικὴ καὶ νοερὰ ἡ γνῶσις· ὡς κἀνταῦθα τοῖς μὴ διακρίνουσι τὸ μνημονικὸν τοῦ συναγωγοῦ τῶν καθόλου σύγχυσιν ἀμφοῖν ἕπεσθαι, καὶ τοῖς αὐτῷ τούτῳ ἐφιστάνουσι τεκμήριον τῆς ἑτερότητος γίνεσθαι ἱκανόν, ὅτι τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς οὗ οὐκ ἄνευ. p. 427 b 16 16 Ὅτι δ’ οὐκ ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις φανερόν· Ὑπόληψιν μὲν τὴν λογικήν, ὡς εἴρηται, γνῶσιν, νόησιν δὲ νῦν τὴν φαντασίαν καλῶν, ἣν καὶ πάθος προσαγορεύει, καὶ ἐν τῇ μνημονικῇ τίθεσθαι βούλεται δυνάμει. πῶς οὖν, κἂν ἄνευ ταύτης μὴ γίνηται ὑπόληψις, διακρίνει αὐτὴν ἀπὸ τῆς ὑπολήψεως ; ὅτι τοῦτο τὸ πάθος ἐφ’ ἡμῖν ἐστιν, ὅταν βουλώμεθα •οὐχ ὅτι πᾶσα φαντασία ἐφ’ ἡμῖν καὶ γὰρ ἀκούσιοι ἐγγίνονται), ἀλλ’ ὅτι καὶ ἐφ’ ἡμῖν ἔνιαι εἰς τὸ προχειρίσασθαι, οὐ μέντοι καὶ εἰς τὸ ἀναστεῖλαι ὁμοίως. πάθος μὲν οὖν ἡ φανταστικὴ ἐνέργεια διὰ τὸ μεριστὸν καὶ τυπωτικὸν αὐτῆς καὶ ἀχώριστον σωμάτων ,ἐφ’ ἡμῖν δὲ οὖσα, διότι οὐχὶ τοῖς πράγμασι πάντως ἑπομένως ἀναπλάττομεν τοὺς τύπους, οὐδὲ προβάλλομεν τὰς φαντασίας τῆς ἀληθείας φροντίζοντες πάντως. ὥσπερ γὰρ ἡ αἴσθησις οὐκ ἦν ὡς ἀληθοῦς ἀντιληπτική, ἀλλὰ μόνον τοῦ αἰσθητοῦ, οὐδὲ ἡ φαντασία, ἀλλὰ μόνον τῶν τύπων τοσοῦτον προσλαβοῦσα παρὰ τὴν αἴσθησιν, τὸ μὴ ἀεὶ παρόντων δεῖσθαι τῶν αἰσθητῶν, οἷς ὅμοιοι οἱ τύποι, ἀλλὰ καὶ ἀφ’ ἑαυτῆς τούτους προβάλλεσθαι, καὶ οὐδὲ πάντως ἀκολουθοῦσα τοῖς ἐξ ἀρχῆς ὀφθεῖσιν, ἀλλὰ καὶ προστιθεῖσα καὶ ἀφαιροῦσα καὶ μεταμορφοῦσα καὶ παντοίως ποικίλλουσα. p. 427 b 18 Πρὸ ὀμμάτων γὰρ ἔστι ποιήσασθαι, τουτέστι προχειρίσασθαι τοὺς τύπους καὶ κατ’ αὐτοὺς ἐνεργεῖν, ὥσπερ, φησίν, οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι, τουτέστι ἀναμιμνησκόμενοι, ἵν’ ἀντὶ τῆς ἀναμνήσεως ἡ μνήμη λέγηται· οὕτω γὰρ ὁ Ἀλέξανδρος· ἢ μᾶλλον, ὥσπερ, ὅτε μεμνῆσθαι θέλομεν, πολλάκις ἐνεργοῦμεν κατὰ τὸν τύπον· τὸ δὲ καὶ εἰδωλοποιεῖν δηλοῖ τὸ μὴ πάντως τοῖς πράγμασιν ὁμοίαν ποιεῖσθαι τὴν τῶν τύπων προβολήν. p. 427 b 20 Δοξάζειν δ’ οὐκ ἐφ’ ἡμῖν· ἀνάγκη γὰρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν. ἐπὶ πλέον μὲν τῆς δόξης ἡ ὑπόληψις, εἴληπται δὲ ἀντὶ πάσης ὑπολήψεως ἡ δόξα. πάσης γὰρ κοινὸν τὸ ἢ ἀληθεύειν ἡ ψεύδεσθαι ,ἐπειδὴ ἐν συγκαταθέσει πᾶσα ὑπόληψις. ἡ δὲ συγκατάθεσις οὐ κατὰ μόνην τὴν τῶν προσπιπτόντων σύνεσιν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ ἀληθοῦς ἢ ψεύδους διάκρισιν. ἐν δὲ τῇ πρὸς τὰ πράγματα συμφωνίᾳ καὶ διαφωνίᾳ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· τὰ πράγματα δὲ οὐκ ἐφ’ ἡμῖν. p. 427b21 ἔτι δὲ ὅταν μὲν δοξάσωμεν δεινόν τι ἢ φοβερόν, εὐθῦς εὐθὺς συμπάσχομεν, ὁμοίως δὲ καὶ ἐὰν ᾖ θαρραλέον. τὴν ἐν τῇ ὑπολήψει συγκατάθεσιν τῆς ψυχῆς καὶ ἐκ τῶν ἑπομένων αὐτῇ πιστοῦται παθῶν· φοβεῖται γὰρ καὶ θαρρεῖ κατὰ τὴν οἴησιν, ἐπειδὴ ἐν πίστει ἡ οἴησις. p. 427 b 23 Κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν, ὥσπερ ἂν εἰ θεώμενοι ἐν γραφῇ τὰ δεινὰ ἢ θαρραλέα. Ἀφομοιωματικὴ γὰρ ἡ φαντασία, καὶ ὡς τὰ ἐν τῇ γραφῇ ἑτέρων ἐστὶν ἀπεικάσματα, οὕτως ἔχει καὶ τὰ ἐν τῇ φαντασίᾳ· διὸ οὐχ ὡς ἀληθέσι συντίθεται ἡ ψυχή, ἵνα καὶ θαρρήσῃ ἢ φοβηθῇ. ἥδεταί γε μὴν ἢ λυπεῖται οὐχ ὡς ἐν αὐτοῖς γινομένη τοῖς πράγμασιν, ὡς δὲ ἐν τῇ ἐκείνων μνήμῃ. |p. 427b24 εἰσὶ δὲ καὶ αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη καὶ δόξα καὶ φρόνησις καὶ τὰ ἐναντία τούτων. ἐπειδὴ τῆς μὲν ὑπολήψεως προέθετο διακρῖναι τὴν φαντασίαν, τὴν δὲ δόξαν ἀντὶ πάσης παρέλαβεν ἐν μέσῳ τῆς ὑπολήψεως (κοινὰ γὰρ πάσῃ ὑπάρχει καὶ οὐ μόνῃ δόξῃ ἥ τε πίστις καὶ τὸ μὴ ἐφ’ ἡμῖν ἀλλ’ ἐπὶ τοῖς πράγμασιν εἶναι τὴν περὶ τούτων ἀλήθειαν καὶ τὰ ἐπὶ τοῖς ὡς ἀληθέσιν ὑπολαμβανομένοις ἐγειρόμενα πάθη, θάρρη τε καὶ φόβοι), διαιρεῖ τὰ τῆς ὑπολήψεως εἴδη, ἵνα ὅτι κοινὰ ἐπὶ πάσης τὰ εἰρημένα ἐκ τῶν εἰδῶν ἐπιόντες γνωρίσωμεν. ἡ μὲν οὖν φρόνησις πρακτική ἐστι μετ’ αἰτίας γνῶσις, θεωρητικὴ δὲ ἡ ἐπιστήμη, ἐπαμφοτερίζει δὲ ἡ ἀληθὴς δόξα, τῆς αἰτίας ἑκατέρωθι ἀμοιροῦσα. δεῖ γὰρ νῦν τὴν ἀληθῆ ἀκούειν δόξαν, ἐπειδὴ συντάττεταί τε ἐπιστήμῃ καὶ φρονήσει, καὶ ἵνα ἐν τοῖς ἐναντίοις ὡς τὴν ἀνεπιστημοσύνην καὶ τὴν ἀφροσύνην ἔχομεν, οὕτω καὶ τὴν ψευδοδοξίαν. p. 427b26 Περὶ ὧν τῆς διαφορᾶς ἕτερος ἔστω λόγος. ’Ev γὰρ τοῖς Ἠθικοῖς ἃς νῦν εἶπε τῆς ὑπολήψεως διαφορὰς διακρίνει σαφέστερον. p. 427b27 Περὶ δὲ τοῦ νοεῖν, ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι. Ἐπ’ αὐτῆς τῆς ψυχῆς καὶ τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι ἀκουστέον. οὐ γὰρ τὸ κρεῖττον ἢ κατὰ ψυχὴν νοεῖν φαντασία ἐστὶν ἢ ὑπόληψις, ἀλλὰ δεῖ ἀκοῦσαι τοὐ λεγομένου ὡς οὕτως εἰρημένου περὶ δὲ τοῦ νοεῖν τῆς ψυχῆς. p. 428 a 1 Εἰ δή ἐστιν ἡ φαντασία, καθ’ ἣν λέγομεν φάντασμα ἡμῖν γενέσθαι. Ὡς τῇ αἰσθήσει τὸ αἰσθητὸν καὶ τῇ ἐπιστήμῃ τὸ ἐπιστητόν, οὕτω καὶ τῇ φαντασίᾳ τὸ φάντασμα σύστοιχόν ἐστι γνωστόν· καὶ ὡς τῶν αἰσθήσεων ἑκάστην ἀπὸ τῶν οἰκείων διωρίζετο αἰσθητῶν, οὕτω καὶ νῦν ὑπογράφει τὴν φαντασίαν, καθ’ ἣν τὰ φαντάσματα ἡμῖν γίνεται, διακρίνων αὐτὴν ἀπὸ τῆς κατὰ μεταφορὰν ἐκ ταύτης λεγομένης, ὅτε ἐπὶ τοῦ φαινομένου τῇ φαντασίᾳ χρώμεθα καὶ ἐπὶ αἰσθήσεως καὶ ἐπὶ δόξης. p. 428 a 3 Μία τίς ἐστι τούτων δύναμις ἢ ἕξις, καθ’ ἣν κρίνομεν καὶ ἀληθεύομεν ἡ ψευδόμεθα. Διαφόρων οὐσῶν τῆς ψυχῆς δυνάμεων, οἷον θρεπτικῆς, κινητικῆς κατὰ τόπον, γνωστικῆς, ὀρεκτικῆς, ἡ φαντασία γνωστική τίς ἐστι δύναμις, κριτικὴ οὖσα, τουτέστιν ἀντιληπτικὴ καὶ γνωστικὴ τοῦ φαντάσματος. ἀληθεύει γὰρ ἢ ψεύδεται, ὅμοιον μὲν τὸ φάντασμα ἀναζωγραφοῦσα τῷ πράγματι, οὗπερ τὸ φάντασμα, ἀληθεύουσα, ἀνόμοιον δὲ ψευδομένη, εἴτε ἀκουσίως τοῦτο πάσχουσα διὰ λήθην φέρε, εἴτε καὶ κατ’ ἰδίαν ὁρμὴν προστιθεῖσά τι ἢ ἀφαιροῦσα ἢ ὁπωσοῦν ποικίλλουσα. δι’ ὧν πιστοῦται τὸ κριτικὴν εἶναι δύναμιν τὴν φαντασίαν· τῆς γὰρ γνωστικῆς τὸ ἀληθεύειν ἴδιον πάσης, ἐπί τινος δὲ καὶ τὸ ψεύδεσθαι. δύναμιν δὲ ἢ ἕξιν, δύναμιν μὲν τὸν οὐσιώδη προσαγορεύων χαρακτῆρα, καθ’ ὃν πάντα ἄνθρωπον λογικόν φαμεν, ἕξιν δὲ τὴν προβεβλημένην διάθεσιν. καὶ ἡ φαντασία δὲ οὐσιώδης τέ ἐστι δύναμις καὶ προβαλλομένη διάθεσις, καθ’ ἣν ὡρισμένως ἢ ἀορίστως τὰ φαντάσματα τυποῦμεν ,καὶ ἢ ἄλη θὼς ἢ ψευδῶς, καὶ ἐμμεθόδως ἢ ἀτάκτως. ἐφ’ οἷς καταριθμεῖται τὰς γνωστικὰς δυνάμεις, αἴσθησιν δόξαν, ἐπιστήμην νοῦν, ὧν διαφέρουσαν δεῖξαι τὴν φαντασίαν προτίθεται· αἴσθησιν μὲν τὴν δι’ ὀργάνου δεχομένου πρότερον τὴν ἀπὸ τοῦ αἰσθητοῦ ἐνέργειαν ἐγειρομένην γνῶσιν, αὐτῶν μὲν τῶν αἰσθητῶν ὑπάρχουσαν, συναρμοζομένην δὲ προσεχῶς τοῖς ἐν τοῖς αἰσθητηρίοις ἐγγινομένοις τῶν αἰσθητῶν εἴδεσιν, δόξαν δὲ τὴν περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ὑπόληψιν καὶ περὶ τὰ ἀναγκαῖα ἄνευ τῆς αἰτίας πίστιν, ἐπιστήμην δὲ τὴν μετ’ αἰτίας καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων λογικὴν ἀνέλιξιν, νοῦν δὲ τὴν ἀθρόαν καὶ ἀμέριστον τῶν ὅρων θεωρίαν· p. 428a5 Ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις ἡ φαντασία, δῆλον ἐκ τῶνδε· Πρῶτον διορίζει λόγῳ τὴν φαντασίαν τῆς αἰσθήσεως τοιῷδε· ἡ αἴσθησις ἥ τε ἐνέργεια λέγεται ἡ αἰσθητική, ὡς ἡ ὅρασις, καὶ ἡ δύναμις, ὅτε μὴ ἐνεργεῖ, ὡς ἡ ὄψις. p. 428a7 Φαίνεται δέ τι καὶ μηδετέρου ὑπάρχοντος τούτων. Οὐ τῷ ζῴῳ μήτε τῆς ἐνεργείας μήτε τῆς δυνάμει ὑπαρχούσης αἰσθήσεως· τοῦτο γὰρ ἀδύνατον· ἀλλὰ ταῖς φαντασίαις μηδετέρας ἐνυπαρχούσης. φαίνεται γάρ τι, τουτέστι φάντασμα γίνεται, ὡς τὰ ἐν ὕπνοις ὀνειρατικὰ φαντάσματα ,οὔτε τῆς ὡς ἐνεργείας αἰσθήσεως |τῆς αὐτῆς τούτοις οὔσης οὐ γὰρ ἐνεργεῖ ἐν τοῖς ὕπνοις ἡ αἴσθησις) οὔτε τῆς δυνάμεως μέν, μὴ ἐνεργούσης δέ, ἐπειδὴ κατ’ ἐνέργειαν πάρεστι τὰ φαντάσματα •ὡς τὴν μὲν φαντασίαν ἐνεργεῖν, οὐχὶ δὲ τὴν αἴσθησιν, διὸ οὐχ αἱ αὐταί. p. 428a8 εἶτα αἴσθησις μὲν ἀεὶ πάρεστι, φαντασία δ’ οὔ. εὐθὺς γὰρ τικτομένοις τοῖς ζῴοις ἡ αἰσθητικὴ δύναται παρεῖναι ἐνέργεια, οὐ μὴν ἡ φανταστική· προσγεγενῆσθαι γὰρ δεῖ τὴν αἴσθησιν ,καὶ πλεονάκις ἴσως. ὑστέρα οὖν καὶ οὐκ ἀεὶ διὰ τοῦτο, εἴ γε μετὰ τὴν αἴσθησιν καὶ ὑπὸ τῆς αἰσθήσεως κινεῖται. δεύτερος οὖν οὗτός ἐστι χωρίζων αὐτὰς λόγος. καὶ τρίτος ὅδε· p. 428a9 Εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν ἄν ἐνδέχοιτο τοῖς θηρίοις φαντασίαν ὑπάρχειν. Ὁ τρίτος οὗτος λόγος ἀπὸ τῶν κατ’ ἐνέργειαν αἰσθήσεων τε καὶ φαντασιῶν, καὶ τὰς δυνάμεις τε καὶ οὐσίας αὐτῶν διορίζεται, τρισὶν ἐφεξῆς ἀπὸ τῶν ἐνεργειῶν χρώμενος ἐπιχειρήμασιν. ἑνὶ μὲν τῷ μὴ ἐπὶ πάντων τῶν ζώων καὶ τύπον ἑκάστου αἰσθητοῦ ἐγγίνεσθαι ,ὥσπερ κυνὶ ὁμολογουμένως, καὶ ἵππῳ δὲ γνωρίζοντι τὸν ἱπποκόμον καὶ πολλοῖς καὶ ἄλλοις, μύρμηκι δὲ καὶ μελίσσῃ καὶ ἐναργεστέρως σκώληκι οὐχὶ ἑκάστου ὡρισμένους, ἀλλὰ κοινότερον τροφῆς, ἢ εἰ καὶ τῆς ἐν τῷδε τῷ ἄλσει, ὡς ἐπὶ μελισσῶν, ἀλλ’ οὐχὶ καὶ τῆς ἀπὸ τοῦ ἀτόμου τουδὶ τοῦ ἄνθους. οὕτω γὰρ ἀκουστέον μὴ ἐν πᾶσιν ὑπάρχειν τὴν φαντασίαν, ἀλλ’ οὐχ ὡς μηδ’ ὅλως ὑπάρχουσαν. ἐν πᾶσι γάρ, κἄν μὴ ὡρισμένη· ἡ δὲ αἴσθησις τοῦ ἀτόμου ἀεὶ κατ’ ἐνέργειαν. ὥστε οὐκ ἄν ἡ φανταστικὴ ἐνέργεια ἡ αὐτὴ εἴη τῇ αἰσθητικῇ. δευτέρῳ δὲ ἀπὸ τῆς ἀληθείας καὶ τοῦ ψεύδους, εἴ γε αἱ μὲν αἰσθητικαὶ ἐνέργειαι ὡς ἐπὶ πλεῖστον ἀληθεῖς, ἐὰν μὴ τὸ διάστημα ἤ τι ἔξωθεν παρεμποδίζῃ, αἱ δὲ φανταστικαὶ αἱ πλεῖσται ψευδεῖς. συμβαίνει δὲ ταῖς μὲν τὸ ἀληθεύειν διὰ τὸ ἀπεστενωμένον, ταῖς δὲ τὸ ψεῦδος διὰ τὸ καὶ καθ’ ὁρμὴν ἀορισταίνουσαν ἐγείρεσθαι· τρίτῳ δὲ τῷ ἀπὸ τοῦ ἐναργοῦς καὶ ἀμυδροῦ τῆς τῶν αἰσθητῶν νώσεως τρόπου. ἀκριβέστερα μὲν γὰρ τὰ φανταστὰ τῶν αἰσθητῶν, οἷον εὐθεῖα, ἐπίπεδον, σχήματα, ἀλλ’ ἡ περὶ αὐτὰ τὰ αἰσθητὰ ἐνέργεια τῆς μὲν αἰσθήσεως ἐναργής, τῆς δὲ φαντασίας πόρρωθεν καὶ ἀμυδρά. διὸ καὶ τοῦ αἰσθάνεσθαι κατὰ μεταφορὰν κατηγοροῦμεν τὸ φαίνεσθαι καὶ τὸ φαντάζεσθαι τοῦ μὴ ἐναργοῦς, ὅτε συμβαίνει μὴ πάντως ἀληθεύειν, ἐνίοτε δὲ καὶ ψεύδεσθαι τὴν αἴσθησιν. τὰ δὲ ὁράματα καὶ μύουσι φαίνεσθαι εἶπεν ὡς ἐν τοῖς ὕπνοις· ὁράματα γὰρ τὰ φαντάσματα ἔφη τῶν ὁρατῶν. p. 428 a 16 Ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται. οὔτε γὰρ ἐπιστήμη οὔτε φρόνησις οὔτε ἔτι μᾶλλον νοῦς ἐστιν ἡ φαντασία. τὸ γὰρ ἀεὶ ἀληθεύειν νῷ τε καὶ ταῖς κατὰ λόγον πάρεστιν γνώσεσιν, ὅσαι τῶν αἰτίων ἔχονται· πάσα δὲ αἰτία οὐσία, καὶ ἥ γε κυρίως αἰτία καὶ πρώτη οὐσία· πόρρω δὲ αἰτίας καὶ πάσης οὐσίας ἡ φαντασία. p. 428 a 18 Λείπεται ἄρα ἰδεῖν εἰ δόξα. Ἡ πρὸς τὴν δόξαν τῆς φαντασίας διαφορὰ ἡ αὐτή μοι δοκεῖ τῇ τροειρημένῃ ἡ νῦν λεγομένη. ἐκεῖ τε γὰρ τὸ δοξάζειν οὐκ ἐφ’ ἡμῖν ἐλέγετο εἶναι, διὰ τὸ ἐξ ἀνάγκης ψεύδεσθαι ἢ ἀληθεύειν, καὶ ἐν τούτοις δόξῃ πίστιν ἕπεσθαι πάντως. πίστις δέ ἐστιν ἡ ὡς ἀληθεῖ τῶ γνωσθέντι συγκατάθεσις, διὸ καὶ ἀλόγοις οὐχ ὑπάρχει· ἡ γὰρ ὡς ἀληθοῦς τοῦ πράγματος κρίσις μετὰ τὴν σύνεσιν λογική. οἶδε μὲν γὰρ καὶ ὁ νοῦς ὅτι ἀλη θές, ἀλλὰ ἀμερίστως καὶ ἑνοειδῶς ἄμφω· ἡ δὲ λογικὴ γνῶσις καὶ εἰ ἀληθὴς ἡ σύνεσις κρίνουσα οὕτω συγκατατίθεται, λόγῳ πάντως ἐπερειδομένη ἢ ἀναγκαίῳ ἢ πιθανῷ, ἢ τῷ λέγοντι ὡς ἀξιοπίστῳ προσώπῳ, καὶ τοῦτο κατά τινα κρίνουσα λόγον. οἷον καὶ ἐπὶ τῶν αἰσθητῶν διττὴ ἐγγίνεται γνῶσις, ἡ μὲν ὅτι ἄνθρωπος τὸ ὁρώμενον, ἡ δὲ ὅτι ἀληθὴς ἡ γνῶσις, ἐκείνη μὲν αἰσθητική, αὕτη δὲ λογική. διαφαίνεται δὲ τὸ διττὸν ἐν τοῖς πόρρωθεν ὁρωμένοις· οὐ γὰρ συντίθεμαι ὅτι ἄνθρωπος, εἰ μὴ ὅτι κινούμενον καὶ δίπουν καὶ ὄρθιον λογίσομαι· ἐπὶ δὲ τῶν ἐγγὺς λανθάνει, διὰ τὸ εὐθὺς ἐπακολουθεῖν τῇ τοῦ ὁρωμένου γνώσει τὴν τοὐ ὅτι καὶ ἀληθῶς γινώσκομεν. οὐ γὰρ ταὐτὸν ἡ περὶ ὁτουοῦν σύνεσις καὶ ἡ περὶ τοῦ ὅτι καὶ ἀληθὴς ἡ σύνεσις, ᾗ ἕπεται ἡ συγκατάθεσις, παραδοχὴ οὖσα τοῦ ἀληθοῦς. φιλαλήθης γὰρ ἡ ψυχή, οὐδέ|ποτε κατὰ τὸ ψεῦδος ἀνεχομένη διατίθεσθαι, ἀλλὰ κατὰ τὸ φανὲν59r ἀληθὲς πάντως καὶ εὐθύς. διακέκριται μὲν οὖν ἐπὶ πάσης ὑπολήψεως τὸ διττὸν τῆς γνώσεως, ἀλλὰ τῇ μὲν ἐπιστημονικῇ τῶν ὄντων γνώσει ἀκριβεῖ οὔσῃ εὐθὺς καὶ ἡ ὅτι ἀληθὴς ἡ γνῶσις συνακολουθεῖ, ὡς καὶ τῇ ἐγγὺς γινομένῃ ὁράσει, ἐπὶ τῆς δοξαστικῆς δὲ γνώσεως κατὰ τὸ δοκοῦν καὶ ἐπιπόλαιον καὶ οἷον πόρρωθεν, διὰ τὸ μὴ εἰς̣ βάθος χωρεῖν μηδὲ τῶν πρώτων ἔχεσθαι αἰτιῶν, διαφαίνεται τὸ διάφορον. καὶ ὀρθῶς δὲ ἔφη ἕπεσθαι τῇ δόξῃ τὴν πίστιν, ἐπειδὴ συστατικὸν τῆς δόξης ὂν ἐπὶ πλέον αὐτῆς ἐστιν, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ ἐπιστήμῃ τε καὶ νῷ ὑπάρχει καὶ φρονήσει καὶ αὐτῇ τῇ δόξῃ. ἐν ἀμφοῖν γὰρ τὸ εἶναι τῇ δόξῃ, ἔν τε τῆ ἐπιπολαιοἐστὶν τέρα τῶν πραγμάτων συνέσει καὶ ἐν τῇ ὡς ἀληθεῖ συγκαταθέσει. ἡ δὲ πίστις πάσῃ λογικῇ τε καὶ νοερᾷ ἑπομένη γνώσει οὐδενὶ ὑπάρχει τῶν θηρίων, ἐπειδὴ οὐδὲ ὡς ἀληθοῦς ἀντιληπτικὴ ἡ ἄλογος γνῶσις, ἀλλὰ μόνου τοῦ πράγματος, οὗπερ καὶ ἔστι γνωστική, ἀληθὴς μὲν ὑπάρχουσα, οὐκ αὐτὸ δὲ τοῦτο κρίνουσα ὅτι ἀληθής. ἐπιστρεπτικῆς γὰρ εἰς ἑαυτὴν γνώσεως τῆς ὅτι αὐτὸ τοῦτο γινώσκει ὅλως ἢ ὅτι ἀληθῶς ἢ ψευδῶς ἀντιληψομένης· αὐτὴ γὰρ ἑαυτὴν γνώσεται. πρὸς δὲ μόνον τὸ ἔξω πᾶσα ἡ ἄλογος τέταται ζωή, ἐπεὶ καὶ ὀρέγεται μόνων τῶν ἐκτὸς καὶ γινώσκει μόνα ταῦτα· καὶ οὔτε ἡ ὄρεξις αὐτῶν ὡς ἀγαθῶν γίνεται τῶν ἐκτός, ἀλλ’ ὡς ἡδέων μόνον, οὔτε ἡ γνῶσις ὡς ἀληθῶν, ἀλλ’ ὡς αἰσθητῶν μόνων. ἐν μὲν γὰρ τῇ ὡς ἀγαθοῦ ἢ ὡς ἀληθοῦς συναισθήσει συναναφέρειν ἀνάγκη καὶ τὸ ὠφελούμενον ἢ τὸ ἀληθεῦον ἑαυτό· οὔτε δὲ ἐν τῇ τοῦ ἔξω γνωστοῦ κρίσει τὸ γινῶσκον πάντως, οὔτε ἐν τῇ τοῦ ἡστοῦ συναισθήσει τὸ ἡδόμενον. τοὐ- ναντίον γὰρ καὶ τὴν ἡμετέραν ψυχὴν ἡ σφοδρὰ περὶ τὰ ἐκτὸς ἡδονὴ ὡς καὶ ἡ σύντονος αὐτῶν αἴσθησις ἐξίστησιν ἑαυτῆς. p. 428a22 ἔτι πάσῃ μὲν δόξῃ ἀκολουθεῖ πίστις, πίστει δὲ τὸ πεπεῖσθαι, πειθοῖ δὲ λόγος· τῶν δὲ θηρίων ἐνίοις φαντασία μὲν ὑπάρχει, λόγος δὲ οὔ. Ἀπὸ μὲν τῆς αὐτῆς ὥρμηται ἐννοίας καὶ τὸ νῦν ἐπιχείρημα •οὐ μὴν ἀπαραλλάκτως ἐστὶ ταὐτὸν τῷ προειρημένῳ. ἐκεῖνο μὲν γὰρ ἐκ τοῦ τέλους, τοῦτο δὲ ἀπὸ τῆς ἐπὶ τὸ τέλος πορείας ὥρμηται, διότι τέλος μὲν ἡ πίστις, ὁδὸς δὲ ἐπὶ ταύτην τὸ πείθεσθαι. καὶ ἡ μὲν ἰσχὺς ἐκείνῳ ἐκ τοῦ ὅρου τῆς πίστεως, συγκαταθέσεως οὔσης ὡς ἐπὶ ἀληθεῖ, τούτῳ δὲ ἐκ τῆς περὶ πειθοῦς ἐννοίας, ἣν προηγεῖσθαι δεῖ τῆς πίστεως ὡς τέλους ἐπιγινομένης τῇ πειθοῖ. ἔστι γὰρ ἡ πειθὼ ἡ διὰ λόγου ἐγγινομένη συγκατάθεσις, ὡς ἡ πίστις ἡ ἤδη οὖσα συγκατάθεσις. καὶ γὰρ ἐν τῇ πειθοῖ ἐξέτασίς τις ἐγγίνεται τῆς τῶν πραγμάτων συνέσεως καὶ ὡς ἀληθῶν γινομένη ἀποδοχή. ἐνίοις δὲ θηρίοις ὑπάρχειν λέγει φαντασίαν, τὴν ὡρισμένην καὶ τοῦδέ τινος καλῶν φαντασίαν. p. 428a24 Φανερὸν τοίνυν, ὅτι οὔτε δόξα μετ’ αἰσθήσεως, οὔτε δι’ αἰσθήσεως οὔτε συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἄν εἴη. τοῦ Πλάτωνος ἔν τε τῷ Σοφιστῇ καὶ ἐν τῷ Φιλήβῳ τὴν φαντασίαν ἐν μίξει δόξης τε καὶ αἰσθήσεως τιθεμένου, ἐνίστασθαι μὲν πρὸς τὴν θέσιν διὰ τούτων δοκεῖ. τὸ δὲ ἀληθὲς ὅπως χρὴ τῆς μίξεως ἀκούειν, ἐνδείκνυται διὰ τῆς τῶν παρακειμένων ὑπονοιῶν ἀναιρέσεως. οὔτε γὰρ οὕτως ὡς προηγουμένης μὲν τῆς αἰσθήσεως, ἑπομένης δὲ τῆς δόξης, καὶ ἐν τῇ τοιαύτῃ ἀμφοῖν ἐνεργείᾳ τῆς φαντασίας τὸ εἶναι ἐχούσης (ἥντινα ὑπόνοιαν ἐδήλωσε διὰ τοῦ οὔτε δι’ αἰσθήσεως), οὔτε ὡς ἅμα ἀμφοτέρων γινομένων, οὔτε ὡς συντρεχουσῶν μέν, ἑκατέρας δὲ ἀπλῆν τὴν ἴδιον ἀποδιδούσης ἐνέργειαν πρὸς τὴν λοιπὴν ἄμικτον ὅπερ νοητέον λέγειν αὐτὸν οὔτε δόξα μετ’ αἰσθήσεως φάσκοντα), ἢ ὡς καὶ συντρεχουσῶν καὶ συμπλεκομένων ἀλλήλαις οὐ διακεκρινομένως ἔτι, ἀλλὰ μιᾶς κοινῆς τῆς ἐξ ἀμφοῖν γινομένης ἐνεργείας οὐ κατὰ σύγκρισιν ἐν παραφθορᾷ τινι ἑκατέρας, ὡς ἐπὶ τοῦ οἰνομέλιτος οὐ γὰρ ἐπὶ τῶν ἀσωμάτων τοῦτο οἷόν τε ὑποτίθεσθαι), ἀλλὰ σωζομένων μὲν εἰλικρινῶν, ὅσον δὲ ὅλης ἑκατέρας δι’ ὅλης διαβαινούσης τῆς λοιπῆς. οὐ δὴ ἡ ὁπωσοῦν αἰσθήσεως καὶ δόξης τοιάδε μῖξις φαντασία ἐστί. διά τε ταῦτά φησι, τὰ εἰρημένα λέγων, ὅσα καὶ τῆς αἰσθήσεως καὶ τῆς δόξης ἑκατέρας ἴδια διέκρινε τὴν φαντασίαν· οἷον εἰ ἐν τοῖς φαντάσμασι τοῖς ὀνειρατικοῖς μήτε ἡ κατὰ δύναμιν μήτε ἡ κατ’ ἐνέργειαν ὑπάρχει αἴσθησις, καὶ εἰ παρόντων μὲν ἡ αἴσθησις, ἡ δὲ φαντασία καὶ ἀπόντων γίνεται τῶν αἰσθητῶν, καὶ εἰ ἡ μὲν δόξα οὐκ ἐφ’ ἡμῖν καὶ μετὰ τῆς ὡς πρὸς ἀληθὲς συγκαταθέσεως καὶ διὰ πειθοῦς καὶ λόγων ἐγγινομένη, ἡ δὲ φαντασία καὶ ἐφ’ ἡμῖν καὶ ἄνευ πίστεως καὶ λόγου, οὐκ ἂν οὐδὲ ἐν τῇ ἀμφοῖν ἐκείνων ἐνεργείᾳ ἢ ὁμοῦ συνδραμουσῶν ἢ τῆς μὲν ἡγουμένης τῆς δὲ ἑπομένης ἡ φαντασία εἴη. διά τε ταῦτα καὶ δι’ ὃ νῦν ἐπιφέρει ἐπιχείρημα. τίνα οὖν αὐτῶν λέγει μῖξιν ὁ Πλάτων’; τὴν ἐν τοῖς μέσοις, ἁπλοῖς καὶ αὐτοῖς οὖσι, διὰ τὴν πρὸς |ἄμφω τὰ ἄκρα κοινωνίαν λεγομένην ἐκ τῶν ἄκρων σύνθεσίν τε καὶ μῖξιν. οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐκ λευκοῦ καὶ μέλανος τὰ μεταξὺ εἶναι λέγει χρώματα καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας διὰ μόνην τὴν πρὸς τὰ ἄκρα τῶν μέσων κατὰ τὴν ἁπλότητα κοινωνίαν. μέση γὰρ καὶ ἡ φαντασία αἰσθήσεώς τε καὶ δόξης. p. 428a27 Καὶ δῆλον ὅτι οὐκ ἄλλου τινός ἐστιν ἡ δόξα, ἀλλ’ ἐκείνου, οὗπερ ἐστίν, ὁ μοῦ καὶ ἡ αἴσθησις. ἐναργὲς τὸ ἀξιούμενον μὴ ἐκ τῆς περὶ ἄλλου μὲν αἰσθήσεως περὶ ἑτέρου δὲ δόξης τὴν ἐξ ἀμφοῖν συντίθεσθαι φαντασίαν, ἀλλ’ ἐκ τῆς περὶ τοῦ αὐτοῦ· καὶ οὐ κατὰ συμβεβηκὸς ἐκ τῆς περὶ τοῦ αὐτοῦ, οἷον περὶ Σωκράτους οὐ τῆς μὲν ὅτι λευκός, τῆς δὲ ὅτι ἀγαθός (κατὰ συμβεβηκὸς γὰρ οὕτω περὶ τοῦ αὐτοῦ, ἐπειδὴ ἀμφοῖν καὶ τῷ λευκῷ καὶ τῷ ἀγαθῷ ὁ Σωκράτης ὑπόκειται), ἀλλ’ ἵνα καθ’ αὑτὸ περὶ τὸ αὐτὸ ὦσιν ἀμφότεραι, ὅτι καὶ λευκὸς καὶ ἀγαθὸς Σωκράτης, εἰ μέλλοι καὶ μία ἐξ ἀμφοῖν φαντασία γίνεσθαι. p. 428 b 2 Φαίνεται δὲ καὶ ψευδῆ, περὶ ὧν ἅμα ὑπόληψιν ἀληθῆ ἔχει. ἐναργὲς οἶμαι καὶ τοῦτο ὡς οὐ μόνον δεῖ ἀμφοτέρας καθ’ αὑτὸ περὶ τοῦ αὐτοῦ εἶναι, ἀλλὰ καὶ μὴ διαστασιάζειν πρὸς ἀλλήλας. στάσις δὲ ἐν ταῖς γνώσεσιν ἡ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ὅταν οὖν ὡς ἐπὶ τοῦ ἡλίου ἡ μὲν αἴσθησις ᾖ ψευδής, ἡ δὲ δόξα ἀληθής, συμβήσεται τὴν ἐξ ἀμφοῖν κατὰ συμπλοκὴν συστᾶσαν φαντασίαν τὴν αὐτὴν ἅμα τε ἀληθῆ καὶ ψευδῆ γίνεσθαι, εἰ μὴ ἄρα μεταπίπτειν τις καὶ γίνεσθαι ψευδῆ θεῖτο καὶ τὴν δόξαν· ὅτι γὰρ ἡ αἴσθησις οὐ μετατίθεται εἰς τὸ ἀληθὲς ἡ περὶ τοῦ ἡλίου, φανερόν. ἀλλ’ οὐδὲ ἡ δόξα ἐπὶ τὸ ψεῦδος, μήτε ἡμῶν μεταδοξασάντων μήτε τοῦ ἡλίου ἄλλως νῦν ἢ πρότερον ἔχοντος. διχῶς γὰρ οὕτως, ὡς καὶ ἐν Κατηγορίαις λέγεται, συμβαίνει τὸν πρότερον ἀληθῶς ὑπολαμβάνοντα περί τινος ψευδῶς ὕστερον δοξάσαι, ἢ αὐτὸν μεταπεισθέντα ἢ ἐπιλανθανόμενον, ἢ τοῦ πράγματος ἀδήλως αὐτῷ μεταπεσόντος. οὐκοῦν μία οὖσα ἡ φαντασία καὶ περὶ πράγματος ἑνὸς ἔσται καὶ ψευδὴς διὰ τὴν αἴσθησιν τοῦτο γὰρ δηλοῖ τὸ φαίνεται καὶ ψευδῆ) καὶ ἀληθὴς διὰ τὴν ὑπόληψιν. οὐκοῦν καὶ ἐπὶ τοῦ φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος ἐπὶ τοῦ φαντάζεσθαι τοῦ φαίνεσθαι ἀκουσόμεθα διὰ τὴν αἴσθησιν, τοῦ αὐτοῦ φαντάσματος καὶ ἀληθοῦς γινομένου διὰ τὴν περὶ τοῦ ἡλίου ὡς μείζονος ὄντος τῆς γῆς πίστιν. p. 428 b 10 Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου. Διὰ τῶν προειρημένων ὅτι διώρισται τῶν ἄλλων γνωστικῶν δυνάμεων ἡ φαντασία ἐπιδείξας, ἐφεξῆς τίς ποτέ ἐστιν αὕτη παραδίδωσιν ,ἀπὸ τῶν ἐνεργειῶν αὐτῆς τὴν οὐσίαν τεκμαιρόμενος. κινεῖται μὲν οὖν προσεχῶς ὑπὸ τῶν αἰσθητῶν τὸ αἰσθητήριον, οὐ πάσχον μόνον ἀλλὰ καὶ ἐνεργοῦν διὰ τὸ ζωτικόν, ἐγειρομένης δὲ ἐπὶ τῷ ἐνεργητικῷ τούτῳ πάθει τῆς αἰσθητικῆς καθαρᾶς ἐνεργείας καὶ κρίσεως, κατὰ τὸ τοῦ αἰσθητοῦ ἑστώσης εἶδος, οὐκ ἔξωθεν οὐδὲ κατὰ πάθος, ἀλλ’ ἔνδοθεν τῆς αἰσθητικῆς οὐσίας κατὰ τοὺς οἰκείους λόγους αὐτὸ προβαλλούσης συμφώνως τῇ ἐν τῷ αἰσθητηρίῳ ἐγγινο- μένῃ παθητικῇ ἐνεργείᾳ · ὡς κίνησιν μὲν εἶναι τὴν ἐν τῷ αἰσθητηρίῳ ὑπὸ τοὐ αἰσθητοῦ γεγονυῖαν πάθην, τὴν δὲ τοῦ λόγου προβολὴν καὶ τὴν καθαρὰν τῆς αἰσθητικῆς ζωῆς κρίσιν καὶ τὸν κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ὅρον οὐ κίνησιν, ἀλλ’ ἀμέριστον ἐνέργειαν. ἐφ’ ᾗ προσεχῶς αὐτῇ συνημμένη ἡ φανταστικὴ ἐγείρεται ζωή ,ὀργάνῳ μὲν τῷ αὐτῷ χρωμένη ,ἀλλ’ οὐχ ὡς αἰσθητικῷ καὶ ἔξωθέν τι παθαινομένῳ ,ὡς δὲ φανταστικῷ καὶ ὑπὸ τῆς φανταστικῆς ζωῆς τυπουμένῳ καὶ μορφουμένῳ. καὶ οὐ θαυμαστὸν εἰ τὸ αὐτὸ ὄχημα ταῖς διαφόροις ἡμῶν ὑπέστρωται ζωαῖς, ὅπου γε καὶ τῇ λογικῇ ἡμῶν ζωῇ •συνδιατίθεται γοῦν ταῖς λογικαῖς ἡμῶν ἐνεργείαις οὐ τὸ πνεῦμα μόνον, ἀλλὰ καὶ τὸ στερεὸν τοῦτο ὄρ|γανον. προηγουμένως δ’ οὖν ὡς αἰσθητικὸν παθὸν τὸ πνεῦμα, καὶ τῆς αἰσθήσεως εἰς τὴν κατὰ τὸ εἶδος στάσης ἐνέργειν, καὶ τὸ πνεῦμα ἐπιτήδειον γίνεται πρὸς τὴν τῶν φανταστῶν τύπων ὑποδοχήν, καὶ αὐτὴ ἡ φαντασία ἐγείρεται πρὸς τὴν κατ’ οἰκείους λόγους τῶν φαν- ταστικῶν τύπων προβολὴν οἰκείως τοῖς αἰσθητικοῖς εἴδεσιν, οὐχ ἅπαξ ἢ δὶς ἐνίοτε μόνον τῶν αἰσθητικῶν δεηθεῖσα τύπων ἀλλὰ καὶ πλεονάκις πρὸς τὴν τῶν ὁμοίων προβολήν. ἐγερθεῖσα δ’ οὖν καὶ ἀφ’ ἑαυτῆς προβάλλει τὰ φαντάσματα καὶ τυποῖ καὶ διαμορφοῖ τὸ σχῆμα ἀφ’ ἑαυτῆς ἢ ὁμοίως τοῖς εἴδεσι τῶν αἰσθητῶν ἢ καὶ τὸ ἀκριβὲς προστιθεῖσα, ὡς καὶ τὴν ἀπλατῆ προτείνουσα εὐθεῖαν καὶ σχήματα τὰ ἀκριβέστατα, καὶ ἀορισταίνουσα δὲ ἐνίοτε καὶ ποικίλλουσα πολυτρόπως τοὺς τύπους. καὶ τὸ μὲν τῆς αἰσθήσεως δεῖσθαι πρὸς τὴν ἐξ ἀρχῆς ἔγερσιν κοινὸν ἔχουσα καὶ ταῖς λογικαῖς ἡμῶν ζωαῖς καὶ γὰρ αὗται διὰ τὴν ὅλην ἔξω τῆς ψυχῆς στροφὴν τῆς ὑπὸ τῶν ἔξωθεν οἷον πληγῆς τοῦ αἰσθητηρίου τὴν ἀρχὴν ἐδεήθησαν πρὸς τὴν τῶν οἰκείων γνωστῶν ἀντίληψιν), ἀλλὰ τούτων μεταβαινουσῶν ἐπὶ τὸ ἀσωμάτων καὶ ἀτύπωτον καὶ ἀμέριστον γνωστὸν ἡ φαντασία ἐν τῷ σωματοειδεῖ καὶ τυπωτικῷ καὶ μεριστῷ κατέχεται. καὶ γὰρ εἰ καὶ τὰς λογικὰς ἡμῶν, ὡς ὁ Ἰάμβλιχος βούλεται, ἀποτυποῦται ἐνεργείας πάσας, ὅμως κατὰ τὰ αἰσθητὰ ἀπεικονίζεται εἴδη μορφωτικῶς καὶ μεριστῶς. διὸ καὶ προσεχής ἐστι τῆ αἰσθήσει, ὑπερέχουσα ὅμως τῷ μετὰ τὴν ἐξ ἀρχῆς ἔγερσιν καὶ ἀφ’ ἑαυτῆς ἐνεργεῖν καὶ οὐκ ἀεὶ παρόντων δεῖσθαι τῶν αἰσθητῶν, καὶ τῷ τὴν ἀκρίβειαν προστιθέναι, ὅπερ ἴσως οὐ πᾶσα ἀλλ’ ἡ τῶν λογικῶν ἕξει φαντασία. ἅπασα δὲ τὸ ἡγεμονικὸν καὶ κινητικὸν τῶν ζῴων, τῶν μὲν ἄλλων ὡς πρώτη ἐν αὐτοῖς οὖσα γνωστικὴ ζωή, ἐν δὲ τοῖς ἀνθρώποις, ὅταν δι’ ἥντινά ποτε αἰτίαν ἐπικαλύπτηται ὁ λόγος. νῦν δὴ οὖν καὶ τοῖς τοῦ Ἀριστοτέλους συνακολουθῶμεν ῥήμασιν. p. 428 b 10 Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου· Ὡς ὑπὸ τοῦ μοχλοῦ ὁ λίθος κινηθέντος ὑπὸ τῆς χειρός. δεῖ δὴ κατὰ κοινοῦ τὸν ἐπειδὴ παρασυναπιικὸν σύνδεσμον τοῖς ἐφεξῆς προστιθέναι, ἕως οὗ τὴν ἀπόδοσιν ποιήσηται· οἷον καὶ ἐπειδὴ ἡ φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν ἐστιν αἴσθησις, καὶ ἐπειδή ἐστι γίνεσθαι κίνησιν ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως, καὶ ἐπειδὴ ταύτην ἀνάγκη ὁμοίαν εἶναι τῇ αἰσθήσει· καὶ λοιπὸν ἀποδίδωσι διὰ τοῦ εἴη ἄν αὕτη ἡ κίνησις καὶ ἐφεξῆς. ἀλλὰ πῶς ἐνέργεια οὖσα γνωστικὴ καὶ ἔνδοθεν ἐγειρομένη ἡ φαντασία κίνησίς ἐστιν; ἢ δοκεῖ ἔφη. δοκεῖ δὲ ὅλως, ἐπειδὴ μετὰ σώματος τοῦτο ὃ πάσχει πὼς καὶ κινεῖται, ὡς μὲν αἰσθητικὸν ἔξωθεν, ὡς δὲ φανταστικὸν ὑπὸ τῆς φανταστικῆς τυπούμενον ζωῆς. τὸ μὲν οὖν μὴ ἄνευ αίσθήσεως γίνεσθαι ἀλλ᾿ αίσθανομένοις, τὴν άρνήν δηλαδή, κοινὸν αὐτῇ, ὡς εἴρηται, καὶ πρὸς τὰς λογικὰς ἡμῶν ζωάς· ἐκεῖνο δὲ ἰήιον αὐτῆς τὸ καὶ ὧν ἡ αἴσθησίς ἐστιν. οὐ γὰρ ἐπὶ τὸ ἀσώματον αὐτὴ μεταβαίνει, ἀλλ’ ἐμμένει τοῖς σωματοειδέσι τύποις καὶ ταῖς διαστάσεσι καὶ μορφαῖς. τὸ μὲν οὖν γίνεσθαι ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθητικῆς κίνησιν ἤτοι ἐνέργειαν ἄλλην οὐκ ἐπὶ τῆς φαντασίας μόνης ,ὠὰ καὶ ἐπὶ τῶν λογικῶν ἡμῶν γνώσεων ἀληθές τε καὶ ἐναργές, ἀλλὰ τῷ γε προσεχῆ καὶ διὰ τὴν σωματοειδῆ πάθην ἐξ ἀνάγκης ὁμοία γίνεται ἡ φαντασία τῇ αἰσθήσει. συμπεραίνεται οὖν εἰκότως, ὡς κίνησις οὖσα διὰ τὴν ὡς εἴρηται σωματικὴν διαμόρφωσιν οὔτε ἄνευ αἰσθήσεως ἐγγίνεται· μερικοὶ γὰρ πάντως καὶ σωματοειδεῖς οἵ τε τύποι καὶ αἱ μορφαί, τὰ δὲ μερικὰ καὶ σωματοειδῆ δι’ αἰσθήσεως ἐστι πρώτως γνωστά, ὅτε οὐδὲ εἰς τὰ καθόλου ἡμῖν ἄνευ αἰσθήσεως ἡ ἀναφορά. p. 428 b 15 οὔτε μὴ αἰσθανομένοις ὑπάρχειν. οὔτε γὰρ φυτοῖς ἢ τοῖς μηδ’ ὅλως ζῶσιν οὔτε τοῖς ὑπὲρ αἴσθησιν, ὅσα κατὰ νοῦν ἢ λόγον οὐσίωται νοερόν· ἐπειδὴ μετὰ διαστάσεως καὶ μορφῆς αἱ φανταστικαὶ ἐνέργειαι ,αἱ δὲ τοῦ καθαροῦ λόγου καὶ ἔτι μᾶλλον αἱ τοῦ νοῦ τοῦ διαστατικοῦ καὶ μορφωτικοῦ ὑπερέχουσι μερισμοῦ. ἆρα οὖν οὐχὶ καὶ τοῖς οὐρανίοις δοτέον φαντασίαν; ἡ εἴπερ καὶ αἴσθησιν, καὶ οὕτως ὡς καὶ αἴσθησιν, ἔνδοθεν ὅλην ἐγειρομένην καὶ ἀφ’ ἑαυτῆς, καὶ ὑποστατικὴν καὶ γνωστικὴν τῶν τε αἰσθητῶν πάντων καὶ πρό γε τῶν ἔξω τῆς ἐν αὐτοῖς τοῖς θείοις αὐτῶν ὀχήμασιν ὡρισμένης τῶν αἰσθητῶν κατὰ λόγους σωματοειδεῖς προλήψεως, οὐ μορφωτικοὺς οὐδὲ ἄλλοτε ἄλλους, προσεχῶς δὲ τῶν μορφωτικῶν καὶ τῆς ἀπειρίας τῶν ἄλλοτε ἄλλων γινομένων ἐξῃρημένως περιεκτικους. p. 428b 16 Καὶ πολλὰ κατ’ αὐτὴν ποιεῖν καὶ πάσχειν τὸ ἔχον. Πάσχειν μὲν ὡς ὑπὸ τῶν αἰσθήσεων κινουμένην, ποιεῖν δὲ διὰ τὸ κινηθεῖσαν 60v ἤδη καὶ ἀφ’ ἑαυτῆς ἐγείρεσθαι καὶ τῇ μνήμῃ τὰ ζῷα κινεῖν. τὸ γὰρ κατ’ αὐτὴν οὐχ ὡς ὁριστικὴν μόνον, ἀλλὰ καὶ ὡς κινητικὴν ἀντὶ τοῦ ὑπ’ αὐτῆς ἀκουστέον, εἴ γε καὶ ἡ φανταστικὴ ψυχὴ χρῆται ὡς ὀργάνῳ τῷ ζῶντι σώματι. καὶ εἶναι καὶ ἀληθῆ καὶ ψευδῆ. καὶ γὰρ ἡ φαντασία τῶν γνωστικῶν ἐστιν ἐν ἡμῖν δυνάμεων· πάσῃ δὲ γνώσει τέλος τὸ ἀληθές· ἀλλ’ ἐπεὶ οὐκ ἔστι τῶν ἀεὶ ἀληθευουσῶν ὡς νοῦς καὶ ἐπιστήμη, εἰκότως ἢ ἀληθής ἐστιν ἢ ψευδής. ἐνίοτε μὲν οὖν καὶ οἷον ἑκοῦσα ψεύδεται· ἐφ’ ἡμῖν γὰρ καὶ τὰ μὴ ὄντα, ὡς εἴρηται, ἀναπλάττειν φαντάσματα · ἀλλὰ τοῦτο ἡ λογικὴ πάσχοι ἂν ἴσως φαντασία ποικίλλουσα διὰ τὴν ἐπὶ πολλὰ καὶ ἐπὶ τὰ ἀντικείμενα τοῦ λόγου μετάστασιν, ἡ δέ γε τῶν ἀλόγων οὐκέτι διὰ τὸ ἀπεστενωμένον. ἀλλὰ τὸ πάσῃ φαντασίᾳ ἑπόμενον ἀληθὲς καὶ ψεῦδος κατὰ τὴν πρὸς τὰς αἰσθήσεις ἀκολουθίαν ὑπογράφει, τὴν μὲν τοῖς ἰδίοις συγκινουμένην αἰσθητοῖς ἀληθῆ λέγων ὡς ἐπὶ τὸ πλεῖστον, ὅταν μὴ διὰ τὸ πόρρω ἢ ἄλλο τι παρεμπῖπτον καὶ αὐτὴ ἡ αἴσθησις ἁμαρτάνῃ· ἐπεὶ ἀληθευούσῃ τῇ αἰσθήσει συναληθεύει καὶ ἡ ἄρτι κινουμένη φαντασία, ὡς ἥ γε μετὰ χρόνον ἐγειρομένη καὶ ἡ τῶν ἰδίων αἰσθητῶν φαντασία ψεύδεται πολλάκις. διὸ καὶ προείρηται ἀληθεῖς μὲν εἶναι ἀεὶ τὰς τῶν ἰδίων αἰσθήσεις, ψευδεῖς δὲ τὰς πολλὰς φαντασίας, οὐχ ὅταν ἔτι παρῶσιν αἱ αἰσθήσεις, ἀλλ’ ἤδη γεγονυιῶν καὶ μετὰ χρόνον. περὶ μέντοι τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καὶ παρόντα γίνονται φαντασίαι ψευδεῖς, οἷον ὅτι Κλέωνος υἱὸς ὁ λευκός, ἐπειδὴ καὶ αἱ αἰσθήσεις αἱ περὶ ταῦτα. ὁμοίως δὲ ἔχουσι καὶ αἱ περὶ τὰ κοινὰ αἰσθητὰ αἰσθήσεις τε καὶ φαντασίαι, καὶ περὶ παρόντα ψευδόμεναι ἐνίοτε διὰ τό, εἰ καὶ μὴ κατὰ συμβεβηκὸς τούτων ἀντιλαμβάνονται αἱ αἰσθήσεις, ἀλλ’ ἐπειδὴ] οὐ πρώτως· τῶν γὰρ ἰδίων πρώτως. ὑπάρχει δὲ τὰ κοινὰ ὥσπερ καὶ τὰ ἴδια συμβεβηκότα ὄντα ἄμφω τοῖς κατὰ συμβεβηκὸς αἰσθητοῖς, ἅπερ αἱ ὑποκείμεναι οὐσίαι. τὸ δὲ περὶ ἅ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι περὶ ἀμφοτέρων ἀκουστέον τῶν τε κατὰ συμβεβηκὸς καὶ τῶν κοινῶν αἰσθητῶν. p. 428b27 Καὶ ἡ μὲν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής. Ἐγείρεται γὰρ καὶ παρούσης εὐθὺς ἡ φαντασία, κἄν ἐνίοτε λανθάνῃ διὰ τὸ πληκτικὸν τῆς αἰσθήσεως ἐπισπωμένης τὴν ἐπίστασιν, καὶ μάλιστα ὅταν πόρρω τὸ αἰσθητικόν, ὅτε συμβαίνει καὶ τῶν ἰδίων αἰσθητῶν διαψεύδεσθαι οὐ τὴν φαντασίαν μόνην, ἀλλὰ καὶ τὴν αἴσθησιν. ἐφ’ οἷς συνάγει μηδενὶ ἄλλῳ τὰ λεχθέντα προσήκειν ἢ τῇ φαντασίᾳ · ἦν δὲ τὰ λεχθέντα τὸ κίνησιν ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγγινομένην εἶναι (σωμάτων δὲ ἡ κίνησις), καὶ διὰ τὸ τυποῦσθαι καὶ μορφοῦσθαι τὸ πνεῦμα ἐγειρομένης τῆς φαντασίας, τῆς κινήσεως αὐτῆς κατηγορουμένης· τὸ ὁμοίαν εἶναι αὐτὴν τῇ αἰσθήσει διὰ τὸ ἀχώριστον τῶν σωμάτων ,συντυπουμένου ἀεὶ τῇ φανταστικῇ ἐνεργείᾳ τοῦ πνεύματος· καὶ τὸ τοῖς μὴ αἰσθανομένοις μὴ ὑπάρχειν καὶ ἄνευ αἰσθήσεως μὴ ἐγγίνεσθαι, ἐπειδὴ ἡ προβολὴ πᾶσα τῆς ψυχῆς τῆς ὅλης ἔξω γινομένης διὰ τῶν αἰσθητῶν ἐγείρεται, ἡ δὲ φαντασία καὶ ἐμμένει τοῖς αἰσθητοῖς τύποις· καὶ τὸ πολλὰ κατ’ αὐτὴν ποιεῖν καὶ πάσχειν τὸ ἔχον καὶ γὰρ ὁρμᾷ, ὅπερ ἐστὶ ποιεῖν, καὶ ἐρυθριᾷ καὶ ὠχριᾷ, ὅπερ ὑπὸ τὸ πάσχειν)· καὶ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι ,διὰ τὸ τῶν γνωστικῶν ὑπάρχειν δυνάμεων ,καὶ τούτων οὐ τῶν ἀεὶ ἀληθευουσῶν. καὶ τὸ ὄνομα δὲ ἐτυμολογεῖ τῆς φαντασίας κατὰ τὴν πρὸς τὰς αἰσθήσεις κοινωνίαν ἀπὸ τῆς I ἀρίστης ἐν αὐταῖς τῆς ὄψεως, ἧς ἡ ἐνέργεια μετὰ φωτός, ἀφ’ οὗ ὠνομάσθαι τὴν φαντασίαν. καὶ διὰ τὸ ἐμμένειν καὶ ὁμοίας εἶναι ταῖς αἰσθήσεσι πολλὰ κατ’ αὐτὰς πράττει τὰ ζῷα. πᾶσα γὰρ πρᾶξις περὶ τὰ αἰσθητά, ὡς καὶ ἐν ταῖς πράξεσι τοῖς αἰσθητοῖς χρῆσθαι καὶ ἐν ταῖς πρὸς αὐτὰς ὁρμαῖς τῇ τῶν αἰσθητῶν μνήμῃ, ἥτις μόνιμός ἐστιν ὁμοία ταῖς αἰσθήσεσιν ἐνέργεια. ἀλλ’ ἐν μὲν τοῖς ἄλλοις ζῴοις καὶ τὸ κατάρχον καὶ ἡγεμονοῦν τῶν πράξεων ἡ φαντασία ἐστίν, ἐπειδὴ μὴ ἔχει τι κρεῖττον· ἐν δὲ τοῖς ἀνθρώποις τὸ μὲν ἄρχον τῶν πράξεων ὁ πρακτικός ἐστι νοῦς, ὅταν κατὰ λόγον ἐνεργῶμεν (οὐκ ἄνευ δὲ φαντασίας · καὶ γὰρ αὐτὸς χρῆται ταῖς φαντασίαις, διὰ τὸ περὶ τὰ αἰσθητὰ εἶναι τὰς πράξεις καὶ τὴν ἐπ’ αὐτὰς ὁρμὴν σὺν τῇ τῶν αἰσθητῶν γίνεσθαι μνήμῃ)· διὰ δὲ τὸ ἐνίοτε ἐπικαλύπτεσθαι τὸν πρακτικὸν νοῦν καὶ ἡμεῖς κατὰ φαντασίας ἡγουμένας τότε κινούμεθα, ἐναργέστατα ἐν τοῖς ὕπνοις τῆς φαντασίας ἄνευ λόγου τῇδε κακεῖσε ἀορίστως ᾀττούσης καὶ τὸ ζῷον ἐνίοτε κινούσης, ἀλλὰ καὶ ἐν τοῖς πάθεσιν ὡς ἐν ταῖς ἀμέτροις ἐπιθυμίαις καὶ ὀργαῖς ἡδοναῖς τε καὶ λύπαις καὶ φόβοις οὐ χρωμένης τῷ λόγῳ τῆς ψυχῆς, καὶ ἐν νόσοις δέ τισιν ὡς ἐν ταῖς παραφροσύναις. αἰτία δὲ τοῦ ἐπικαλύπτεσθαι καὶ ἡ παιδικὴ ἡλικία. p. 429a8 Περὶ μὲν οὖν φαντασίας, τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήσθω ἐπὶ τοσοῦτον. Καὶ γὰρ ὡρίσατο αὐτήν τοῦ δὲ τί ἐστι δηλωτικὸς ὁ ὅρος) ἄλλα <τε> καὶ ὅτι γνωστικὴ δύναμις, ποτὲ μὲν ἀληθεύουσα ποτὲ δὲ ψευδομένη, καὶ τὰς αἰτίας δὲ αὐτῆς, ὧν τὸ διὰ τί ἐστι δηλωτικόν, παραδέδωκε ,τὴν μὲν ὡς ποιητικὴν τὴν κατ’ ἐνέργειαν αἴσθησιν, τὴν δὲ ὡς τελικήν, ἵνα κατ’ αὐτὴν πολλὰ ποιῇ τε καὶ πάσχῃ τὰ ζῷα. p. 429 a 10 Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς, ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ. Τί μὲν καὶ ποῖος ὁ χωριστὸς τῶν ψυχῶν νοῦς, ὅτι ἡ πρώτη οὐσία καὶ ἀμέριστος καὶ ἡ ἀρίστη ζωὴ καὶ ἡ ἀκροτάτη ἐνέργεια, καὶ ὁ αὐτὸς νοητόν τε καὶ νόησις καὶ νοῦς, καὶ ἀιδιότης καὶ τελειότης καὶ μονὴ καὶ ὅρος καὶ αἰτία πάντων, εὐκαιρότερον ἡμῖν καὶ τελειότερον ἐν τοῖς εἰς τὸ λάβδα τῆς Μετὰ τὰ φυσικὰ γεγραμμένοις ἑπομένως ταῖς Ἰαμβλίχου περὶ αὐτοῦ κατὰ τὸν Ἀριστοτέλους σκοπὸν θεωρίαις πεφιλοσόφηται. μᾶλλον δὲ νῦν ποῖός τις ὁ ὑπὸ τῆς ἡμετέρας ψυχῆς μετεχόμενος νοῦς ῥητέον. ἔστι γάρ τις καὶ ἰήιος ὑφ’ ἑκάστης λογικῆς ψυχῆς μετεχόμενος νοῦς, ᾧ ὁρίζεται ἑκάστη ψυχὴ ὑποβᾶσα εἰς τὸ ὁριζόμενον καὶ εἰς λόγον ἀντὶ εἴδους. ἀμέριστον γὰρ ἅπαν εἶδος, ἐπειδὴ καὶ ὅρος καὶ τελειότης· ἡ δὲ ψυχὴ οὐκ ἀμέριστος, ὡς ἡ ἀνελιττομένη αὐτῆς δηλοῖ ἐνέργεια, ἐν διαιρέσει ἅμα καὶ συναγωγῇ προἰοῦσα. ὑποβᾶσα οὖν εἰς τὸ ὁριζόμενόν τε καὶ εἰδοποιούμενον μετέχει καὶ οὐσιωδῶς ἐξῆπται ὅρου καὶ εἴδους, καὶ ἰδίου ἑκάστη, εἴ γε καὶ ἐπὶ τῶν συνθέτων τὸ ἀτομωθὲν ὑπάρχει εἶδος, καθ’ ὃ ἰδίως παρὰ τοῖς ἐκ τῆς Στοᾶς λέγεται ποιόν, ὃ καὶ ἀθρόως ἐπιγίνεται καὶ αὖ ἀπογίνεται καὶ τὸ αὐτὸ ἐν παντὶ τῷ τοῦ συνθέτου βίῳ διαμένει, καίτοι τῶν μορίων ἄλλων ἄλλοτε γινομένων τε καὶ φθειρομένων. εἰ δ’ οὖν καὶ τῶν συνθέτων ἕκαστον οἰκείῳ ὁρίζεται εἴδει, μειζόνως ἡ ψυχή, ἅτε καὶ προσεχῶς ἐχομένη τῶν εἰδῶν •καὶ διοίσει δηλαδὴ τὸ μετεχόμενον τοῦτο εἶδος καὶ τῶν πρώτων καὶ ἀμεθέκτων εἰδῶν ὡς μετεχόμενον καὶ οὐ πάντῃ μεῖναν ἐν ἑαυτῷ οὐδὲ ὅρος ὢν χωριστός, ἀλλ’ ἑτέρου ὑπάρχων τῆς ψυχῆς, αὐτὸ δὲ τοῦτο ὅρος τῆς εἰς τὸ ὁριζόμενον ὑποβάσης. καὶ αὐτῆς οὖν διοίσει τῆς ψυχῆς ὡς κρείττων οὐσία· ὡς γὰρ ὅρῳ ὁριζομένης καὶ ὡς τελειότητι τελειουμένης · καὶ ἐπειδὴ ἡ ψυχὴ ἡ κατὰ· λόγον ἐστὶ γνωστικὴ οὐσία, τὸ ταύτην ὁρίζον ἀμέριστος ἔσται γνωστικὴ οὐσία. τοῦτ· ο δὲ ὁ νοῦς, ἀλλὰ μεθεκτὸς νοῦς καὶ τὸ ὅλον τοῦτο ψυχῆς νοῦς. ἆρα οὖν περὶ τοῦδε νῦν τῷ Ἀριστοτέλει ὁ λόγος; ἀλλ’ οὔτι γε μόριον οὗτος τῆς ψυχῆς, αἰτία δὲ αὐτῆς εἰδητικὴ καὶ κρείττων οὐσία, πρὸς τῷ καὶ ἄτοπον αὐτῷ γίνεσθαι τὴν ἄμεσον ἀπὸ τῆς φαντασίας ἐπ’ ἐκεῖνον μετάβασιν, ὑπερβάντι τὴν λογικὴν οὐσίαν, καίτοι ἀπὸ τῆς θρεπτικῆς διὰ τῶν μέσων ἀεὶ ἀναβαίνοντι · ὁπότε καὶ σαφῶς διορίζεται γράφων “λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή’’. καὶ ἑλεῖν μὲν δεῖ καὶ τὸν ὅρον τῆς ψυχῆς, ἵνα ἐπιστημονικῶς αὐτὴν γνωρίζωμεν μᾶλλον, ὡς καὶ ἐπὶ τῶν ἄλλων, οἷον ζῷον λογικὸν θνητὸν γνόντες τὸν ἄν- θρωπον ἐν τῇ ζωῇ τῇ κατὰ λόγον οὐσιωμένῃ πεπερασμένα κατὰ χρόνον μέτρα ἐχούσῃ τὸ εἶδος νοοῦμεν |τὸ ἀνθρώπειον. οὕτω δὴ καὶ τὴν ψυχὴν ἐν οὐσίᾳ καὶ ζωῇ ἀνελισσομένῃ πρακτικῇ τε καὶ θεωρητικῇ θεωρήσαντες, καὶ ποτὲ μὲν πρὸς τὰ αἰσθητὰ ποτὲ δὲ πρὸς τὰ νοητὰ στρεφομένην, καὶ τὸ εἰδητικὸν αὐτῆς αἴτιον θησόμεθα ἐν ἀμερίστῳ καὶ νοερᾷ οὐσίᾳ τε καὶ ζωῇ, οὐ πρακτικῇ μὲν οὐδὲ ἀνειλιγμένως θεωρητικῇ ,ὁριστικῇ δὲ ταύτης αἰτίᾳ καὶ ἐνδοτικῇ πράξεως τε καὶ τῆς τοιᾶσδε θεωρίας ἐνεργείᾳ. λέγω δὲ εἰδητικὴν τῆς ψυχῆς αἰτίαν τὴν καθ’ ἣν παροῦσαν αὐτῇ ἀχωρίστως ὁρίζεται ἤδη εἰς. τὸ ὁριζόμενον ὑποβᾶσα, ὥσπερ καὶ πᾶν τὸ ὁριζόμενον κατά τινα αὐτῷ παρόντα ὁρίζεται ὅρον κοινῇ τε πᾶσι τοῖς ὁμοειδέσι καὶ τὸν ἑκάστου ἴδιον, ἐφ’ ὧν πολλὰ τὰ ὁμοειδῆ. ἔστι τοίνυν ὁ προκείμενος σκοπὸς οὐ περὶ τοῦ μετεχομένου ὑπὸ τῆς ψυχῆς νοῦ οὐδὲ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ἀλλὰ περὶ τῆς λογικῆς οὐσίας· ἐπειδὴ καὶ περὶ ψυχῆς ἡ πραγμα- τεία, μόριον δὲ καὶ ὁ λόγος τῆς ἀνθρωπίνης ψυχῆς, ὅτι μία ἦν ἡ ὅλη· εἴρηται δὲ ὅτι νῦν γίνεται μία συμπλεκομένου τοῦ λόγου ἐν τῇ πρὸς τὸ σῶμα ῥοπῇ ταῖς δευτέραις καὶ σωματοειδέσι ζωαῖς. εἰπὼν δὲ ᾧ γινώσκει ἡ ψυχή, ἐπειδὴ γνῶσις καὶ ἡ αἰσθητική τε καὶ φανταστική ,ἵνα τὴν λογικὴν δηλώσῃ ,προσέθηκε τὸ καὶ φρονεῖ· ὅπερ ἴδιον τοῦ λόγου βάθος ἔχοντος καὶ τοῦ μὲν οὐδὲ χρωμένου ταῖς δευτέραις ζωαῖς, ἀλλὰ καθ’ ἑαυτὸν ἐνεργοῦντος καὶ οὐ πάσχοντος ἀλλ’ ἐνεργοῦντος τὰ γνωστά, διὰ τὸ μὴ ἔξωθεν ἀλλ’ ἀφ’ ἑαυτοῦ προβάλλειν, τοῦ δὲ εἰς τὸ ἔξω ἀποτεινομένου καὶ συμπλεκομένου ταῖς σωματοειδέσι γνώσεσι, καὶ τούτου ἢ ἀτελοῦς τελείου μέν, ὑπὸ δὲ τοῦ πρώτου τελειουμένου καὶ πληρουμένου τῶν εἰδῶν. ὡς εἶναι διττὸν τὴν πρώτην τὸν τῆς ψυχῆς λόγον, τὸν μὲν χωριστὸν καὶ πλήρη ἀφ’ ἑαυτοῦ τῶν οἰκείων γνωστῶν, καθ’ ὃν ἡ εἰς ἑαυτὴν τῆς ψυχῆς ἐπιστροφὴ καὶ πρὸς τὰ κρείττω συναφή, τὸν δὲ καθ’ ὃν ἐξισταμένη τῆς ἐν αὑτῇ μονῆς ὅλη πρὸς τὰ δεύτερα ἀποτείνεται, ἢ παντελῶς τῶν αἰτίων ἀφισταμένη διά τε τὴν ἀφ’ ἑαυτοῦ καὶ τὴν ἀπὸ τῶν ὑπερτέρων πολλὴν τοῦ λόγου ἀπόστασιν, δυνάμει μόνον καὶ ἀτελῶς ἔχοντος τὰ εἴδη, ἢ τελειουμένη καὶ ἐν τῇ προβεβλημένῃ ζωῇ κατὰ τὸν οὐ μείναντα μὲν ἐν ἑαυτῷ λόγον οὐδὲ ἐν αὐτοῖς τοῖς κατ’ οὐσίαν αὐτῷ ἐνυπάρχουσι γνωστοῖς, ἀλλ’ οὐ πάντῃ ὅμως ἀφιστάμενον ,ὑποβάντα δὲ εἰς τὴν κατὰ προβολὴν ζωὴν καὶ τὴν κατὰ ἀπόστασιν τῶν οὐσιωδῶν λόγων ,καὶ ἐν ταῖς περὶ τὴν οὐσίαν ἕξεσιν ὑποδεχόμενον τὰ γνωστὰ προιόντα ἀπὸ τῶν οὐσιωδῶν, ὥσπερ ὁ ἐπιστήμων. ἔσται οὖν ὁ μὲν ὑλικὸς καὶ δυνάμει καὶ παθητικός, ὁ ἔξω ῥέπων καὶ συμπεφυρμένος ταῖς δευτέραις γνώσεσιν, ὁ ἀτελὴς καὶ ὅλος ἔξω· ὁ δὲ ἐν προβολῇ μὲν ἀλλὰ πληρούμενος καὶ τὸ τέλειον ἔχων, ὅμως δὲ περὶ τὴν οὐσίαν καὶ οὐ κατ’ αὐτὴν τὴν οὐσιώδη ἐνέργειαν, παθητικὸς ὢν καὶ αὐτὸς διὰ τὸ ὑπὸ τῶν οὐσιωδῶν καὶ πρώτων γνωστῶν καὶ γνώσεων κατὰ δεύτερα τελειοῦσθαι μέτρα, καὶ δυνάμει οὖν, ἀλλ’ οὐ κατὰ τὸ ἀτελὲς πάντῃ, κατὰ δὲ τὸ δεύτερον δυνάμει τὸ ἤδη μὲν κατὰ τὴν ἕξιν τέλειον οὐκ ἐνεργοῦν δέ. ὡς γὰρ τὸ ζωτικὸν ὄργανον δυνάμει ζωὴν ἔχειν λέγεται, καίτοι ζῶν διὰ τὸ ἑτέρωθεν ἐπικτήτως ζ ἦν ,οὕτω καὶ τὸ κατὰ προβολὴν νοοῦν ὡς μὲν τοῖς μένουσιν εἴδεσι καὶ ταῖς συμφυέσιν αὐτοῖς νοήσεσιν ἐπικτήτως τελειούμενον δυνάμει νοεῖν λέγεται, κἀν ἤδη νοῇ. ὁ δέ ἐστιν ὁ πρῶτος οὐσιώδης λόγος, αὐτὸς ὢν τό τε πρῶτον ἐν τῇ ψυχῇ γνωστὸν καὶ ἡ πρώτη γνῶσις, καὶ ὡς λόγῳ ψυχικῷ δυνατόν, τῇ οὐσίᾳ ὢν ἐνέργεια διὰ τὴν πρὸς νοῦν συναφήν. ὡς γὰρ ὁ ὑλικὸς καὶ ἀτελὴς ὅμοιος τῷ αἰσθητικῷ, διὰ τὴν πρὸς αὐτὸ ῥοπὴν ὅλως καὶ αὐτός, ὡς οἷόν τε τῷ λόγῳ, τοῦ ἔξω γινόμενος, οὕτως ὁ τοῦ ἔξω παντελῶς ἀφιστάμενος καὶ ἑαυτῷ ἀμερίστως ἑνούμενος, ὡς δυνατόν, ἀφομοιοῦται τῷ νῷ, ὅς πρῶτός ἐστι τῇ οὐσίᾳ ἐνέργεια. οὕτως ἔμοιγε δοκεῖ διττὸς καὶ τριττὸς ὁ τῆς ψυχῆς εἶναι λόγος, τοῦ δευτέρου ὁτὲ μὲν ἀτελοῦς ὁτὲ δὲ τελείου γιν. ομένου, καὶ ταύτῃ διχῇ· διαιρουμένου · οὐ γινομένης τῆς εἰς δύο ἢ τρία διαιρέσεως ὡς πάντῃ κεχωρισμένων τῶν λόγων ἀλλήλων, ἀλλ’ ὡς περὶ ἕνα τὸν πρῶτον τῶν δύο καὶ ἀπ’ αὐτοῦ προιόντων καὶ περὶ μίαν οὐσίαν τὴν πρώτην τῆς δευτέρας καὶ τρίτης οὐσιουμένης. αὐτὴ γὰρ ἡ πρώτη ἀφ’ ἑαυτῆς προἰοῦσα τὰς δευτέρας καὶ τρίτας προβάλλεται ἐν ἑαυτῇ ζωάς, οὐκ ἐνεργείας ἀνουσίους οὔσας, ἀλλ’ αὐτὸ δὴ τοῦτο ζωάς· πᾶσα δὲ ζωὴ οὐσία καὶ ἡ ἐσχάτη, εἴ γε καὶ τὸ κατ’ αὐτὴν ὁριζόμενον ζῷον καὶ εἴ γε τῶν ἐναντίων δεκτικὴ ἡ γενεσιουργὸς ζωή. ἀλλ’ οὐχ οὕτως ἡ πρώτη εἰς τὸ ἔξω πρόεισιν, ὡς μὴ καὶ μένειν ἐν ἑαυτῇ · ἐν γὰρ τῷ μένειν καὶ αὐτῇ τὸ εἶναι καὶ ταῖς ἄλλαις διὰ τὸ ὁπωσοῦν μένειν παρέχεται· ἀλλ’ ὅταν προίῃ, οὐκ εἰλικρινῶς μένει. εἷς οὖν ὁ μένων τε εἰλικρινῶς πρότερον καὶ αὖθις χαλῶν τὸ μόνιμον τῇ εἰς τὸ ἔξω ἀφ’ ἑαυτοῦ προβολῇ καὶ προόδῳ καὶ ἀτελὴς κατὰ ταύτην ἡ τέλειος γινόμενος, καὶ πάλιν τῶν δευτέρων προβολῶν χωριζόμενος καὶ εἰς ἑαυτὸν ἀνατρέχων, ὅτε καὶ ἔστιν ὅπερ ἐστίν. ἐν γὰρ τῇ προβολῇ ἀφίσταταί πὼς ἑαυτοῦ καὶ οὔτε μένει ἐν ἑαυτῷ παντελῶς οὔτε ἔστιν εἰλικρινῶς ὅπερ ἐστί, παραθραυόμενός πὼς καὶ κατ’ οὐσίαν· οὐχ ὡς πάντῃ ἀπολλύμενος οὐδὲ ὡς μὴ καὶ μένων πῃ ἔξω ἰών, ἀλλὰ πρεπόντως τῇ ψυχικῇ μεσότητι, ὡς τοῦ μεριστοῦ |καὶ ἀμερίστου τυγχάνει ὢν μέσος, οὕτω καὶ τοῦ ἀεί τε μένοντος ἐν ἑαυτῷ καὶ τοῦ ποτὲ παντελῶς ἀφισταμένου ἑαυτοῦ καὶ τοῦ ἀγενήτου τε καὶ γενητοῦ καὶ ἀθανάτου τε καὶ θνητοῦ μέσος ἂν εἴη, τῶν μὲν κατὰ προβολὴν ζωῶν ποτὲ προχειριζομένων καὶ αὖθις συναιρουμένων εἰς τὴν ἐν ἑαυτῇ μένουσαν, ταύτης δὲ παραθραυούσης ποτὲ τὴν ἀκραιφνῆ ἐν ἑαυτῇ τε μονὴν καὶ τὴν τῆς ὑπάρξεως ἑαυτῆς ἀκρότητα κατὰ τὴν εἰς ἑαυτὴν στροφὴν οὐσιωμένην. ὡς μήτε μένειν ἀεὶ ὡσαύτως, ὡς τῷ Πλάτωνι δοκεῖ, μήτε μὴν οὕτως ἔνδοθεν προιέναι ὡς παντελῶς ἑαυτῆς ἐξίστασθαι οὔτε γὰρ ἄν προίοι ἔτι οὔτ’ ἄν ὅλως μένοι), ἐπειδὴ ἐν τῇ εἰς ἑαυτὴν οὐσίωται στροφῇ. ἔστι τοίνυν ὁ πᾶς λόγος τῷ Ἀριστοτέλει ἐν τούτοις περὶ τῆς λογικῆς ψυχῆς, ἀλλ’ οὐ περὶ τοῦ μετεχομένου ὑπ’ αὐτῆς νοῦ πρώτως. δυνατὸν γάρ, ὡς ἔφαμεν, καὶ εἰς ἐκεῖνον ἀπὸ τούτου μετα- βαίνειν, οὐ πάσχοντα ἅπερ ἡ ψυχή, ἀλλ’ ὁριστικῶς ἐνεργοῦντα ταῦτα, ἅπερ ἡ ὁριζομένη ὑπ’ αὐτοῦ ψυχὴ ἔστι τε καὶ ζῇ. αὕτη τοίνυν ἡ καὶ μεταβαλλομένη καὶ μένουσα, προἰοῦσά τε εἰς τὰ δεύτερα καὶ αὖθις εἰς τὴν ἀκραιφνῆ καὶ χωριστὴν ἀποκαθισταμένη οὐσίαν· ὁ δὲ μετεχόμενος ὑπ’ αὐτῆς νοῦς, μένων ἀεὶ ὡσαύτως ὅπερ ἐστίν, ὁρίζει τὰς παντοίας τῆς ψυχῆς καταστάσεις, ὡς καὶ τὸ φυσικὸν καὶ τὸ τῶν γενητῶν ὁριστικὸν εἶδος, ἀμέριστον ὃν καὶ μένον ὅπερ ἐστί, τῶν μεριστῶν καὶ παντοίως μεταβαλλομένων ὁριστικόν. ἀλλὰ νοῦς, φασίν, ἡ κρείττων ἐστὶ τῆς ψυχῆς οὐσία, περὶ δὲ νοῦ ποιεῖται τὸν λόγον ὁ Ἀριστοτέλης καὶ οὐ περὶ τῆς λογικῆς οὐσίας. καὶ πῶς, εἴ γε περὶ ψυχῆς ἡ πραγματεία, ἡ ἀρίστη τῆς ψυχῆς παρεῖται ζωὴ ἡ λογική; πῶς δὲ ἀπὸ τῆς ἐσχάτης ἀρξάμενος τῆς θρεπτικῆς καὶ διὰ τῶν προσεχῶν ἀνιὼν διὰ τῆς αἰσθητικῆς καὶ φαντασίας οὐχὶ τῶν λογικῶν ἔχεται γνώσεων, εὐτάκτως ἀνιών, ὥσπερ καὶ φαίνεται πρῶτον μὲν τὴν κατὰ τὸ πρῶτον δυνάμει ἀτελῆ παραδιδούς, ἔπειτα τὴν καθ’ ἕξιν τελείαν, καὶ οὕτω τὴν κατὰ τὴν τῇ οὐσίᾳ σύνδρομον ἑστῶσαν ἐνέργειαν, ἀλλ’ ὑπερβὰς πᾶσαν τὴν λογικὴν περὶ τοῦ ἐξῃρημένου τῆς ψυχῆς φιλοσοφεῖ νοῦ, περὶ οὗ μηδὲ προὔκειτο λέγειν; πῶς δὲ οὐ σαφῶς μόριον εἴρηται τῆς ψυχῆς τὸ νῦν εἰς θεωρίαν προκείμενον ,ᾧ καὶ φρονεῖν εἴρηται; λογικὴ δὲ γνῶσις ἀλλ’ οὐ τοῦ ὑπὲρ ψυχὴν νοῦ ἡ φρόνησις. καὶ πάλιν ἐπάγει “λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή’’ · ὑπόληψις δὲ καὶ διάνοια λογικαὶ γνώσεις. ἀλλὰ νοῦν καλεῖ καὶ τὸν λόγον •διατείνει δὲ τὸ ὄνομα τοῦ νοῦ καὶ μέχρι τῆς φαντασίας. τὴν γοῦν δόξαν ἀπὸ τῆς φαντασίας διακρίνων γράφει “ὅτι δὲ οὐκ ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις φανερόν •τοῦτο μὲν γὰρ τὸ πάθος ἐφ’ ἡμῖν ἐστι’’, τὸ νοεῖν λέγων ἐκεῖνο τὸ φανταστικὸν τὸ πρὸ ὀμμάτων τιθέμενον, ὅταν βουλώμεθα ,ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδωλοποιοῦντες· καὶ φαντασίαν αὐτὸ σαφῶς ὀνομάζει λέγων “κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν ὥσπερ ἄν εἰ θεώμενοι ἐν ταῖς γραφαῖς τὰ δεινὰ ἢ θαρραλέα’’ ἐν τούτοις μὲν μόνην τὴν φαντασίαν νόησιν εἰπών, ὑπόληψιν δὲ τὴν λογικὴν γνῶσιν. κοινῇ δὲ ἀμφοῖν νοεῖν κατηγορῶν ἐφεξῆς· “περὶ δὲ τοῦ νοεῖν ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις’’ τούτου λέγων τοῦ νοεῖν καὶ οὐχὶ τοῦ αἰσθάνεσθαι, ὡς δηλοῖ τὴν πρὸς τὴν αἴσθησιν τῆς φαντασίας ἐπάγων διαφοράν. ἀλλὰ καὶ μόνον τὸν λόγον καλεῖ νοῦν, ἀντιδιαιρῶν αὐτὸν πρὸς τὴν φαντασίαν, πολλὰ φάσκων κατὰ τὰς φαντασίας πράττειν τὰ ζῷ, “τὰ μὲν διὰ τὸ μὴ ἔχειν νοῦν, οἷον τὰ θηρία, τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν νοῦν ἐνίοτε πάθεσιν ἢ νόσοις ἢ ὕπνῳ, οἷον οἱ ἄνθρωποι.’’ καὶ γὰρ ἔοικε καὶ πᾶν τὸ καὶ ἀφ’ ἑαυτοῦ εἰς ἐνέργειαν ἐγειρόμενον γνωστικὸν νοῦν προσαγορεύειν, ὅτε καὶ μέχρι φαντασίας αὐτὸν διατείνει, καὶ ἰδίως τὸν ψυχικὸν λόγον ὡς προσεχῶς κατὰ τὸν νοῦν ὁριζόμενον, καὶ οὐχ ἥκιστα ὅτε μὴ περὶ τὰ αἰσθητὰ στρέφεται ὁ λόγος καθὸ αἰσθητά, ἀλλ’ ἢ τὰ τούτων κατ’ οὐσίαν γνωριστικὰ εἴδη ἢ τὰ ἐν αὐτῇ τῇ λογικῇ οὐσίᾳ θεωρεῖ ἢ καὶ δι’ αὐτῶν πρὸς τὰ κρείττω ἀνατείνεται. τότε γὰρ ἐνεργείᾳ γίνεται νοῦς ὡς τὰ νοητὰ γινώσκων, οὐ τὰ αἰσθητὰ ὡς αἰσθητά, ὧν καὶ ἡ αἴσθησις ἀντιληπτική τότε γὰρ δυνάμει μόνον ἐστὶ νοῦς. ὁ μὲν οὖν Πλάτων’ καὶ ἐπὶ πάντων εἴωθεν ὁμωνύμως τά τε εἴδη καὶ τὰ κατ’ αὐτὰ εἰδοποιούμενα προσαγορεύειν •ὁ δὲ Ἀριστοτέλης, ὅταν μὲν μεριστὸν τὸ εἰδοποιούμενον ᾖ, φυλάττεται τὴν ὁμωνυμίαν διὰ τὴν πολλὴν τοῦ μεριστοῦ πρὸς τὸ εἶδος ἀμέριστον ὂν ἀπόστασιν, τὴν δὲ λογικὴν ψυχὴν ὡς μὴ μόνον ὁριζομένην ἀλλὰ καὶ ὅρον οὖσαν. μεταξὺ γὰρ ὡς τοῦ ἀμερίστου καὶ μεριστοῦ ἄμφω πὼς οὖσα οὕτω καὶ τοῦ ὅρου καὶ τοῦ ὁριζομένου ἀμφότερον ἐμφαίνουσα ,τὸ μὲν ὡς ἀνελιττομένη, τὸ δὲ διὰ τὴν ἀεὶ κατὰ ὅρους μετάβασιν καὶ διὰ τὴν τῶν ἀνειλιγμένων πάντων εἰς ἓν συναγωγὴν ὡς παρισουμένη τῷ ὁρίζοντι νῷ. καὶ διὰ τοῦτο καὶ ἐν τῷ Εὐδήμῳ τῷ περὶ ψυχῆς αὐτῷ γεγραμμένῳ διαλόγῳ εἶδός τι ἀποφαίνεται τὴν ψυχήν ,καὶ ἐν τούτοις ἐπαινεῖ τοὺς τῶν εἰδῶν δεκτικὴν λέγοντας τὴν ψυχήν, οὐχ ὅλην ἀλλὰ τὴν νοητικὴν ὡς τῶν ἀληθῶν δευ- τέρως εἰδῶν γνωριστικήν· τῷ γὰρ τῆς ψυχῆς κρείττονι νῷ τὰ ἀληθῆ εἴδη σύστοιχα. τούτων προδιωρισμένων τὴν Ἀριστοτελικὴν ἀναλαβόντες λέξιν σκοπώμεθα εἰ συμφωνεῖ αὐτῇ |τὰ προδιωρισμένα ἡμῖν. p. 429a 10 Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς, ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ, εἴτε χωριστοῦ ὄντος εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον, σκεπτέον, τίν’ ἔχει διαφορὰν καὶ πῶς ποτε γίνεται τὸ νοεῖν. Τὸν σκοπὸν τῶν προκειμένων ἀφορίζεται λόγων ,ὅτι τε περὶ τῆς λογικῆς ἐν ἡμῖν ψυχῆς· αὕτη γὰρ μόριον τῆς ώς μιᾶς σὺν τῇ αἰσθητικῇ καὶ ὀρεκτικῇ καὶ θρεπτικῇ λαμβανομένης ,καὶ οὐχὶ τέως κινητικῆς τῶν σωμάτων, ἀλλ’ ὡς γνωστικῆς τε καὶ πρακτικῆς. τὸ γὰρ φρονεῖν τῷ γινώσκειν προσθεὶς οὐ μόνον ὁποῖον τὸ γινώσκειν εἶπεν ἡρμήνευσεν, ἀλλὰ καὶ τὴν πρακτικὴν αὐτῆς ἐδήλωσεν ἀρετήν· οὐ γὰρ μόνον λογικὴ ἀλλὰ καὶ πρακτικὴ ζωὴ ἡ φρονοῦσα. ἀλλὰ καὶ τὴν πρέπουσαν τῇ λογικὴ ψυχῇ ληπτέον γνῶσιν, ἢ τοὺς οἰκείους ἀνελίττουσαν λόγους ἡ πρὸς τὰ κρείττω ἀνατεινομένην ἢ καὶ τῶν ὑφειμένων τὰ εἴδη καὶ ὅλως τὰς οὐσίας θεωροῦσαν, ἀλλ’ οὐ τὰ συμβεβηκότα· τούτων γὰρ καὶ ἡ αἴσθησις. τὸ δὲ εἴτε χωριστοῦ ὄντος εἴτε μὴ οὐ πρὸς τὸ σῶμα ἀκουστέον, εἴ γε καὶ πρότερον ἀνεφαίνετο, ὡς ὁ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν, καὶ εἰ γε καὶ νῦν εὐθὺς ἐπιφέρεται μηδὲ μεμῖχθαι αὐτὸν τῷ σώματι μηδὲ ὄργανόν τι αὐτῷ εἶναι ὡς τῷ αἰσθητικῷ ,ἀλλὰ πρὸς τὰ εἰρημένα ἤδη τῆς ψυχῆς μόρια, τὸ θρεπτικόν, τὸ φανταστικόν. ἢ μᾶλλον, ἐπειδὴ τριχῶς, ὡς εἴρηται, αὐτὸ τὸ λογικῶς γινῶσκον παραδώσει, προτίθεται αὐτὸ καθ’ αὑτὸ τὸ φρονοῦν σκοπεῖν, εἴτε χωριστόν ἐστι κατὰ μέγεθος ἑαυτοῦ εἴτε μή, ἀλλὰ κατὰ λόγον· ὡς εἶναι τὴν ζήτησιν, πότερον τρεῖς εἰσιν ἐν ἡμῖν νοῖ ὡς καὶ χωριζόμεναι ἀλλήλων οὐσίαι ἢ εἷς μὲν ὁ νοῦς καὶ μία οὐσία, τῷ λόγῳ δὲ διαφορουμένη, ποτὲ μὲν εἰς ἑαυτὴν ὅλη ἐστραμμένη, ποτὲ δὲ ἔξω ῥέπουσα, καὶ αὕτη ἢ ἀτελὴς ἢ τελεία· ὡς εἰ καὶ διάφοροι αἱ οὐσίαι, ἀλλ’ οὐ χωριζόμεναι τῷ ὑποκειμένῳ, περὶ δὲ μίαν αἱ τρεῖς τὴν πρώτην συνιστάμεναι, διαφορούμεναι δὲ τῇ τοὐ ἑνὸς κατὰ διαφόρους λόγους ζωῇ. τὸ γὰρ σκεπτ· έον τίνα ἔχει διαφορὰν ὡμολογημένως οὐ πρὸς τὰς προειρημένας ἀναπέμπει ἡμᾶς ζωάς (ἤδη γὰρ ὑπέμνησται ὡς ἐκείνων ἡ ὑπόληψις διενήνοχεν), ἀλλὰ μᾶλλον πρὸς τὰς ἐν αὐτῷ τῷ φρονεῖν διαφοράς, ὅπερ καὶ ὕστερον ποιήσει. ἐπεὶ δὲ οὐκ ἀεὶ τελείαν τὴν νόησιν ἡ ἡμετέρα ἔχει ψυχή, σκεπτέον καὶ πῶς ποτε γίνεται τὸ νοεῖν. διὸ ἀναγκαίως αὐτῷ πρότερον ὁ δυνάμει καὶ ἀτελὴς παρείληπται νοῦς· ἀπὸ γὰρ τοῦ ἀτελοῦς ἅπασα ἄρχεται γένεσις, καὶ διὰ μέσου τοὐ καθ’ ἕξιν τελείου ἐπὶ τὴν κατ’ ἐνέργειαν ἱσταμένην ἀποτελευτᾷ τελειότητα. p. 429 a 13 Εἰ δή ἐστι τὸ νοεῖν· ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἄν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον. Οὐ περὶ παντὸς τοῦ νοεῖν λέγων τοιοῦτον αὐτὸ εἶναι οἷον τὸ αἰσθάνεσθαι. οὔτε γὰρ τὸ κατὰ τὴν ἕξιν τέλειον, ὅταν δύνηται ἐνεργεῖν δι’ αὑτοῦ, καὶ αὐτὸς τότε ἑαυτὸν δυνάμενος νοεῖν, ἐπειδὴ μήτε γνωστικὴ ἑαυτῆς ἡ αἴσθησις καὶ οὐδέποτε δι’ αὑτῆς ἄνευ τῆς τῶν αἰσθητῶν παρουσίας ἐγείρεται, οὔτε ἔτι μᾶλλον τὸ ἐν τῶ πάντα ποιεῖν ἐν τῷ πάντα γινομένῳ καὶ ἀναλογοῦν τῇ τέχνῃ, ὅπερ καὶ ἀπαθὲς σαφῶς λέγεται καὶ χωριστὸν καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργεια, τοῦτο δὲ δυνάμει καὶ ὑλικὸν καὶ πάσχον ὑπὸ τοῦ νοητοῦ. οὐ δὴ οὖν περὶ παντός, ὡς ἀκούσαντες ἔνιοι κατηγοροῦσι τοῦ Ἀριστοτέλους ἐναντιολογίαν πρὸς ἑαυτόν, καὶ ἵνα δὴ μὴ δοκῇ τοῦτο πάσχειν, ταῦτα ἐπὶ τῆς ψυχῆς ἀκούοντες ἢ ἐπὶ τοῦ μετεχομένου ὑπὸ τῆς ψυχῆς νοῦ, τὸν δὲ ἀνάλογον τῇ τέχνῃ νοῦν τὸν ἀμέθεκτον καὶ ἐξῃρημένον φάσκοντες εἰρῆσθαι. καὶ γὰρ πᾶν τὸ ἐν τῇ πραγματείᾳ ταύτῃ προτεινόμενον εἰς σκέψιν γινώσκειν τε καὶ φρονεῖν σαφῶς μόριον εἴρηται τῆς ψυχῆς, καὶ νοῦς εἶναι ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή, καὶ περὶ τοῦ κατὰ τὴν ἕξιν τελείου, ὅτι ποτὲ γίνεται ὡς ὁ ἐπιστήμων καὶ ποτὲ δύναται δι’ ἑαυτοῦ ἐνεργεῖν καὶ μανθάνειν τε καὶ εὑρίσκειν· · ἅπερ ἅπαντα μόνῃ τῇ ἀνθρωπείᾳ προσήκει ψυχῇ. ἀλλὰ καὶ οὐ τὸν πάσχοντα μόνον, καὶ τὸν ποιοῦντα δὲ νοῦν ἐν τῇ ψυχῇ τίθεται· ἀνάγκη γάρ, φησι, καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς. διὸ καὶ ἕξει καὶ φωτὶ τὸν ἐν τῆ ψυχῇ ποιοῦντα ἀφομοιοῖ, ἵνα μᾶλλον κατὰ τὸν φωτίζοντα ὁ ὑπὲρ τὴν ψυχὴν ἑστήκῃ νοῦς. πρόκειται μὲν οὖν ἡ πᾶσα αὐτῷ πραγματεία, ὡς καὶ ἤδη εἴρηται, περὶ τῆς λογικῆς τοῦ ἀνθρώπου ἐν τούτοις εἰπεῖν οὐσίας, ἣν δὴ νοῦν καλεῖ. τριχῶς δὲ τὸ νοεῖν αὐτῆς θεωρῶν ἀπὸ τοῦ ἐσχάτου ἄρχεται ὡς καὶ μάλιστα τοῖς ἀκούουσι γνωρίμου, καὶ ὡς αὐτὸ τοῦτο προτείνας εἰς ζήτησιν, ὅπως γίνεται τὸ νοεῖν ἐκ δὲ τοῦ ἀτελοῦς πᾶσα γένεσις. ἔσχατος δὲ ὁ ὑλικὸς καὶ τῶ πάντα πάσχειν καλούμενος, ὡς αὐτὸς ἐρεῖ, καὶ ἑτέρωθεν τελειούμενος, τῷ μή πω εἶναι τὰ νοητά, ἀλλὰ τῷ δέχεσθαι αὐτὰ τελειούμενος ὡς ἡ αἴσθησις τῷ δέχεσθαι τὰ αἰσθητά· διὸ καὶ ἀπεικάζεται τῇ αἰσθήσει. καὶ διὰ τοῦτο ἄρα καὶ ὑποθετικῶς προήνεγκε τὸν λόγον τῷ συναπτικῷ χρησάμενος συνδέσμῳ εἰ ὡς τὸ αἰσθάνεσθαί ἐστι τὸ νοεῖν, τουτέστιν εἰ ἐκεῖνο τὸ νοεῖν θεωρηθείη, ὃ ὡς τὸ αἰσθάνεσθαι τυγχάνει ὄν, οἷον τὸ τῆς ἐν αὑτῷ μονῆς καὶ πρὸς ἑαυτὸ ἐπιστροφῆς ἀφιστάμενον, ἔξω δὲ ῥέπον καὶ ἑαυτοῦ καὶ τῶν αὑτοῦ εἰδῶν, οὐ παντελῶς, ὡς μὴ καὶ μενόντων πῃ αὐτοῦ τε τοῦ νοεῖν καὶ τῶν ἐν αὐτῷ εἰδῶν, ἀλλοτριωθὲν <δὲ> διὰ τὴν ἔξω ῥοπὴν τε καὶ τῶν ἐν αὐτῷ εἰδῶν ὡς ἄλλο τὸ προ· ιὸν ὑπ’ ἄλλων τῶν μενόντων τελειοῦταί τε καὶ πληροῦται. μία γὰρ οὖσα ἡ ψυχὴ ἡ ἡμετέρα, ἡ λογική φημι, ἅμα τε μένει μία καὶ πληθύνεται ἐν τῆ πρὸς σῶμα ῥοπῇ, οὔτε μένουσα καθαρῶς οὔτε ἐξισταμένη παντελῶς, ἀλλὰ καὶ μένουσά πῃ καὶ προϊοῦσα ἀφ’ ἑαυτῆς καὶ τῷ ἑτεροιοῦσθαι πρὸς ἑαυτὴν ἀμυδροῦσα τὴν πρὸς ἑαυτὴν ταὐτότητα, καὶ τὴν ἐπιστροφὴν τὴν πρὸς ἑαυτὴν χαλῶσα τῇ πρὸς τὰ δεύτερα ῥοῇ, οὐχ οὕτω ῥεύσασα ὡς μὴ καὶ ἐπιστρέφειν πὼς· μετ’ ἐπιστροφῆς γὰρ πᾶσα ἡ λογικὴ συγκατάθεσις. ὡς καὶ ἤδη εἴρηται. ὁ δὲ κατὰ τὴν ἔξω ῥοὴν τῆς ψυχῆς νοῦς νοεῖ οὐ καθ’ ἑαυτὸν οὐδὲ ὑφ’ ἑαυτοῦ οὐδὲ δι’ αὑτοῦ, ἀλλ’ ὡς ἡ αἴσθησις ὑπὸ τοῦ αἰσθητοῦ, οὕτως αὐτὸς ὑπὸ τοῦ νοητοῦ καὶ τοῦ συστοίχου ἐκείνῳ νοῦ διεγειρόμενός τε καὶ πληρούμενος ὡς ἄλλος ὑπ’ ἄλλου διὰ τὴν τοὐ ῥεύσαντος πρὸς τὸν μείναντα ἑτερότητα. καὶ ταύτῃ πάσχειν τι ἄν εἴη τὸ κατὰ τὸν ῥεύσαντα νοεῖν ὡς ὑφ’ ἑτέρου πληρούμενον τὸ μὲν γὰρ τὶ πρόσκειται τῷ πάσχειν, ἵνα μὴ φθαρτικὸν τὸ πάσχειν ἀκούσωμεν. τὸ δὲ ἤ τι τοιοῦτον ἕτερον ὡς καὶ τοῦ αἰσθητικοῦ διαφέρον πάθος. κυριώτερον γὰρ ἐκεῖ διὰ τὴν τοῦ ὀργάνου κίνησιν καὶ διὰ τὴν τῶν αἰσθητῶν παντελῆ πρὸς τὴν αἴσθησιν ἑτερότητα καὶ τὴν ἔξω ὕπαρξιν. ἐπὶ δὲ τοῦ νοεῖν οὔτε ἄλλο πάντῃ τὸ νοητὸν οὗτε ἔξω ἀλλ’ εἴσω, οὔτε σωματική τις γίνεται κίνησις, ἐπεὶ μηδὲ ὡς ὀργάνου δεῖ, ἀλλὰ κατὰ μόνην τὴν ὡς ὑφ’ ἑτέρου πλήρωσιν ἡ πάθη. ᾗ δὲ καὶ ὑφ’ ἑαυτοῦ πὼς διὰ τὴν μίαν τῆς ψυχῆς οὐσίαν, τοιοῦτόν τι ἕτερον, ὡς ἅμα μὲν ὁμοιότητα σῶζον πρὸς τὸ πάθος διὰ τὴν ὡς ἑτέρωθεν ἔνδοσιν, ἅμα δὲ ἕτερον ὂν τοῦ πάθους διὰ τὴν καὶ ὑφ’. ἑαυτοῦ τελείωσιν. ὅθεν καὶ ζητεῖ ἡ ψυχὴ ὡς μὴ ἔχουσα καὶ εὑρίσκει τὰ πράγματα εἰς ἑαυτὴν βλέπουσα ὡς ἔχουσα. ἐπεὶ δὲ ἀπὸ τῶν ἐνεργειῶν ἐναργεστέρων οὐσῶν εἰς τὰς οὐσίας ἥμιν ἡ ἀναφορὰ, εἰκότως ἀπὸ τοὐ νοεῖν εἰς τὴν περὶ τῆς τοῦ οὕτω νοοῦντος ἡμᾶς προσβιβάζει θεωρίαν. οὐ μὴν ὡς ἐπὶ τοῦ αἰσθάνεσθαι τὰ αἰσθητὰ καὶ πρὸ τῆς αἰσθητικῆς ἐνεργείας, οὕτω καὶ τὰ νοητὰ πρὸ τοῦ ἐνεργεῖν προλαμβάνει, διότι τὸ νοητὸν κρυφιώτερον τοῦ κατὰ τὸν προιόντα νοῦν νοεῖν ὡς οὐσιωδέστερον, ὡς μονιμώτερον, ὡς ὅλως πρῶτον καὶ ἀκρότατον τῆς ψυχῆς· p. 429 a 15 Ἀπαθὲς ἄρα δεῖ εἶναι, δεκτικὸν δὲ τοῦ εἴδους· Ἐπειδὴ πάσχειν ἔφη τὸ δέχεσθαι καὶ ἑτέρωθεν ἔχειν τὰ γνωστά, εἰκότως ἀπαθὲς λέγει τὸ δεκτικὸν μὲν μήπω δὲ ἔχον. ὁρᾷ γὰρ τὴν προελθοῦσαν καὶ ἀφισταμένην ἑαυτῆς, καὶ ταύτην ἔτι ἀτελῆ λογικὴν ἡμῶν ζωήν, οἵα ἡ τῶν ἀνεπιστημόνων καὶ οὐδαμῇ τὰς τῶν πραγμάτων οὐσίας γινώσκειν ἰσχυόντων· ἐπεὶ γινώσκει γε καὶ τότε ἡ ψυχή, ἀλλὰ τὰ συμβεβηκότα καὶ ἐπακολουθοῦντα τῇ οὐσίᾳ, οὐχ ὡς ἡ αἴσθησις καὶ ἡ φαντασία τὰ ἄτομα, ἀλλὰ τὰ κοινά, λογικῶς περὶ αὐτὰ ἐνεργοῦσα καὶ τὸ πρὸς ἄλληλα αὐτῶν ἀκόλουθον ἢ ἀντίθετον, τὸ προηγούμενόν τε καὶ ἑπόμενον θεωροῦσα, ὡς πᾶσαι αἱ περὶ τὰ ἔνυλα τέχναι, ἤδη δὲ καὶ αἱ μαθηματικαὶ λεγόμεναι ἐπιστῆμαι· οὐδὲ γὰρ αὗται οὐσίας, ἀλλὰ σχήματα καὶ μεγέθη καὶ πάθας καὶ κινήσεις καὶ πρὸς ἄλληλα συμφωνίας ἐπισκοποῦσιν ,οὐ τοὺς οὐσιώδεις αὐτῶν λόγους ἀδιάστατοι γὰρ καὶ ἡνωμένοι οὗτοι), ἀλλὰ τὰς ἐκβεβηκότως ἀπ’ αὐτῶν καὶ δι’ ἑτερότητος προελθούσας διαστάσεις καὶ μερισμούς. ἀλλ’ εἰ καὶ ταῦτα ἀπὸ τῶν εἰδῶν ἥκει, πῶς οὐχὶ καὶ ταῦτα ὁ ἔξω προελθὼν γνώσεται νοῦς κατά τινα τῶν εἰδῶν μέθεξιν, ἵνα καὶ μὴ μάτην ὑπάρχῃ τὰ νοητὰ ἐν τῇ ψυχῇ εἴδη, οὐδὲν εἰς τὸν νοῦν ἐνεργοῦντα; ἢ ἐνεργήσει μὲν καὶ τότε, ἀλλ’ οὐχ ὡς νοητὰ οὐδὲ ὡς εἴδη. οὐσίαι γὰρ ἀμέριστοι καὶ ὅροι τὰ νοητὰ καὶ πᾶν εἶδος· μεταλαμβάνει δὲ ἐν τῇ ἀτελεῖ ἔξω ῥοπῇ τῶν νοητῶν εἰδῶν οὐχ ὡς οὐσιῶν οὐδὲ ὡς ἀμερίστων γνωστῶν, ἀλλ’ ὡς ἀποτελευτώντων εἰς μερισμὸν καὶ πάθη καὶ ὅλως τὴν ταῖς οὐσίαις ἐπακολουθοῦσαν φύσιν. εἰκότως ἄρα τὸ ἀπαθὲς αὐτοῦ ἑρμηνεύων ὡς μήπω μὲν ἔχον δεκτικὸν δέ, οὐχ ἁπλῶς ἔφη τοῦ γνωστοῦ ἀλλὰ τοῦ εἴδους, ὅπερ ἀμέριστός ἐστι καὶ οὐσιώδης ὅρος καὶ νοητός. νοῦς γὰρ ᾧ τοὺς ὅρους γινώσκομεν. p. 429 a 16 Καὶ δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο. Οὺ γάρ, ἐπειδὴ μὴ ἤδη τέλειος ὁ ἔξω ῥέψας τῆς ψυχῆς νοῦς, καὶ πέφυκεν εἶναι ἀεὶ ἀτελής, ἀλλὰ καὶ τελειοῦσθαι δύναται, ὅτε, καίτοι μένων ἐν τῇ ἔξω ῥοπῇ, ὡς ὁ ἐπιστήμων κατὰ τὴν ἕξιν τελειοῦται, προβολὴν τῆς οὐσίας καὶ αὐτὴν ὑπάρχουσαν· διὸ καὶ αὐτὴ ἐν ἀποστάσει τῆς οὐσίας καὶ ἔξω. ταύτῃ μὲν οὖν δυνάμει, καὶ ὡς ἑτέρωθεν ὑποδεχόμενος καὶ ὡς ἔτι ἀτελὴς καὶ οὔπω δεδεγμένος. ἐπεὶ δὲ δευτέρως ἐστὶ νοῦς ὁ προελθὼν τοῦ κατ’ αὐτὴν τὴν πρώτην οὐσίαν, οὐδὲ τὸ ἐκείνῳ τῷ νῷ σύστοιχον ἀλλ’ ὑφειμένον καὶ τοιοῦτον, ἀλλ’ οὐκ αὐτό. ὀρθῶς ἄρα δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο εἴρηται. p. 429 a 16 Καὶ ὁμοίως ἔχειν, ὥσπερ τὸ αἰσθητικὸν πρὸς τὰ αἰσθητά, οὕτω τὸν νοῦν πρὸς τὰ νοητά. Τοῦτο δηλαδὴ νοοῦν τὸ περὶ οὗ λόγος, ὅπερ καὶ πρόκειται σκοπεῖν καὶ προείρηται “εἰ δὴ ἔστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι’’, καὶ ἀφ’ οὗ γίνεται τὸ νοεῖν· ᾧ εὐλόγως ἐπάξει καὶ τὸν ἤδη γενόμενον οὕτως ἕκαστα, ὡς ὁ ἐπιστήμων λέγεται ὁ κατ’ ἐνέργειαν. ὁ δὴ μήπω γεγονὼς ὁμοίως ἔχει πρὸς τὰ νοητά, ὡς τὸ αἰσθητικὸν πρὸς τὰ αἰσθητά, αἰσθητικὸν καλῶν τὸ δυνάμενον μὲν αἰσθάνεσθαι, οὔπω δὲ αἰσθανόμενον · ὡς καὶ κατὰ τὸ ἑτέρωθεν τελειοῦσθαι καὶ κατὰ τὸ δυνάμει ὡμοιῶσθαι, καὶ πρός γε κατὰ τὸ μὴ αὐτὰ ἀλλὰ τοιαῦτα οἷα τὰ πρωτότυπα εἶναι τὰ ἐγγινόμενα. οὕτε γὰρ τὰ αἰσθητὰ αὐτὰ ἐν τῷ αἰσθητικῷ, ἀλλὰ τὰ τούτων εἴδη, συμβεβηκότων ὄντα εἴδη, οὔτε τὰ νοητὰ αὐτὰ ἐν τῷ νῷ τούτῳ, ἀλλὰ τοιαυτα· πλὴν ὅτι τὰ μὲν αἰσθητικὰ κρείττω τῶν αἰσθητῶν ὡς ζωτικὰ καὶ εἰς τὸ ἀμερὲς συναιρούμενα, τὰ δ· ὲ νοητικὰ ὑφεῖται τῶν νοητῶν ὡς εἴσω μενόντων προϊόντα εἰς τὰ ἔξω· καὶ ὅτι τὰ μὲν αἰσθητὰ πάντῃ ἕτερα τῶν αἰσθητικῶν, τὰ δὲ νοητὰ ἅμα ἕτερα καὶ ταὐτά οὐ γὰρ ἕτερος μόνον ἀλλὰ καὶ ὁ αὐτὸς ὁ ῥυεὶς τῷ μένοντι νῷ)· καὶ ὅτι τὰ μὲν αἰσθητὰ διὰ μέσου τοῦ αἰσθητηρίου ἐγείρει τὸ αἰσθητικόν, εἰς τὸ αἰσθητήριον ποιοῦντα ἡ γὰρ αἰσθητικὴ ψυχὴ τῇ προβολῇ τῶν οἰκείων λόγων κατὰ τὸ εἶδος ἵσταται τῶν αἰσθητῶν) τὰ δὲ νοητὰ ἀμέσως αὐτὸν τελειοῖ τὸν νοῦν, αὐτενεργήτως καὶ τοῦτον ἐκεῖθεν πληρούμενον. p. 429 a 18 Ἀνάγκη ἄρα, ἐπεὶ πάντα νοεῖ, ἀμιγῆ εἶναι, ὥσπερ φησὶν Ἀναξαγόρας, ἵνα κρατῇ. Δῆλον ὅτι καὶ ταῦτα περὶ τοῦ νῦν προκειμένου λέγεται νοῦ τοῦ καὶ προελθόντος καὶ ἔτι ἀτελοῦς. καὶ οὗτος οὐδέν ἐστι τῶν νοητῶν, ἀλλὰ πρὸς πάντα ὑπάρχει ἀμιγής, ἵνα πάντα κατὰ μέθεξιν νοῇ καὶ οὐ δι’ αὑτοῦ, ἀλλὰ διὰ τὴν ἑτέρωθεν τελειότητα· ἐπεὶ ὅ γε ὡς ὁ ἐπιστήμων ἕκαστα γινόμενος δι’ ἑαυτοῦ καὶ οὐκέτι ἀμιγής, ἀλλὰ ὢν ἕκαστα, καὶ μειζόνως ὁ κατὰ τὴν πρώτην τῆς ψυχῆς ἑστὼς οὐσίαν, καὶ τῇ οὐσίᾳ ὢν ἐνέργεια. ἀλλ’ ὁ κατὰ μετάληψιν ἑτέρων πάντα νοῶν ἀμιγής ἐστι πρὸς πάντα πρὶν νοεῖν· ὡς γὰρ ὕλη ὑπόκειται τοῖς οἷς νοεῖ, ἀνείδεον δὲ πάντῃ τὸ καθαρῶς ὑλικόν. διὸ οὐδὲ ἐπὶ τῶν σωμάτων συγχωροῦμεν ἕν τ· ι τῶν στοιχείων ἢ ὅλως τι εἰδοπεποιημένον εἶναι τὴν πρώτην ὕλην. ἔστι γάρ τις πρὸς ἄλληλα τοῖς εἴδεσιν ἀντίθεσις, δι’ ἣν τὸ καθ' ὁτιοῦν αὐτῶν οὐσιωμένον παραποδισθήσεται πρὸς τὴν τῶν λοιπῶν ὑποδοχήν, ἀντιmιράττοντος ἢ ἀντιφράξοντος τοὐ ἐνυπάρχοντος πᾶσιν αὐτοῖς. ἵνα οὖν κατακρατῇ καὶ εἰλικρινῶς ἕκαστα γνωρίζῃ ὁ τοιοῦτος νοῦς, ἀμιγὴς ἔστω πρὸς πάντα, ὥσπερ Ἀναξαγόρας φυλάττει ἀμιγῆ πρὸς τὰς ὁμοιομερείας τὸν νοῦν, ἵνα αὐτῶν πασῶν κρατῇ, οὗτος μὲν πάντα δημιουργῶν καὶ νοῶν ἐξῃρημένως, ὁ δὲ τῆς ψυχῆς ὑλικὸς οὗτος νοῦς ὑφειμένως, ἵνα ἀκωλύτως μετέχῃ πάντων. p. 429a21 Ὥστε μηδ’ αὐτοῦ εἶναι φύσιν μηδεμίαν ἀλλ’ ἢ ταύτην, ὅτι δυνατός. Τὸ ὥστε μηδ’ αὐτοῦ οὐχὶ καὶ ὡς τῆς ὕλης ἀκουστέον. ἐκείνη μὲν γὰρ ἀνείδεος, κατ’ αὐτὸ μόνον τὸ δεκτικὸν τῶν σωματικῶν εἰδῶν οὐσιωμένη, ὁ δὲ νοῦς οὗτος κατὰ τὴν λογικὴν οὐσίωται καὶ αὐτὸς ψυχὴν καὶ γινώσκει τὰ αἰσθητά, ὡς εἴρηται. ἀλλ’ οὐχὶ καὶ ὡς τῆς αἰσθήσεως μηδεμίαν ἐχούσης φύσιν νοητέον ἐπὶ τοῦ μηδὲ αὐτοῦ· καὶ γὰρ καὶ αὐτὸς καὶ ἡ αἴσθησις ἰδίας ἔχουσί τινας φύσεις. ἀλλὰ τὸ μὲν ῥητὸν καταστῆσαι χρὴ μεταθέντας τὸ αὐτοῦ ὧδέ πὼς· ὥστε μηδὲ εἶναι φύσιν αὐτοῦ μηδεμίαν ,ἵνα μὴ καὶ ἄλλο τι αὐτῷ ὡς ὅμοιον συμπαραλαμβάνειν ἀναγκαζώμεθα. τὸ δὲ μηδεμίαν αὐτοῦ εἶναι φύσιν ἀληθές, εἰ φύσιν ἀκούοιμεν τὴν νοητήν τε καὶ νοεράν. οὔτε γὰρ νοεῖ οὔτε νοεῖται κατ’ ἐνέργειαν, ἀλλὰ μόνον ἐστὶ πρὸς ἄμφω δυνάμει πρὶν νοεῖν, ἕως ἄν ἀτελὴς ἦ. κἄν γὰρ τὰ αἰσθητὰ γινώσκῃ, ἀλλ’ οὐ τὰ νοητά, ἅ εἰσιν οὐσιώδεις ὅροι οὐδὲ νοῦς οὖν ἐστιν, ἐπειδὴ νοητῶν γνῶσις ὁ νοῦς, νοητὰ δὲ ὅσων μὴ αἴσθησις γνωριστική · ἐπεὶ καὶ διαιρεῖν εἰς δύο τὰ ὄντα εἰώθαμεν, εἰς νοητά τε καὶ αἰσθητά. εἰκότως ἄρα καὶ καλεῖσθαι λέγει τὸν τοιοῦτον τῆς ψυχῆς νοῦν, ὡς μήπω ὄντα διὰ τὸ μὴ ἐνεργείᾳ εἶναι, καλούμενον δὲ ὅμως διὰ τὸ δυνάμει εἶναι νοῦν μόνον καὶ μηδὲν εἶναι τῶν νοητῶν εἰδῶν, ἅπερ ὄντα λέγει ὡς κυρίως ὄντα ἐνεργείᾳ, πρὶν νοεῖν· νοῶν γὰρ κατά τι πάντως ὁρίζεται τῶν νοητῶν καὶ ἔστιν οἷον τὸ νοούμενον. p. 429a23 Λέγω δὲ νοῦν, ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή. |’Ev γὰρ ταῖς διεξοδικαῖς τοῦ λόγου μεταβάσεσιν ,ἃς ἀπὸ τοῦ διανύειν 64r γνωστικῶς ἡ διάνοια δηλοῖ, καὶ ἐν τῇ κατά τινα ἀπόστασιν θεωρίᾳ, ἣν ἡ ὑπόληψις σημαίνει, τό τε ἀτελὲς ἐπισυμβαίνει ποτέ, ὡς μηδὲν νοεῖν, καὶ τὸ 64r καθ’ ἕξιν τέλειον, ὅτε δύναται καὶ τἄλλα δι’ ἑαυτοῦ καὶ αὑτὸν νοεῖν. p. 429a24 Διὸ οὐδὲ μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι· ποιός τις γὰρ ἄν γένοιτο, ἢ θερμὸς ἢ ψυχρός, κἀν ὄργανόν τι εἴη ὥσπερ τῷ αἰσθητικῷ· νῦν δὲ οὐδέν ἐστιν. Ἐπειδὴ δυνάμει μόνον εἶπε τὸν εἰρημένον νοῦν καὶ μηδὲν εἶναι ἐνεργείᾳ τῶν ὄντων καὶ μηδεμίαν εἶναι φύσιν αὐτοῦ ἀλλ’ ἢ μόνον ὅτι δυνατός, εὐλαβήθη οὐχὶ μὴ ἀνούσιον ἢ ἄζων αὐτὸν ὑποπτεύσωμεν (ζωὴ γὰρ πάντως καὶ οὐσία ἡ γινώσκειν τε καὶ φρονεῖν δυναμένη καὶ τῶν νοητῶν γνωστικῶς μεταλαγχάνειν εἰδῶν) οὐ τοῦτο οὖν εὐλαβήθη, ἀλλὰ μὴ σωματοειδής τις ὑπονοηθῇ εἶναι ζωὴ καὶ οὐσία, διότι ἐν σώμασι μάλιστα τὸ δυνάμει καὶ ἀτελὲς καὶ αἱ μεταβολαί, δείκνυσιν αὐτὸν πάσης ἀχωρίστου σωμάτων ζωῆς ἐξῃρημένον. διττὴ δὲ ἡ ἀχώριστος, ἥ τε αὐτὸ εἰδοποιοῦσα τὸ ζωτικὸν ὄργανον, καθ’ ἣν ζῶν ἐστιν, καὶ ἡ ὡς ὀργάνῳ τῷ ἤδη ζῶντι σώματι χρωμένη ὡς ὁ πλωτὴρ τῇ νηί, καθ’ ὅσον χρῆται, ἀχώριστος οὖσα· οὐδετέρα πρὸς τὰ νοητὰ δυναμένη συναρμόζεσθαι, ὅτε ἡ τοῦ ὀργάνου ζωὴ καὶ μεμιγμένη τῷ σώματι καὶ συμπεφυρμένη ταῖς ἐν αὐτῷ ποιότησι. τό τε γὰρ σῶμα καὶ τῶν φυσικῶν ὑφεῖται εἰδῶν καὶ μειζόνως τῶν νοητῶν, αἵ τε παθητικαὶ ποιότητες πάσης ἐκβεβηκυῖαι οὐσίας πόρρω τῶν νοητῶν ἀποπεπτώκασιν· ὥστε καὶ ἡ ταύταις συμπεφυρμένη ζωὴ καὶ τῷ σώματι μεμιγμένη οὐκ ἄν ποτε τοῖς νοητοῖς συναρμοσθείη. τὸ γὰρ ὅλον τοῦ σώματος γινομένη, ὅπερ ἡ μῖξις δηλοῖ, καὶ τοῦ κοινῇ ὁριστικοῦ τῶν γενητῶν εἴδους ἀπο̣λείπεται ,οὔπω λέγω τῶν ἐξῃρημένων •ἀπολείπεται δὲ καὶ τῆς πρὸς αὑτὴν ἐπιστροφῆς, ὡς μὴ δύνασθαι ἑαυτὴν νοεῖν. καὶ ἔτι μᾶλλον ἡ τῶν ποιοτήτων ἀνάπλησις τὸ ἀνεπιτήδειον αὐτῆς πρὸς νοερὰν ἐνέργειαν καὶ τὸ πρὸς νοητὰ εἴδη ἀνάρμοστον ἐπιδείκνυσι. τὸν γὰρ οὐσιῶν εἰδητικῶν ἀντιληψόμενον λόγον καθαρεύειν δεῖ τῶν συμβεβηκότων καὶ μάλιστα τῶν ἐσχάτων, οἷαι αἱ παθητικαὶ ποιότητες, καὶ ἀμιγῆ πρὸς σῶμα εἶναι, ἵνα καὶ νοῇ τὰ ἀμέριστα καὶ πρὸς ἑαυτὸν ἐπιστρέφειν ἰσχύῃ. ἀλλὰ πόθεν, ὅτι οὐδέν ἐστιν αὐτῷ ὄργανον, ὥστε παντελῶς εἶναι χωριστὸν σωμάτων ; ἢ τοῦτο ὕστερον ἐναργῶς ἐπιδείξει μικρὸν προελθών, ὅταν τὸ διάφορον τῆς ἀπαθείας τοῦ νοῦ καὶ τοῦ αἰσθητικοῦ ἐμφαίνῃ. p. 429a27 Καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν. ἐπαινεῖ τοὺς τόπον εἰδῶν τὴν ψυχὴν ἀποφηναμένους, καὶ ἅμα μὲν δηλῶν, ὡς οὐ περὶ τοῦ μετεχομένου ὑπὸ ψυχῆς νοῦ ἦν ὁ λόγος αὐτῷ (ἐκεῖνος γὰρ οὐ ψυχὴ ἀλλὰ κρείττων οὐσία), ἅμα δέ, ὅτι εἴδη οὐ τὰ συμβεβηκότα καλεῖ (τούτων γὰρ καὶ ἡ αἰσθητικὴ δεκτική), ἀλλὰ τὰς καθ’ αὑτὰς οὐσίας ἢ πάντῃ ἑαυτῶν οὔσας, ᾗ καθ’ αὑτὰ ὁριζόμενα οὐσιοῦται. τόπος δὲ ὡς δεκτικὴ ἐπικτήτως καὶ ἔξωθέν πὼς, ἵνα σώζηται ἡ πρὸς τὸν σωματικὸν τόπον ἀναλογία. εἰ δὲ τοῦτο, οὐδὲ ἡ νοητικὴ ὅλη ἔσται τόπος, ἀλλ’ ἡ εἰρημένη καὶ ὅλως ἡ ἔξω ῥυεῖσα, ἐπεὶ ἥ γε μένουσα ἔστι τὰ σύστοιχα αὐτῇ εἴδη ἀλλ’ οὐ δέχεται, καὶ δυνάμει ἀλλ’ οὐκ ἐντελεχείᾳ ἡ ἀποστᾶσά πὼς ἑαυτῆς, ἡ δὲ εἰς ἑαυτὴν ὅλη στραφεῖσα καὶ κατὰ τὴν ἑαυτῆς στᾶσα οὐσίαν οὐ δυνάμει ἔτι ἀλλ’ ἐνεργείᾳ, μᾶλλον δὲ ἡ ἐνέργεια αὐτή. p. 429a29 Ὅτι δ’ οὐχ ὁμοία ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ καὶ τοῦ νοητικοῦ, φανερὸν ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως. Βούλεται μὲν διὰ τούτων ἐπιδεῖξαι τὸ προειρημένον, ὅτι οὐδέν ἐστιν ὄργανον ἐν τῇ τῶν νοητῶν εἰδῶν θεωρίᾳ· δείκνυσι δὲ ἐκ τῆς πρὸς τὴν αἴσθησιν τοῦ νοῦ παραβολῆς, ἵνα διὰ τῆς αἰσθήσεως γνόντες, τί πάσχει πᾶν τὸ δι’ ὀργάνου τι γινῶσκον, ἀπηλλαγμένον δὲ τοὐ πάθους ὁρῶντες τὸ νοητικόν, καὶ τῆς δι’ ὀργάνου θεωρίας ἐξῃρημένον αὐτὸ θώμεθα. ἀπάθειαν δὲ καλεῖ τὴν ἐν τῷ δεκτικῷ τινος οὕπω γεγονυῖαν ὑποδοχήν. εἰ τοίνυν μὴ ὁμοία ἡ ἔν τε τῷ αἰσθητικῷ καὶ τῷ νοητικῷ ἀπάθεια, οὔτε τὸ δεκτικὸν ἐν ἀμφοτέροις ὅμοιον οὔτε ἡ ὑποδοχή. τίς οὖν ἡ ἀνομοιότης ; ὅτι ἡ μὲν τοῦ αἰσθητικοῦ ὑποδοχὴ μετὰ τροπῆς τινος καὶ μεταβολῆς καὶ σωματικῆς ἐγγίνεται πείσεως (παθεῖν γάρ τι δεῖ τὸ αἰσθητήριον ὑπὸ τῶν αἰσθητῶν, εἰ ἐνεργεῖν μέλλοι ἡ αἴσθησις), ἡ δὲ τοῦ νοητικοῦ ἄτρεπτος καὶ κατ’ οἰκείαν ἐνέργειαν ἡ μετάληψις. τῷ τοῦτο δῆλον; ὅτι ἡ μὲν αἴσθησις σφοδροῦ τινος ἀντιλαμβανομένη ἰδίου αἰσθητοῦ, οἷον λαμπροῦ χρώματος ἡ ὄψις, ἀδυνατεῖ παραυτίκα τῶν ἀμυδροτέρων ἀντιλαμβάνεσθαι, ὁ δὲ νοῦς οἷός. τε ἐκ τῆς τῶν σφόδρα νοητῶν θεωρίας (τοιαῦτα δὲ ὅσα εἰδικώτερα καὶ οἱ ἐπαναβεβηκότες ὅροι καὶ κρείττους τελειότητες καὶ οὐσίαι καθαρώτεραι) καὶ τὰ ἐλάττω νοητὰ νοεῖν, καὶ μᾶλλον οἷός τε ἢ πρὶν νοῆσαι τὰ μείζω· ἐπιρρώννυται γὰρ ἡ νόησις ἐκ τῆς τῶν κρειττόνων θεωρίας πρὸς τὴν τῶν δευτέρων γνῶσιν, ὅθεν ἀρίστη ἡ ἐκ τῶν ἀρχῶν καὶ αἰτίων γνῶσις τῶν ἀρχομένων τε καὶ αἰτιατῶν. τί οὖν τὸ τῆς διαφορᾶς αἴτιον; |ὅτι τὸ μὲν αἰσθητικὸν οὐκ ἄνευ σώματος ἐνεργεῖ καὶ δέχεται τὰ εἴδη, ἐν τῇ ὑποδοχῇ διακρινομένου ἢ συγκρινομένου καὶ ὅλως σωματικὴν ὑπομένοντος πάθην τοῦ ὀργάνου, καὶ ἐναργέστατα πληττομένου ἐν ταῖς τῶν σφόδρα αἰσθητῶν μεταλήψεσι· μειζόνως οὖν φέρε διακεκριμένον τὸ αἰσθητήριον ὑπὸ τοῦ ἔλαττον διακρίνοντος ἀπαθὲς μένον οὐ κινεῖ τὴν περὶ αὐτὸ τῆς αἰσθητικῆς ζωῆς ἐνέργειαν •ὁ δὲ νοῦς χωριστὸς ὢν παντὸς σώματος οὐδὲν δεῖται τροπῆς ἢ σωματοειδοῦς πείσεως· διὸ οὐδὲ παραποδίζεται πρὸς τὴν τῶν ὑφειμένων θεωρίαν, κατὰ καθαρὰν ἴδιον ἐνέργειαν καὶ τὰ ἀπὸ τῶν κρειττόνων ἥκοντα ὑποδεχόμενος, καὶ οὐ πάσχων τὸ σῶμα ἀλλ’ ἐνεργῶν τὰ διάφορα πάσχειν λεγόμενος. p. 429 b5 Ὅταν δ’ οὕτως ἕκαστα γένηται, ὡς ὁ ἐπιστήμων λέγεται ὁ κατ’ ἐνέργειαν. Ὁ ἀφιστάμενός πὼς ἑαυτοῦ καὶ εἰς τὸ ἔξω προιὼν νοῦς ὁτὲ μὲν ὅλος περὶ τὰ αἰσθητὰ στραφεὶς καὶ οὐδαμῇ τῶν εἰδῶν οὔτε τῶν οὐσιῶν ἐπαίων, ἅπερ λόγῳ καὶ τῷ κρείττονι νῷ ἐστι καταληπτά, τῇ δὲ αἰσθήσει οὕ (καὶ διὰ τοῦτο λέγεται νοητά, ἐπειδὴ καὶ τὸν λόγον νοῦν προσαγορεύει), δυνάμει ὢν νοῦς καὶ ἀτελὴς καὶ ὑλικός, ὡς ἐπιτήδειος μὲν πρὸς ὑποδοχὴν τῶν νοητῶν εἰδῶν καὶ τῆς τούτων νοήσεως, οὔπω δὲ δεξάμενος, ὁτὲ δὲ ἤδη τέλειος καὶ τῶν νοητῶν εἰδῶν πλήρης, ὡς οἷόν τε τῷ προελθόντι νῷ, οὐχ ὑπὸ τῶν αἰσθητῶν τελειούμενος, ἀλλὰ τούτοις μὲν ὡς ἐσχάτοις ἴχνεσι τῶν εἰδῶν ἐπιβαίνων, ἐντεῦθεν δὲ ἐπὶ τὴν αὐτῶν τῶν εἰδῶν ζήτησιν ἐγειρόμενος τῇ εἰς ἑαυτὸν συννεύσει, καὶ ταύτῃ τῇ μενούσῃ τῆς ψυχῆς καὶ πρωτίστῃ συναπτόμενος οὐσίᾳ, τελειοῦται ὑπὸ τῶν ἐν αὐτῇ μενόντων εἰδῶν καὶ ὑπὸ τῆς ἡνωμένης ἐκείνῃ γνώσεως, οὐ γινόμενος μὲν ὅπερ ἡ οὐσιώδης αὐτῆς νόησις οὐδὲ αὖ τὰ ἐν τῇ οὐσίᾳ αὐτῆς μένοντα εἴδη, κατὰ δὲ τὰ προσεχῶς αὐτῶν ἐξηρτημένα καὶ κατὰ τὴν συναπτομένην τῇ οὐσιώδει γνῶσιν πληρούμενός τε καὶ τελειούμενος, ἅμα τε ὡς ὑφ’ ἑτέρων τῶν μενόντων, ᾗ προῆλθεν ἑτεροιωθείς, ἅμα δὲ ὑφ’ ἑαυτοῦ, ἐπειδὴ εἷς πὼς καὶ ὁ αὐτὸς μένει τε καὶ πρόεισι. καὶ ἡ τελειότης τοίνυν ἐν τῷ προελθόντι οὐχ οἵα ἡ οὐσιώδης, ἀλλὰ κατὰ προβολὴν καὶ δευτέρα μετὰ τὴν οὐσιώδη καὶ κατὰ ἕξιν· περὶ γὰρ τὴν οὐσίαν ἀλλ’ οὐκ οὐσία ἡ ἕξις. ἀπὸ οὖν τῶν ὑστέρων ἐπὶ τὰ πρῶτα ἐν τῇ περὶ τῶν οἷον μερῶν τῆς ψυχῆς θεωρίᾳ διὰ τῶν προσεχῶν ἀνιὼν ὁ φιλόσοφος ἀπὸ τοῦ ὑλικοῦ καὶ ἀτελοῦς καὶ δυνάμει μέτεισιν ἐπὶ τὸν προιόντα μὲν καὶ αὐτόν, τελειωθέντα δὲ τὴν κατὰ προβολὴν τελειότητα νοῦν, ὃς ἕκαστα λέγεται γίνεσθαι ὡς ὁ κατ’ ἐνέργειαν ἐπιστήμων δηλαδὴ ἄνθρωπος. τοῦτο μὲν οὖν, ἵνα μηδὲ ἐπὶ τοῦ οὕτω τελείου νοῦ τὴν ἐνέργειαν ἢ τὴν αὐτὴν τῇ ἕξει ἢ ἀεὶ ἑπομένην τιθῶμεν· ἀλλ’ ὡς ἔχει ὁ κατ’ ἐνέργειαν ἐπιστήμων, τουτέστιν ὁ ἤδη τελείαν ἀπειληφὼς τὴν ἕξιν, οὐκ ἀεὶ δὲ κατ’ αὐτὴν ἐνεργῶν, οὕτω καὶ τὸν προελθόντα τέλειον ὑποτιθώμεθα νοῦν, διὰ τὴν πρόοδον ὥσπερ αὐτὸς ἀπομερίζεται τῆς οὐσίας, οὕτω καὶ τὴν ἐνέργειαν μεριζομένην τῆς ἕξεως ἔχοντα, καὶ οὐδὲ ὡς ἑπομένην ἀεὶ ἀλλὰ ποτέ, διὰ τὸ ποτὲ καὶ αὐτὸς τελειοῦσθαι. οὐκοῦν καὶ τὸ ἕκαστα ὀρθῶς ἐπ’ αὐτοῦ εἴρηται διὰ τὴν διῃρημένην ἐν αὐτῷ συναγωγὴν τῶν εἰδῶν, τὸ δὲ γίνεσθαι διά τε τὴν ἑτέρωθεν καὶ τὴν οὐκ ἀίδιον ἀλλὰ ποτὲ τελειότητα. p. 429 b 7 Τοῦτο δὲ συμβαίνει, ὅταν δύνηται ἐνεργεῖν δι’ αὑτοῦ. Τὸ δύνασθαι ἐνεργεῖν δι’ αὑτοῦ ἴδιον τοῦ προελθόντος μὲν τελείου δὲ νοῦ. ὁ γὰρ ὑλικὸς νοῦς τελειοῦται μὲν καὶ ὑφ’ ἑαυτοῦ, ᾗ εἷς καὶ ὁ αὐτός ἐστιν ὅ τε μένων · καὶ ὁ προιὼν τῆς ψυχῆς νοῦς, οὐ μὴν ἐνεργεῖν δύναται καὶ γινώσκειν καθ’ ἑαυτὸν τὰ νοητά, ἕως ἄν ᾖ ἀτελής, ἀλλὰ τελειωθείς, ὅς ἐστιν ὁ νῦν εἰς θεωρίαν προκείμενος. οὐ μὴν οὐδ’ ὁ οὐσιώδης τῆς ψυχῆς νοῦς δύναται δι’ ἑαυτοῦ ἐνεργεῖν· οὐ γὰρ ἐν τῷ δυνάμει, ἀλλ’ ἐν τῷ ἤδη ἐνεργεῖν αὐτῷ τὸ εἶναι. οὗτος δὲ ἐν δυνάμει διὰ τὸ μὴ ἀεὶ ἐνεργεῖν, διὸ καὶ αὐτὸς δυνάμει πὼς καὶ ὡς μὴ ἀεὶ ἐνεργῶν καὶ ὡς ἑτέρωθεν τελειωθείς, καθάπερ καὶ τὸ ἤδη ζῶν σῶμα δυνάμει ζωὴν ἔχειν λέγεται διὰ τὴν ἐπίκτητον τῆς ζωῆς μετάληψιν οὐ μόνον ἑτέρωθεν ἀλλὰ καὶ ποτὲ ἐνδιδομένην, ἀλλ’ οὐχ ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν, οἷος ἦν ὁ ἀτελὴς νοῦς· ἐκεῖνος γὰρ καὶ πρὸς αὐτὴν τὴν τελείωσιν δυνάμει ἦν καὶ τὴν πρὸς τὸ τελειοῦν ἑτερότητα πλείονα καὶ ἐναργεστέραν διέστηκεν. p. 429 b 9 Καὶ αὐτὸς δὲ αὑτὸν τότε δύναται νοεῖν. Οὐ κατὰ συμβεβηκὸς τῷ τὰ νοητὰ ἔχειν καὶ εἶναί πὼς ὁ αὐτὸς τοῖς νοουμένοις εἴδεσιν, ὡς προηγουμένως τὰ εἴδη ἀλλ’ οὐχ ἑαυτὸν νοῶν, ὡς ὁ Ἀλέξανδρος βούλεται, καὶ ἑαυτὸν δὲ νοῶν προηγουμένως· ἐπεὶ πόθεν ἢ ὁ Ἀλέξανδρος ἢ ἡμεῖς περὶ αὐτοῦ τι γράφομεν, μὴ νοοῦντος ἑαυτόν, καὶ τὴν νόησιν καὶ τὴν ζωὴν καὶ τὴν οὐσίαν ἑαυτοῦ, ἵνα καὶ νοῦς ᾖ ἀλλὰ μὴ αἴσθησις, πρὸς ἄλλα ἀποτεινόμενος καὶ τῇ πρὸς αὐτὰ ἀποτάσει ἑαυτοῦ συναισθανόμενος; καὶ γὰρ οὐ μόνον ἐστὶ νοῦς ἀλλὰ καὶ νοητός, ὥσπερ τὰ ἄλλα νοητὰ εἴδη μεταλαγχάνων ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς, οὕτω καὶ νοῦς καὶ νοητός [τε] ὑπὸ τοὐ οὐσιώδους νοεροῦ τε καὶ νοουμένου γινόμενος. ἀλλ’ οὐδέν, φησὶν ὁ Ἀλέξανδρος, αὐτὸ |ὑφ’ ἑαυτοῦ πάσχει· τὸ δὲ νοεῖν ἐν 65r τῷ πάσχειν τὸν νοῦν ὑπὸ τοὐ νοητοῦ εἶναι ἐδόκει. οὐχ ἀπλῶς, ἀλλὰ τὸ τῶ αἰσθάνεσθαι ὅμοιον καὶ ὃ ἑτέρωθέν πὼς τελειοῦται, κἂν αὐτενεργήτως τὴν ἑτέρωθεν παραδέχηται τελειότητα. πάσχει οὖν καὶ ὁ ὑλικὸς νοῦς καὶ ὁ ἤδη κατὰ τὴν προβολὴν τελειωθείς, ᾗ ὑπὸ τοῦ οὐσιώδους τελειοῦται νοητοῦ, καὶ ὡς νοῦς καὶ ὡς νοητὸς γινόμενος· ἅπαξ δὲ τελειωθεὶς αὐτὸς ἑαυτὸν καὶ τὰ ἐν αὐτῷ εἴδη νοεῖ ἀπαθῶς κατ’ ἐνέργειαν τελείαν. τὸ γὰρ πάθος ἦν ἐν τῇ ἑτέρωθεν μεταλήψει καὶ πληρώσει, ἀλλ’ οὐκ ἐν τροπῇ τινι. p. 4291b10 Ἐπεὶ δ’ ἄλλο ἐστὶ μέγεθος καὶ τὸ μεγέθει εἶναι καὶ ὕδωρ καὶ τὸ ὕδατι εἶναι· οὕτω δὲ καὶ ἐφ’ ἑτέρων πολλῶν, ἀλλ’ οὐκ ἐπὶ πάντων· ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστι τὸ σαρκὶ εἶναι καὶ σάρκα· ἡ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει. Ὁ σκοπὸς αὐτῷ ἐν τούτοις τοῦ προελθόντος μὲν ἀπὸ τῆς οὐσιώδους μονῆς, τελειωθέντος δὲ καθ’ ἕξιν ὑπὸ τῆς οὐσιώδους ἐν τῇ ψυχῇ τελειότητος διαφόρους παραδοῦναι νοήσεις, τὴν μὲν τῶν συνθέτων καὶ μεριστῶν οὐσιῶν, τὴν δὲ τῶν ἁπλῶν καὶ ἀμερίστων, ἵνα καὶ ταύτῃ διακρίνῃ τὴν οὐσιώδη τῆς ψυχῆς θεωρίαν, μένουσαν, ὡς οἷόν τε αὐτῇ, ἐν τοῖς ἁπλοῖς καὶ ἀμερίστοις, ὥσπερ ὁ κρείττων τῆς ψυχῆς νοῦς οὐ μεταβαίνων ἀπὸ τῶν εἰδῶν ἐπὶ τὰ εἰδοποιούμενα, ἵνα καὶ ταῦτα γνῷ, ἀλλ’ ἐν αὐτῇ τῆ εἰδῶν νοήσει ὡς ἐξ αἰτίων καὶ τὰ εἰδοποιούμενα καὶ τὰ τούτοις ἐπισυμβαίνοντα καὶ ἀπλῶς εἰπεῖν καὶ τὰ αἰτιατὰ πάντα καὶ τὴν τῶν ἐσχάτων αὐτῶν δεκτικὴν ὕλην καὶ τὰ ὁπωσοῦν αὐτοῖς παρυφιστάμενα κατὰ τὴν αἰτιώδη γινώσκει νόησιν, ᾗ ἐν τοῖς εἴδεσιν αἰτιωδῶς προείληπται τὰ αἰτιατά. ὃν δὴ καὶ ἡ εἰς τὴν οὐσίαν ἑαυτῆς ἀναδραμοῦσα ψυχή, ὡς οἷόν τε αὐτῇ, μιμεῖται ἅτε συμφυῶς αὐτῷ συνημμένη, ἐν τοῖς ἀκροτάτοις ἑαυτῆς μένουσα λόγοις καὶ εἰς τὸ ἔξω οὐδαμῇ προἰοῦσα, συναπτομένη δὲ καὶ τοῖς ἐν τῷ νῷ εἴδεσι, καὶ ἐν τούτοις καὶ αὕτη τὰ αἰτιατὰ κατὰ τὴν αἰτιώδη θεωρεῖ ἁπλότητα. οὐ μὴν ἔτι ἡ ἀφ’ ἑαυτῆς προἰοῦσα ψυχή, κἂν ἤδη τελείαν ἐνστήσηται τὴν θεωρίαν, μένει ἐν τῇ εἰδητικῇ ἁπλότητι, ἀλλὰ διὰ μὲν τὴν ἐκ τῆς οὐσίας ἐνδοθεῖσαν τελειότητα καὶ τὴν πρὸς αὐτὴν ὡς ἑτέρας πὼς πρὸς ἑτέραν συναφήν οὐ γὰρ καθ’ ἕνωσιν) ἐπιβάλλει τοῖς εἴδεσιν, εἰ καὶ πορρώτερον ᾖ ἡ ἐν αὑτῇ εἰλικρινῶς μείνασα, διὰ δὲ τὴν ἔξω πρόοδον οὐκ ἐκ μόνων τῶν αἰτίων ἀλλὰ καὶ συστοίχως αὐτοῖς ἐπιβάλλει τοῖς αἰτιατοῖς τοῖς προελθοῦσι προελθοῦσα· αἰσθήσει μὲν τὰ αἰσθητά, λογικῇ δὲ γνώσει τὰς συνθέτους καὶ ὅλως τὰς εἰδοπεποιημένας οὐσίας, καὶ ἑτέρᾳ οὔσῃ τῆς τῶν εἰδῶν ἀντιληπτικῆς καὶ τῇ αὐτῇ μὲν ἀλλ’ οἷον καμφθείσῃ καὶ οὕτω τὰ ὁριζόμενα νοούσῃ. τοὺς γὰρ ὅρους ὀρθῶς καὶ ἀκαμπῶς· τελειότητες μὲν γὰρ οἱ ὅροι, καὶ ἡ νόησις αὐτῶν κατὰ τελειότητα ἵσταται, ἐπειδὴ καὶ πᾶσα γνῶσις κατὰ τὸ γνωστόν· τὰ δὲ εἰδοπεποιημένα τέλεια καὶ ὁ συστοίχως τούτοις ἐπιβάλλων νοῦς, ἀλλ’ οὐ τελειότητες ἀλλὰ κατὰ μέθεξιν τῆς τελειότητος. ἡ δὲ κλάσις δηλοῖ τὴν μέθεξιν. καὶ γὰρ ὁ ἰατρὸς οἷον καμφθεῖσά ἐστιν ἰατρικὴ διὰ τὴν κατὰ ἰατρικὴν μὲν δευτέραν δὲ ὑπόστασιν καὶ ἐκβεβηκυῖαν, διὰ τὸ τὸ ἐν τῷ μετέχειν ὂν ὅπερ ἐστὶν ἕτερον εἶναι τοῦ μετεχομέ. νου, καίτοι κατ’ αὐτὸ ὄν. καὶ ἡ κλασθεῖσα δὲ εὐθεῖα, τουτέστιν ἡ καμφθεῖσα, ὡς γωνίαν ποιεῖν, ἀπὸ μὲν τῆς ἐκτεταμένης γέγονεν, ἐκβᾶσα δὲ τὸ ἀπλοῦν καὶ οἷον εἰς μερισμὸν ὑποβᾶσα. ταῦτα ἐν τούτοις περὶ τοῦ τελείου ἐν τῇ προόδῳ φιλοσοφεῖ νοῦ ὁ Ἀριστοτέλης, πρὸ πάντων ἡμᾶς ὑπομιμνήσκων αὐτὸ τοῦτο, ὅτι ἕτερον τὸ εἰδοπεποιημένον τοῦ εἴδους. τὸ μὲν οὖν μέγεθος καὶ ἡ σὰρξ καὶ τὸ ὕδωρ εἰδοπεποιημένα, τὸ δὲ εἶναι τούτων ἑκάστου τὸ ἑκάστου εἶδος· ἐν γὰρ τῷ τί ἦν εἶναι τὸ εἶδος εἴωθεν ὁρίζεσθαι, ἐπειδὴ κατ’ αὐτὸ καὶ τοῖς εἰδοπεποιημένοις τὸ εἶναι. ἐφ’ ὧν οὖν τὸ εἶδος οὐ μένει αὐτὸ καὶ ἑαυτοῦ ὄν, ἀλλ’ ἑτέρου ἐστὶν ὁριστικόν, ἐπὶ τούτων ἕτερόν ἐστιν αὐτό, τουτέστι τὸ ὁριζόμενον, καὶ τὸ εἶναι αὐτῷ, ὅπερ ἐστὶν ὁ ὅρος καθ’ ὃν ὁρίζεται. ἐφ’ ὧν δὲ τὸ εἶδος ἄυλον καὶ καθ’ ἑαυτὸ μένον καὶ οὐχ ἑτέρου ὅρος, ἐπὶ τούτων ταὐτὸν αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, οἷον σὰρξ καὶ τὸ σαρκὶ εἶναι, οὐκ ἀληθὲς παράδειγμα εἰληφώς (ἐπάγει γοῦν ὡς ἔνυλον ἡ σὰρξ καὶ ὡς τὸ σιμόν ἐστιν), ἀλλ’ ὅτι οὕτως ἔχει τὸ ἄυλον ἐνδεικνύμενος. ἀλλὰ πῶς λέγεται τόδε ἐν τῷδε ἡ σὰρξ καὶ τὸ σιμὸν καὶ ἁπλῶς εἰπεῖν τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, εἴ γε τὸ μὲν τόδε τοῦ εἴδους, τὸ δὲ ἐν τῷδε ἢ τῆς ἐν ὕλῃ τοῦ εἴδους 65r φύσεως ἢ καὶ τῆς ὁποιασοῦν εἰς ἕτερον ὡς εἰς ὁριζόμενον κατ’ αὐτὸ σχέσεως; οὐ γὰρ ταὐτὸν τὸ εἰδοποιούμενον τῷ ἐν ἑτέρῳ εἴδει· τοῦτο μὲν γὰρ ὅρος, εἰ καὶ ἄλλου, ἐκεῖνο δὲ ὁριζόμενον, κἄν ᾖ ἄυλον ὡς τὸ οὐράνιον σῶμα. οὐ ταὐτὸν μὲν οὖν τὸ σιμὸν τῇ ἐν ῥινὶ κοιλότητι οὐδὲ τὸ ζῷον τῇ ἐν σώματι ζωῇ, ὡς οὐδὲ ὁ ἰατρὸς τῇ ἰατρικῇ τῇ ἐν ἀνθρώπῳ. ἐκ δὲ τῶν στοιχειωδῶν καὶ προσεχῶν ἐπιστημονικῶς γνωρίζεται αἰτίων· ἐκ γὰρ του οριστικου αὐτοῦ εἴδους καὶ τῆς τούτου δεκτικῆς ὕλης. τὸ οὖν τόδε ἐν τῷδε οὐ τὸ σύνθετον ἀλλὰ τὰ αἴτια τοῦ συνθέτου δηλοῖ· ἡ γὰρ τοῦ εἴδους ἐν τῇ ὕλῃ θέσις τὸ σύνθετον ἀποτελεῖ. p. 429 b 14 Τῷ μὲν οὖν αἰσθητικῷ τὸ θερμὸν καὶ τὸ ψυχρὸν κρίνει, καὶ ὧν λόγος τις. ἡ σάρξ. Ἐπειδὴ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνειν ἔφη τό τε μέγεθος καὶ τὸ μεγέθει εἶναι, διακρίνει τίνα μὲν ἄλλῳ τίνα δὲ ἄλλως ἔχοντι. ὅσα μὲν γὰρ αἰσθητά, οἷον ποιότητες χρώματα σχήματα καὶ μεγέθη καὶ ὡς |αὐτὸς ἔφη, ὧν λόγος τις ἡ σάρξ (τουτέστιν ὧν αἰτία ἡ προσεχὴς ἡ ὁριζομένη πολλαχοῦ γάρ, ὡς καὶ τῷ Πλάτωνι ἐν Γοργίᾳ καὶ ἐν Θεαιτήτῳ, οὕτω καὶ τῷ Ἀριστοτέλει ἀντὶ τῆς προσεχοῦς αἰτίας εἴληπται ὁ λόγος· προσεχὴς δὲ αἰτία τῶν συμβεβηκότων πάντων ἡ ὁριζομένη οὐσία, διότι ἐν αὐτῇ καὶ περὶ αὐτὴν καὶ ἐξ αὐτῆς ὑφίσταται· ἡ σὰρξ οὖν παρείληπται ἀντὶ πάσης τῆς ὁριζομένης οὐσίας) τὰ μὲν οὖν αἰσθητὰ τῇ αἰσθήσει κρίνει ὁ νοῦς· συμβεβηκότα γὰρ καὶ μερικὰ τὰ αἰσθητὰ πάντα, ὧν συστοίχως ἀντιληπτικὴ ἡ αἴσθησις· ὁ δὲ νοῦς τῶν οὐσιῶν, διὸ ἐπὶ τούτων ἄλλῳ κρίνει· τῆ γὰρ αἰσθήσει ἄλλῃ οὔσῃ παρὰ τὸν νοῦν. ὅ γε μὴν τῆς ὁριζομένης οὐσίας κριτικὸς νοῦς ὢν πάντως, ἐπειδὴ καὶ τὸν λόγον νοῦν αὐτῷ δέδοκται καλεῖν, ὡς προείρηται, οὑκ ἄλλῳ τοὺς ὅρους κρίνει, ἀλλ’ ἑαυτῷ μὲν ἄλλως δὲ ἔχοντι κρίνει, ἕως ἄν τῷ προελθόντι καὶ τελεωθέντι ἐν ἡμῖν νῷ καὶ τὰ εἴδη θεωρῶμεν· ἐπεὶ ἀναδραμοῦσα εἰς τὴν ἑαυτῆς οὐσίαν ἡ ψυχὴ καὶ κατὰ τὴν τελείαν ἑστῶσα ἐνέργειαν καὶ τοῖς εἴδεσιν ἑνιζομένη καὶ χωριζομένη πάντῃ ἀπὸ τῆς τῶν δευτέρων προβολῆς ἑτέρα ἐστὶ τῆς ἔξω προιούσης ζωῆς. διὸ ἐνταῦθα ὀρθῶς πρόσκειται τὸ ἄλλῳ δὲ ἤιοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει. ἄλλῳ μὲν γάρ, ὅταν χωριστῷ, τουτέστι τῇ χωριζομένῃ θεωρίᾳ ἀπὸ τῶν ἔξω προβαλλομένων καὶ εἰς ἕξεις καὶ δυνάμεις προιουσῶν ἐνεργειῶν, κρίνει τὰ εἴδη· εἰ μὴ ἄρα καὶ τότε οὐκ ἄλλῳ ἀλλὰ τῷ αὐτῷ ἑτέρως ἔχοντι, διὰ τὸ μίαν εἶναι τὴν ὅλην ψυχήν, τήν τε μένουσαν καὶ προιοῦσαν. ὡμολογημένως δὲ τῷ αὐτῷ μὲν ἄλλως δὲ ἔχοντι, ὅταν ὁ προελθὼν νοῦς καὶ τὰς ὁριζομένας γινώσκῃ οὐσίας καὶ τὰ εἴδη καθ’ αὑτὸν ὁρίζηται, οὕτως ἔχοντι ἄλλως, ὡς ἔχει ἡ εὐθεῖα πρὸς τὴν κεκλασμένην. καὶ γὰρ ἡ κεκλασμένη, ὡς ἤδη διωρίσαμεν, τὴν τῶν εἰδοπεποιημένων σύστοιχον δηλοῖ γνῶσιν, ἡ 65v δὲ ἐκταθεῖσα ὡς ὀρθὴ καὶ ἀκαμπὴς τῆς τῶν ὅρων καὶ τελειοτήτων γνώσεως εἴληπται σύμβολον δι’ ἃς ἀνωτέρω ἔφαμεν αἰτίας. p. 429 b 18 Πάλιν δ’ ἐπὶ τῶν ἐν ἀφαιρέσει ὄντων τὸ εὐθὺ ὡς τὸ σιμόν· μετὰ συνεχοῦς γάρ· τὸ δὲ τί ἦν εἶναι, εἰ ἔστιν ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθύ, ἄλλῳ. ’Ev ἀφαιρέσει ὄντα τὰ μαθηματικὰ εἴωθε δοξάζειν τε καὶ λέγειν, οὐχ ὡς οἱ Πυθαγόρειοι ζητῶν τοὺς προβλητικοὺς τῶν ἐν τῇ φαντασίᾳ μαθηματικῶν τύπων λόγους, οὐσιώδεις ὄντας ἐν τῇ σωματοειδεῖ τῆς ψυχῆς ζωῇ, ἀλλ’ ἐν αὐτοῖς τοῖς φανταστικοῖς τύποις τὰ μαθήματα εἶναι λέγων, περὶ οὓς καὶ κατὰ ἀλήθειαν τὴν πᾶσαν ποιοῦντι πραγματείαν οἱ μαθηματικοί. οἱ μὲν οὖν Πυθαγόρειοι, εἰς τοὺς προβλητικοὺς τῶν τύπων ζωτικοὺς ἀποβλέποντες λόγους, οὐσίας ἐτίθεντο τὰ μαθήματα· ὁ δὲ Ἀριστοτέλης τῶν τύπων ἀποφάσκει τὴν οὐσίαν καὶ ἐξ ἀφαιρέσεως ἐγγίνεσθαι λέγει τοὺς τύπους, ὡς κατὰ τὴν πρὸς τὰ αἰσθητὰ μίμησιν προσδεχομένης αὐτοὺς τῆς ψυχῆς· οὐ διότι μὴ κατ’ οἰκείαν ἐνέργειαν καὶ τούτους ἡ ψυχὴ προβάλλεται δηλοῖ δὲ ἡ εἰς τὸ ἀληθὲς καὶ ἀκριβὲς περιαγωγή· οὔτε γὰρ ἀληθῶς κυβικὸν τὸ αἰσθητὸν σχῆμα οὔτε ἀπλατὴς ἀκριβῶς ἡ εὐθεῖα ἡ φυσική, ἀλλ’ ἡ μαθηματική. ἔνδοθεν μὲν οὖν καὶ οἱ τύποι, ἀλλ’ οὐκ ἄνευ τῆς τῶν αἰσθητῶν γνώσεως τὴν προβολὴν αὐτῶν τῆς ψυχῆς ποιουμένης, ὡς οὐδὲ τῶν κρειττόνων ἐπιστητῶν ἢ νοητῶν)· ἀλλὰ διὰ τὴν τῶν φανταστῶν πρὸς τὰ αἰσθητὰ πλείστην ὁμοιότητα τὸ τῆς ἀφαιρέσεως χώραν ἔσχεν ἰδίως ἐπὶ τῶν φανταστῶν, ὡς οἷον τῶν αὐτῶν ὄντων τοῖς αἰσθητοῖς χωρὶς τῆς φυσικῆς οὐσίας, ἐπεὶ καὶ ὁ ἐν φαντασίᾳ τύπος οὐχ ὡς τὸ εἶδος ἀλλ’ ὡς τὸ εἰδοπεποιημένον· ἀμέριστον γὰρ καὶ ἀδιαίρετον πάν εἶδος, ἐν διαστάσει δὲ τὰ μεγέθη καὶ οἱ ἀριθμοὶ ἐν διαιρέσει. ὀρθῶς ἄρα καὶ τὸ εὐθὺ ὡς τὸ σιμὸν λέγεται διὰ τὴν συνέχειαν καὶ τὴν διάστασιν, τῷ μηδὲ εἶδος καὶ τὸ τί ἦν εἶναι, ὅπερ ἐστὶ τὸ εὐθεῖ εἶναι, ἄλλο παρὰ τὸ εὐθύ. ὁ δὲ φιλόσοφος ὑποθετικῶς εἰ ἔστιν ἕτερον ἔφη, ὅτι μὴ νῦν ἐπεξεργάζεσθαι ταῦτα προτίθεται, ἐπεὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ καὶ ἐπεξειργάσατο καὶ ἀπεφήνατο. καὶ νῦν δὲ ὑπέμνησεν εἰπὼν ἔστω γὰρ δυάς, τὸ εὐθὺ δηλαδή. μονὰς μὲν γὰρ τὸ εὐθεῖ εἶναι διὰ τὸ ἀδιαιρέτως ἕν, δυὰς δὲ τὸ εὐθὺ οὐχ ὡς δύο ἓν γὰρ καὶ αὐτό), ἀλλὰ συνεχὲς καὶ διαιρετὸν καὶ ταύτῃ δυαδικόν. καὶ τὰ μαθηματικὰ οὖν ἡ ψυχὴ ἑτέρῳ ἢ ἑτέρως ἔχοντι κρίνει, ὡς ἐπὶ τῶν ὁριζομένων ἑρμηνεύεται ἱκανῶς. p. 429 b 21 Ὅλως ἄρα ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν. Οὐ περὶ πάντα νοῦν· οὔτε γὰρ περὶ τὸν ἐξῃρημένον τῆς ψυχῆς νοῦν οὕτε περὶ τὸν ἐν τῇ ψυχῇ ἐκείνῳ συμφυῶς ἑνιζόμενον· οὐ γὰρ ἐξίστανται ἐκεῖνοι τῆς τῶν εἰδῶν γνώσεως· ἀλλὰ περὶ τὸν περὶ οὗ ὁ λόγος, τὸν ἐν τῇ προόδῳ τελειωθέντα συστοίχως τὰ πράγματα γινώσκοντα, ἵνα καὶ ὡς ὅρος διὰ τὴν τελειότητα τοῖς εἴδεσιν ἐπιβάλλῃ καὶ ὡς ὁριζόμενος διὰ τὴν ἔξω νεῦσιν τοῖς εἰδοποιουμένοις ὡς ἐκ τῶν εἰδῶν προελθοῦσι. νοεῖ δὲ ὁ τοιοῦτος νοῦς καὶ τὰ πάσης ὕλης χωριστά, ὡς τὴν ψυχικὴν οὐσίαν καὶ τὸν κρείττω νοῦν, καὶ τὰ πῇ χωριστά, ὡς τὰ μαθηματικὰ καὶ φυσικὰ εἴδη, οὐ πρὸς τὸ εἶναι ὑποκειμένου δεόμενα καὶ ταύτῃ ὄντα χωριστά, τῷ δὲ ἑτέρων εἶναι ὁριστικὰ ἀχώριστα αὐτῶν ὑπάρχοντα, καὶ πρός γε αὐτὰ τὰ εἰδοπεποιημένα, οὐκέτι ταῦτα τῆς ὕλης χωριστά· ἔοικε γὰρ ὕλην αὐτὴν νῦν καλεῖν τὴν ὁριζομένην οὐσίαν. ὡς οὖν ἔχει τὰ πράγματα κατὰ τὸ χωριστὸν ἢ ἀχώριστον τῆς ὕλης, οὕτω καὶ αἱ τοῦ νοῦ τούτου θεωρίαι αὗται γὰρ περὶ τὸν νοῦν·) ,ἢ τῶν πάντῃ χωριστῶν ἢ τῶν τῆ χωριστῶν ἢ τῶν |ἀχωρίστων ἀντιλαμβανόμεναι. εἰ δὲ αἱ ἐνέργειαι αὐτοῦ τοιαῦται, δῆλον ὡς καὶ αὐτὸς οὔτε μόνον ἢ πάντῃ ἢ πῇ χωριστὸς οὔτε μόνον ἀχώριστος, ἀλλὰ καὶ πάντῃ χωριστὸς διὰ τὴν ἤδη πρὸς τὴν τῆς ψυχῆς οὐσίαν σύμφυσιν καὶ τὴν ἀπ’ αὐτῆς τελειότητα, καὶ ἔτι τῇ τε χωριστὸς καὶ αὖ ἀχώριστος διὰ τὴν ἔξω τάσιν πρός τε τὰ ἄλλων ὁριστικὰ εἴδη, καὶ πρὸς τὰ ὁριζόμενα κατ’ αὐτά. p. 429 b 22 Ἀπορήσειε δ᾿ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦν ἐστι καὶ ἀπαθὲς καὶ μηθενὶ μηθὲν ἔχει κοινόν, ὥσπερ φησὶν Ἀναξαγόρας, πῶς νοήσει, εἰ τὸ νοεῖν πάσχειν τί ἐστιν· ᾗ γάρ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τὸ μὲν ποιεῖν δοκεῖ, τὸ δὲ πάσχειν· Συμπληρώσας τὴν περὶ τοῦ προιόντος διττοῦ νοῦ θεωρίαν ἢ δύο ὄντων, κατὰ τὸ ἀτελὲς καὶ τέλειον διακρινομένων καὶ κατὰ τὸ διττὸν δυνάμει καὶ κατὰ τὸ ἢ ὅλον ταῖς δευτέραις συμπλέκεσθαι ζωαῖς ἢ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὴν οὐσίαν ἀνανεύειν, ἀφ’ ἧς τελειοῦται, καὶ μέλλων ἐπὶ τὸν οὐσιώδη τῆς ψυχῆς ἀνατρέχειν νοῦν, δύο περὶ τῶν προειρημένων νῶν ἐκτίθεται ἀπορίας, ὧν ἡ πρώτη μάλιστα τῷ ἀτελεῖ προσήκει, ἧττον δὲ τῷ ἤδη τελείῳ, ἡ δὲ δευτέρα ἀνάπαλιν. δι’ ἀμφοῖν δὲ κοινωνίαν τινὰ τῶν εἰρημένων πρὸς τὸν ῥηθησόμενον παραδίδωσι, τοῦ μὲν πορρώτερον τοῦ δὲ πλησιαίτερον· καὶ γὰρ ὁ ἔσχατος καὶ ὑλικὸς κοινόν τι ἔχειν πρὸς τὸν ποιοῦντα ὡς πεφυκὼς τελειοῦσθαι δείκνυται, καὶ ὁ κατὰ τὴν ἕξιν τέλειος μειζόνως κοινωνεῖ πρὸς τὸν ἀφ’ ἑαυτοῦ τέλειον τῷ καὶ αὐτὸς εἶναι νοητὸς καὶ ἄυλος, ἐπειδὴ ἐν τοῖς ἀύλοις τὸ νοητὸν νοεῖ. τίς οὖν ἡ πρώτη ἀπορία καὶ πόθεν ὡρμημένη; ἐκ τοῦ κατ’ ἐνέργειαν καὶ ὑπὲρ ψυχὴν νοῦ. ἐκεῖνος γὰρ ἀπαθὴς ὡς ὑπ’ οὐδενὸς πάσχων, καὶ ἀμιγὴς πρὸς τὰ δεύτερα, νοούμενα καὶ αὐτὰ κατὰ τὴν αἰτιώδη αὐτῶν πρόληψιν, ἀλλ’ οὐ συστοίχως αὐτοῖς· διὸ οὐδὲ ἔχει τι κοινὸν κατὰ τὴν ὁμοταγῆ κοινωνίαν, ἐπεὶ κατὰ τὴν αἰτιώδη τῶν αἰτιατῶν πρόληψιν ἡ ἐξῃρημένη ἐν τοῖς πρώτοις πρὸς τὰ δεύτερα ὑπάρχει κοινωνία· πῶς οὖν ἡμεῖς τὸ νοεῖν ἐν τῷ πάσχειν ἐτιθέμεθα καὶ ἐν τῇ κατὰ μῖξιν κοινωνίᾳ, ἵνα καὶ συστοίχως ᾖ πὼς ἡ κοινωνία ὡς ἐπὶ τῶν ποιούντων καὶ πασχόντων; τὰ γὰρ ἐξῃρημένα καὶ ὑπερφυῆ αἴτια ὑποστατικὰ μὲν πάντων, οὐ ποιητικὰ δὲ ὑπ’ Ἀριστοτέλους λέγεται, ὅτι μὴ γενέσεως ἄρχει προσεχῶς. πρὸς γὰρ τὸ γινόμενον τὸ ποιοῦν, ἀλλ’ οὐσίας καὶ τοῦ εἶναι πᾶσιν ἐκεῖνα αἴτια. ἡ τοίνυν ἀπορία, πῶς ἐν τῷ πάσχειν τὸ νοεῖν, ἀπαθοῦς ὄντος τοῦ νοῦ, ὡς καὶ τῷ Ἀναξαγόρᾳ δοκεῖ. πῶς δὲ οὐχ ἕξει τι κοινὸν πρὸς τὰ ποιοῦντα, εἰ πάσχει· κατὰ κοινὸν γάρ τι τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καίτοι ἀμιγοῦς ὄντος καὶ μηδενὶ μηδὲν ἔχοντος κοινὸν τοῦ νοῦ. τοιαύτη μὲν ἡ πρώτη ἀπορία. ἐπάγει δὲ καὶ ἑτέραν γράφων ὧδέ πῃ· p. 429 b 26 Ἔτι δ’ εἰ νοητὸς καὶ αὐτός· ἢ γὰρ καὶ τοῖς ἄλλοις ὁ νοῦς ὑπάρξει, εἰ μὴ κατ’ ἄλλο αὐτὸς νοητός, ἓν δέ τι τὸ νοητὸν εἴδει, ἡ μεμιγμένον τι ἕξει, ὃ ποιεῖ νοητὸν αὐτὸν ὥσπερ τὰ ἄλλα. Αὕτη ἡ ἀπορία προσήκει μὲν καὶ τῷ ἀτελεῖ νῷ, ὡς δυναμένῳ καὶ αὐτῷ ἑαυτὸν νοεῖν κατὰ τὸ πρῶτον δυνάμει, ἐναργέστερον δὲ ἐπὶ τοῦ ἤδη τελειωθέντος, περὶ οὗ σαφῶς εἴρηται “καὶ αὐτὸς δὲ ἑαυτὸν τότε δύναται νοεῖν’’, κατὰ τὸ δεύτερον δυνάμει δηλαδή. τὸ δὲ νοεῖν ἑαυτὸ δυνάμενον δῆλον ὡς οὐ μόνον ἔσται νοοῦν ἀλλὰ καὶ νοούμενον, καὶ νοῦς ἅμα καὶ νοητόν. καὶ δῆλον ὡς καὶ τῷ οὐσιώδει τῆς ψυχῆς καὶ πρός γε τῷ κρείττονι ψυχῆς ἀφομοιοῦται ταύτῃ, ὡς εἰς τὸ ἄυλον περιαγόμενος διὰ τὴν ἀμέριστον πρὸς ἑαυτὸν ἕνωσιν. διὸ καὶ ἡ ἀπορία κοινὴ πρὸς τὸ ἀπλοῦν καὶ ἀμιγὲς ἐνισταμένη τοῦ νοῦ. εἰ γὰρ τὸ μὲν νοητὸν καὶ τοῖς ἄλλοις ὑπάρχει τοῖς τε φυσικοῖς εἴδεσι καὶ ἁπλῶς ταῖς φυσικαῖς οὐσίαις, νοῦς δὲ οὐχ ὑπάρχει πάσαις, οὐ ταὐτὸν ἄν εἴη τῷ εἴδει τουτέστι τῷ λόγῳ νοῦς τε καὶ νοητόν, κἂν τῷ ὑποκειμένῳ συντρέχῃ ποτέ. ἐφ’ ὧν οὗν συντρέχει, ἐπειδὴ οὐχ ἡ νοῦς ἐστι νοητός, κατ’ ἄλλο τι κοινὸν καὶ τοῖς ἄλλοις ἰδίωμα ἕξει τὸ νοητόν. οὔτε ἄρα ἁπλοῦς οὔτε ἀμιγὴς ἔσται πρὸς ἄλλα ὁ νοῦς· μεμιγμένον γάρ τι ἕξει, ὃ ποιεῖ νοητὸν αὐτὸν ὥσπερ τὰ ἄλλα· τὸ μὲν μεμιγμένον διὰ τὴν τοῦ νοητοῦ πρόσθεσιν τῇ ἰδιότητι διαλλάττοντος τοῦ νοῦ, τὸ δὲ ὥσπερ τὰ ἄλλα πρόσκειται ἐπιτεῖνον τὴν ἀπορίαν διὰ τὴν πρὸς αὐτὰ τοῦ νοῦ κοινωνίαν, καίτοι μεριστὰ καὶ ἔνυλα ὄντα. τοιαῦτα γὰρ τὰ ἄλλα. p. 429 b 29 Ἢ τὸ μὲν πάσχειν κατὰ κοινόν τι διῄρηται πρότερον, ὅτι δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς, ἀλλ’ ἐντελεχείᾳ οὐδέν, πρὶν νοεῖν. δεῖ δ’ οὕτως ὥσπερ ἐν γραμματείῳ μηδὲν ὑπάρχειν ἐντελεχείᾳ γεγραμμένον· ὅπερ συμβαίνει ἐπὶ τοῦ νοῦ. Αναλαμβάνει διὰ τούτων τὴν προτέραν ἀπορίαν, καὶ σώζων τὴν οἰκείαν ὑπόθεσιν, <τὸ> τῷ πάσχειν νοεῖν τὸν ἔξω ἀφ’ ἑαυτοῦ προιόντα νοῦν, καὶ τι πρὸς τὰ νοητὰ τοῦτον ἔχειν ὁμολογῶν· καὶ τὸν ἔτι ἀτελῆ οὐ παντελῶς ὅμως ἀπεσπάσθαι ἐνδείκνυται τοῦ κατ’ ἐνέργειαν νοῦ αὐτῷ τε τῷ πεφυκέναι νοεῖν καὶ τῷ δεκτικῷ τῶν νοητῶν εἰδῶν, ἐκ τῶν ὑπερτέρων δηλαδὴ πληρούμενον εἰδῶν· ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος, ὡς αὐτὸς ἐρεῖ. εἰ δὲ καὶ αὐτενεργήτως ὑπὸ τοῦ κρείττονος τελειοῦται, ὡς αὐτὴ δηλοῖ ἡ νόησις καθαρὰ οὖσα ἐνέργεια, πῶς οὐχὶ μειζόνως τῷ καθαρῷ συμφύεται νῷ, καὶ ἔτι · μειζόνως ὁ προιὼν μὲν τελειωθεὶς δὲ καὶ ἤδη δυνάμενος δι’ ἑαυτοῦ ἐνεργεῖν κατὰ τὸ δεύτερον δυνάμει. ὁ μὲν οὖν σκοπὸς τῶν πρὸς τὴν πρώτην λεγομένων ἀπορίαν οὗτος· τὴν δὲ λέξιν σκεπτέον. τὸ πάσχειν, φησί, κατὰ κοινὸν διῄρηται πρότερον, διότι ἔστι τις τῷ πάσχοντι ὁπωσοῦν πρὸς τὸ ποιοῦν κοινωνία, ὅτι δυνάμει εἶναι ἀνάγκη, ὅπερ ἐνεργείᾳ τὸ ποιοῦν. διὸ καὶ δυνάμει πώς |ἐστι τὰ νοητὰ ὁ νοῦς οὗτος δηλαδὴ ὁ τῷ πάσχειν νοῶν καὶ ὁ ἔτι ἀτελής. καὶ οὗτος δὲ δυνάμει πὼς ἀλλ’ οὐχ ἀπλῶς, ὡς ἡ ὕλη, διὰ τὴν αὐτενέργητον τοὐ νοῦ ὑπὸ τῶν νοητῶν τελειότητα καὶ διὰ τὸ μὴ δύο μόνον, ἀλλὰ καὶ ἕνα πὼς τόν τε μένοντα καὶ προιόντα εἶναι νοῦν, καὶ ταύτῃ καὶ ἐνεργείᾳ πὼς ὄντα, ὡς δὲ προιόντα καὶ ἀφιστάμενον ἑαυτοῦ καὶ ἔτι ἀτελῆ δυνάμει καὶ ἐντελεχείᾳ οὐδὲν πρὶν νοεῖν, πρὶν καὶ ἱκανὸν γενέσθαι δι’ ἑαυτοῦ νοεῖν. καὶ οὗτος ὁ τῷ ἀγράφῳ ἀπεικαζόμενος γραμματείῳ· καὶ γὰρ τοῦτο, ἐπιτήδειον ὂν πρὸς τὸ ἐγγράφεσθαι, οὔπω ἐγγέγραπται. τοσοῦτον γὰρ ἀπὸ τῆς οἰκείας οὐσίας εἰς τὸ ἔξω ῥέουσα ἡμῶν ἡ ψυχή, ὡς εἰς ἀμαθίαν καὶ ἄγνοιαν ἑαυτῆς τε καὶ πάσης εἰδητικῆς οὐσίας ὑποφέρεσθαι, τῆς ὡς ὑφ’ ἑτέρου δεῖται τελειώσεως· ὑφ’ ἑαυτῆς μὲν γάρ, ἀλλ’ ὡς ὑφ’ ἑτέρας, διότι ἑαυτῆς καὶ τῆς οἰκείας ἐξέστη οὐσίας. τελειοῦται γοῦν ἐπιστραφεῖσα πρὸς τοὺς ἐν αὐτῇ οὐσιώδεις λόγους, κατ’ αὐτοὺς ζητοῦσά τε καὶ εὑρίσκουσα τὴν τῶν ὄντων ἀλήθειαν, ἐγειρομένους εἰς θεωρίαν καὶ τελειοῦντας τὸ ἔξω προιὸν ἑαυτῆς. διὸ καὶ τελειωθεὶς ὁ προελθὼν νοῦς κατὰ τὸ ἐγγεγράφθαι καὶ οἷον ἐπικτήτως καὶ ἑτέρωθεν· ὑπὸ γὰρ τῆς οὐσιώδους ἐνεργείας τετελείωται. ὅπερ συμβαίνει ἐπὶ τοῦ νοῦ, τοῦ περὶ οὗ ὁ λόγος, τοῦ ῥυέντος δηλαδὴ καὶ ἢ ἔτι ἀτελοῦς ἢ καθ’ ἕξιν καὶ προβολὴν τελειουμένου· μόνος γὰρ ὁ οὐσιώδης κατ’ ἐνέργειαν καθαρὰν καὶ μένων ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυτοῦ ἐστι τέλειος. p. 430 a 2 Καὶ αὐτὸς δὲ νοητός ἐστιν ὥσπερ τὰ νοητά. τὴν δευτέραν ἐφεξῆς διακρίνει ἀπορίαν. αὐτὸ γὰρ τοῦτο νοῦ ἴδιόν ἐστι τὸ ἑαυτὸν νοεῖν ἢ δύνασθαι νοεῖν. διὸ νοητὸς καὶ ὁ ἔτι ἀτελὴς ὡς δυνάμει νοητὸς κατὰ τὸ πρῶτον δυνάμει, καὶ ὁ τελειωθεὶς κρειττόνως νοητὸς κατὰ τὸ δεύτερον δυνάμει, καὶ δι’ ἑαυτοῦ νοεῖν ἑαυτὸν ἱκανός, καὶ ὡς ἤδη τέλειος καὶ ὡς παρισούμενος τῷ οὐσιώδει νῷ καὶ πλησιάζων αὐτῷ ἐνεργείᾳ ὄντι νῷ· εἰ γὰρ καὶ δυνάμει καὶ ὁ τελειωθεὶς νοῦς, ἀλλὰ κατὰ τὸ δεύτερον δυνάμει. ἀλλ’ εἰ νοητὸς καὶ ὁ νοῦς ὥσπερ τὰ νοητά, νοητὰ δὲ καὶ τὰ ἔνυλα ἤδη, ἕξει τέ τι κοινὸν πρὸς αὐτὰ καὶ οὐκ ἔσται ἀμιγὴς πρὸς αὐτά· καὶ οὐχ ἀπλοῦς ὑπάρξει, εἴ γε ἕτερον τὸ νοητὸν τῷ εἴδει τοῦ νοῦ, ὡς δηλοῖ τὸ νοητὸν μὲν ὑπάρχον τοῖς ἐνύλοις, οὐχὶ δὲ ὁ νοῦς· τὰ γὰρ καὶ τῷ λόγῳ ταὐτὰ συντρέχειν ἀεὶ ἀνάγκη. τὴν δὴ πρὸς ταῦτα τοῦ φιλοσόφου ὅρα ἀπάντησιν. ἐπὶ μὲν τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστί, φησι, τὸ νοοῦν καὶ τὸ νοούμενον, τῷ αἰτιολογικῷ συνδέσμῳ τῷ γὰρ χρησάμενος τὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν νοητός ἐστιν ὁ νοῦς· ἄυλος γὰρ ἅπας, καὶ εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν, καὶ ἐπιστρέφων πρὸς ἑαυτόν, ὅπου γε καὶ τῇ δόξῃ, ἐσχάτῳ οὔσῃ τῆς ψυχῆς λόγῳ. πίστις ἕπεται πάντως, ἡ ὡς ἐπὶ ἀληθεῖ οὔσῃ συγκατάθεσις, κατὰ τὴν τῆς δόξης πρὸς ἑαυτὴν ἐπιτελουμένη ἐπιστροφήν, κρινούσης ὡς ἀληθῆ τὴν ἑαυτῆς περὶ τῶν πραγμάτων σύνεσιν. ἐπεὶ οὖν ὁ νοῦς ἄυλος, πάντως καὶ νοητὸς ὡς ἑαυτὸν νοῶν· ἐν δὲ τῷ κατ’ ἐνέργειαν νῷ καὶ εἴδει τὸ αὐτὸ τὸ νοοῦν καὶ τὸ νοούμενον, διότι πᾶσα γνωστικὴ ἐνέργεια τῷ γνωστῷ ὁρίζεται καὶ ἔστιν ὅπερ τὸ γνωστόν, ἤδη μὲν καὶ ἡ αἴσθησις, μειζόνως δὲ ἡ ἐπιστήμη. καὶ γὰρ ὅσῳ κρείττων ἡ γνῶσις, τοσούτῳ κρείττων καὶ ἡ πρὸς τὸ γνωστὸν αὐτῆς ἕνωσις· ἐπεὶ καὶ ἡ μὲν αἴσθησις προηγουμένως τῶν ἐν ὕλῃ κειμένων ἐστὶ γνωριστικὴ κατὰ τὰ ἐν αὐτῇ ἐκείνων εἴδη, ἀλλ’ οὐ τῶν ἐν ἑαυτῇ ἐστιν εἰδῶν, διὸ οὐκ ἔστι κυρίως τὰ αἰσθητά· ἡ δὲ ἐπιστήμη προηγουμένως τῶν ἐν αὐτῇ ἐστιν εἰδῶν τε καὶ λόγων θεωρητική, ἵνα καὶ τὰ αἰτιατὰ ἐκ τῶν αἰτίων θεωρῇ. κἄν οὖν μεταβαίνῃ καὶ ἐπὶ τὴν σύστοιχον τῶν αἰτιατῶν γνῶσιν, ἀλλὰ κατὰ τὴν προηγουμένην αὐτῶν ἀντίληψιν τὴν κατὰ τὰ αἴτια ἐν αὐτῇ ὄντα ἡ αὐτή ἐστι τοῖς ἐπιστητοῖς· τοῖς γὰρ ἐν αὐτῇ, ἃ καὶ κυρίως καὶ πρώτως ἐστὶν ἐπιστητά. ἡ τοίνυν ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητόν, ὡς ἤδη θεωρούμενον ἀλλὰ μὴ δυνάμει ὂν ἔτι, τὸ αὐτό ἐστι, διότι εἰς ἑαυτὸν ὁ ἐπιστημονικὸς ἐπιστραφεὶς λόγος καὶ ἐν ἑαυτῷ τὸ ἐπιστητὸν ἔχων καὶ κατ’ αὐτὸ ἐν τῷ ἐνεργεῖν ὁριζόμενος καὶ κατὰ τὸν τοῦ γνωστοῦ ὅρον ἵστησι τὴν γνῶσιν· ὡς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον τοῦ τε κατ’ ἐνέργειαν ἐπιστητοῦ καὶ τῆς κατ’ ἐνέργειαν ἐπιστήμης, τὸν τοὐ ἐπιστητοῦ ὅρον. εἰπὼν δὲ ἐπὶ τῶν ἄνευ ὕλης τὸ αὐτὸ εἶναι τὸ νοοῦν καὶ τὸ νοούμενον ἐπήγαγεν ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητὸν τὸ αὐτό ἐστιν, ὡς ὃν ἤδη παραδέδωκεν νοῦν, τοῦτον εἶναι τὴν ἐπιστήμην βουλόμενος, δυνάμει μὲν τὸν ἀτελῆ, ἐνεργείᾳ δὲ τὸν τέλειον καὶ ἤδη θεωροῦντα. οὐ γὰρ ὡς παραδείγματι τοῦ νοῦ τῇ ἐπιστήμῃ χρῆται, ἀλλ’ ὡς διασαφεστέρου ὀνόματος τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ, τὴν πρὸς ἄλληλα αὐτῶν δεικνὺς ταὐτότητα. p. 430 a 5 τοῦ δὲ μὴ ἀεὶ νοεῖν τὸ αἴτιον ἐπισκεπτέον. Οὐ πάντως τὸ ἄυλον νοητὸν καὶ ἀεὶ νοεῖ, οὐδὲ τοῦτο ἠξίωται, ἀλλὰ μόνον ταὐτὸν εἶναι τῷ νῷ τὸ νοητὸν ἐπὶ τῶν ἀύλων, ὡς καὶ ἐνεργείᾳ ὂν νοούμενον ἐνεργείᾳ εἶναι νοοῦν, καὶ ἕως ἄν δυνάμει ᾖ νοητόν, δυνάμει καὶ νοοῦν ὑπάρχειν. ἄξιον δὲ οὐδὲν ἧττον τὴν αἰτίαν ἐπιζητεῖν, δι’ ἣν ἔνια τῶν ἀύλων νοητῶν οὐκ ἀεὶ νοεῖ, ὅτε οὐδὲ ἐνεργείᾳ ἐστὶν ἑαυτοῖς νοητά. καὶ αἰτία δὲ ἡ διὰ τῶν μέσων ἀεὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα πρόοδος, ἵνα μηδὲν ἡ κενόν· ἐπεὶ καὶ μείζονα εἶναι τὰ μέσα τῶν ἐσχάτων ἀνάγκη |ὡς κρείττω καὶ ὡς πλησιάζοντα μᾶλλον τοῖς πρώτως οὖσι. μέση τοίνυν ἡ ἀνθρωπεία οὖσα ψυχή, μᾶλλον δὲ ὁ τῆς τοιαύτης ψυχῆς λόγος, ὃν νῦν προσαγορεύει νοῦν, τῶν τε ἀμερίστων καὶ μεριστῶν, καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ τῶν πάντῃ μεταβαλλόντων, τῶν τε πάντῃ ἑαυτῶν ὄντων καὶ τῶν ἐν ἑτέρῳ ὑπαρχόντων, ὡς τούτων μὲν ἐξῃρημένος ἐκείνων δὲ ἀπολειπόμενος, ᾗ μὲν ὑπερῆρται τῶν ἐν ἄλλῳ, καὶ αὐτὸς ἄυλός ἐστιν; ᾗ δὲ ἀπολείπεται τῶν ἄκρων καὶ ἐν ἑαυτοῖς ἀεὶ μενόντων οὐκ ἀεὶ νοεῖ ἢ νοεῖται εἰλικρινῶς. ἀλλ’ ἐναργέστατα μὲν ἡ τῆς οὐσιώδους ἀφισταμένη νοήσεως ζωὴ τοῦ λόγου εἰς τὸ ἀτελὲς καὶ δυνάμει ὑποφέρεται· καὶ αὐτὴ δέ μοι δοκεῖ ἡ οὐσιώδης νόησις αὐτοῦ παραθραύεσθαι ἐν τῇ τῆς ἔξω προιούσης ζωῆς προβολῇ, ἵνα καθ’ ὅλην ἑαυτὴν τὴν μεσότητα διασώζῃ καὶ ἵνα καὶ αὐτὸ τοῦτο προβάλληται τὸν ἔξω προιόντα καὶ ἵνα καὶ χωρίζηται, ὅπερ φησὶν ὁ Ἀριστοτέλης “χωρισθεὶς δέ ἐστιν ὅπερ ἐστίν”, οὐκ ἔχοντος χώραν τοῦ “χωρισθεὶς” ἐπὶ τοῦ ἀεὶ κεχωρισμένου. πῶς δ’ ἂν καὶ ἀεὶ ὡσαύτως διαμένων ποιὲ μὲν ἀτελῆ τὸν ἀφ’ ἑαυτοῦ προιόντα ἀφίει, ποτὲ δὲ ἐτελείου, ποτὲ δὲ καὶ εἰς ἑαυτὸν συνήγαγεν; ἀλλὰ δῆλον ὡς καὶ ὁ οὐσιώδης τῆς ἡμετέρας ψυχῆς νοῦς οὔτε μένει εἰλικρινῶς ἐν τῇ πρὸς ἑαυτὸν ἀεὶ στροφῇ οὔτε μὴν πάντῃ ἀφίσταται ὡς ὁ παθητικός, ὅς ἐστιν ὁ ἔξω προιών, ἵνα μὴ καὶ αὐτὸς ἑτέρου τοῦ τελειοῦντος δέηται. τοσοῦτον γὰρ ἐχάλασεν ὁ οὐσιώδης τὴν νόησιν, ὡς μὴ ἀκραιφνῶς μὲν νοεῖν, ἑαυτῷ δὲ ἱκανὸν εἶναι πρὸς τελείωσιν τὴν ἑαυτοῦ, τέως μέν, ὥστε τὸν ἔξω προιόντα τελειοῦν, ἀκρότατα δὲ ἐν τῇ ἀποστάσει μὲν ἐκείνου, εἰς ἑαυτὸν δὲ παντελεῖ ἀναχωρήσει, ὅτε καὶ χωρισθεὶς ἔστιν ὅπερ ἐστίν. ἡ μὲν οὖν μεσότης αἰτία τοῦ μηδὲ τὸν οὐσιώδη νοῦν εἰλικρινῶς μένειν. νῦν δὲ ὁ λόγος τῷ φιλοσόφῳ τέως περὶ τοῦ προελθόντος, ὃς οὐκ ἀεὶ νοεῖ ἢ διὰ τὴν πολλὴν ῥύσιν ἀφιστάμενος τῆς τελειούσης οὐσίας, ὅλος δὲ γινόμενος αἰσθήσεων καὶ φαντασιῶν καὶ ἁπλῶς τῆς σωματοειδοῦς ζωῆς καὶ διὰ τοῦτο μένων ἀτελής, ἢ διὰ τό, κἂν ἤδη τέλειος ᾖ ὁ προελθών, παραποδίζεσθαι πρὸς τὴν θεωρίαν· τοῦτο μὲν καὶ διὰ τὸ πρακτικῶς ἐνεργεῖν παρὰ μέρος διὰ τὸν μερισμὸν πολὺν ἐν τῷ προιόντι φαινόμενον, τοῦτο δὲ διὰ τὸ σῶμα καὶ τὰς ἔξωθεν προσπιπτούσας τύχας πολλὰς ἀσχολίας παρέχοντα, ἔτι δὲ διὰ τὰς ἀορίστως ἐγειρομένας ἔτι φαντασίας. περὶ δὲ τοῦ ἀύλου νοητοῦ εἰπὼν ὡς ταὐτὸν τῷ νῷ, πρὶν περὶ τοῦ ἐνύλου νοητοῦ διορίσαι, ἐν μέσῳ περὶ τοῦ ἐπιστημονικοῦ ἐπέστησε λόγου διὰ τὸ <μὴ> ἀεὶ νοεῖν, ἵνα τὸν περὶ τῶν ἀύλων νοητῶν λόγον οὕτως ἐπὶ τὸν περὶ τῶν ἐνύλων νοητῶν μετίοι. p. 430 a 6 ’Ev δὲ τοῖς ἔχουσιν ὕλην δυνάμει μόνον ἕκαστόν ἐστι τῶν νοητῶν. Οὐχ ὡς · ἑαυτῷ δυνάμενον γενέσθαι νοητόν (τοῦτο γὰρ ἐπ’ ἐνίων ἀύλων μόνων ἐστὶ νοητῶν), οὐδὲ διότι ποτὲ ἄλλῳ δύναται γενέσθαι νοητόν. κἂν· γὰρ ἀεὶ ὑπ’ ἄλλου νοῆται καὶ μηδέποτε ὑφ’ ἑαυτοῦ, δυνάμει ἐστίν, ὥσπερ καὶ τὸ ἤδη ζῶν σῶμα δυνάμει ἔχειν ζωὴν εἴρηται ὡς μὴ καθ’ ἑαυτὸ μηδὲ ὑφ’ ἑαυτοῦ ἀλλ’ ἐπικτήτως ζῶν. νοητὸν δὴ καὶ τὸ ἔνυλον ἑτέρῳ ὂν ἀτελῶς ἐστι νοητόν· οὐ γὰρ ἱκανὸν αὐτὸ καθ’ αὑτὸ νοεῖσθαι, εἰ μὴ τὸ νοοῦν ἐστιν, ἕτερον αὐτοῦ ὄν. ἀτελῶς οὖν ἔσται νοητόν, ἑτέρου πρὸς τὸ νοεῖσθαι δεόμενον, τοῦ δὲ ἀτελοῦς τὸ δυνάμει· ὡς ὁμώνυμόν πὼς εἶναι, ἢ ὡς τὰ ἀφ’ ἑνὸς ἔχει, τὸ ἐπὶ τῶν ἀύλων νοητῶν καὶ τὸ ἐπὶ τῶν ἐνύλων. p. 430 a 7 Ὥστ᾿ ἐκείνοις μὲν οὐχ ὑπάρξει νοῦς· Τοῖς ἐνύλοις δηλαδὴ νοητοῖς, οἷον τοῖς τε εἴδεσιν αὐτῶν καὶ ταῖς συνθέτοις οὐσίαις. καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν οὐχ ὑπάρξει· p. 430 a 7 Ἄνευ γὰρ ὕλης δύναμις ὁ νοῦς τῶν τοιούτων. Ἄυλον εἶναι πάντα νοῦν ἀποφαινόμενος καὶ διὰ τοῦτο τοῖς ἐνύλοις μὴ ὑπάρχειν, δύναμιν δὲ τῶν ἐνύλων τυγχάνειν ὄντα ὡς τὸ δυνάμει αὐτῶν τελειοῦντα. καὶ γὰρ ἐν τῇ Μετὰ τὰ φυσικὰ οὐκ ἐν τῷ πάσχοντι μόνον ἀλλὰ καὶ ἐν τῶ ποιοῦντι τίθεται τὸ δυνάμει καὶ ἐν παντὶ αἰτίῳ τῷ ὁπωσοῦν πρὸς αἰτιατὸν δυνάμει ἐπιπλεκομένῳ καὶ τοῦ δυνάμει ἀποτελεστικῷ ἢ τελειωτικῷ. εἰκότως οὖν καὶ ὁ νοῦς δύναμις τῶν ἐνύλων δυνάμει ὄντων νοητῶν, ὡς αὐτοῦ τὸ δυνάμει ἐκείνων εἰς ἐνέργειαν ἄγοντος ἐν ἑαυτῷ. ὡς γὰρ ὁ μετρῶν περὶ τὸ μετρούμενον ἐνεργῶν οὐκ εἰς αὐτό τι δρᾶ, ἀλλὰ τὴν τοὐ ὅσον ἐκεῖνο γνῶσιν ἀφ’ ἑαυτοῦ ἴσχει, οὕτω καὶ τὰ ἔνυλα νοῶν περὶ αὐτὰ μὲν ἐνεργεῖ, οὐκ εἰς αὐτὰ δέ τι δρῶν οὐδὲ πάσχων τι ὑπ’ ἐκείνων, ἀλλὰ κατὰ τὰς ἐν αὐτῷ προληπτικὰς ἐκείνων αἰτίας τὴν γνωριστικὴν αὐτῶν προβαλλόμενος ἐνέργειαν. p. 430 a 8 Ἐκείνοις δὲ τὸ νοητὸν ὑπάρξει. Τοῖς νοῖς, ἐπειδὴ ἄυλοι πάντες, οὐχ ἑτέρου δὲ ἀλλ’ ἑαυτοῦ καὶ αὐτὸ πᾶν τὸ ἄυλον. ἑαυτοῦ οὖν καὶ ὁ νοῦς, τὸ δὲ οὗ ὁ νοῦς νοητόν· ὥστε πάντως τοῖς νοῖς τὸ νοητὸν· ὑπάρξει. καὶ ἐνταῦθα συμπληρώσας τὸν περὶ τῶν προιόντων λόγον νῶν ἐπὶ τὸν προβαλλόμενον αὐτοὺς καὶ τελειοῦντα μέτεισιν. |p. 430 a 10 Ἐπεὶ δ’ ὥσπερ ἐν πάσῃ τῇ φύσε Δοκεῖ μοι οὐδὲ ταῦτα ἢ περὶ τοῦ μετεχομένου νοῦ ὑπὸ ψυχῆς ἢ περὶ τοὐ καὶ τούτου κρείττονος, ἀλλὰ περὶ αὐτῆς ἡμῶν τῆς λογικῆς λέγεσθαι ψυχῆς· τοῦτο μὲν ἐπειδὴ περὶ ψυχῆς ἡ πραγματεία πᾶσα, τοῦτο δὲ διότι σαφῶς καὶ αὐτὸς ἐπιφέρει καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς. καὶ τὰ ἐφεξῆς πάντα ῥητὰ ὑπομνήσομεν οὐκ ἐκβαίνοντα τὴν περὶ αὐτῆς θεωρίαν. διὸ καὶ νῦν ἐχόμενος τῶν προειρημένων μετὰ τὸν ἤδη παραδεδομένον διττὸν νοῦν, ἀποστάντα μὲν τῆς προηγουμένης τῶν ψυχῶν οὐσίας καὶ διὰ τοῦτο καὶ τῆς συμφυοῦς αὐτῇ ἐνεργείας, προιόντα δὲ εἰς δευτέρας ζωὰς καὶ θεωρίας ἢ ἀτελεῖς ἢ τελείας μὲν κατὰ προβολὴν δὲ καὶ ὡς ἑτέροις τοῖς μένουσιν ἐν τῇ πρώτη οὐσίᾳ εἴδεσι τελειουμένας, θεωρεῖ νῦν τὸν κατ’ αὐτὴν ἱστάμενον τὴν οὐσιώδη ἐνέργειαν νοῦν καὶ τὰ εἴδη νοοῦντα, οὐ τὰ προϊόντα, ἀλλὰ τὰ ἐν αὐτῇ τῇ οὐσίᾳ τῆς ψυχῆς μένοντα. ἡ μὲν γὰρ ἔξω ῥοπὴ εἰς μερισμόν τινα ὑποφερομένη (αὐτὸ γὰρ τοῦτο τὸ ἔξω ὁποιοσοῦν μερισμός) καὶ εἰς δευτέραν πρόεισι ζωὴν ἐν τῇ ψυχῇ, οὐκ οὖσαν ὅπερ ἡ πρώτη, καὶ τὴν ἐνέργειαν τῆς οὐσίας ἀπομερίζει, οὐ τῆς πρώτης μόνης ἀλλὰ καὶ τῆς προβεβλημένης ζωῆς, ὡς μηκέτι οὐσίαν εἶναι τὴν ἐνέργεια· ν, ἀλλὰ μόνον ἐξῆφθαι οὐσίας, ὥσπερ ἡ εἰς τὴν ἀκροτάτην ἑαυτῆς οὐσίαν ἀναδρομὴ τῆς ψυχῆς καὶ ἡ ἐν ταύτῃ μονὴ ἑνίζει καὶ τὴν ἐνέργειαν τῇ οὐσίᾳ διὰ τὴν εἴσω ὅλην στροφήν· τὸ γὰρ εἴσω τῆς ἀμερίστου συναγωγῆς δηλωτικόν. ἀλλὰ καὶ ἡ ἀκρότης τῆς ψυχῆς ἀμέσως συμπέφυκε τῇ ὑπὲρ αὐτὴν νοερᾷ οὐσίᾳ καὶ τοῖς ἐν αὐτῇ εἴδεσιν. ἀμέριστος δὲ πᾶσα ἡ ὑπὲρ ψυχὴν νοερὰ οὐσία· ὅθεν καὶ ἡ ἐνέργεια ὅπερ οὐσία καὶ ἡ οὐσία ἐνέργεια, οὐ τῇ ἰδιότητι δηλαδή, ἀλλὰ τῇ εἰς ἓν ἀμφοῖν ἀμερίστῳ συναγωγῇ. συμφυομένη τοίνυν τῷ ὑπὲρ αὐτὴν νῷ ἡ τῆς ψυχῆς ἀκρότης πολὺ τὸ ἀμέριστον ἔχει· καὶ διὰ τοῦτο δευτέρως καὶ ἡ ἐνέργεια αὐτῆς τῇ οὐσίᾳ ἑνίζεται. ὡς οὖν ἐπὶ τοῦ προελθόντος καὶ ἀτελοῦς ἔτι νοῦ ἡ ἐνέργεια αὐτοῦ τῇ αἰσθητικῇ ἀπεικάζετο, οὐχ ὡς ἡ αὐτὴ παντελῶς (καὶ τὸ διάφορον γοῦν ἐπεφέρετο), ἀλλὰ δι’ αὐτὴν τὴν ἑτέρωθεν ἐν ἀμφοῖν πεῖσιν, οὕτω καὶ τὴν τοῦ ἀκροτάτου καὶ οὐσιώδους αὐτῆς νοῦ ἐνέργειαν ἀφ’ ὁμοιοῖ τῷ ὑπὲρ αὐτὴν νῷ, οὐχ ὡς ἀπαραλλάκτως τὴν αὐτήν· εὐθὺς γοῦν ἐπάγει καὶ τὸ διάφορον, εἴ γε ποτὲ μὲν ἐνεργεῖ οὗτος ποτὲ δὲ οὐχί, καὶ εἴ γε χωρισθείς ἐστιν οὗτος ὅπερ ἐστίν, ἐκεῖνος δὲ καὶ ἀεὶ ἐνεργεῖ καὶ ἀεί ἐστι χωριστός. εἰ μὲν οὖν παντελῶς ἡ αὐτὴ μένοι ἡ τῆς ψυχῆς ἀκροτάτη οὐσία, ἡ ἐνέργεια οὐχ ἡ αὐτὴ μένουσα οὐκ ἂν εἴη ὅπερ ἡ οὐσία, εἴ γε ὁτὲ μὲν νοεῖ, ὁτὲ δὲ οὐ νοεῖ. εἰ δὲ καὶ αὐτὴ ἡ ἄκρα αὐτῆς οὐσία οὐ μένει ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ εἰλι κρίνης, ἵνα καὶ ταύτῃ ᾖ μέση, ὡς καὶ τῷ Ἰαμβλίχῳ ἐν τῇ ἰδίᾳ Περὶ ψυχῆς πραγματείᾳ δοκεῖ, οὐ μεριστῶν μόνον καὶ ἀμερίστων, ἀλλὰ καὶ γενητῶν καὶ ἀγενήτων καὶ φθαρτῶν καὶ ἀφθάρτων, καὶ ἵνα καὶ αὐτὸ τοῦτο ὁτὲ μὲν νοῇ ὁτὲ δὲ μή (ἀφ᾿ ἑαυτῆς γὰρ ἐνεργοῦσα ἡ αὐτὴ ἀπαράλλακτος μένουσα καὶ ἐνήργει ἄν ὡσαύτως ἀεί, ἀλλ’ οὐδ’ ἂν ποτὲ μὲν προβαλλομένη δευτέρας ζωὰς καὶ ταύταις συμπλεκομένη ἐν τῇ συμπλοκῇ ἔμενεν αὐτῶν ἀχώριστος, ποτὲ δὲ ἐχωρίζετο· ἴσως γὰρ καὶ αὐτὸ τοῦτο ἐστὶν ὁ χωρισμός, ἡ τῆς οὐσίας ἀδιάφθορος εἰλικρίνεια, ὅπερ καὶ ὁ Ἀριστοτέλης ἐμφαίνει γράφων “χωρισθεὶς δέ ἐστιν ὅπερ ἐστίν’’, ὡς τῆς ἔτι τῶν δευτέρων ἀχωρίστου ζωῆς οὐκ οὔσης ὅπερ ἐστίν), εὔλογον ἄρα μᾶλλον δὲ ἀναγκαῖον οὐ τὴν ἐνέργειαν μόνην, ἀλλὰ καὶ τὴν οὐσίαν τῆς ψυχῆς καὶ αὐτὴν τὴν ἀκροτάτην, τῆς ἡμετέρας φημί, διαφορεῖσθαί πὼς καὶ χαλᾶσθαι καὶ οἷον ὑφιζάνειν ἐν τῇ πρὸς τὰ δεύτερα νεύσει, οὐ παντελῶς ἑαυτῆς ἐξισταμένην (οὐδὲ γὰρ ἄν ἔμενεν ἔτι ψυχή), ἀλλὰ τὸ ἀκραιφνὲς οὐκέτι σώζουσα, ὡς ἅμα τὴν αὐτήν τε καὶ οὐ τὴν αὐτὴν φυλάττεσθαι, οὔτε τῆς ἑτερότητος αὐτὴν ἐξαλλαττούσης παντελῶς οὕτε τῆς ταὐτότητος καθαρᾶς καὶ ἀνεξαλλάκτου μενούσης, καὶ οὕτω μερισθεῖσα ὁπωσοῦν τῇ ἐξαλλαγῇ καὶ οὐ μείνασα ὅπερ ἦν, ὑπομένει καὶ τὸν τῆς ἐνεργείας ἀπὸ τῆς οὐσίας μερισμόν, ὡς καὶ ποτὲ μὴ ἐνεργεῖν. εἰς δὲ τὴν ἑαυτῆς εἰλικρινῶς ἀναδραμοῦσα οὐσίαν, ἀφιεῖσα μὲν πᾶσαν τὴν ἔξω προβολήν, τῇ δὲ πρὸς ἑαυτὴν ῥωσθεῖσα στροφῇ καὶ ἀναλαβοῦσα τὸ ὒ· προσῆκον αὐτῇ μέτρον ἔστι τε ὅπερ ἐστὶ καὶ τῇ ἄκρᾳ εἰς ἑαυτὴν στροφῇ ἀμερῶς συναιρουμένη καὶ τὴν ἐνέργειαν τῇ οὐσίᾳ ἑνοῖ. καὶ αὕτη μὲν ἡ ἀκροτάτη τῆς ψυχῆς τελειότης ἐν τῷ παντελεῖ τῶν δευτέρων ζωῶν χωρισμῷ· ἐν δὲ τῇ ἀχωρίστῳ πρὸς αὐτὰς συμπλοκῇ τελειοῦται καὶ ἔστι τελεία δευτέρως, καὶ ἡ ἤδη τελειοῦν τὴν προβληθεῖσαν ζωὴν ἱκανὴ εἴτε πρακτικῶς εἴτε θεωρητικῶς οὐκ οὖσα δηλαδὴ ἀτελὴς αὐτὴ ἐτελείου ἄν, ἀλλ’ οὕπω κατὰ ἄκρα μέτρα τελεία, ὡς καὶ ἑαυτῆς εἶναι μόνης· κατὰ δὲ τά [τε] τῶν ἄλλων τελειωτικά, καθ’ ἅ ἐστι, προάγει ἑαυτὴν καὶ ἄνεισιν εἰς τὴν ἄκραν ἑαυτῆς τελειότητα. ἄγε δὴ οὖν ἐπὶ τὴν λέξιν ἴωμεν. |p. 430 a 10 Ἐπεὶ δ’ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν ὕλη ἑκάστῳ γένει (τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δὲ τὸ αἴτιον καὶ ποιητικόν, τῷ ποιεῖν πάντα, οἷον ἡ τέχνη πρὸς τὴν ὕλην πέπονθεν, ἀνάγκη καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς. Οὐ κοινότερον νῦν ἀντὶ πάσης οὐσίας εἴληπται ἡ φύσις (οὐ γὰρ ἐν πάσῃ οὐσίᾳ τὸ ποιεῖν καὶ πάσχειν, ἵνα καὶ ἐν πᾶσιν ἀνάλογον ᾖ τι τῇ ὕλη καὶ τῷ ποιοῦντι), ἀλλ’ ἡ ἰδίως κινήσεως καὶ ἠρεμίας ἀρχὴ ὁρισθεῖσα. ἐν γὰρ τοῖς κατ’ αὐτὴν ὑφισταμένοις καὶ τοῖς εἰς ταῦτα ῥέπουσι τὸ ποιεῖν καὶ πάσχειν ἥ τε ὕλη καὶ τὸ ποιοῦν, κυρίως μὲν ἐπὶ τῶν ἐν γενέσει, κατὰ ἀναλογίαν δὲ καὶ ἐπὶ τῶν οὐρανίων καὶ ἐπὶ τῆς ἡμετέρας ψυχῆς, ὅταν εἰς τὴν φύσιν προΐῃ (περὶ ἧς καὶ τῷ φυσικῷ ὁ λόγος), ὡς ὅταν γε ἐν ἑαυτῇ καθαρῶς μένῃ, αὐτή τε μένει ὑπερφυὴς οὔτε ποιοῦσα ἢ πάσχουσα οὔτε ἔχουσά τι ἀνάλογον τῇ ὕλῃ οὔτε τῷ φυσικῷ οὖσα θεωρητή, ἀλλὰ τῷ περὶ τὰ μετὰ τὰ φυσικὰ φιλοσοφοῦντι, ὡς αὐτὸς ἐν τῇ Περὶ τῶν ζῴων μορίων εἴρηκεν. καὶ ἐν προοιμίοις παρατέθειται ἡμῖν τὸ ταῦτα δηλοῦν ῥητόν. ὅτε τοίνυν εἰς τὴν φύσιν ῥέψασα ἡ ἡμετέρα ψυχὴ προβάλλεται ἐν ἑα· υτῇ δευτέρας ζωὰς καὶ ἀφ’ ἑαυτῆς, οὐ μείνασα ἔτι ἀκραιφνὴς οἵα περ ἦν, τὸ μέν τι ἕξει παθητικὸν τὴν προιοῦσαν ἔξω ζωήν, τὸ δὲ ποιητικὸν τὴν προάγουσαν. καὶ ὕλη μὲν ἐκείνη οὐχ ἀπλῶς (οὐδὲ γὰρ οἵα ἡ σωματοειδής), ἀλλ’ ὡς αὐτὸς ἔφη τῷ γένει, τουτέστι κατὰ ἀναλογίαν· αἰτία δὲ τῷ ποιεῖν ἡ προάγουσα, ὡς εἰς ἕτερόν τι καὶ τοῦτο δυνάμει καὶ γινόμενον τὴν ἑαυτῆς ἐκτείνουσα ἐνέργειαν. καὶ γὰρ ἡ μὲν τῷ πάντα γίνεσθαι ἡ δὲ τῷ πάντα ποιεῖν, ὅσα δηλαδὴ ἐν τῇ νοητικῇ ψυχῇ τῇ ἔξω προιούσῃ ἐγγίνεται εἴδη· ταῦτα μὲν γὰρ αὐτὴ πάσχει, ποιεῖ δὲ ἡ προβάλλουσα. καὶ εὖ τε τῷ μὲν ποιοῦντι τὴν τέχνην τῷ δὲ πάσχοντι τὴν ὕλην ἀφομοιοῖ, ἐπειδὴ τέχνη κυρίως ἡ περὶ τὰ ἔνυλά ἐστι ποιητικὴ κατὰ λόγον τῆς ψυχῆς ἕξις. p. 430 a 14 Καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίγνεσθαι. Ὁ τοιοῦτος ὁ ὡς ὕλη· πρὸς γὰρ τὸ ἔσχατον ἀποδίδοται· καὶ ὅπως ὡς ὕλη, ἐδήλωσεν, ὅτι τῷ πάντα γίγνεσθαι. ὁ δὲ τῷ πάντα ποιεῖν ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. ἐπειδὴ καὶ ἡ προάγουσα τὰς δευτέρας ζωὰς οὐσία τῆς ψυχῆς οὐκ ἔξω που ἐκτίθεται, ἀλλ’ ἐν ἑαυτῇ ταύτας ἀναδέχεται καὶ οὐ μένει πάντῃ αὐτῶν κεχωρισμένη, ἀλλὰ καὶ αὐτὴ συμπλέκεται αὐταῖς καὶ ἐκείνων πὼς γίνεται, καλῶς ἕξει καὶ φωτὶ ταύτῃ ἀπεικάζεται, ὥσπερ διὰ τὸ ἐξῃρημένον τῆ τέχνῃ πρότερον. ἐν γὰρ τῷ ῥέπειν εἰς τὰ δεύτερα καὶ μένει πὼς ἐν ἑαυτῇ καὶ πρόεισιν ἀφ’ ἑαυτῆς, ὡς ἤδη εἴρηται. ἡ μὲν οὖν τέχνη πρὸς τοῦ μονίμου καὶ χωριστοῦ μᾶλλον, τὸ δὲ φῶς καὶ ἡ ἕξις πρὸς τοῦ ἀχωρίστου καὶ συμπλεκομένου τοῖς δευτέροις· ἀχώριστον γὰρ καὶ τὸ φῶς τῶν φωτιζομένων καὶ ἡ ἕξις τῶν ἐχόντων. ἐν δὲ τῇ πρὸς τὰ ἔξω ῥοπῇ ποιοῦσα ζωὴν καὶ ἐξῃρημένη πὼς ἅμα καὶ συμφυομένη ταῖς προιούσαις, ὀρθῶς ἅμα τε ὡς τέχνη καὶ αὖ ὡς ἕξις καὶ φῶς ποιεῖν παραδίδοται. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἕξει αὐτὴν ἀφομοιώσας κατὰ τὴν πρὸς τὰ δεύτερα συμπλοκὴν ἐπήγαγέν οἷον τὸ φῶς, καὶ περὶ τοῦ φωτὸς ποιεῖται τὸν λοιπὸν λόγον, ἀλλ’ οὐ περὶ ἕξεως ἀπλῶς, ἐπειδὴ ἡ μὲν ἕξις ποιότης τις μᾶλλον οὐδὲν προσήκουσα τῇ δυναμένῃ χωρίζεσθαι οὐσίᾳ, τὸ δὲ φῶς εἰ καὶ πάρεστι τῷ φωτιζομένῳ, ἀλλ’ ὡς ἐντελέχεια καὶ χωριζομένη τοῦ νῦν δεξαμένου· καὶ εἰ ἐν τῇ ῥοπῇ δὲ συμπλέκεται ὁ οὐσιώδης τῆς ψυχῆς νοῦς τῷ προιόντι, ἀλλὰ χωρίζεταί ποτε καὶ καθ’ ἑαυτὸν ὑφίσταται, ὡς καὶ αὐτὸς εὐθὺς ἐπάγει. ἀλλὰ τέως ὅπως φωτὶ ἀπεικάζεται τὸ ποιητικὸν τῆς ψυχῆς ἑρμηνεύει. τῷ γὰρ τὰ χρώματα ἐνεργείᾳ μὲν ὄντα χρώματα δυνάμει δὲ ὁρατὰ παρὸν καὶ ἐνεργείᾳ αὐτὰ ὁρατὰ ἀπεργάζεσθαι ὁμοιότητα ἐμφαίνει πρὸς τὸν ἐνεργείᾳ τὰ ἐν τῷ παθητικῷ νῷ δυνάμει γνωστὰ ἀποτελοῦντα εἴδη, ἐνδεικνύμενος ἅμα καὶ ὅτι οὐδὲ ἐν τῷ παθητικῷ οὕτως ἦν δυνάμει ὡς πάντα ἀνύπαρκτα, ἀλλ’ ὡς ὄντα μὲν ἄγνωστα δέ, καθάπερ καὶ τὰ τέως ἀφώτιστα χρώματα. p. 430 a 17 Καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς τῇ οὐσίᾳ ὢν ἐνέργεια. ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης. Τὸ χωριστὸν ἐπὶ τοῦ προκειμένου νῦν εἰς θεωρίαν νοῦ οὐ τὸ ἀεὶ κεχωρισμένον ἀκουστέον (ἐπάξει γοῦν περὶ αὐτοῦ ‘‘χωρισθεὶς δέ ἐστιν μόνον τοῦτο ὅπερ ἐστίν”, ὡς ποτὲ χωριζομένου), ἀλλ’ ὡς ποτὲ μὲν ἤδη κεχωρισμένου πάσης τῆς ἔξω τεινομένης ζωῆς ἢ παρεσκευασμένου πρὸς χωρισμόν· ἑκατέρως γὰρ καὶ χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς καὶ τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, καὶ ὡς ἤδη πρὸς τὰ εἰλικρινῆ τ· οιαῦτα ἐπειγόμενός πὼς ἢ κατ’ αὐτὰ ἑστώς. ἀλλὰ χωριστὸς μὲν οὐ πρὸς σῶμα μόνον οὐδὲ πρὸς μόνας τὰς σωματοειδεῖς λέγεται ζωάς, ἀλλὰ καὶ πρὸς τὰς λογικὰς τάς τε πρακτικὰς καὶ τὰς κατὰ προβολὴν θεωρητικὰς ἐν τῆ τούτων ἀποστάσει. ἀπαθὴς δὲ ὡς οὐχ ὑφ’ ἑτέρου οὐδὲ δι’ ἑτερότητος οὐδὲ κατὰ μέθεξιν, ἀλλ’ αὐτὸς ὑφ’ ἑαυτοῦ κατ’ ἐνέργειαν ἢ τελειούμενος ἢ ἤδη ὢν τέλειος· καὶ γὰρ εἰ καὶ ὑπὸ τοῦ κρείττονος νοῦ, ἀλλ’ οὐκ ἀποσπασθείς, συμφυεὶς δὲ αὐτῷ καὶ ἑνωθεὶς κατὰ τὴν ἄκραν ἑαυτοῦ οὐσίαν, ἵνα καὶ ἄριστα τῷ τελειοῦντι ἑνῶται καὶ ὅπερ τὸ τελειοῦν γινόμενος ἱκανὸς καὶ ἑαυτὸν ᾖ τελειοῦν. χωριστὸς μὲν οὖν ἔστι κατ’ οὐσίαν τῶν ὧν μὴ δεῖται πρὸς τὸ εἶναι ἢ ἐνεργεῖν, κἄν ἔτι συναναφύρηταί πὼς αὐτοῖς, ὡς ῥοπῇ τινι αὐτὰ ὑφιστῶν. ἀμιγὴς δὲ ὁ μηδὲ ὁπωσοῦν συμπλεκόμενος ἢ ὁ πεφυκὼς καὶ σπεύδων πρὸς τοῦτο. τῇ δὲ οὐσίᾳ ὢν ἐνέργεια διὰ τὴν ἀμέριστον πρὸς ἑαυτὸν στροφήν, οὐδὲ τὴν ἐνέργειαν τῆς |οὐσίας ἀφιεῖσαν, ἵνα καὶ ἡ οὐσία ᾖ ἐνέργεια καὶ ἡ ἐνέργεια οὐσία. εἰ γὰρ καὶ ὁ προιὼν νοῦς, ὅταν ἑαυτὸν νοῇ, ὁ αὐτός ἐστι τῷ νοητῷ, τουτέστιν ἑαυτῷ, καὶ τῇ οὐσίᾳ ἡ ἐνέργεια ἡ γὰρ· οὐσία ἦν νοητή, τὸ δὲ νοεῖν ἐνέργεια), πόσῳ μειζόνως ὁ μένων ὅλος ἐν ἑαυτῷ καὶ μηδὲ ἀφ’ ἑαυτοῦ μηδὲ τῶν ὑπερτέρων ἐξιστάμενος. ὅθεν καὶ ποιητικόν ἐστι διὰ τὴν πρὸς τὰ ἄριστα ἕνωσιν τοῦ δι’ ἑτερότητα προἰόντος καὶ ὡς ὑφ’ ἑτέρου τελειουμένου καὶ διὰ τοῦτο πάσχοντος, καὶ ἀρχὴ ὡς αἰτία τελειωτικὴ τοῦ δυνάμει, ὅπερ ἡ ὕλη, τιμιωτέρα οὖσα δηλαδὴ ὡς κρείττων καὶ κρείττω διὰ τοῦτο ἴσχουσα καὶ τὴν ἕνωσιν. καὶ τί ἄν τις διαφέρειν εἴποι τοῦ ἀληθοῦς νοῦ, εἰ πρὸς τοῖς ἄλλοις εἴη καὶ τῇ οὐσίᾳ ὢν ἐνέργεια ὁ ψυχικὸς νοῦς; ἢ ὥσπερ ὁ παθητικὸς νοῦς ὁ ἔτι ἀτελὴς κατὰ τὴν ἀπάκαὶ θείαν καὶ τὴν δύναμιν παρεβάλλετο μὲν τῷ αἰσθητικῷ, ᾗ δὲ διέφερε διωρίζετο ὕστερον, οὕτω καὶ ἐπὶ τοῦ ἀκροτάτου τῆς ψυχῆς νοῦ παραβαλλομένου μὲν πρὸς τὸν ὑπέρτερον κατηγορεῖ τὰ εἰρημένα, ὅσα πρώτως τῷ θειοτέρῳ προσήκει νῷ, διὰ δὲ τὴν πρὸς αὐτὸν σύμφυσιν καὶ τῷ οὐσιώδει τῆς ψυχῆς δευτέρως, τὸ δὲ διάφορον ἐφεξῆς ἐπιφέρεται. ἀλλὰ τέως ἐκείνοις ἐπιστήσωμεν· ἑνὶ μέν, τίνι διοίσει ὁ χωριστὸς οὗτος τῆς ψυχῆς νοῦς ὑμνούμενος, εἴπερ καὶ αὐτὸς πρόεισι, τοῦ προϊόντος· διὰ τί γὰρ μὴ εἷς ὁ καὶ μένων καὶ προιών; ἑτέρῳ δέ, τί δή ποτε ὁ προελθὼν νοῦς οὐχὶ καὶ νοητός ἐστιν ὥσπερ νοῦς, εἴ γε τὸ νοητὸν τῷ νῷ πάντως ὑπάρχει, κἄν μὴ τῷ νοητῷ πάντως ὁ νοῦς. πῶς οὖν νοῦν μὲν αὐτὸν προσαγορεύει, οὐχὶ δὲ νοητὸν τίθεται, ἐπειδὴ καὶ ἐγγίνεσθαι αὐτῷ τὰ εἴδη βούλεται, ἅπερ ἐστὶ τὰ νοούμενα, ὡς νοῦν μὲν εἶναι καθ’ αὑτόν, νοητὸν δὲ ἐπικτήτως; ἢ πρὸς μὲν τοῦτο ῥητέον καὶ ἤδη εἴρηται, ὡς ὁ προιὼν ἔτι μὲν ἀτελὴς ὢν οὗτε νοῦς ἦν ἐνεργείᾳ οὔτε νοητός, ἑκάτερον δὲ δυνάμει καὶ πρὸς ἄμφω τελειούμενος ἑτέρωθεν ἐκ τοῦ οὐσιώδους· ὁ δὲ τελειωθεὶς καὶ νοῦς ἦν καὶ νοητὸς κατὰ τὸ δεύτερον δυνάμει, ὡς καὶ ἐνεργεῖν ποτε καὶ νοεῖν αὑτὸν δι’ ἑαυτοῦ δυνατός, ἀλλὰ παθητικὸς ὢν διὰ τὴν ὑφ’ ἑτέρου τελείωσιν. συμπρόεισιν οὖν τῷ νῷ καὶ τὸ σύστοιχον αὐτῷ νοητὸν καὶ ὁμοῦ τελειοῦται. ἀλλ’ ὁ φιλόσοφος προκρίνων τῇ ἰδιότητι τὸ νοητὸν τοῦ νοῦ, εἴ γε τὸ μὲν οὐσίας ἐμφαντικόν, ὁ δὲ μᾶλλον ἐνεργείας, καὶ εἴγε τὸ μὲν ἐφετόν ἐστι τῷ νῷ, ὁ δὲ ὡς πρὸς τέλος αὐτὸ ἵεται, εἰ καὶ τὸ τοῦ νοῦ ἐπὶ τοῦ ἀτελοῦς προσίεται ὄνομα, ἀλλ’ οὔτι γε τὸ τοῦ νοητοῦ· τοῦτο δὲ μᾶλλον τοῖς μένουσι καὶ τελειοῦσιν ἀποδίδωσιν εἴδεσι καὶ τοῖς ἐν τῷ προελθόντι τελειωθεῖσιν, ἃ καὶ ἐγγράφεσθαι λέγει, οὐ τὰ ἀτελῆ καὶ δυνάμει, ἀλλὰ τὰ τέλεια καὶ ἐνεργείᾳ ἤδη. τὸ δὲ πρότερον τῶν εἰς ἐπίστασιν ἡμῖν ἤδη προτεθέντων ἱκανῶς, οἶμαι, καὶ πρότερον διήρθρωται. ἡ οὐσία ἡ ψυχικὴ μένει μὲν ἀκραιφνὴς ἐν τῇ καθαρᾷ πρὸς ἑαυτήν τε καὶ πρὸς τὰ ἄκρα ἑνώσει, ποτὲ δὲ ἐκλύουσα τὴν ἕνωσιν καὶ ἐξισταμένη ἑαυτῆς τῇ πρὸς τὰ δεύτερα ῥοπῇ μένει μέν, ἵνα καὶ ᾖ, οὐκέτι δὲ ἀκραιφνής, ὡς ἤδη καὶ δευτέρας ἀφ’ ἑαυτῆς προβαλλομένη ζωάς, αὐτῇ τε τῇ τούτων προβολῇ μείνασα ἥτις ἦν καὶ ἔτι μᾶλλον τῇ πρὸς αὐτὰς ἐπικλίσει. οὐσία δὲ καὶ ἡ δευτέρα ζωή, ἐπεὶ καὶ ἡ ἐσχάτη· ἀλλ’ ἐκείνη καὶ λογικὴ καὶ νοερὰ δυνάμει, δευτέρα δὲ ὅμως τῆς προαγούσης, ᾗ τὸ αἰτιατὸν τοῦ αἰτίου ὑφεῖται καὶ ᾗ τοῦ πῇ μένοντος τὸ προελθὸν ὅλον καὶ ᾗ τὸ κατὰ δύναμιν τελειούμενον καὶ ἑτέρωθεν τοῦ κατ’ ἐνέργειαν καὶ ὑφ’ ἑαυτοῦ. διὸ καὶ τοῦτο μὲν οὐδέποτε εἰς ἐσχάτην ἐκπίπτει ἀτέλειαν, ἀλλ’ εἰς κεχαλασμένην τελειότητα· τὸ δὲ προιὸν καὶ πάντῃ ποτὲ γίνεται ἀτελές. καλῶς ἄρα διττὸς ἡμῖν ὁ τῆς ψυχῆς παραδέδοται νοῦς, ὅ τε μένων καὶ ὁ προιών, καὶ οὗτος ἢ ἀτελὴς ἢ τέλειος, καὶ ὁ μένων δὲ ἢ παντελῶς μένων ἢ πῇ. ἐπεὶ δὲ ταῦτα διήρθρωται, νῦν ὅπως τὸ διάφορον τοῦ κατὰ τὸ ἀκρότατον τῆς ψυχῆς οὐσιωμένου νοῦ πρὸς τὸν κρείττονα τόν τε μετεχόμενον καὶ τὸν ἀμέθεκτον παραδίδωσιν ὁ φιλόσοφος, ἐπειδὴ τὴν κοινω- νίαν ἐθεώρησε κατὰ τὸ χωριστὸν καὶ ἀπαθὲς καὶ ἀμιγὲς καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργειαν, ἐπακούσωμεν. p. 430 a 19 Ἡ αὐτὴ δέ ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι· ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ· ἀλλ’ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ. χωρισθεὶς δέ ἐστιν μόνον τοῦθ’ ὅπερ ἐστί. ’Ev οἷς πρώτην ἐνδείκνυται διαφορὰν τὸ μὴ μόνον εἶναι νοῦν τὴν ψυχικὴν ἀκρότητα, ἀλλὰ καὶ λόγον· λογικὴ γὰρ γνῶσις ἡ ἐπιστήμη. καλεῖ δὲ ἐπιστήμην νῦν, ὃν ἐκάλει νοῦν, τῇ οὐσίᾳ ὄντα ἐνέργειαν, καὶ τὴν κατ’ ἐνέργειαν ἐπιστήμην τὴν αὐτὴν δεικνὺς τῷ ἐπιστητῷ, ὅπερ τὸ πρᾶγμα, ἀλλ’ οὐχ ὥσπερ τὸ ἐν αἰσθήσει εἶδος ἄλλο παρὰ τὸ αἰσθητόν. καὶ πάλιν ὁ τοῦ Πλάτωνος ἄριστος ἐξηγητὴς σαφηνίζει ἡμῖν καὶ ὅπως εἴρηται παρ’ ἐκείνου τὸ ὂν ἀεὶ “νοήσει μετὰ λόγου περιληπτόν”, ὡς ἅμα τε νοήσεως καὶ ἐπιστήμης τῆς ἀκροτάτης οὔσης ψυχικῆς γνώσεως. νοῦς δὲ ἀπλῶς ὁ ὑπέρτερος. αὕτη μὲν οὖν πρώτη διαφορὰ διὰ τὴν τοῦ λόγου πρὸς νοῦν ὕφεσιν καὶ τὴν τῆς γνώσεως πρὸς τὸ γνωστόν. καὶ ὥσπερ τὸ γενητόν, ὅταν ᾖ, ἀπολείπεται τοῦ ἀγενήτως ὄντος τῇ πρὸς τὴν δύναμιν τοῦ μὴ εἶναι συμπλοκῇ, οὕτω καὶ τὸ ποτὲ μὲν νοοῦν ποτὲ δὲ οὐ νοοῦν, καὶ ὅταν νοῇ, ἔχει τὴν τοῦ ποιὲ μὴ νοεῖν δύναμιν καὶ οὔτε τὴν νόησιν ἔχει οἵαν τὸ <ἀεὶ> νοοῦν οὔτε τὴν πρὸς τὸ νοητὸν ἕνωσιν· |τῆς γὰρ ἀκριβεστέρας νοήσεως καὶ ἕνωσις μείζων. ἔσται μὲν οὖν τῇ οὐσίᾳ ἐνέργεια καὶ ὁ ψυχικὸς νοῦς χωρισθείς, ἀλλ’ οὐχ ὡσαύτως τῷ ἀεὶ χωριστῷ. μήπω γὰρ χωρισθεὶς ὁ ἡμέτερος αὐτῇ τῇ ἀχωρίστῳ πρὸς δευτέραν γνώσει οὐδὲ τὴν ἐνέργειαν πρὸς τὴν οὐσίαν ἑνίζει τελέως καὶ ὅσον πέφυκεν, ἀλλ’ ἔτι ἀτελέστερον, ὅπερ δυνάμει ἔφη, ἐπειδὴ καὶ πέφυκε τελειοῦσθαι. προτέραν δὲ εἶναι χρόνῳ τὴν κατὰ δύναμιν ἐν τῷ ἑνί. τοῦτο δὲ ἐπὶ μὲν τῶν γενητῶν ἀληθέστατον· ἐκ γὰρ τοῦ ἀτελοῦς ἐπὶ τὸ τελειότερον πᾶσα γένεσις· διὸ τὸ ἀτελὲς πρότερον τῷ χρόνῳ, ὅπερ ἐστὶ τὸ δυνάμει ἐν τῷ ἑνὶ αὐτῷ τῷ γινομένῳ, ἐπεὶ ἐν τῷ προσεχεῖ αἰτίῳ τὸ ἐνεργείᾳ ἀνάγκη προυπάρχειν τοῦ ἐν τῷ γινομένῳ ὑπ’ αὐτοῦ δυνάμει. καλῶς οὖν τὸ ἐν τῷ ἑνὶ πρόσκειται. ἐπὶ δὲ τῶν ἀιδίων μέν, ποτὲ δὲ νοούντων καὶ αὖ ποτὲ μὴ νοούντων οὐδὲ ἐν τῷ ἑνὶ χρόνῳ πρότερον τὸ δυνάμει. τί γὰρ τοῦτο μᾶλλον ἢ τὸ ἐνεργείᾳ, διαδεχομένων ἀεὶ ἄλληλα; διὸ καὶ αὐτὸς ἐπὶ τῆς ψυχῆς οὐκ ἀξιοῖ χρόνῳ προτέραν εἶναι τὴν δύναμιν, ἀλλ’ ἐκεῖνο ἀληθῶς ὑπάρχειν τὸ ποτὲ μὲν νοεῖν αὐτήν, ποτὲ δὲ μὴ νοεῖν. καὶ γὰρ εἰ ἐν τῷ συνθέτῳ ἀνθρώπῳ ἡ δύναμις πρότερον, ἀλλ’ ὁ νοῦς οὗτος ἡ ψυχικὴ οὐσία χωριστὴ οὖσα, ὡς αὐτίκα ἐπάγει, ἅμα καὶ τρίτην διαφορὰν τοῦ ψυχικοῦ νοῦ πρὸς τὸν κρείττω παραδιδοὺς καὶ τῆς πρὸς τὸ γνωστὸν τῆς γνώσεως ταὐτότητος· χωρισθεὶς γάρ φησιν, <οὐκ> χωριστός. ἀεὶ δὲ χωριστὸς ὡμολογημένως μὲν ὁ ἀμέθεκτος ὑπὸ ψυχῆς, πάντως δὲ καὶ ὁ μεθεκτός· οὐ γὰρ ἐκεῖνος τῆς ψυχῆς, ἀλλ’ αὕτη ἐστὶν ἐκείνου. ἐκεῖνος δὲ μένων ἐν ἑαυτῷ ἀρρεπῶς ἑαυτοῦ ἐξάπτει τὴν ψυχήν· αὕτη δὲ ἥ γε ἡμετέρα ἡ τῆ ῥοπῇ καὶ κλίσει δευτέρας προάγουσα ζωὰς καὶ συμπλεκομένη πρὸς αὐτὰς καὶ οὐ κατὰ τὴν μένουσαν μόνην, ἀλλὰ καὶ κατὰ τὴν ἀφισταμένην καὶ προιοῦσαν αὐτῆς ζῶσα ζωήν, καὶ αὖθις χωριζομένη, ζομένη, ὅτε καὶ κατὰ μόνον τὸ ἑαυτῆς ἕστηκε μόνιμον, τοῦτο οὖσα, ὡς αὐτὸς ἔφη, μόνον ὅπερ ἐστίν, οὐχὶ δὲ καὶ ἄλλο τι, ὁποῖον ἦν τὸ ἐν τῇ προβολῇ γινόμενον νοοῦν, ὃ ἐν τῇ ἀχωρίστῳ ἦν ζωῇ. οὐκοῦν καὶ χωρισθεῖσα, καθ’ ὅσον καὶ ἀχωρίστως ποτὲ πέφυκε ζῆν, οὐδὲ τότε τὸ χωριστὸν ἕξει οἷον τὸ ἀεὶ χωριστόν. ᾗ οὖν τῷ χωριστῷ καὶ ἀύλῳ ἕπεται τὸ ἑαυτὸ νοεῖν, ἡ δὲ ἑαυτοῦ νόησις τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, ᾗ τὸ χωριστὸν τοῦ ψυχικοῦ νοῦ ὑφεῖται τοῦ ἐν τῷ κρείττονι χωριστοῦ, ταύτῃ καὶ ἡ πρὸς τὴν οὐσίαν τῆς ἐνεργείας ἀπολειφθήσεται ἕνωσις. p. 430 a 23 Καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον. οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐθὲν νοεῖ. Ἐπιστήσαι ἄξιον τῷ παντὶ λόγῳ, <ᾧ> θαρρῶν τὸν οὐσιώδη τῆς νοῦν ἀθάνατον καὶ ἀίδιον ἀποφαίνεται, ἵνα καὶ ταύτῃ τὴν πρὸς Πλάτωνα αὐτοῦ συμφωνίαν ἅμα θαυμάσωμεν καὶ τὴν τῶν κατὰ μέρος ἐπὶ πλέον ἐπεξεργασίαν, ὅσα ἐκεῖνος ὁλικώτερον καὶ συνοπτικώτερον ἀρχαιοπρεπῶς παρέδωκε. μὴ γὰρ ὅτι ἐπὶ μόνης τῆς συνεχοῦς καὶ μεριστῆς ἐντελεχείας τῷ τῆς κινήσεως χρώμενος ὀνόματι οὐκ ἀνέχεται αὐτὸ προσάπτειν ὡς οὐ μεριστῇ οὔσῃ τῇ ψυχῇ, ἐπεὶ μεταθέντι σοι τὸ ὄνομα τὸ αὐτοκίνητον ἐπὶ τὸ αὐτοζῶν καὶ αὐτοτελὲς καὶ αὐτοποιοῦν καὶ πάσχον ὁ πᾶς ἐντεῦθεν ὁρμώμενος φανήσεται λόγος. καὶ γὰρ καὶ παρ’ ἐκείνῳ διπλόην τινὰ τῆς ψυχῆς ἐμφαίνει τὸ αὐτοκίνητον· τοῦ μὲν μονίμου καὶ εἰδητικοῦ καὶ ποιητικοῦ αὐτῆς τὸ αὐτό, ᾧ καὶ ἐπὶ τῶν ἀκροτάτων εἴωθε χρῆσθαι εἰδῶν, τοῦ δὲ κινητοῦ τὸ παθητικὸν καὶ προιὸν καὶ τελειούμενον καὶ ὁριζόμενον. ἐντεῦθεν οὖν καὶ ὁ Ἀριστοτέλης ὁρμώμενος τὸ ἐν τῇ ψυχῇ ποιητικόν, ὃ αὐτὸς ἐκεῖνος ἔφη χωριστὸν καὶ ἀπαθὲς καὶ ἀμιγές, δείκνυσιν ὡς ἀρχὴν καὶ αἰτιώδη καὶ τιμιωτέραν τῆς ὕλης καὶ παντὸς τοῦ γινομένου φύσιν ἀντὶ γὰρ τοῦ γινομένου παντὸς ἡ ὅλη αὐτῷ εἴληπται), καὶ ἔτι ὡς τῇ οὐσίᾳ ὂν ἐνέργειαν διὰ τὴν εἰς εἶδος ἀμέριστον συναίρεσιν. ὅθεν ὅτι ἄυλον λαβὼν (μεριστὸν γὰρ πᾶν τὸ ἔνυλον) καὶ αὐτὸ πρὸς ἑαυτὸ ἐνεργοῦν, δείκνυσι τὸ ἄυλον πᾶν ἑαυτὸ νοοῦν. καὶ ἅμα νοοῦν τε καὶ νοητὸν ἐπιδείξας καὶ ἀπλοῦν, ὡς οὐ κατὰ μέρος νοοῦν καὶ νοούμενον ἀλλ’ ὅλον ἄμφω, ὅτι καὶ ἀθάνατον καὶ ἀίδιον ἀπεφήνατο. τὸ γὰρ χωριστὸν καὶ ἀπλοῦν καὶ ἑαυτοῦ ὂν καὶ ἑαυτὸ ζωοῦν καὶ τελειοῦν, ὡς καὶ ἐν τῇ ἔξω ῥοπῇ δευτέρας ὑπερβλύζειν ζωάς τε καὶ οὐσίας, οὐ μόνον ἄδεκτον θανάτου τε καὶ φθορᾶς, ἀλλὰ καὶ προηγουμένως δείκνυται ζωῆς τε καὶ οὐσίας οἰστικὸν καὶ διὰ τοῦτο καὶ ἀθάνατον. ὥστε εἶναι τὸν πάντα συλλογισμὸν ὡς συντόμως συνθεῖναι τοιόνδε, δῆλον ὡς περὶ τῆς ἡμετέρας ἠρωτημένον ψυχῆς ψυχῆς· ἐν τῇ ἡμετέρᾳ ψυχῇ οὐ τὸ πάσχον ἐστὶ μόνον ἀλλὰ καὶ τὸ ποιοῦν, ἀρχὴ καὶ αἴτιον τῶν γιγνομένων· ἔτι τὸ ποιοῦν ἐν τῇ ψυχῇ ἑαυτὸ νοεῖν δύναται καὶ τὴν ἐνέργειαν ἑνίζει τῇ οὐσίᾳ ἀμερίστως· τὸ ἄρχον καὶ αἴτιον τῶν γινομένων καὶ τὸ τῇ οὐσίᾳ ὂν ἐνέργεια χωριστόν ἐστι καὶ ἀπλοῦν· τὸ χωριστὸν καὶ ἁπλοῦν ἑαυτοῦ ἐστι καὶ οὐκ ἐν ἑτέρῳ· τὸ τοιοῦτον ἄδεκτον τοῦ ἐναντίου, ἀζωίας τε καὶ ἀνουσιότητος (οὔτε γὰρ ἐν ἑαυτῷ τὸ ἀντικείμενόν ποτέ τι δέξεται οὔτε ἐν ἑτέρῳ τὸ ἑαυτοῦ μόνως ὄν)· τὸ ποιοῦν ἄρα ἐν τῇ ψυχῇ θανάτου καὶ φθορᾶς ὂν ἄδεκτον ἀθάνατον ἀναγκαίως καὶ ἀίδιον τυγχάνει ὄν, οὐ διὰ τὸ ἄδεκτον προηγουμένως, ἀλλὰ διὰ τό, ὡς εἴρηται, καὶ ἐν τῇ ἔξω ῥοπῇ πηγάζειν οὐσίας τε καὶ ζωὰς δευτέρας. ἃ δὴ πάντῃ, ὡς ἔφαμεν, συμφώνως τῇ Πλάτωνος ἐκ τῆς αὐτοκινησίας περὶ ψυχῆς |ἀποδείξει τῷ Ἀριστοτέλει φιλοσοφεῖται. ὅτι γὰρ περὶ ψυχῆς, ἀλλ᾿ οὐ περὶ τοῦ μετεχομένου ὑπ’ αὐτῆς νοῦ οὐδὲ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ἀλλὰ καὶ περὶ ψυχῆς τῆς ἡμετέρας, καὶ ἤδη ὑπέμνησται ἡμῖν καὶ ἔτι ἐκ πλειόνων ἄν τις ἐπιστήσειεν. πῶς γὰρ τὸ δυνάμι ἢ τὸ ποτὲ μὴ νοεῖν, ἢ τὸ ποτὲ χωρίζεσθαι τοῖς ὑπὲρ τὴν μερικὴν ἐπιπρέψει ψυχήν; ἀλλ’ οὐδὲ τὸ ἄυλον ἢ τὸ νοοῦν ἅμα καὶ νοούμενον ἢ τὸ χωριστὸν ὅλως ταῖς σωματοειδέσιν ἡμῶν προσήκει τι ζωαῖς καὶ ἔτι μᾶλλον ταῖς τῶν ἄλλων ζῴων ἢ φυτῶν ψυχαῖς. τοῦτο μὲν οὖν ἐναργῶς, οἶμαι, καὶ ἀναγκαίως συνῆκται, τὸ ὅσον ποιοῦν ἐν τῇ ψυχῇ ἀθάνατόν τε ὂν καὶ ἀίδιον. καλῶς γὰρ καὶ τὸ ἀίδιον προστέθεικεν, ὡς ὁ Πλάτων’ τὸ ἀνώλεθρον ἐν τῷ Φαίδωνι, ἵνα μὴ ὡς ὁ Βοηθὸς οἰηθῶμεν τὴν ψυχὴν ὥσπερ τὴν ἐμψυχίαν ἀθάνατον μὲν εἶναι ὡς αὐτὴν μὴ ὑπομένουσαν τὸν θάνατον ἐπιόντα, ἐξισταμένην δὲ ἐπιόντος ἐκείνου τῷ ζῶντι ἀπόλλυσθαι. διὰ τί δὲ τοῦτο μόνον ἀίδιον; ἢ ὅτι, ὡς σαφῶς ἐπάγει, ὁ παθητικὸς νοῦς φθαρτός. ἀλλὰ ἀπορήσειεν ἄν τις, πῶς νοῦς ὢν καὶ ἐκεῖνος φθείρεται, εἴ γε ἄυλος καὶ ἐκεῖνος· πᾶς γὰρ νοῦς ἄνευ ὕλης εἶναι ἠξίωται, καὶ διὰ τοῦτο πᾶς μὲν νοῦς εἶναι νοητός, οὐκέτι δὲ τὸ ἄυλον εἶδος νοητὸν ὂν καὶ νοῦν εἶναι. ἢ ὁ παθητικὸς νοῦς ὑλικὸς ἦν καὶ δυνάμει καὶ αὐτὸ τοῦτο παθητικὸς καὶ ἀτελὴς νοῦς τὸ ὅλον τοῦτο, ἕως ἄν παθητικὸς ἡ· καὶ διὰ τοῦτο καὶ φθαρτὸς ᾗ παθητικός. ἄυλος δὲ γίνεται καὶ ἐνεργείᾳ νοῦς τε καὶ νοητὸς ἐν τῇ πρὸς τὸ ποιοῦν συναφῇ, τελείως δὲ ἄυλος καὶ νοῦς τέλειος ἐν τῇ εἰς τὸν ποιοῦντα ἀναδρομῇ. ὡς εἶναι τὴν φθορὰν τοῦ παθητικοῦ νοῦ οὐκ εἰς τὸ μὴ ὂν ἔκστασιν, ἀλλ’ εἰς τὸ κρειττόνως ὂν συναίρεσιν τῆς χωρισθείσης ψυχικῆς οὐσίας, εἰς ἑαυτὴν καὶ τὴν προελθοῦσαν ἀναστελλούσης ζωήν, οὐ προιοῦσαν ἔτι ἀλλ’ ἐν τῷ μένειν ὡς ἐν αἰτίῳ ὑπάρχουσαν. ὁ δ’ οὖν παθητικὸς ὡς παθητικὸς φθαρτός. οἷον δὲ ἀντιτιθεὶς πρὸς τὸ ἀίδιον ἀποδειχθὲν τῆς ψυχῆς, πῶς οὐ μεμνήμεθα τῶν πρὸ τῆς γεννήσεως, εἰ ἀιδίως προὐπῆρχεν; ᾧ καὶ δῆλον πάλιν, ὅτι περὶ ψυχῆς αὐτῷ ὁ λόγος, ἀλλ’ οὐ περὶ τοῦ κρείττονος νοῦ. ποίαν γὰρ ἔσχεν ἀπορίαν, διὰ τί ἡμεῖς οὐ μεμνήμεθα, τῶν κρειττόνων ἡμῶν ὄντων ἀιδίων; καὶ ἡ τῆς ἀντιθέσεως λύσις οἰκεία τῇ ψυχῇ, ὅτι ὁ μὲν ποιῶν νοῦς ἀπαθὴς καὶ διὰ τοῦτο ἀθάνατος, ὁ δὲ παθητικὸς φθαρτὸς ὡς παθητικός, καθάπερ ἔφην, καὶ ὡς εἰς τὸ μόνιμον συναιρούμενος, ἄνευ δὲ τοῦ παθητικοῦ ὡς παθητικοῦ καὶ προἰόντος μέχρι τῶν σωματοειδῶν ζωῶν οὐδὲν νοεῖ ὁ ἀπαθὴς τῶν ὅσα δηλαδὴ μνημονευτά, περὶ ὧν ὁ λόγος· ἅπερ, ὡς ἐν ἄλλοις αὐτὸς ἡμᾶς διδάσκει, πάντως ἐστὶ φανταστά. διὸ ἐν τῇ περὶ τῶν μνημονευτῶν νοήσει δεόμεθα πάντως τοῦ μέχρι φαντασίας προ· ἰόντος λόγου, καὶ ἄνευ τούτου οὐδὲ ὁ ἀπαθὴς τῶν μνημονευτῶν τι νοήσει. οὐ γὰρ δὴ ἀπλῶς ἀκουστέον τὸ οὐδὲν ὡς μηδὲν τοῦ ἀπαθοῦς ἄνευ τοὐ παθητικοῦ νοοῦντος. πῶς γὰρ ἔτι χωριστός, πῶς ἀμιγής, πῶς τῇ οὐσίᾳ ἔσται ἐνέργεια; ἐπεὶ καὶ τὸ σῶμα τοῦτο ἔτι ζώουσα ἡ ψυχὴ χωριστῶς ποτε ζῇ καὶ νοεῖ. ῾ὃ γὰρ ὁ θεός’, φησιν, ῾ἀεί᾿ ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά. ‘τοῦτο ἡμεῖς ποτέ᾿, κατὰ δύναμιν δηλαδὴ τὴν ἡμετέραν. χωριστὸς δὲ ὁ θεὸς ἀεί· καὶ ἡμεῖς οὖν, εἰ καὶ ποτέ. ἡμεῖς δὲ οἱ ἔτι τὸν φυσικὸν τοῦτον διαζῶντες βίον, ὅταν ἡ ψυχὴ ἀσχέτως πρὸς τὸ σῶμα καὶ τὰς δευτέρας ζωὰς κἄν ἐπὶ βραχὺ διατεθῇ. p. 430 a 26 Ἡ μὲν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος· ἐν οἷς δὲ τὸ ψεῦδος καὶ τὸ ἀληθές, σύνθεσίς τις ἤδη νοημάτων. Ὅτε μὲν περὶ τῶν ἄλλων ψυχικῶν δυνάμεων τὴν διδασκαλίαν ἐποιεῖτο, τῶν τε φυτικῶν καὶ τῶν αἰσθητικῶν, τά τε ὑποκείμενα αὐταῖς παρεδίδου, καὶ πρὸ τῶν οὐσιῶν τὰς ἐνεργείας ἐθεώρει, ἐκ τῶν σαφεστέρων ἡμῖν πρὸς τὰ ἀφανέστερα προχωρῶν· ἐν δὲ τῇ περὶ τῆς νοερᾶς τὸν νοῦν, ὅστις ποτέ ἐστι καὶ ὁποῖος, πρὸ τῶν νοητῶν θεωρεῖ, ὡς εὐγνωστότερον ὄντα, εἶτα τὰ νοητά, ἵνα ἐξ ἀμφοῖν τὴν τοῦ νοῦ πρὸς τὰ νοητὰ ἕλωμεν ἐνέργειαν καὶ τὴν τοῦ νοῦ πλήρωσιν ὑπὸ τῶν νοητῶν. ὥσπερ οὖν ἐπὶ τοῦ παθητικοῦ νοῦ προπαραδοὺς τὴν οὐσίαν ἐπήγαγε τὰ γνωστὰ αὐτῷ διττὰ ὄντα, τά τε εἰδοποιούμενα καὶ τὰ ὁριστικὰ αὐτῶν εἴδη, καὶ τὴν ἐκείνου διάφορον περὶ αὐτὰ ἐξηγεῖτο ἐνέργειαν, οὕτω καὶ τὴν τοῦ ποιοῦντος νοῦ προθεωρήσας οὐσίαν καὶ τελειότητα καὶ ἀιδιότητα, τίνα τὰ νοητὰ αὐτῷ καὶ τίς ἡ περὶ αὐτὰ τοῦ νοῦ τούτου ἐνέργεια, διὰ τούτων ἀναδιδάσκει. νοῦν δὲ ἅμα καὶ λόγον αἰτιώδη καὶ ἁπλῶς ἐπιστημονικὸν θέμενος τὸν ποιοῦντα νοῦν, καὶ τὰ νοητὰ αὐτῷ ἀκολούθως διττὰ προτίθησι, τὰ μὲν ἀδιαίρετα καὶ ἀμέριστα ὄντα εἴδη ὡς νῷ, τὰ δὲ ἀνειλιγμένα καὶ μετά τινος συνθέσεως καὶ διαιρέσεως τῆς ἑνώσεως μετέχοντα ὡς ἐπιστητά, ὅτε τῆς αἰτίας ἔχεται. καὶ ἐνέργειαν μὲν ἀμέριστον καὶ μόνως ἀληθῆ, οὐδέποτε δὲ ψευδῆ· τὴν δὲ ὑποφερομένην εἴς τινα μερισμὸν τὸν κατὰ σύνθεσιν καὶ διαίρεσιν, περὶ ἥν ποτε τὸ ἀληθὲς καὶ ψεῦδος, οὐκ οὖσαν ἐπιστημονικήν (ἀεὶ γὰρ ἐκείνη ἀληθής), ἀλλ’ ὅλως περὶ σύνθεσιν καὶ διαίρεσιν τὴν ἀφισταμένην μὲν τῶν αἰτίων, δοξαστικὴν δὲ καὶ ἐπιπόλαιον καὶ τοῦ βάθους οὐκ ἐφαπτομένην τῶν πραγμάτων. ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων οὗτος. διὰ βραχυτάτων δὲ ὁ Ἀριστοτέλης εὐθὺς ἀρχόμενος καὶ τίνα τὰ νοητὰ καὶ ὁποία ἡ νόησις, ὅτι τὰ μὲν τὰ εἴδη ἡ δὲ μόνως |ἀληθής, ἐδήλωσεν εἰπὼν τὴν τῶν ἀδιαιρέτων νόησιν περὶ ταῦτα εἶναι, περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος. πολλαχῶς μὲν οὖν τὸ ἀδιαίρετον, ὡς καὶ αὐτὸς ἐκθήσεται. καὶ γὰρ καὶ τὸ μῆκος ἀνεργείᾳ ὂν ἀδιαίρετον, κἄν δυνάμει ᾖ διαιρετόν, καὶ ὡς τὸ σημεῖον καὶ τὸ πέρας τῆς διαστάσεως, χεῖρον τοῦτο τῆς διαστάσεως καὶ ἀποπῖπτον εἰς τὸ μὴ αὐτή, ἀλλὰ τὸ ἔσχατον αὐτῆς εἶναι. νῦν γε μὴν ἀδιαίρετον τὸ εἶδος εἴρηται, ὅπερ, ὡς ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως διήρθρωται, καὶ ἐπὶ πλέον ἐν τῆ Μετὰ τὰ φυσικά, περὶ μὲν τοῦ φυσικοῦ ἐν τῷ Z καὶ Η, περὶ δὲ τοῦ ὑπερφυοῦς ἐν τῷ Λ, οὐσία ἐστὶν ἡ πρώτη καὶ καθ’ αὑτὴν καὶ τελειότης καὶ ἐνέργεια καὶ ὅρος ἀμέριστος ἑνοειδῶς πάντας τούς τε περὶ αὐτὸν ἀνελιττομένους λόγους καὶ τὰς καθ’ ἃς τὰ μεριστὰ ὑφίσταται ἰδιότητας προειληφώς, ἁπλοῦς μέν, ἀλλ’ οὐ κατὰ ἀπεστενωμένην ἱστάμενος ἁπλότητα, κατὰ δὲ τὴν πάντων οἰστικὴν τῶν περὶ αὐτὸν μεριζομένων πῃ ἰδίων λόγων, ὁ μὲν φυσικὸς τῶν φυσικῶν, ὁ δὲ ψυχικὸς τῶν ψυχικῶν, ὁ δὲ καθ’ ἑαυτὸν καὶ ἑαυτοῦ καὶ ὅπερ αὐτός, ὡς καὶ τῶν εἰρημένων ὑποστατικὸς ὅρων καὶ ἑνοειδῶς καὶ τούτους προειληφώς. ὁ δὴ τῆς ψυχῆς ὅρος πρώτιστος μετεχόμενος κοινῇ τε ὑπὸ πασῶν τῶν ἀνθρωπείων ψυχῶν ἐστι νοῦς καὶ ὁ ἑκάστης ἰήιος. ἔπει ’δε κρειττόνως τῶν φυσικῶν καὶ αὐτῆς τῆς φύ- σεως ἡ ψυχικὴ οὐσία συνῆπται τῷ οἰκείῳ ὅρῳ τε καὶ εἴδει, οὗπερ διὰ τὸ ἀμέριστον καὶ πᾶσιν ἀμερίστως τοῖς ἄλλοις ἥνωται εἴδεσι, καὶ αὐτὴ πάντων δευτέρως πεπλήρωται τῶν εἰδῶν, οὐ μεινάντων οἷά περ ἦν καθαρῶν εἰδῶν, ἀλλὰ πρὸς τὴν ἀρίστην τῶν οὐσιωδῶν λόγων ἀνέλιξιν συμμιγῶν. διὸ καὶ νοήσει μετὰ λόγου περιληπτά, καί, ὥς φησιν Ἀριστοτέλης, νοητά τε καὶ ἐπιστητά, δι’ ὧν τῇ ψυχῇ καὶ ἡ πρὸς τὰ ἡγούμενα εἴδη συναφή. θεωρεῖ γὰρ καὶ ἐκεῖνα τελειωθεῖσα διὰ μέσων τῶν ἐν αὐτῇ, ἀλλὰ προσεχῶς τὰ οἰκεῖα. καὶ τοιαῦτα τὰ νοητὰ τῷ οὐσιώδει τῆς ψυχῆς νῷ, τά τε προσεχῆ καὶ τὰ κρείττω. ἡ δὲ οὐσιώδης αὐτοῦ ἐνέργεια τοιαύτη, οἷος καὶ αὐτὸς ἦν ὁ τοιοῦτος. ἦν δὲ νοῦς πρὸς τὸν ἄριστον συμμιγὴς λόγον. καὶ ἡ ἐνέργεια ἄρα αὐτοῦ ὡσαύτως ἕξει <ἡ> νόησις, οἷα καὶ λογικὴ οὖσα καὶ ὡς μὲν νόησις ἀμέριστος καὶ ἡ αὐτὴ τῇ οὐσίᾳ καὶ τῶν ἀδιαιρέτων οὖσα, τουτέστι τῶν εἰδῶν, καὶ μόνως καὶ καθ’ ἑαυτὴν οὖσα ἀληθής, τὴν ἀναντίθετον πρὸς ψεῦδος ἔχουσα ἀλήθειαν. ἐν γὰρ τῇ ἑτέρου πρὸς ἕτερον συμπλοκῇ καὶ ἐν μεριστοῖς γινωσκομένοις πᾶν ψεῦδος, ἵνα καὶ πῇ μὲν αὐτοῦ ἐφάπτηται τὸ γινῶσκον, τῆ δὲ οὔ· ἐπεὶ οὔτε τὸ μηδ’ ὅλως ἐφαπτόμενον ψεύδεται ἔτι περὶ αὐτοῦ, περὶ οὗ μήτε δοξάζει ὅλως μήτε λέγει τι, οὔτε τὸ τοῦ ὅλου καταδραττόμενον· ἀληθεύειν γὰρ τὸ τοιοῦτον ἀνάγκη. ἐν οὖν τοῖς τῆ ἐφαπτομένοις τό τε ψεῦδος καὶ ἡ πρὸς τὸ ψεῦδος ἀντίθετος. ἀλήθεια· ἡ δὲ ἀμέριστος τῶν ἀδιαιρέτων νόησις, οὐκ ἔχουσα τὸ τῆ διὰ τὸ ἀμέριστον, ἢ οἷον ὅλου ἐφάπτεται ἢ οὐδαμῶς, ὥστε ἀναμάρτητος κατὰ τὸν Πλωτῖνον, καὶ μόνον ἀληθὴς κατὰ τὸν Ἀπιστοτέλην, ψευδὴς δὲ οὐδέποτε. ὡς μὲν οὖν νόησις τοιαύτη· ὡς δὲ λογικὴ ἀκρότης καὶ ἐπιστήμη, οὐχ ἡ κατὰ προβολὴν ἀλλ’ ἡ οὐσιώδης, ἡ αὐτὴ μὲν καὶ ἥδε τῷ πράγματι, ἵνα καὶ ἐπιστήμη καὶ οὐσιώδης γνῶσις ᾖ, ἀλλὰ δευτέρως· καὶ ἡ ταὐτότης μετὰ ἑτερότητος καί τινος διαστάσεως, ὡς δηλοῖ καὶ ἡ κατὰ προβολὴν λογικὴ ἡμῶν γνῶσις, ἐν διαιρέσει ὑπάρχουσα καὶ συναγωγῇ ἀεί, διά τε τὸ αὐτὴ μὴ ἵστασθαι καθ’ ἕνα ὅρον ἁπλοῦν ἀλλὰ ἀνελίττεσθαι, καὶ διὰ τὸ καὶ τὰ οἰκεῖα καὶ σύστοιχα αὐτῇ γνωστὰ λόγους εἶναι ἀλλ’ οὐκ εἴδη, καὶ αὐτὰ οὐχ ἁπλῶς ἀλλὰ μετά τινος τοῖς λόγοις τοῖς ψυχικοῖς καὶ τούτοις οὐσιώδεσι διαστάσεως ἡνωμένα. αὕτη τε οὖν ἡ λογικὴ γνῶσις πρὸς ἑαυτὴν οὐκ ἄνευ διαιρέσεως, καὶ τὰ γνωστὰ πρὸς ἄλληλα ὁμοίως ἔχει· ἥ τε ἀμφοτέρων τοῦ τε γνωστικοῦ καὶ τοῦ γνωστοῦ πρὸς ἄλληλα ἐνακόλουθος καὶ ὁμοία. καὶ ἀεὶ μὲν ἀληθὴς καὶ <ἡ> ἐπιστημονικὴ γνῶσις, ἀλλ’ οὐχ ὡς λογικὴ ἁπλῶς, δὲ ἐπιστημονικὴ καὶ ἐξ αἰτίων καὶ ὅλων δι’ ὅλων ἐχομένη τῶν πραγμάτων. τὸ οὗν ψεῦδος καὶ τὸ ἀντίθετον αὐτῷ ἀληθὲς οὐκ ἐν τούτοις, ἀλλ’ ἐν οἷς σύνθεσις ἤδη· ἐν γὰρ λογικῇ γνώσει καὶ ταύτῃ προελθούσῃ. εἰπὼν δὲ τῶν νοημάτων τὴν σύνθεσιν, ἵνα μὴ νοητῶν τῶν εἰδῶν ἀκούσωμεν ἀλλὰ τῶν μετὰ τὸ εἶδος μερικωτέρων λογικῶν ἰδιωμάτων, ἐπάγει· καθάπερ Ἐμπεδοκλῆς ἔφη “ᾗ πολλῶν μὲν κόρσαι ἀναύ χενες ἐβλάστησαν”, ἔπειτα συντεθεῖσαι τῇ φιλίᾳ· οὕτω καὶ ταῦτα κεχωρισμένα συντίθεται, οἷον τὸ ἀσύμμετρον καὶ ἡ διάμετρος ἢ τὸ σύμμετρον καὶ ἡ διάμετρος. τὸ μὲν γὰρ οἷον εἶδος τοῦ τετραγώνου ὁμοῦ τὸ πᾶν ἀδιαιρέτως περιείληφε, καὶ τὰς πλευρὰς καὶ τὴν διάμετρον καὶ τὸ ἀσύμμετρον αὐτῶν καὶ τὸ ἰσογώνιον καὶ τὸ ἰσόπλευρον· ἕκαστον δὲ τούτων ἰδίᾳ μερικωτέρων ἐστὶ λόγων ἰδίωμα, ἐξ ὧν ἡ λογικὴ σύνθεσις. p. 430 a 31 Ἐὰν δὲ γενομένων ἢ ἐσομένων, τὸν χρόνον προσεννοῶν καὶ συντιθείς. Ἐπὶ γὰρ τῶν ἀιδίων ἡ συμπλοκὴ μόνων τοὐ κατηγορουμένου καὶ ὑποκειμένου, ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ τοῦ χρόνου δεῖ, ὡς οὐκ ἀεὶ ἀλλὰ ποτὲ ὄντων καὶ μὴ ὄντων. καὶ δεῖ ἀναγνόντας ἐὰν δὲ γενομένων, δηλονότι ποιῆταί τις σύνθεσιν, καὶ ὑποστίξαντας οὕτως ἐπαγαγεῖν τὸν χρόνον προσεννοῶν καὶ συντιθείς, πρὸς τῷ κατηγορουμένῳ καὶ ὑποκειμένῳ ἐννοῶν τε καὶ συντιθεὶς τῷ χρόνῳ. ἐφ’ οἷς πάλιν ὑπομιμνήσκει, ὅτι ἐν συνθέσει πάντως τὸ ψεῦδος, ἐπειδὴ καὶ τὸ λευκὸν δυνατὸν μὴ λευκὸν οἰηθῆναι, καὶ ὅτι οὐκ ἄνευ διαιρέσεως ἐστι σύνθεσις· διὸ καὶ διαίρεσιν ῥητέον ἐφ’ ὧν σύνθεσις. |p. 430 b 5 Τὸ δὲ ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἕκαστον. Συμπλέκει γὰρ τὰ τῆς ψυχῆς ἁπλᾶ νοήματα ὁ λόγος, ὃν δὴ νοῦν καλεῖ, ὡς ἤδη ἐπιδέδεικται· εἰ μὴ ἄρα κἀκεῖνο ἐνδείκνυται, ὅπερ διὰ πολλῶν ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐπέδειξεν, ὡς τὸ εἰδητικὸν αἴτιον, ὥσπερ τοὐ εἶναι, οὕτω καὶ του ἓν εἶναι τοῖς εἰδοποιουμένοις αἴτιον. καὶ τοῦτο μὲν καὶ ἐν τοῖς φυσικοῖς ἀληθές· ἐπὶ δὲ τῶν ψυχῶν ὁ νοῦς τὸ εἶδος, ὅ τε μετεχόμενος καὶ ὁ κατ’ αὐτὴν τὴν οὐσίαν τῆς ψυχῆς ἑστὼς ὡς νοῦς· ὡς γὰρ λόγος καὶ αὐτὸς ἑνίζεται. τὴν δὲ λέξιν ὧδε συντακτέον· τὸ ἕκαστον τῶν συμπλεκομένων νοημάτων ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἐστι. p. 430 b 6 Τὸ δὲ ἀδιαίρετον ἐπεὶ διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ, οὐδὲν κωλύει νοεῖν τὸ ἀδιαίρετον, ὅταν νοῇ τὸ μῆκος (ἀδιαίρετον γὰρ ἐνεργείᾳ), καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ· ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος τῷ μήκει. Εἴρηται καὶ ἡμῖν ἤδη ὡς πλεοναχῶς τὸ ἀδιαίρετον, τὸ μὲν ὡς τὸ εἶδος οὐδαμῇ ὃν διαιρετὸν οὔτε ἐνεργείᾳ οὔτε δυνάμει, τὸ δὲ ὡς τὸ μῆκος καὶ πᾶν συνεχὲς ἐνεργείᾳ μόνον ὃν ἀδιαίρετον, δυνάμει δέ πὼς διαιρετόν, ἢ καὶ τῷ ὄντι πεφυκὸς διαιρεῖσθαι, ὡς καὶ τὰ ἐν γενέσει, ἢ μόνῃ τῇ ἐπινοίᾳ, ὡς τὰ οὐράνια, διὰ τὸ μεριστὸν τῶν σωμάτων. τὸ δὲ σημεῖον καὶ τὸ νῦν καὶ ὅσα ὡς πέρατά φαμεν ἀδιαίρετα (καὶ γὰρ ἡ γραμμὴ ὡς πέρας ἐπιφανείας κατὰ τὸ πλάτος ἀδιαίρετος καὶ ἡ ἐπιφάνεια ὡς πέρας σώματος κατὰ βάθος ἀδιαίρετος), τὸ δ’ οὖν οὕτως ἀδιαίρετον τὸ ὡς πέρας ἔστι μὲν καὶ αὐτὸ πάντῃ ἀδιαίρετον οὐ μόνον ἐνεργείᾳ ἀλλὰ καὶ δυνάμει, ἀντικειμένως δὲ πρὸς τὰ εἴδη καὶ τοὺς ὅρους τῶν πραγμάτων. ἐκεῖνα γὰρ τελειότητες καὶ τὸ πᾶν ἑνιαίως προειληφότα, τὰ δὲ σημεῖα καὶ ὅλως τὰ πέρατα, ὡς ἀποπίπτοντα τῶν διαστάσεων καὶ αὐτῷ τούτῳ τῷ ἔσχατα εἶναι ἀπολειπόμενα καὶ ὧν ἐστιν ἔσχατα, ἐν στερήσει τῶν περατουμένων τυγχάνει ὄντα. οὐ γὰρ οἷα οἱ Πυθαγόρειοι σημεῖα ὑποτίθενται ὡς ἀρχοειδῆ τῶν διαστάσεων καὶ αἴτια ὁριστικά, τοιαῦτα νῦν ὁ Ἀριστοτέλης λαμβάνει, ἀλλὰ τὰ πέρατα, ὡς εἴρηται, καὶ τὰ ἔσχατα. διὸ καὶ ἐκεῖνοι ἀκολούθως τὰ σημεῖα οὐσίας ἐπρέσβευον (εἰς ταὐτὸν γὰρ αὐτὰ τοῖς εἴδεσιν ἀνῆγον τοῖς τῶν μεριστῶν ὁριστικοῖς), καὶ Ἀριστοτέλης καλῶς ἐν ταῖς στερήσεσιν αὐτὰ τίθεται. ὡς εἶναι τὸν περὶ τῶν ἀδιαιρέτων λόγον συντόμως εἰπεῖν τοιοῦτον· διχῶς τὸ ἀδιαίρετον, ἢ δυνάμει ἢ ἐνεργείᾳ. τὸ μὲν οὖν δυνάμει πάντως καὶ ἐνεργείᾳ, τὸ δὲ ἐνεργείᾳ οὐ πάντως καὶ δυνάμει. ἐνεργείᾳ μὲν οὖν μόνον τὰ μήκη, ὡς αὐτός φησι, καὶ πᾶν τὸ συνεχές· δυνάμει δὲ καὶ διὰ τοῦτο καὶ πάντῃ ἀδιαίρετα τά τε εἴδη καὶ οἱ ὅροι καὶ τὰ ὡς πέρατα καθὸ πέρατα ἀδιαίρετα. τούτων δὲ τὰ μὲν εἴδη ὡς τελειότητες καὶ κρείττους τῶν τελειουμένων καὶ τὸ πᾶν ἑνοειδῶς περιέχουσι καὶ πρῶται καὶ καθ’ αὑτὰς οὐσίαι· τὰ δὲ πέρατα ὡς ἔσχατα τῶν περατουμένων καὶ τὸ ἀδιαίρετον κατὰ ἀπόπτωσιν τοῦ διαιρετοῦ ἔχοντα, καὶ τὸ ἀπλοῦν ἔχοντα οὐ κατὰ περίληψιν, ὡς τὰ εἴδη, ἀλλὰ κατὰ ἀποστένωσιν καὶ ἀπόπτωσιν τῶν διαστάσεων· ἡ μὲν οὖν τῶν ἀδιαιρέτων τῶν ὡς εἰδῶν καὶ ὡς ὅρων νόησις προὔκειτο αὐτῷ εἰς θεωρίαν προηγουμένως. ἐκείνων γὰρ ἦν συστοίχως ἀντιληπτικὸς ὁ νοῦς ὡς νοῦς, καὶ ὁ τῆς ψυχῆς οὐσιώδης, καὶ ἡ τούτων νόησις, ὡς αὐτὸς παραδέδωκεν, ἀληθὴς παντάπασι καὶ οὐδέποτε τὸ ψεῦδος ὁπωσοῦν ἐπιδεχομένη. ἵνα δὲ καὶ τὰ ἄλλως λεγόμενα ἀδιαίρετα ἀπὸ τῶν ὡς εἰδῶν διακρίνῃ καὶ τὰς ἐκείνων νοήσεις πρὸς τὰς τῶν εἰδῶν, ἀναγκαίως ἐπάγει ποσαχῶς τε τὰ ἀδιαίρετα καὶ τίνες αἱ πάντων σύστοιχοι νοήσεις, οὐκέτι καθαραὶ οὖσαι νοήσεις αἱ τῶν δευτέρως ἀδιαιρέτων λεγομένων. οὐ γὰρ μένουσιν ἐν τῷ καθαρῶς ἀδιαιρέτῳ, ἀλλ’ ἅτε συστοίχως γινώσκουσαι τὰ ἀδιαίρετα μὲν ἐνεργείᾳ δυνάμει δὲ διαιρετά, ἢ τὰ κατὰ στέρησιν ἀδιαίρετα, ὑποφέρονται ἀπὸ τῶν ἄκρων καὶ καθαρῶν νοήσεων καὶ αὗται εἰς μερισμόν τινα τὸν δυνάμει καὶ εἰς τὸ μὴ καθ’ αὑτὰ ἀλλὰ κατὰ συμβεβηκὸς γινώσκειν τὰ πέρατα. τῷ γὰρ τὰ περατούμενα γινώσκειν τὰς ἀποπτώσεις αὐτῶν γινώσκομεν, ὥσπερ τῷ ὀρθῷ τὸ στρεβλὸν καὶ τῷ ἀγαθῷ τὸ κακὸν καὶ ὅλως τοῖς εἴδεσι τὰς στερήσεις ὧν εἰσι στερήσεις. εἰ γάρ τι μὴ συστοίχως ἀλλὰ κρειττόνως νοεῖ τὰ πράγματα, τοῦτο οὐδὲν κωλύει, οὐχ ὡς ἐκεῖνα πέφυκεν, ἀλλ’ ὡς αὐτὸ τὸ νοοῦν ἐστιν, οὕτω καὶ νοεῖν, οὐ συνδιαιρούμενον ἔτι τοῖς νοουμένοις οὐδὲ συνυποφερόμενον, ἀλλ’ αἰτιωδῶς καὶ μένον ἐν ἑαυτῷ· νῦν δέ, ὡς εἴρηται, περὶ τῶν συστοίχως γινωσκόντων ἡμῖν ὁ λόγος. ἐπεὶ οὖν ταῦτα προείληπται, τῇ Ἀριστοτέλους ἐπακολουθήσωμεν λέξει. p. 430 b 6 Τὸ δὲ ἀδιαίρετον ἐπεὶ διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ. Τὴν πρώτην διαίρεσιν ποιεῖται, ὅτι πάν τὸ ἀδιαίρετον ἢ δυνάμει ἢ ἐνεργείᾳ. καὶ ἔστιν ἀνελλιπὴς ἡ διαίρεσις· τὸ γὰρ δυνάμει ἀδιαίρετον καὶ παντελῶς ἐστιν ἀδιαίρετον, τὸ δὲ ἐνεργείᾳ οὐκ ἐξ ἀνάγκης καὶ πάντῃ. p. 430 b 7 Οὐθὲν κωλύει νοεῖν τὸ ἀδιαίρετον, ὅταν νοῇ τὸ μῆκος (ἀδιαίρετον γὰρ ἐνεργείᾳ), καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ. Ἔστι γὰρ καὶ ἐν τοῖς δυνάμει διαιρετοῖς τὸ ἀδιαίρετον, ὃ κατ’ ἐνέργειαν αὐτὸ ποιεῖ ἀδιαίρετον. τοῦτο δὴ τὸ ἀδιαίρετον, ἀχώριστον ὂν καὶ αὐτοῦ τοῦ διαστατοῦ, τὸ συνεκτικὸν οὐχ ὡς αἴτιον, καθάπερ τὸ εἶδος, ἀλλ’ ὡς ἀκρότατον τοῦ εἰδοποιουμένου, καθάπερ ἡ ὑγεία τελειότης τοῦ ζῶντος σώματος, ἀλλ’ οὐχ ὡς τὸ ἐν τῷ εἴδει τελικὸν αἴτιον. οὐδὲν γάρ, ᾗ μεριστόν, ὑποστῆναι δυνατὸν ἄνευ τῆς ἀμερίστου ἐν αὐτῷ συνοχῆς ἢ κατὰ φύσιν ἔχειν ἄνευ τῆς ἐπιβαλλούσης αὐτοῖς τελειότητος. ὁ δὴ συστοίχως γινώσκων τὸ ἐνεργείᾳ μὲν ἀδιαίρετον δυνάμει δὲ διαιρετὸν νοῦς νοήσει αὐτὸ δὴ τοῦτο, ὡς ἔστιν, ὡς ἀδιαίρετον ἐνεργείᾳ. οἷόν |τε μὲν γὰρ αὐτὸ νοεῖν καὶ ἤδη διῃρημένον, ἀλλ’ ὅταν ὡς ἓν τὸ ὅλον νοῇ καὶ μήπω διῃρημένον, τότε ὡς ἀδιαίρετον νοεῖ. ὀρθῶς οὖν ἔφη τὸ οὐδὲν κωλύει, ἐπειδὴ καὶ ὡς ἀδιαίρετον καὶ ὡς ἤδη διηρημένον δυνατὸν γινώσκειν. ὅταν δ’ οὖν ὡς ἀδιαίρετον νοῇ, τότε καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ. καὶ εὐθὺς τὸ ὑφειμένον ἐνεδείξατο τῆς συστοίχου τούτων γνώσεως· οὐ γὰρ ἐν ἀμερίστῳ τῷ παντὸς χρόνου κρείττονι νῦν, εἰ δεῖ νῦν καλεῖν τὸ παντὸς χρόνου κρεῖττον, ἀλλ’ ἐν χρόνῳ μέν, μένοντι δὲ ἀδιαιρέτῳ κατ’ ἐνέργειαν. δῆλον δὲ ὡς ὁ ταῦτα συστοίχως γινώσκων νοῦς οὐχ ἀπλῶς ἐστι νοῦς, ἀλλὰ σὺν τῇ λογικῇ ἀνελίξει τῇ πρώτως εἰσαγούσῃ τὴν διάστασιν συμπεπλεγμένος καὶ ἐνεργῶν (τὸ γὰρ ἐν χρόνῳ ἐνεργεῖν λογικῆς ζωῆς), νοῦς δὲ ὅμως ὡς τὸ ἀδιαίρετον χαριζόμενος τῇ λογικῇ ταύτῃ διαστάσει. ἕως γὰρ ἄν ὡς ἀδιαίρετον τὸ συνεχὲς νοῶμεν, οὐδὲ τὸν χρόνον διαιροῦμεν· ὁπότερον γὰρ ἄν διαιρῶμεν, εἴτε τὸ μῆκος εἰς ἡμίσεα εἴτε τὸν χρόνον, ἕπεται καὶ τὸ λοιπὸν συνδιαιρεῖσθαι. καὶ γὰρ εἰ τὸ ἥμισυ τοῦ μήκους πρότερον, εἶτα τὸ ἕτερον ὕστερον γινώσκομεν, δῆλον ὅτι καὶ ὁ χρόνος συνδιῄρηται τῷ προτέρῳ καὶ ὑστέρῳ· καὶ αὖ ὁ χρόνος κατὰ τὸ πρότερον καὶ ὕστερον διαιρούμενος ἄλλο ἕξει γινωσκόμενον κατὰ τὸ πρότερον, ἄλλο δὲ κατὰ τὸ ὕστερον, ἵνα καὶ διαιρῆται ἐνεργείᾳ· ὥστε καὶ τοῦ μήκους ἄλλο μὲν ἔσται τὸ πρότερον, ἄλλο δὲ τὸ ὕστερον γινωσκόμενον. ὀρθῶς ἄρα ἐπάγει ὁ φιλόσοφος ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος τῷ μήκει· ὡς γὰρ ἄν ἔχῃ τὸ μῆκος καὶ πᾶν τὸ συνεχές, οὕτω καὶ ὁ χρόνος. καὶ σαφῶς τοῦτο πιστοῦται διὰ τούτων· p. 430 b 10 Οὔκουν ἔστιν εἰπεῖν ἐν τῷ ἡμίσει τί ἐννοεῖ ἑκατέρῳ· οὐ γάρ ἐστιν, ἄν μὴ διαιρεθῇ, ἀλλ’ ἢ δυνάμει. χωρὶς δὲ ἑκάτερον νοῶν τῶν ἡμίσεων διαιρεῖ καὶ τὸν χρόνον ἅμα· τότε δὲ οἱονεὶ μήκη. εἰ δὲ ὡς ἐξ ἀμφοῖν, καὶ ἐν τῷ χρόνῳ τῷ ἐπ’ ἀμφοῖν. ’Ev ὅσῳ μὲν γὰρ ὡς ἀδιαίρετον γινώσκει, οὐδὲ τὸν χρόνον διαιρήσει, οὐκ ἔχων εἰπεῖν τί μὲν ἐν τῷ προτέρῳ ἡμίσει, τί δὲ διάφορον ἐν τῷ λοιπῷ γινώσκει, ἵνα καὶ ἐνεργείᾳ τῇ νοήσει διέλῃ τὸν χρόνον ὡς ἄλλο μὲν πρότερον ἄλλο δὲ ὕστερον γινώσκων. ὁ γὰρ κατὰ συνέχειαν τὸ αὐτὸ θεωρῶν ἀπαραλλάκτως οὐκ ἐνεργείᾳ αὐτὸν διαιρεῖ, ἀλλὰ μόνον δυνάμει διαιρετὸν οἶδε τὸν χρόνον ἐν ᾧ νοεῖ, ὅτι καὶ διέλοι ἄν αὐτόν, εἰ τῶν τοῦ μήκους μορίων ἑκάτερον ἐν τοῖς μορίοις τοῦ χρόνου τούτου τὸ μὲν πρότερον τὸ δὲ ὕστερον θεωρήσειεν. ὡς εἴ γε διέλοι τὸ μῆκος τῇ ἐπινοίᾳ καὶ τὸ μὲν αὐτοῦ πρότερον τὸ δὲ ὕστερον σκοποίη, συνδιαιρήσει πάντως τὸν χρόνον κατ’ αὐτὸ τὸ πρότερόν τε καὶ ὕστερον, καὶ τότε οὐχὶ ὡς ἀδιαίρετον τὸ ὅλον γνώσεται. διὸ ἔφη καλῶς οἱονεὶ μήκη· ὅλως γὰρ πολλὰ τὸ ἓν ἐπινοεῖ διὰ τὸ διελεῖν τῇ ἐπινοίᾳ. καὶ διὰ τοῦτο οἱονεὶ εἶπε, διότι οὐχὶ τῇ ἡμετέρᾳ ἐπινοίᾳ μεριζούσῃ ἕπεται πάντως τὸ καὶ ἤδη αὐτὰ διῃρῆσθαι τὰ πράγματα. κἄν οὖν μήπω ᾖ πλήθη, ἀλλ’ ὡς πλήθη ἐπινοεῖται. ἐάν γε μὴν μὴ ὡς πολλὰ ἀλλ’ ὡς ἓν τὸ ἐξ ἀμφοῖν νοῶμεν, καὶ ἐν ἀδιαιρέτῳ πάντως αὐτὰ εἰσόμεθα χρόνῳ, τῷ κατ’ ἐνέργειάν φημι ἀδιαιρέτῳ. καὶ εὖ γε, ὅτι καὶ ταύτῃ τὸ ἐν τοῖς διαιρετοῖς ἀδιαίρετον διαστέλλει ἀπὸ τοῦ εἰδητικοῦ οὐ μόνον ὡς ἐν χρόνῳ γινωσκόμενον, ἀλλὰ καὶ ὡς δυνάμενον διαιρεθῆναι καὶ πρός γε ὡς συμπληρούμενον· ἐκ τῶν μερῶν (διὸ τὸ ἐξ ἀμφοῖν ἔφη, ὡς δύο τὰ μέρη ὑποθέμενος)· τὸ γὰρ εἰδητικὸν πάντῃ ἀμέριστον καὶ οὐκ ἔχον μέρη. p. 430 b 14 Τὸ δὲ μὴ κατὰ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει νοεῖ ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἀδιαιρέτῳ τῆς ψυχῆς. Πρὶν συμπληρῶσαι τελέως τὸν περὶ τῆς τῶν ἀδιαιρέτων ἐν τοῖς διαιρετοῖς νοήσεως λόγον, ἐν τῷ μέσῳ ἀναμιμνήσκει ἡμᾶς τὸ διάφορον αὐτῆς πρὸς τὴν τῶν εἰδῶν νόησιν, ἵνα καὶ τὴν αἰτίαν ἐνδείξηται, δι’ ἣν ὅλως ἡ περὶ ἐκείνων νῦν παρείληπται νόησις, ὅτι διὰ σαφήνειαν καὶ διάκρισιν τῶν εἰδητικῶν νοήσεων. αὗται γὰρ οὕτε ἐν χρόνῳ οὔτε διαιροῦνταί πὼς ἢ ἐνεργείᾳ ἢ δυνάμει, ἀλλ’ ὥσπερ ἐστὶν αὐτὰ τὰ εἴδη ἀμέριστα, οὔτε χρόνῳ παρατεινόμενα οὔτε κατά τινα διάστασιν μεριζόμενα, οὕτω καὶ αἱ συστοίχως αὐτοῖς συναρμοζόμεναι γνώσεις ἀμέριστοι παντελῶς ἔσονται, οὔτε διιστάμεναί πὼς καὶ ἀνελισσόμεναι οὔτε ὅλως ἐν χρόνῳ γινόμεναι. κἄν γὰρ ἐν χρόνῳ ἔφη ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ ἐν ἀδιαιρέτῳ προστέθεικεν, ἵνα τὸ ὑπὲρ τὸν χρόνον σημάνῃ. πᾶς γὰρ χρόνος διαιρετός· ὡς οὖν ἡ τοῦ λιθίνου προσθήκη ἐν τῷ λιθίνη ναῦς ἀναιρεῖ τὸ ναῦν εἶναι, οὕτω καὶ ἡ τοὐ ἀδιαιρέτου τῷ χρόνῳ πρόσθεσις ἐξαίρει τοῦ εἶναι χρόνον. κατὰ ποσὸν μὲν οὖν ἐστιν ἀδιαίρετον, ὅ ἐστι μὲν ποσὸν οὐ διῃρημένον δέ, ἀλλ’ ἐνεργείᾳ μὲν ἀδιαίρετον οὐχὶ δὲ δυνάμει. τὸ δὲ μὴ τοιοῦτον ἀλλὰ τῷ εἴδει, τουτέστιν ὡς εἶδος ὂν ἀδιαίρετον, νοεῖ, φησιν, ἐν ἀδιαιρέτῳ χρόνῳ, τουτέστιν ἢ ἐν τῷ νῦν ἢ τό γε ἀληθέστερον φάναι κρειττόνως ἢ κατὰ χρόνον, καὶ τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς, ὀρθῶς εἰδὼς τὰ Πλάτωνος, ὡς ἐξ ἀμφοῖν ἐστιν ἡ ψυχή, τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας. τὸ οὖν ὅσον ἀδιαίρετον καὶ ἀμέριστον τοῖς εἴδεσιν εὖ συναρμόζεται, καὶ συστοίχως αὐτοῖς συμφύεται τῷ ἀδιαιρέτῳ ἑαυτῆς τοῖς ἀδιαιρέτοις. καὶ πάλιν δῆλον ὤ ὡς οὐ περὶ τοῦ κρείττονος ἢ κατὰ ψυχὴν νοῦ, οὔτε περὶ τοὐ μετεχομένου ὑπ’ αὐτῆς οὔτ’ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ὁ λόγος αὐτῷ, ἀλλὰ περὶ τοῦ οὐσιώδους καὶ μονίμου τῆς ψυχῆς. καὶ γὰρ νῦν ἐναργῶς τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς, ὡς εἰδὼς καὶ τὸ διαιρούμενόν πὼς αὐτῆς. ταῦτα περὶ τῆς τῶν εἰδῶν εἰπὼν ἐν μέσῳ νοήσεως, τὴν διαφορὰν ἡμῖν παραδιδοὺς πρὸς τὴν τῶν ἄλλως πὼς λεγομένων ἀδιαιρέτων, αὖθις ἀναλαμβάνει τὸν περὶ ταύτης λόγον ταυτὶ γράφων· |p. 430 b 16 Κατὰ συμβεβηκὸς δὲ καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ, ἀλλ’ ᾗ ἀδιαίρετα. Ἐπαναλαμβάνει μέν, ὡς εἴρηται, τὸν περὶ τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων λόγον, ὅπως νοεῖται. ἀντιδιαστείλας δὲ ἐν μέσῳ τὴν περὶ τῶν εἰδῶν νόησιν καὶ ταύτην εἰπὼν γίνεσθαι τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ, τὴν τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων οὔτε ἁπλῶς τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς λέγει γίνεσθαι οὔτε ἁπλῶς ἐν ἀδιαιρέτῳ χρόνῳ, ἀλλὰ τῷ κατ’ ἐνέργειαν οὐχὶ δὲ καὶ δυνάμει ἀδιαιρέτῳ. τὸ γὰρ ὅσον διαιρετὸν τῆς ψυχῆς ἐνίοτε μὲν καὶ κατ’ . ἐνέργειαν ἐν τῇ θεωρίᾳ διαιρεῖται, ἐνίοτε δὲ μόνον δυνάμει ἐστὶ διαιρετόν, οὐχὶ δὲ καὶ τῇ ἐνεργείᾳ. ὅταν μὲν γὰρ ἰδίᾳ τὸ ζῷον καὶ αὖθις τὸ λογικόν, εἶτα τὸ θνητὸν ἐπισκοπῇ, διαιρεῖ τὴν τοῦ ἀνθρώπου θεωρίαν ἐνεργείᾳ· ὅταν δὲ ὁμοῦ τὸ πᾶν συναιρῇ, ἡ ἐνέργεια αὐτῆς ἡ γνωστικὴ ἀδιαίρετος γίνεται, οὐχὶ καὶ δυνάμει (πέφυκε γὰρ διαιρεῖσθαι) ἀλλὰ μόνον ἐνεργείᾳ. καίτοι οὖν διαιρετὸν ὂν τὸ τῆς ψυχῆς τούτων γνωστικὸν καὶ ἐν χρόνῳ διαιρετῷ ὄντι φύσει γινῶσκον, οὐχ ὡς διαιρετὸν ὅμως οὐδὲ ὡς ἐν χρόνῳ διαιρετῷ γινώσκει, ὅταν ὡς ἀδιαιρέτου τοῦ γνωστοῦ ἀντιλαμβάνηται, φύσει ὄντος καὶ αὐτοῦ διαιρετοῦ. διὸ κατὰ συμβεβηκὸς ἔφη. οὐ γὰρ ὡς διαιρετὸν τὸ διαιρετὸν ἀλλ’ ὡς ἀδιαίρετον γινώσκει, οὐδὲ ὡς ἐν διαιρετῷ χρόνῳ, καίτοι διαιρετῷ ὄντι, ἀλλ’ ὡς ἀδιαιρέτῳ, οὐδὲ ὡς διαιρετῷ τῆς ψυχῆς γινώσκουσα, ἀλλὰ καὶ τούτῳ ὡς ἀδιαιρέτῳ. ὡς γὰρ πρὸς τὸ διαιρετὸν εἴληπται τὸ κατὰ συμβεβηκὸς εἶναι τὸ ἐν αὐτοῖς ἀδιαίρετον· οὐ γὰρ ᾗ διαιρετά ἐστι, ταύτῃ καὶ ἀδιαίρετα, καὶ διὰ τοῦτο ὡς διαιρετὰ κατὰ συμβεβηκὸς ἕξει τὸ ἀδιαίρετον, οὐ τὸ χεῖρον νῦν δηλοῦντος τοῦ κατὰ συμβεβηκός, ἀλλὰ καὶ τὸ καθ’ ἕτερον λόγον καὶ κρείττονα. κατὰ συμβεβηκὸς οὖν τὰ διαιρετὰ γινώσκει· τὸ γὰρ ἐκεῖνα τῶν διαιρετῶν αὐτῷ σημαντικόν, ὥσπερ καὶ ὁ] αὐτὸς ἐπάγει λέγων καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ὅτε τὸ ἀδιαίρετον αὐτῶν θεωρεῖ. τὸ δὲ κατὰ συμβεβηκὸς ἀξιοῖ μὴ ἐπὶ μόνων τῶν γινωσκομένων, διαιρετῶν ὄντων, ἀκούειν, ἀλλὰ καὶ ἐπὶ τοῦ νοοῦντος καὶ τοῦ χρόνου, ᾧ τε νοεῖ καὶ ἐν ᾧ, προσθεὶς αὐτὸ δὴ τοῦτο ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ, ἵνα δηλώσῃ, ὡς ἔφαμεν, ὅτι καὶ διαιρετῷ ὄντι τῆς ψυχῆς τῷ νοοῦντι τὰ τοιαῦτα οὐχ ὡς διαιρετῷ ὄντι ἐνεργεῖ. τὸ τοίνυν ἐν αὐτοῖς ἀδιαίρετον καθ’ αὑτὸ ὡς ἀδιαίρετον γινώσκει, τὰ διαιρετὰ κατὰ συμβεβηκός, διότι καθ’ ἕτερον λόγον εἶχε τὸ ἀδιαίρετον, καὶ οὐχ ᾗ διαιρετά δηλοῖ γὰρ τὸ καθ’ αὑτὸ τὸ ἀδιαίρετον γινώσκεσθαι προσθεὶς τὸ ἀλλ’ ᾗ ἀδιαίρετα. εἰπὼν δὲ ἀλλ’ ᾗ ἀδιαίρετα, πιστοῦται διὰ τῶν ἐφεξῆς, ὅτι ἔστι τι ἐν τοῖς διαιρετοῖς ἀδιαίρετον. p. 430 b 17 Ἔστι γὰρ καὶ ἐν τούτοις τι ἀδ· ιαίρετον, ἀλλ’ ἴσως οὐ χωριστόν, ὃ ποιεῖ ἕνα τὸν χρόνον καὶ τὸ μῆκος· καὶ τοῦτο ὁμοίως ἐν ἅπαντί ἐστι τῷ συνεχεῖ καὶ χρόνῳ καὶ μήκει. Ὅτι μὲν ἔστι τι ἐν τοῖς συνεχέσιν ἀδιαίρετον, ἐπιστώσατο διὰ του πὰν συνεχὲς ὅν τι εἶναι. ἀδιαίρετον γὰρ αὐτὸ τὸ ἕν, καὶ τὸ μετέχον ἀπεργάζεται οὐκ αὐτοὲν ἀλλ’ ἡνωμένον, μεριστὸν ὄν, ὅπερ ἐνδεικνύμενος τὶ ἔφη· τὸ δὲ ἴσως οὐ χωριστόν, ἐπειδὴ οὐχὶ τὸ εἶδος τοῦ ὑποκειμένου, ἀλλ’ αὐτὸ τὸ ὑποκείμενον ὡς ἡνωμένον θεωρεῖ. ἐκεῖνο γὰρ πάντως ἀχώριστον, ὅτι αὐτοῦ τί ἐστι τοῦ ὑποκειμένου, ἐπεὶ τὸ εἶδος ἔχει τι χωριστόν, ὡς καὶ αὐτὸς ἐν τῇ Φυσικῇ ἀκροάσει βούλεται, χωριστὰ καλῶν καὶ τὰ φυσικὰ εἴδη, διὰ τὸ οὐσίας εἶναι καὶ οὐσιοῦν τὸ ὑποκείμενον ἀλλὰ μὴ οὐσιοῦσθαι ὑπ’ αὐτοῦ. καὶ διὰ τοῦτο, οἶμαι, καὶ τὸ ἴσως προστέθεικε, σημαίνων ὡς εἰ μὲν τὸ εἰδητικὸν ἀδιαίρετον λάβοις, χωριστόν πὼς ἐκεῖνο, εἰ δὲ τὸ τοῦ ὑποκειμένου, ἀχώριστον. p. 430 b 20 Ἡ δὲ στιγμὴ καὶ πᾶσα διαίρεσις καὶ τὸ οὕτως ἀδιαίρετον δηλοῦται ὥσπερ ἡ στέρησις. καὶ ὅμοιος ὁ λόγος ἐπὶ τῶν ἄλλων, οἷον πῶς τὸ κακὸν γνωρίζει ἢ τὸ μέλαν· τῷ ἐναντίῳ γάρ πὼς γνωρίζει. Μετὰ τὴν περὶ τῶν ἐνεργείᾳ μόνον ἀδιαιρέτων νόησιν παραδίδωσιν ἐφεξῆς καὶ τὴν περὶ τῶν πάντῃ μὲν ἀδιαιρέτων, κατὰ τὴν ἀπόπτωσιν δὲ τῶν διαιρετῶν ἐχόντων τὸ ἀδιαίρετον. ἔχει μὲν γάρ τινα οἰκείαν μορφὴν καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ αὐτὴ ἡ στιγμὴ καὶ τὸ νῦν, καὶ διὰ ταύτην οὐ παντελῶς ἐν στερήσει ταῦτα θετέον, ἀλλ’ ὡς ἀδιαίρετα ἔχει τὸ ἐστερημένον. ὡς γὰρ ἡ ἐπιφάνεια κατὰ τὸ μῆκος καὶ πλάτος ἔχει τὸ μεμορφωμένον, κατὰ δὲ τὸ βάθος τὸ ἐστερημένον, οὕτω καὶ αἱ ἄλλαι διαιρέσεις πᾶσαι, ᾗ τοῦ διαιρετοῦ ἀπολείπονται, οὗπέρ ἐστι πέρατα, ταύτῃ ἐν στερήσει τυγχάνουσιν οὖσαι. πάλιν οὖν ὁ συστοίχως τὰ πέρατα νοῶν γνώσεται αὐτὰ καὶ ὡς ἐστερημένα οἰκείως τοῖς ὑποκειμένοις διὰ τὴν σύστοιχον θεωρίαν κατὰ στέρησιν τοῦ εἴδους. νοῶν γὰρ τὸ εἶδος καὶ τὸ ἐστερημένον αὐτοῦ εἴσεται ὡς μὴ μετέχον ἐκείνου, φημὶ τοὐ εἴδους, ᾧ καὶ πέφυκεν ἡ στέρησις παρυφίστασθαι, τουτέστι τοῦ γενητοῦ, ὡς τῷ γε ἀιδίῳ ἀγαθῷ οὐδὲν παρυφίσταται κακὸν οὐδὲ ἄλλῳ τινὶ τῶν ἀιδίων εἰδῶν οὐδεμία στέρησις· πῶς οὖν τὰς στερήσεις ὡς στερήσεις γινώσκομεν; ὡς τὸ σκότος τῷ μὴ ὁρᾶν τὸ φῶς, καὶ τὸ κακὸν τῷ μὴ ὁρᾶν τὸ ἀγαθὸν ἐν αὐτῷ, ἐπεὶ τῇ τοῦ ἀγαθοῦ ἐννοίᾳ καὶ τῇ τοῦ φωτὸς καὶ τὸ κακὸν καὶ τὸ σκότος γινώσκομεν, ὡς τῇ τοῦ κανόνος ὀρθότητι τὸ στρεβλόν. τὸ γὰρ μέλαν νῦν ὁ Ἀριστοτέλης καὶ τὸ λευκὸν τὸ μὲν ἀντὶ τοῦ σκότους τὸ δὲ ἀντὶ τοῦ φωτὸς εἴληφεν, ἐπεὶ καὶ τὸ μέλαν εἶδος ἐστίν. ἐν δὲ |τῇ λέξει ἐπισημαντέον, ὅτι οὐχ ἁπλῶς τὴν στιγμὴν βούλεται κατὰ στέρησιν νοεῖσθαι· οὐ γὰρ ὡς διαίρεσιν, ἀλλ’ ὡς ἀπολειπομένην τῆς διαστάσεως, ἧς ἐστι πέρας, καθὸ καὶ τὴν στέρησιν πέπονθεν. ἡ γὰρ στιγμή, φησι, καὶ τὸ οὕτως ἀδιαίρετον ὡς τὸ νῦν καὶ πᾶσα διαίρεσις, ταύτῃ οὖσα στέρησις, καθ’ ὅσον ἀπολείπεται τῆς οἰκείας διαστάσεως, δηλοῦται ὥσπερ ἡ παντελῶς οὖσα στέρησις, οἷον τὸ κακόν. καὶ γὰρ εἰ καὶ πάντως τὸ κακὸν τῇ τοῦ ἀγαθοῦ ἐμφάσει ἐπερείδεται, ἀλλ’ ὡς κακὸν ἐν ἀπουσίᾳ τοῦ ἀγαθοῦ ἔχει τὸ εἶναι. ὡς τὸ μὴ ὄν, ὅσον οἶδεν ἡ φύσις μὴ ὂν ἀλλ’ οὐ τὸ μηδαμῶς ὄν, ἐν ἀπουσίᾳ ἐστὶ τοῦ ὄντος ᾗ μὴ ὄν, κἄν ὄντι τινὶ παρυφιστῆται. p. 430 b 23 Δεῖ δὲ δυνάμει εἶναι τὸ γνωρίζον καὶ ἐνεῖναι ἐν αὐτῷ. Δοκεῖ μοι τὸ ῥητὸν τοῦτο πάλιν σαφῶς ἐνδείκνυσθαι, ὅτι δευτέρα ἐστὶν ἡ τῶν διαιρέσεων τούτων νόησις καὶ πολλοῖς ἀπολειπομένη μέτροις τῆς τῶν εἰδῶν θεωρίας. ἐκείνη γὰρ κατ’ ἐνέργειαν ἵσταται καθαράν, αὕτη δὲ τῷ δυνάμει συμπέπλεκται. καὶ γὰρ ἡ αὐτοῦ τοῦ εἴδους, ᾧ ἡ στέρησις παρυφίσταται· ὅταν τὸ εἶδος ὡς καὶ στερητικῶς ἐνεργοῦν γινώσκωμεν, τουτέστιν ὡς καὶ ἀπεῖναι δυνάμενον τῶν εἰδοποιουμένων, τῇ συμπλεκομένῃ τῷ δυνάμει νοήσει νοοῦμεν. οὐ γὰρ τελείᾳ οὐδὲ καθαρᾷ ἐνεργείᾳ, ἀλλ’ ἀτελεῖ καὶ οὐχὶ τῷ ἐνεργείᾳ μόνῳ ὄντι, ἀλλὰ καὶ τῷ δυναμένῳ καὶ ὡς ἐστερημένῳ ἐπιβαλλούσῃ κατὰ τὴν σύστοιχον αὐτοῦ γνῶσιν. πάλιν γὰρ ἐπισημαντέον, ἵνα μὴ τὴν κρείττονα τῶν πραγμάτων γνῶσιν καὶ ἐξῃρημένην καὶ οὐχὶ συστοίχως ἀλλ’ ὑπερεχόντως αὐτὰ γινώσκουσαν προτείνων ἀπορῇ. ἐκείνη γάρ, ὡς τὸ γινῶσκον πέφυκεν, καὶ οὐχὶ τοῖς γινωσκομένοις ἐπακολουθοῦσα, κρειττόνως αὐτὰ οἶδεν ἢ ἐκεῖνά ἐστιν. δεῖ οὖν, φησι, δυνάμει εἶναι τὸ νοοῦν ταῦτα δηλαδή, τουτέστιν ἀτελέστερον ἢ τὸ τὰ εἴδη νοοῦν καὶ τῷ δυνάμει συμπεπλεγμένον, καὶ ἐνεῖναι ἐν αὐτῷ τῷ νοοῦντι τὸ δυνάμει. τοῦτο δὲ προστέθεικεν, ἵνα μὴ μόνον δυνάμει εἶναι τὸ νοοῦν ὑπονοήσωμεν, ὁποῖον παρεδίδου τὸν ἔξω προιόντα καὶ ἔτι ἀτελῆ νοῦν· οὐ γὰρ οὕτω δυνάμει τὸ νοοῦν νῦν εἴρηται, ὡς μηδὲ νοοῦν, ἀλλ’ ὡς νοοῦν μὲν καὶ κατ’ ἐνέργειαν νοοῦν, συμπεπλεγμένον δὲ τῷ δυνάμει, τουτέστι τῷ ἀτελεῖ καὶ τῇ οἰκείᾳ στερήσει. ὡς γὰρ τὸ βλέπειν ἀμυδρῶς οὐκ ἔστι παντελῶς μὴ βλέπειν, ἀλλὰ βλέπειν τῇ ἑαυτοῦ στερήσει, οὕτω καὶ τὸ νοεῖν, ὅταν συμπλέκηται τῷ μὴ νοεῖν πὼς. τοῦτο δὲ συμβαίνει, ὅταν τις ἅμα τὸ εἶδος καὶ τὴν στέρησιν αὐτοῦ γινώσκῃ συστοίχως· οὐ γὰρ νοεῖ μόνον, ἀλλὰ καὶ οὐ νοεῖ. ἡ γὰρ στέρησις οὐδέποτε καθ’ ἑαυτὴν νοεῖται, ἐπεὶ μηδὲ ἔστι καθ’ ἑαυτήν ποτε. καὶ διὰ τοῦτο ἡ τοιαύτη νόησις ἀτελής πὼς καὶ τῷ οἰκείῳ δυνάμει ἤτοι τῇ στερήσει συμπεπλεγμένη. p. 430 b 24 Εἰ δέ τινι μή ἐστιν ἐναντίον τῶν αἰτίων, αὐτὸ ἑαυτὸ γινώσκει καὶ ἐνεργείᾳ ἐστὶ καὶ χωριστόν. Ὥσπερ ἀνωτέρω τὴν τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων παραδοὺς γνῶσιν εὐθὺς ἀντιδιέστειλε τὴν τῶν καθαρῶς ἀμερίστων νόησιν ὡς καὶ τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς γινομένην καὶ ὑπέρχρονον, ἐπειδὴ προηγουμένως ἦν αὐτῷ ἡ περὶ τῆς τῶν εἰδῶν νοήσεως θεωρία, καὶ διὰ τὴν ταύτης σαφήνειαν παρελάμβανε τὰ ὁπωσοῦν ἄλλως ἀδιαίρετα, ὡς ἀπὸ τῆς τούτων παραθέσεως ἐναργέστερον ἡμῶν ἀντιληψομένων τῆς καθαρᾶς νοήσεως τῶν εἰδῶν, οὕτω καὶ νῦν τὴν τῶν διαιρέσεων νόησιν παραδοὺς ἀντιδιαστέλλει πάλιν τὴν τῶν εἰδῶν νόησιν ὡς πρὸς δυνάμει οὖσαν ἐνέργειαν καὶ ὡς πρὸς σύστοιχον ταῖς στερητικαῖς φύσεσι καὶ γενηταῖς καὶ διὰ τοῦτο ἔχουσάν τι καὶ αὐτὴν ἀντικείμενον τῷ δυνάμει τῷ ἐν αὐτῇ τὴν χωριστὴν καὶ καθαρὰν ἐνέργειαν καὶ ἀναντίθετον, ἀλλὰ καὶ ὡς πρὸς ἄλλου οὖσαν τὴν ἑαυτῆς ὑπάρχουσαν. ἅπερ ἅπαντα θειότερον μὲν καὶ κρειττόνως τῷ ἀμεθέκτῳ ὑπάρχει, διὸ καὶ δευτέρως τῷ ὑπὸ ψυχῆς μετεχομένῳ· ὑπάρχει δὲ καὶ τῆ πρώτῃ οὐσίᾳ τῆς ψυχῆς, εἰ καὶ ὑφειμένως διὰ τὴν πρὸς. ἀνέλιξιν ἤδη συμπλοκήν. περὶ ἧς αὐτῶ νῦν ὁ λόγος, ὡς διὰ πολλῶν τῶν προτέρω λόγων ὑπεμνήσαμεν, ἵνα καὶ ἅμα νοῦς ᾖ καὶ ἐπιστήμη, ὅπερ αὐτὸς ἠξίωσεν· ὁ γὰρ κρείττων τῆς οὐσίας τῆς ψυχικῆς νοῦς μέν, οὐκ ἐπιστήμη δέ. περὶ οὖν τῆς οὐσίας τῆς ψυχικῆς καὶ τοῦ κατ’ αὐτὴν ἱσταμένου νοῦ καὶ νῦν ὁ λόγος, καὶ ἀξιοῦται καὶ περὶ αὐτοῦ ὅτι ἀναντίθετος, ἐπειδὴ καὶ ἀίδιος σαφῶς γὰρ ὅτι ἀθάνατος εἴρηται, ὅτε ἐλέγετο “καὶ ἔστι τοῦτο μόνον τῆς ψυχῆς ἀθάνατον”), ἐν δὲ τοῖς γενητοῖς ἡ ἐναντίωσις καὶ ἡ στέρησις· καὶ ὅτι αἴτιος· ἦν γὰρ τὸ ποιοῦν αὐτός, ὥσπερ τὸ πάσχον ὁ ἔξω προιὼν νοῦς. αὐτῆς γὰρ τῆς ψυχῆς καὶ πρότερον ἔλεγεν τὸ μὲν εἶναι ποιοῦν τὸ δὲ πάσχον, καὶ τὸ μὲν ποιοῦν ἀρχὴν καὶ αἴτιον ἐτίθετο, τὸ δὲ πάσχον ὕλην. αἰτία οὖν καὶ ἡ τῆς ψυχῆς ἀκροτάτη οὐσία. ἀλλὰ καὶ τῇ οὐσίᾳ ἦν ἐνέργεια, εἰ καὶ δευτέρως, ὡς εἴρηται, ὁ τῆς ψυχῆς οὐσιώδης νοῦς. διὸ καὶ νῦν αὐτὸν ἑαυτὸν γινώσκειν αὐτὸν συμπεραίνεται. αὐτὸς γὰρ καὶ τὰ εἴδη δευτέρως διὰ τὴν συμφυῆ πρὸς τὸν ὑπὲρ ψυχὴν νοῦν ὕπαρξιν· οὐ γὰρ δι’ ἑτερότητος ὡς ἡ φύσις καὶ τὰ σώματα, ἀλλὰ συμφυῶς αὐτοῦ ἐξῆπται. ἔστι δὲ καὶ ἐνέργεια ὡς οὐδαμῇ τῷ δυνάμει συμπλεκόμενος, ἄυλος δὲ ὤν, ὅταν χωρισθῇ τῶν δευτέρων καὶ προβαλλομένων καὶ ἔξω ῥεπουσῶν ζωῶν. ὅθεν καὶ αὐτὸς ἐνέργειαν εἰπὼν τὸν τοιοῦτον νοῦν προσέθηκε καὶ χωριστός. τότε γὰρ ἐνέργεια καὶ ἀμιγὴς καὶ πάντα ὅσα περὶ αὐτοῦ ἠξίωται νῦν, ὅταν χωρισθῇ. οὐ γὰρ δεῖ τὸ χωριστὸν ἀκούειν ὡς ἐπὶ ἀεὶ κεχωρισμένου, ἀλλ’ ὡς ποτέ· χωρισθεὶς γάρ, φησιν, ἔστιν ὅπερ ἐστίν. |p. 430 b 26 Ἔστι δ’ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις, καὶ ἀληθὴς ἢ ψευδὴς πᾶσα· ὁ δὲ νοῦς οὐ πᾶς, ἀλλ’ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι ἀληθὴς καὶ οὐ τὶ κατά τινος. Εἰπὼν καὶ ἀξιώσας ἐπὶ τῆς ψυχικῆς ἀκροτάτης οὐσίας καὶ τοῦ κατ’ αὐτὴν νοῦ, ὅσα πρώτως περὶ τοῦ ὑπὲρ ψυχὴν ἠξιοῦμεν νοῦ, βούλεται πάλιν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τὸ διάφορον ἐνδείξασθαι καὶ σαφῶς παραδοῦναι τοῦ οὐσιώδους ἡμῶν νοῦ πρὸς τὸν ὑπέρτερον τῇ προσθήκῃ τῆς λογικῆς διαιρέσεως. καὶ διὰ τοῦτο καὶ πλεονάκις τῇ αὐτῇ λέξει χρῆται, καὶ τὴν οὐσίαν αὐτὴν παραδιδοὺς τοῦ οὐσιώδους ἡμῶν νοῦ καὶ τὴν ἐνέργειαν, ἵνα μετὰ τῆς πρὸς τὰ κρείττω κοινωνίας καὶ τὸ διάφορον εἰδείημεν καὶ πανταχόθεν πρὸς τὴν μεσότητα τῆς ψυχῆς ὁρῶμεν. ἐπειδὴ δὲ καὶ δύσληπτοι αἱ μεσότητες καὶ ὀνομάτων ἐνίοτε οἰκείων ἀπορίᾳ ἀδηλότεραι γίνονται, ἐκ τῶν ἄκρων ἀμφοτέρων τῶν τε πρὸ αὐτῶν καὶ τῶν μετ’ αὐτὰς ὑπὸ τῶν παλαιῶν ἀνδρῶν σαφηνίζονται. οὕτως ὑπὸ Πλάτωνος ἐκ τοῦ ἀμερίστου καὶ μεριστοῦ, οὐ κατὰ παράθεσιν, ἀλλ’, ὡς ἐκεῖνος ἔφη, κατὰ σύγκρασιν· συνεκεράσατο γάρ, φησιν, ἐξ ἀμφοῖν, ἵνα ὅλην δι’ ὅλης τὴν οὐσίαν τὴν ψυχικὴν ἀμέριστόν πὼς ἅμα καὶ εἰς τὴν περὶ τὰ σώματα μεριζομένην ἀποκλίνουσαν οὐσίαν ἀποφήνῃ, ἀλλ’ οὐχὶ ἐκ μέρους μὲν ἀμέριστον ἐκ μέρους δὲ εἰς τὸ μεριστὸν ἀποκλίνουσαν, ὅλην δὲ δι’ ὅλης τὸ συναμφότερον, ἀλλ’ οὐδέτερον εἰλικρινῶς, μᾶλλον δὲ οὐδὲ συγκεκραμένον ὁποτερονοῦν, ἀλλ’ ἁπλοῦν τι καὶ ἴδιον τὸ εἶναι τῆς ψυχῆς μέσον τῆς γε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας κοινωνίαν τινὰ διὰ τὴν μεσότητα πρὸς ἑκάτερον τῶν ἄκρων διασῶζον· ὡς τὸ ξανθὸν φέρε χρῶμα ἀπλοῦν ὂν κατ’ ἀλήθειαν καὶ οὐκ ἐκ τῆς λευκοῦ καὶ μέλανος τῶν ἄκρων χρωμάτων συγκράσεως ὑπὸ τῆς φύσεως ὑφιστάμενον, ἀλλ’ ἴδιον καὶ ἁπλοῦν, ὡς εἴρηται, ὅμως ἐξ ἀμφοῖν λέγεται τῶν ἄκρων διὰ τὴν πρὸς ἑκάτερον τῶν μέσων πάντων κοινωνίαν. ἀλλ’ ἐπειδή, ὡς εἴρηται, τὰ μέσα οὔτε ὀνόμασι πάντως οἰκείοις προσαγορεύεται οὔτε ταῖς ἡμετέραις νοήσεσιν εὐεπίβλητα, ἀποδεκτέον τοὺς ἀρίστους φιλοσόφους ἐκ τῶν ἄκρων πειρωμένους αὐτὰ θηρεύειν. οὕτω δὴ καὶ Ἀριστοτέλης ἐκ τοὐ νοῦ καὶ τῆς ἐπιστήμης, λογικῆς οὕσης ἐνεργείας καθ’ ἕξιν καὶ προβολήν, τὴν οὐσίαν τῆς ψυχῆς καὶ τὴν οὐσιώδη ἐνέργειαν ἑλεῖν πειρᾶται ὡς νοῦν τε ἅμα οὖσαν καὶ ἐπιστήμην, ὅλην δι’ ὅλης οὔτε νοῦν οὖσαν, ὁποῖος ὁ ὑπέρτερος τῆς ψυχῆς νοῦς, οὔτε ἐπιστήμην, ὁποία ἡ καθ’ ἕξιν καὶ προβολὴν ἐξ αἰτίων γνῶσις. ὡς γὰρ καὶ αὐτὸς σαφῶς ἐπισημαίνεται, ἐπιστήμη ἐστὶν ἡ ψυχὴ ἤτοι ἡ ψυχικὴ γνῶσις, ἡ τῷ πράγματι οὖσα ἡ αὐτή, ἵνα ἐκ μὲν τῆς πρὸς τὸ πρᾶγμα ταὐτότητος τὸ νοερὸν τῆς ψυχῆς καὶ τῆς γνώσεως αὐτῆς δηλώσῃ, διὰ δὲ τῆς ἐπιστήμης τὸ λογοειδὲς καὶ ἀνειλιγμένον, εἰς τὴν ἀπὸ τῆς οὐσίας ἑτερότητα ὑφιζάνον. διὰ τοῦτό μοι δοκεῖ καὶ ἀρχόμενος τοῦδε τοῦ ῥητοῦ φάσιν εἰπεῖν τὴν οὐσιώδη τῆς ψυχῆς γνῶσιν καὶ προσθεῖναι τὸ τὶ κατά τινος, οὐχ ὡς τοῖς ἐξηγηταῖς εἴρηται τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Νεστορίου Πλουτάρχῳ, τῆς φάσεως νῦν ἀντὶ ἀποφάσεως εἰλημμένης ἢ ἀντὶ τοῦ ἐνδιαθέτου λόγου. σύνθεσις γὰρ τούτων ἑκάτερον· ἁπανταχοῦ δὲ ὁ Ἀριστοτέλης καὶ πρό γε αὐτοῦ Πλάτων’ ἐπὶ τῶν ἁπλῶν νοημάτων τε καὶ λέξεων τῷ τῆς φάσεως χρῶνται ὀνόματι. ἀλλὰ δηλοῖ μὲν καὶ νῦν τὸ ἀπλοῦν νόημα, διὰ δὲ τῆς προσθήκης τῆς τὶ κατά τινος τὴν πρὸς τὸ ἀνειλιγμένον συμπλοκὴν τῆς ψυχικῆς οὐσιώδους ἐνεργείας ἐδήλωσε. τοιαύτη γὰρ οἵα ἁπλὴ μὲν καὶ νοερὰ εἶναι· χαλάσασα δὲ τὴν ἁπλότητα τῇ πρὸς λόγον συμπλοκῇ, οὐ πῇ μὲν οὖσα νοερὰ πῇ δὲ λογική, ἀλλ’ ὅλη δι’ ὅλης τὸ συναμφότερον, μᾶλλον δὲ οὐδέτερον εἰλικρινῶς, ἀλλ’ ἀπλοῦν τι μέσον ἀμφοῖν εἶδος καὶ διὰ τοῦτο ἐξ ἀμφοῖν, ὡς ἑκατέρῳ κοινωνοῦν διὰ τὴν μεσότητα. διὸ καὶ ἐπήγαγεν ὥσπερ ἡ κατάφασις, ἐπειδὴ ἡ μὲν φάσις ἀπλοῦν ἦν τὸ ὅλον τοῦτο τὶ κατά τινος, ἵνα ἐκ τῶν ἄκρων τὸ μέσον ἐμφήνῃ, ἡ δὲ κατάφασις αὐτόθεν λόγος τις οὖσα ἐν τῷ τὶ κατά τινος ἔχει τὸ εἶναι. ὡς οὖν εἴ τις ἔλεγε τὸ ξανθὸν διακρίνειν τὴν ὄψιν ὥσπερ τὸ λευκόν, ἐπειδὴ κυρίως διακρίνει τὸ λευκόν, τὸ δὲ ξανθὸν κατὰ τὴν πρὸς τὸ λευκὸν κοινωνίαν διακριτικήν τινα ἀποφέρεται ἔμφασιν, ἐπεὶ οὐκ ἔστιν αὐτόθεν διακριτικόν, οὕτω δὴ καὶ ἡ τῆς ψυχῆς οὐσιώδης ἐνέργεια οὐκ ἔστι μὲν ὅπερ τὶ κατά τινος (φάσις γὰρ εἴρηται), διὰ δὲ τὴν πρὸς τὸν λόγον κοινωνίαν καὶ ἀπόκλισιν ἐμφαίνει τινὰ ὡς ἑτέρου καθ’ ἑτέρου κατηγορίαν. καὶ τοῦτο αὐτῷ δηλοῖ τὸ ὥσπερ ἡ κατάφασις· αὕτη γὰρ αὐτόθεν, ὡς εἴρηται, ἐν τῇ ἑτέρου πρὸς ἕτερον συμπλοκῇ συνίσταται. καὶ εὖ γε, ὅτι οὐ τὴν ἀπόφασίν που ἐν τούτοις παρέλαβεν, ἀλλὰ μόνον τὴν κατάφασιν, ἐπειδή, ὥσπερ τοῖς νοητοῖς οὐδαμῇ φησιν ὁ Παρμενίδης τὸ μὴ ὂν ἐνθεωρεῖσθαι, οὕτω καὶ ἡ οὐσία τῆς ψυχῆς ἡ ἀκροτάτη καὶ ἡ κατὰ τὴν οὐσίαν ἱσταμένη ἐνέργεια, πλήρης οὖσα ἑαυτῆς τῷ μὴ ὄντι χώραν οὐ δίδωσιν. καὶ γὰρ εἰ Πλάτων’ ἐν Σοφιστῇ καὶ ἐπὶ τῶν νοητῶν ὑμνεῖ τὸ μὴ ὄν, ἀλλ’ οὐ τὸ κατὰ ἀναίρεσιν οὐδὲ ὅλως τὸ κατὰ ἀπόφασιν, τὸ δὲ κατ’ ἐνέργειαν καὶ ἰδιότητα ἢ κρείττονα καὶ αὐτῆς τῆς οὐσίας, ὁποῖον τὸ ὑπερούσιον, ἢ τὸ καθ’ ἑτερότητα, οὐχὶ τὴν μεριστὴν ἀλλὰ τὴν εἰδητικήν (ἰδιότης δέ τις προηγουμένη καὶ ἡ ἑτερότης ἀντίθετος τῇ ταὐτότητι, ᾗ σύνδρομος καὶ ἡ τοῦ μὴ ὄντος ἰδιότης, κἄν μὴ ἡ αὐτὴ ᾖ τῇ ἑτερότητι, ὡς τοῖς ἀκριβέστερον τὸν Σοφιστὴν ἐξηγουμένοις δοκεῖ), ἢ κατὰ τὴν ὑποστατικὴν τῶν ἀφισταμένων πῃ τοὐ ὄντος αἰτιώδη ἐνέργειαν. πανταχῶς |δ’ οὖν οὐ πάθος ἀλλ’ ἰδιότης καὶ ἐνέργεια καὶ τελειότης τὸ μὴ ὂν ἐν τοῖς νοητοῖς ὑπὸ τοῦ Πλάτωνος ὑμνεῖται. τὸ δὲ εἰς ἀναίρεσιν τοῦ ὄντος ὑποφερόμενον μὴ ὂν ἐξώρισται τῶν ἀληθῶς ὄντων. οἷς καὶ ἡ ἀκρότης τῆς ψυχῆς συμφυῶς ἡνωμένη δευτέρως καὶ αὐτὴ πλήρης ἑαυτῆς γίνεται, στραφεῖσα εἰς ἑαυτὴν καὶ χωρισθεῖσα ἀπὸ τῶν ἔξω προβολῶν καὶ συναφθεῖσα εἰλικρινῶς τοῖς ὑπερτέροις. κἄν οὖν ἔχῃ τινὰ πρὸς λόγον κοινωνίαν τὸν ἀνειλιγμένον, πρὸς τὸν καταφατικὸν ἕξει μᾶλλον ἢ τὸν ἀποφατικόν. τὸ δὲ ἀληθὴς ἢ ψευδὴς πᾶσα περὶ τῆς καταφάσεως λέλεκται, ἀλλ’ οὐ περὶ τῆς φάσεως. ἐπάγει γὰρ ὁ δὲ νοῦς οὐ πᾶς, ἀντὶ τῆς φάσεως τὸν νοῦν εἰπών, οὐ πᾶς δηλαδὴ ἀληθὴς ἢ ψευδής. ὁ γὰρ ἔξω προιὼν καὶ δυνάμει καὶ παθητικὸς ὑπ’ αὐτοῦ εἰρημένος νοῦς ποτὲ μὲν ἦν ἀληθὴς ποτὲ δὲ ψευδής· ὁ μέντοι οὐσιώδης οὐδέποτε ἀληθὴς ἢ ψευδής, ἀλλὰ μόνον ἀληθής. οὗτος γὰρ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι ἀντιληπτικός, τουτέστιν ὁ τῆς οὐσίας τῶν πραγμάτων· τοῦτο γὰρ δηλοῖ τὸ τοῦ τί ἐστι θεωρητικὸς κατὰ τὸ τί ἦν εἶναι, ὅπερ αὐτὸ τὸ εἶδος, ἵνα ᾖ ὁ λόγος τοιόσδε· ὁ νοῦς ὁ τῶν οὐσιῶν γνωστικὸς κατὰ τὰ εἴδη ἄδεκτος τοῦ ψεύδους. ἐναργὲς δὲ ὅτι τὸ μὲν τί ἐστι τὴν οὐσίαν τῷ Ἀριστοτέλει εἴωθε σημαίνειν, τὸ δὲ τί ἦν εἶναι τὸ εἶδος, ἐπειδὴ διαφορὰν βούλεται εἶναι ἐπὶ τῶν ἐνύλων αὐτοῦ τε καὶ τοῦ εἶναι αὐτοῦ, ὧν τὸ μὲν αὐτὸ τὴν οὐσίαν δηλοῖ τοῦ ἐνύλου, τὸ δὲ εἶναι αὐτὸ τὸ εἶδος, ἐπὶ δέ γε τῶν ἀύλων εἰς ταὐτὸν ἄμφω φέρεται. εἴρηται δὲ ἡμῖν καὶ ἤδη ἡ αἰτία, δι’ ἣν ὁ τῶν ἀμερίστων οὐσιῶν καὶ ἀύλων καὶ ἁπλῶς εἰπεῖν τῶν εἰδῶν συστοίχως γνωστικὸς ἀεὶ ἀληθής, ὅταν γινώσκῃ· οὐ γὰρ ἔχει πῇ μὲν ἐφάπτεσθαι πῇ δὲ μὴ τοῦ πράγματος, ἵνα ἢ ψεύδηται ἢ ἀληθεύῃ κατὰ τὴν ἀντικειμένην τῷ ψεύδει ἁλή θείαν. τὸ γὰρ ψεῦδος καὶ ἡ τούτῳ ἀντικειμένη ἀλήθεια θεία ἐν συμπλοκῇ καὶ διαιρέσει· συμπλοκὴ δὲ καὶ διαίρεσις ἐν μεριστοῖς πὼς καὶ συνθέτοις ἐστὶ πράγμασι· τὰ δὲ εἴδη ἁπλᾶ καὶ ἀμέριστα. καὶ ὅλως δὲ τὸ ψεῦδος συνίσταται ἐν τῷ πῇ μὲν ἐφάπτεσθαι τοῦ πράγματος, ἵνα καὶ λέγῃ τι περὶ αὐτοῦ, πῇ δὲ μή, ἵνα καὶ αὐτὸ τοῦτο ψεύδηται. τὸ δὲ ἀμέριστον οὐ προσίεται τὴν κατά τι ἐπαφὴν διὰ τὸ εἶναι ἀμέριστον, ἀλλ’ ἢ τὸ ὅλον, εἰ δεῖ φάναι τὸ ὅλον ἐπὶ τῶν ἀμερίστων, γινώσκεται ἢ οὐδαμῶς. καὶ τοῦτο ἦν, ὃ καὶ ὁ Πλωτῖνος ἔφη, ὡς καὶ ἤδη ἐμνήσθημεν, ὡς ὁ νοῦς ἢ ἐφήψατο ἢ οὐκ ἐφήψατο, ὥστε ἀναμάρτητος. εἰπὼν οὖν περὶ τῆς καταφάσεως, ὅτι καί τι κατά τινος καὶ ἢ ἀληθὴς ἢ ψευδής, ἀντιτίθησι τὸν νοῦν ὡς οὐδέτερον ἔχοντα, οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος, ἀλλὰ μόνον τὸ ἀληθές, οὔτε τὸ τὶ κατά τινος, διὰ τῶν ἀντιθέτων πάλιν τὴν μεσότητα αὐτοῦ δηλῶν. εἰρηκὼς γὰρ πρότερον τὴν φάσιν εἶναί τι κατά τινος ὥσπερ τὴν κατάφασιν, ἵνα μὴ αὐτόθεν συμπλοκὴν νοήσωμεν ἐπὶ τῆς φάσεως, ἐνεδείκνυτο μὲν καὶ δι’ αὐτοῦ τοῦ τῆς φάσεως ὀνόματος τὸ ἁπλοῦν δηλοῦντος, ἔτι δὲ σαφέστερον ἀναίνεται τοῦ νοῦ ἀποφάσκων τὸ τὶ κατά τινος νοεῖν, διὰ τὸ ὡς εἴρηται ἐκ τῶν ἀντιθέτων τὸ μέσον σημαίνειν. p. 430 b 29 Ἀλλ’ ὥσπερ τὸ ὁρᾶν τοῦ ἰδίου ἀληθές, εἰ δ’ ἄνθρωπος τὸ λευκὸν ἢ μή, οὐκ ἀληθὲς ἀεί, οὕτως ἔχει ὅσα ἄνευ ὕλης. Ἐναργεῖ χρῆται εἰκόνι τῆς τῶν νοητῶν ἁπλῶν ὄντων θές τῇ τῶν ἰδίων ὁρατῶν ὄψει καὶ οὒκ ἄλλῃ τινὶ αἰσθήσει. καίτοι πᾶσαι τῶν ἰδίων ἀληθεῖς καὶ ἁπλῶν εἰσι γνώσεις· ἀλλ’ ἡ ὄψις διὰ τὴν πρὸς φῶς κοινωνίαν καὶ διὰ τὴν τῶν πορρωτάτω ἀντίληψιν καὶ διὰ τὸ ἀθρόον τῆς γνώσεως καὶ διὰ τὸ μάλιστα ὡς ἐν αἰσθήσεσιν ἀπαθὲς καὶ ἐνεργητικὸν οἰκειοτάτη πρὸς ἀπεικασίαν τοῦ νοῦ. αὕτη δ’ οὖν ἀληθής· εἰ γὰρ μή τι διάστημα ἢ ἄλλο τι πάθος ἐμποδίσοι, ἀεὶ τῶν ἰδίων ἀληθής, οἷον ὅτι λευκὸν ἢ ξανθὸν τὸ φαινόμενον. ἀλλ’ εἰ Κλέωνος υἱὸς ὁ λευκός, οὐκέτι ὂν τοῦτο ἀπλοῦν οὐδὲ ἴδιον ὄψεως αἰσθητόν, οὐκέτι πάντως ἀληθές. οὕτως οὖν ἔχει καὶ τὰ ἄνευ ὕλης, φησίν, ὡς τὰ ἴδια αἰσθητὰ ἀπλᾶ ὄντα, κατὰ τὴν ἁπλότητα μόνην ἀπεικονιζόμενα, ἐπεὶ οὐσίαι ἐκεῖνα τέλειαι, μᾶλλον δὲ τελειότητες καὶ ἐνέργειαι καθαραὶ καὶ ὅροι ἀμέριστοι παντελῶς. καὶ ἀπλᾶ δὲ οὐχ ὡσαύτως τοῖς ἰδίοις αἰσθητοῖς· ταῦτα μὲν γὰρ κατὰ ἀποστένωσιν, ἐκεῖνα δὲ κατὰ τὴν πάντων περιληπτικὴν ἁπλότητα· ἀλλὰ κατ’ αὐτὸ μόνον τὸ ἀπλοῦν ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν νοούμενον καὶ ταύτῃ ἔχον τινὰ κοινωνίαν ἡ παραβολὴ γέγονεν. p. 431 a 1 Τὸ αὐτὸ δ’ ἐστὶν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι. ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ· ἔστι γὰρ ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γιγνόμενα. Σχεδόν τι καὶ πρότερον αὐτολεξεὶ τὸ ῥητὸν τοῦτο ὑπὸ τοῦ Ἀριστοτέλους παραδέδοται καὶ νῦν· οὐ μάτην δὲ λεγόμενον, ἐπειδὴ τότε μὲν τὴν οὐσίαν καὶ τὸ εἶναι τοῦ οὐσιώδους τῆς ψυχῆς νοῦ κεχαλασμένον παρὰ τὸν ὑπὲρ ψυχὴν ἐδήλου ἡ τῆς ἐπιστήμης αὐτοῦ κατηγορία (τὸ γὰρ ἅμα νοοῦν τε καὶ ἐπιστημονικὸν ὑφεῖται τοὐ μόνον νοοῦντος)· ἐπεὶ δὲ τοῖς αὐτοῖς ὀνόμασι καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν σημαίνομεν, τότε μὲν ἀκούειν ἠξιοῦμεν τῶν τοῦ νοῦ καὶ τῆς ἐπιστήμης ὀνομάτων ὡς οὐσιῶν δηλωτικῶν, νῦν δὲ ὡς ἐνεργειῶν, ἵνα καὶ νῦν τὴν νοερὰν ἐνέργειαν τῆς ψυχῆς ἀκολούθως τῇ οὐσίᾳ κεχαλασμένην ἀπὸ τῆς ὑπερτέρας νοερᾶς ἐνεργείας διὰ τῆς ἅμα καὶ ἐπιστημονικῆς γνώσεως |νοήσαντες, ἐντεῦθεν καὶ τὴν οὐσίαν πιστωσόμεθα ὑφιζάνουσαν. ἀλλὰ ποία ἡ ἐπιστήμη ἡ κατηγορουμένη ἐν τούτοις τῆς οὐσιώδους ψυχικῆς ἐνεργείας; οὐχ ἡ καθ’ ἕξιν ἡμῖν ἐγγινομένη οὐδὲ ἡ κατὰ προβολήν, διϊσταμένη τῆς προβαλλούσης οὐσίας καὶ δι’ ἑτερότητός τινος καὶ μετά τινος ἀποστάσεως αὐτὴν αἱροῦσα, ἀλλ’ ἡ διὰ ταὐτότητα αὐτῇ συνημμένη. ἀξιοῖ γὰρ αὐτὴν τὴν αὐτὴν εἶναι τῷ πράγματι, τουτέστι τῇ γινωσκούσῃ οὐσίᾳ ἅμα καὶ γινωσκομένῃ, ἵνα πάλιν τὴν μεσότητα ἐνδείξηται, διὰ μὲν τῆς ταὐτότητος τὸ νοερὸν ἐχούσης (νοῦς γὰρ κυρίως ὁ τῇ οὐσίᾳ ὢν ἐνέργεια), διὰ δὲ τοῦ ὅλως ἐπιστήμην φάναι τὸ πρὸς ἀνέλιξιν λόγων ἀποκλῖνον. ἡρμήνευται δὲ ἡμῖν ἤδη διὰ πλειόνων, ὅπως τὸ κατὰ δύναμιν χρόνῳ πρότερον ἐν τῷ ἑνί, καὶ νῦν συντόμως ὑπομιμνησκέσθω, ὡς ἐν τοῖς γενητοῖς καὶ ποτὲ οὖσι τοῦτο ἀληθές, ἐν οἷς ἡ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον προκοπή. ὧν καὶ ἡ ψυχή πὼς κατὰ τὴν πρὸς τὸ σῶμα τοῦτο σύζευξιν, ὡς ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργεῖν θεωρητικῶς τὰ εἴδη ἰοῦσα. ἀλλ’ ἐπὶ μὲν τῶν πάντῃ γενητῶν οὐδέποτε τὸ ἐνεργείᾳ πρότερον τῷ χρόνῳ τοῦ δυνάμει ἐν τῷ ἑνί, ἐπειδὴ κἂν ὁ πατὴρ ἐνεργείᾳ προυπάρχῃ τοῦ δυνάμει γινομένου παιδός, ἀλλ’ οὐκ ἐν τῷ ἑνί· ἐπὶ δὲ τῆς ψυχῆς ἀξιοῖ μὴ οὕτω νοεῖν, ἀλλὰ καὶ ἐν τῷ ἑνὶ πρὸ τοῦ δυνάμει εἶναι τὸ ἐντελεχείᾳ. κἄν γὰρ μὴ ἐν τῷ κοινῷ μετὰ σώματος βίῳ τὸ ἐνεργείᾳ προτερεύῃ τῷ χρόνῳ τοῦ δυνάμει ἐν τῇ ψυχῇ, ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ μιᾷ οὔσῃ προτερεύσει καὶ πρὸ τοῦ σώματος ὑπαρχούσῃ καὶ χωριστῶς ζησάσῃ ποτὲ καὶ εἰς ἑαυτὴν νοερῶς ἐπιστραφείσῃ. τῷ δὲ χρόνῳ πρότερον ἔφη τὸ δυνάμει διὰ τὸ ταῖς ἄλλαις τοῦ προτέρου ἐννοίαις ὡμολογημένως ἀπολείπεσθαι, οἷον φύσει, τιμιότητι καὶ ἀξίᾳ. πρότερον μὲν οὖν ἠρκέσθη εἰπεῖν, ὡς οὐκ ἔστι χρόνῳ πρότερον ἀπλῶς τὸ δυνάμει ἐπὶ τῆς ψυχῆς, “ἀλλ᾿ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ”, ὡς ἐν ἐκείνοις ἔφη. νῦν δὲ καὶ ἀνάγκην προστίθησι τῷ λόγῳ, πάλιν τῶ Πλάτωνι κἀν τούτοις ἐπακολουθῶν· καὶ γὰρ ἐκεῖνός φησί που, ὡς οὐ μήποτε εἰς τόδε τὸ σχῆμα ἥξει ψυχὴ μὴ τὰ ὄντα θεωρήσασα. ᾧ καὶ Ἀριστοτέλης ἑπόμενος ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γινόμενα εἶναι ἀξιοῖ, ὡς καὶ ἐπὶ τῶν ὁπωσοῦν γενητῶν τοῦ ἐντελεχείᾳ χρόνῳ προτερεύοντος τῆς ἀτελοῦς δυνάμεως, ἵνα καὶ γίνηται ἐξ αὐτοῦ· ἀλλὰ τὸ διάφορον ἐπὶ τῆς ψυχῆς τὸ καὶ ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πράγματι προτερεύειν τὸ ἐντελεχείᾳ. διὰ γὰρ τοῦτο ἀπλῶς μὲν ἐπὶ τῶν ἄλλων εἴρηται τὸ δυνάμει πρότερον εἶναι τοῦ ἐντελεχείᾳ ἐν τῷ ἑνί, ἐπὶ δὲ τῆς ψυχῆς ἀπαξιοῦται· τοὐναντίον δὲ τὸ ἐντελεχείᾳ προτερεύειν καὶ ἐν αὐτῇ τῇ μιᾷ ψυχῇ, ἵνα καὶ δύνηται ἑαυτὴν τελειοῦν, ὅταν εἰς τὸ ἀτελὲς ὑπενεχθῇ, ἤδη ἐνεργήσασα πρότερον καὶ τοὺς λόγους ἔχουσα καὶ πραγματείας οὐ δεομένη πολλῆς πρὸς τὸ καὶ αὖθις ὡσαύτως ἐνεργεῖν ἐπιστραφεῖσα εἰς ἑαυτὴν καὶ εἰς τὴν ἑαυτῆς ἀναδραμοῦσα ἀκρότητα. δεῖ γὰρ καὶ πεφυκέναι πρὸς τὴν τοιαύτην ἐνέργειαν καὶ διὰ τὸ πλεονάκις ἤδη ἐνηργηκέναι τι ἔχειν εὔλυτον πρὸς τὸ καὶ αὖθ· ις ἐνεργεῖν, καὶ συνειθίσθαι πρὸς τὸν τρόπον τὸν κατ’ ἐπιστροφὴν τῷ πλεονάκις μᾶλλον δὲ ἀπειράκις ἐπεστράφθαι ἀθάνατον οὖσαν. p. 431 a 4 Φαίνεται δὲ τὸ μὲν αἰσθητὸν ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν· οὐ γὰρ πάσχει οὐδ’ ἀλλοιοῦται. διὸ ἄλλο εἶδος τοῦτο κινήσεως· ἡ γὰρ κίνησις τοῦ ἀτελοῦς ἐνέργεια, ἡ δ’ ἀπλῶς ἐνέργεια ἑτέρα ἡ τοῦ τετελεσμένου. Συμπληρώσας, οἶμαι, τὸν περὶ τοῦ θεωρητικοῦ νοῦ λόγον παντός, ἀρξάμενος μὲν ἀπὸ τοῦ ἀτελοῦς καὶ δυνάμει τέως ὄντος μόνου, ἀναβὰς δὲ ἐπὶ τὸν ἔξω μὲν καὶ αὐτὸν προιόντα, τελεωθέντα δὲ καθ’ ἕξιν καὶ προβολήν, καὶ διὰ τούτου ἐπὶ τὸν οὐσιώδη ἀναδραμὼν νοῦν καὶ τοῦτον παντοίως διερευνησάμενος, τήν τε οὐσίαν αὐτοῦ καὶ τὰς ἐνεργείας καὶ τὸ αἰτιῶδες καὶ χωριστὸν καὶ τὸ ἀίδιον σκοπούμενος τήν τε πρὸς τὰ ὑπέρτερα αὐτοῦ κοινωνίαν καὶ τὴν ὕφεσιν διὰ τῆς πρὸς τὰ δεύτερα ὑφιζανούσης ἀποκλίσεως ἐκφήνας καὶ οὐδέν, ὡς εἰπεῖν, παραλελοιπὼς τῶν περὶ αὐτοῦ θεαμάτων, ἐπὶ τὸν πρακτικὸν ἐντεῦθεν καλούμενον μέτεισι· νοῦν, ὃν καὶ διάνοιαν προσαγορεύει καὶ φαντασίᾳ χρῆσθαι βούλεται καὶ περὶ τὸ ἀγαθὸν καὶ κακὸν στρέ- φεσθαι, ὥσπερ καὶ περὶ ψεῦδος καὶ τὸ τούτων ἀντίθετον ἀληθές, ἀλλ’ οὐχ ὥσπερ ὁ ἀκρότατος θεωρητικὸς περὶ τὸ μόνως ἀληθές. ὁ γὰρ προιὼν ἔτι ἀτελέστερος ὢν ἦν μὲν καὶ αὐτὸς περὶ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ὡς θεωρητικός, οὔπω δὲ τοῦ ἐν πρακτοῖς ἀγαθοῦ ἢ κακοῦ ἀντέχεσθαι παρεδίδοτο. ἔστι μὲν γὰρ καὶ ἅπασα θεωρία οὐ τοὐ ἀληθοῦς μόνου, ἀλλὰ πάντως καὶ τοῦ ἀγαθοῦ, ἀλλὰ τὸ ἀγαθὸν οὐχ ὡς ἄλλο τι παρὰ τὴν ἀλήθειαν μεταδιώσουσα, ἀλλ’ αὐτὴν τὴν ἀλήθειαν ὡς τὸ ἄριστον καὶ τοῦ ἀγαθοῦ μετέχουσαν τέλος τιθεμένη, ἢ ὅπερ καὶ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἡμᾶς ἐδίδαξε, τὰς μαθηματικὰς λέγων ἐπιστήμας τοῦ τελικοῦ ἔχεσθαι αἰτίου κατ’ αὐτὴν τὴν τῆς γνώσεως ἀλήθειάν τε καὶ ἀκρίβειαν. ὁ δέ γε πρακτικὸς οὐκ ἐν τῷ γινώσκειν τὸ ἀγαθὸν ἔχει τὸ τέλος, ἀλλ’ ἐν τῷ πράττειν, ἢ ἐν τῷ δικαίως ἐνεργεῖν ἢ σωφρόνως ζῆν ἢ ἀνδρικῶς διαγενέσθαι περὶ δὲ τοῦ τοιούτου νοῦ μέλλων ποιεῖσθαι τὸν λόγον, πάλιν ἀπὸ τῆς αἰσθήσεως ἡμᾶς ἀναπέμπει πρὸς τὴν αὐτοῦ θεωρίαν ὡς ἀπὸ γνωριμωτέρας, καθάπερ καὶ ὅτε τοὐ περὶ τοῦ θεωρητικοῦ νοῦ ἤρχετο λόγου. καὶ γὰρ ἐκεῖ οὕτω πὼς ἤρ|χετο εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον”, καὶ νῦν τῇ αἰσθήσει χρῆται εἰκόνι, οὐχ ἁπλῶς ὡς γνωστικῇ, ἀλλ’ ὡς τοῦ ἡδέος ἢ λυπηροῦ ἀντιληπτικῇ, ἵνα οἰκειώσῃ τὴν εἰκόνα τῷ πρακτικῷ νῷ, οὐκ ὄντι γνωστικῷ μόνον, ἀλλὰ καὶ τοῦ ἀγαθοῦ ἢ κακοῦ στοχαστικῷ. ἐν ταὐτῷ δὲ καὶ ὅπως εἰρήκει πρότερον πάσχειν τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ νῦν ἑρμηνεύει, ὅτι οὐ κατὰ τὴν ἁπλῶς ἀτελῆ ὁρισθεῖσαν αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει κίνησιν, τὴν τοὐ δυνάμει ἐντελέχειαν, ἀτελοῦς ὄντος τοῦ δυνάμει. οὐ γὰρ κατὰ ταύτην κινεῖται τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ, ἀλλ’ εἴπερ ἄρα, μόνον τὸ αἰσθητήριον. αὕτη δὲ ἡ αἰσθητικὴ ζωὴ τελεία ἤδη οὖσα κρίνει τὸ προσπῖπτον αἰσθητὸν κατ’ ἐνέργειαν τελείαν ἑστῶσα· ἔνδοθεν γὰρ ἡ κρίσις καὶ οὐδὲν ἔξωθεν προσλαμβάνουσα. ἀλλὰ δεῖται τοῦ αἰσθητοῦ ὡς παρόντος καὶ κινοῦντος τὸ αἰσθητήριον, ἐπειδὴ οὐχ ὡς ἡ φαντασία καὶ πρὸς τὸ ἀπόν, ἀλλὰ πρὸς μόνον τὸ παρὸν ἡ αἴσθησις ἐγείρεται πρὸς ἐνέργειαν. καὶ ταύτῃ λέγεται δυνάμει οὖσα πρότερον ἐνεργείᾳ γίνεσθαι ὑπὸ τοῦ αἰσθητοῦ, οὐ πάσχουσά τι ὑπ’ αὐτοῦ (οὐ γὰρ κινεῖταί, φησι, κατὰ τὴν ἀτελῆ κίνησιν), ἀλλ’ ὡς μὴ πρότερον ἐνεργοῦσα ὕστερον διὰ τὸ παρεῖναι τὸ αἰσθητὸν τὴν ἐνέργειαν προβαλλομένη ἀθρόαν, καὶ αὐτὴν ἀμέριστον καὶ ἅμα πάσαν, ἀλλ’ οὐχ οἵα ἡ κίνησις ἐν μερισμῷ καὶ συνεχείᾳ, καὶ διὰ τοῦτο καὶ τελείου πράγματος οὖσαν καὶ ὡς αὐτός φησι τετελεσμένου. ἐν δὲ τῇ λέξει ὀρθῶς τὸ φαίνεται προστέθεικεν· οὐ γὰρ ὄντως ποιεῖ τὸ αἰσθητὸν εἰς τὸ αἰσθητικόν, ἀλλὰ φαίνεται μόνον διὰ τὸ εἰς τὸ αἰσθητήριον δρᾶν. διὸ καὶ αὐτὸς ἀποδιδοὺς τὴν αἰτίαν, δι’ ἣν ἔφη τὸ φαίνεται, τῷ γὰρ αἰτιολογικῷ χρησάμενος οὐ γὰρ πάσχει οὐδὲ ἀλλοιοῦταί φησιν. ἀλλὰ φαίνεται μὲν τὸ αἰσθητὸν ἐκ τοῦ δυνάμει ἐνεργείᾳ εἶναι ποιοῦν τὸ αἰσθητικόν, οὐ μὴν ἀληθῶς· ἔπασχε γὰρ ἄν αὐτοῦ τὸ αἰσθητικόν. τὸ δὲ πάσχον κατὰ τὴν ἀτελῆ κινεῖται μεταβολήν· οὐ μὴν κινεῖται τὸ αἰσθητικὸν ἐν τῷ ἐνεργεῖν, ἀλλὰ κατὰ τὴν ἀπλῶς ἵσταται ἐνέργειαν. ἡ μὲν γὰρ κίνησις τὸ ὅλον τοῦτο ἀτελής ἐστιν ἐντελέχεια, ἡ δὲ ἄνευ τοῦ ἀτελοῦς ἀπλῶς λεγομένη ἐντελέχεια ἡ ἀμέριστός ἐστιν ἐνέργεια. τοιαύτη δὲ καὶ ἡ αἰσθητική, ὡς εἴρηται, κρίσις. δοκεῖ δὲ ὅλως προσίεσθαι τὸ τῆς κινήσεως ὄνομα ἐπ’ αὐτῆς, εἰ καὶ ἄλλο φησὶν εἶδος τοῦτο εἶναι κινήσεως, διὰ τὸ ποτὲ ἀπὸ τοὐ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν. λέγομεν γὰρ καὶ ἐπὶ τούτου κίνησιν, οὐχὶ τὴν διεξοδικήν, ἀλλὰ τὴν ἀθρόαν, καθ’ ἣν καὶ ἡ τῶν ἀτόμων καὶ μερικῶν εἰδῶν παρουσία καὶ ἀπουσία ἐπιτελεῖσθαι παραδέδοται. ἐπάγει δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀξιοῖ τὴν αἰσθητικὴν ἐνέργειαν ἐν κινήσει τίθεσθαι· ἧς καὶ ἡμεῖς ἤδη ἐπεμνήσθημεν. ἡ γὰρ κίνησίς, φησι, τοῦ ἀτελοῦς ἐνέργεια· τοῦ γὰρ δυνάμει· ἡ δὲ ἀπλῶς ἐνέργεια, τουτέστιν ἡ ἄνευ τοῦ ἀτελοῦς μόνον οὖσα ἐνέργεια, ἑτέρα τῆς τοῦ ἀτελοῦς ἐντελεχείας. καὶ ὅπως ἑτέρα, ἐσαφήνισε προσθεὶς τοῦ τετελεσμένου, ἐπειδὴ οὐκ ἀτελοῦς ἀλλὰ τελείου ἐστὶ πράγματος. ταῦτα μὲν οὖν ὡς ἐξήγησις εἴρηται τοῦ ἐν τοῖς προτέροις λόγου εἰρημένου, ὅτι πάσχειν πῶς ἐστι τὸ αἰσθάνεσθαι, ὅπως τῷ αἰσθητικῷ κατ’ ἀλήθειαν προσήκει, οὐχ ὡς τῷ ὄντι πάσχοντι, ἀλλ’ ὡς τελείαν μὲν ἐνέργειαν ἐνεργοῦντι, ποτὲ δέ, καὶ ὅταν παρῇ τὸ αἰσθητόν· διὸ καὶ δοκεῖ ὑπὸ τοῦ αἰσθητοῦ πάσχειν. τὸ δὲ ἐφεξῆς τὴν πρὸς τὸν πρακτικὸν νοῦν παραδίδωσι τῆς αἰσθήσεως εἰκόνα. p. 431 a 8 Τὸ μὲν οὖν αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον καὶ νοεῖν. τοῦτο δή, ὅπερ εἰρήκαμεν, ἐπισημαίνεται καὶ αὐτὸς τὸ κατ’ αὐτὴν μὲν τὴν γνῶσιν μόνην αἰσθητικὸν λεγόμενον ἀπεικονίζεσθαι. τούτῳ γὰρ ἦν ὁμοιότης πρός τε τὴν λογικὴν καὶ νοερὰν γνωστικὴν ἐνέργειαν· τὸ μὲν γὰρ φάναι καὶ ἀποφάναι λογικῆς θεωρίας, τὸ δὲ νοεῖν τοῦ νοητοῦ ἴδιον. ὅταν δέ, φησι, p. 431 a 9 Ἡδὺ ἢ λυπηρόν, οἷον καταφᾶσα ἢ ἀποφᾶσα διώκει φεύγει· καὶ ἔστι τὸ ἥδεσθαι ἢ λυπεῖσθαι τὸ ἐνεργεῖν τῇ αἰσθητικῇ μεσότητι πρὸς τὸ ἀγαθὸν ἢ κακὸν ἢ τὰ τοιαῦτα. καὶ φυγὴ δὴ καὶ ὄρεξις ταὐτὸν ἡ κατ’ ἐνέργειαν. Δι’ ὧν σημαίνει, πότε τὸ αἰσθητικὸν ὡς εἰκὼν τοῦ πρακτικοῦ παραλαμ- βάνεται νοῦ, ὅταν μὴ ἀπλῶς ἀλλὰ καὶ ὡς ἡδὺ ἢ λυπηρὸν κρίνῃ τὸ αἰσθητόν. τὴν γὰρ αἰσθητικὴν κρίσιν τὴν ὁποτερονοῦν τιθεῖσαν ἐν τῷ αἰσθητῷ, εἴτε τὸ ἡδὺ εἴτε τὸ λυπηρόν, οἷον κατάφασιν ἔφη, ὥσπερ ἀπόφασιν τὴν ὁποτέρου αὐτῶν ἄρνησιν, ἐπειδὴ ἐν συμπλοκῇ πὼς καὶ ἡ τοιαύτη συνίσταται κρίσις τοῦ αἰσθητοῦ καὶ ὡς γνωστοῦ καὶ ὡς ἡδέος· διὰ γὰρ τοῦτο οἷον κατάφασις. τὸ δὲ οὑν, ἐπειδὴ κυρίως ἐν λογικῇ ἀνελίξει ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις. ὅταν οὖν ὡς ἡδὺ ἢ λυπηρὸν κρίνῃ τὸ αἰσθητόν, τότε διώκει ἡ φεύγει, ἐπειδὴ τὸ μὲν ἡδὺ διώκει ἡ αἴσθησις ὡς ἀγαθόν, τὸ δὲ λυπηρὸν ὡς κακὸν φεύγει ἡ αἴσθησις· λογικῆς γὰρ διακρίσεως τὸ ἀγαθὸν ἀπὸ τοῦ ἡδέος διορίζειν πολλάκις, τὸ δὲ κακὸν ἀπὸ τοῦ λυπηροῦ. δηλοῖ δὲ ἡ δίωξις τὴν οἷον ἀγάπησιν καὶ μεταδίωξιν, ἡ δὲ φυγὴ τὴν ἀποστροφὴν καὶ ἀπόστασιν. καὶ ἐν μὲν τῷ ἥδεσθαι ἡ αἴσθησις ὡς ἀγαθοῦ ἀντέχεται τῆς οἰκείας ἐνεργείας, ἐν δὲ τῷ λυπεῖσθαι ὡς κακὴν ἀναίνεται. καὶ ταῦτα σημαίνει τὸ καὶ ἔστι τὸ ἥδεσθαι ἢ λύ’ πεῖσθαι τὸ ἐνεργεῖν τῇ αἰσθητικῇ μεσότητι πρὸς τὸ ἀγαθὸν ἢ κακὸν ἢ τὰ τοιαῦτα. ἐν οἷς ἡ μὲν αἰσθητικὴ μεσότης εἴληπται ὡς ἀμφοτέρων δεκτικὴ τοῦ τε ἡδέος καὶ τοῦ λυπηροῦ ἤγουν κάλλιον εἰπεῖν τοῦ ἥδεσθαι ἢ λυπεῖσθαι, κριτικὴ ἀμφοῖν οὖσα. διὰ γὰρ τὸ τὸ αἰσθητικὸν σωματικῷ ὀργάνῳ πάντως χρῆσθαι τὰ ἐκείνου σωτήρια ἢ φθαρτικὰ πάθη γινώσκει τε καὶ ὡς οἰκεῖα ἢ ἀλλότρια τὰ μὲν ἀγαπᾷ τὰ δὲ φεύγει. τὸ δὲ ἢ τὰ τοιαῦτα πρόσκειται τῷ ἀγαθὰ ἢ κακά, διότι οὐδέποτε ἡ αἴσθησις τὸ ἀγαθὸν ὡς ἀγαθὸν ἢ τὸ κακὸν ὡς κακὸν κρίνει, ἢ τὸ μὲν διώκει τὸ δὲ φεύγει, ἀλλὰ τὸ ἡδὺ ὡς ἀγαθὸν καὶ τὸ λυπηρὸν ὡς κακὸν τὸ μὲν διώκει τὸ δὲ φεύγει. τὰ γοῦν ὅμοια τῷ ἀγαθῷ καὶ κακῷ τὸ ἡδὺ καὶ λυπηρὸν τὸ τὰ τοιαῦτα προσκείμενον δηλοῖ. πρώτως μὲν οὖν αἰσθάνεσθαι δεῖ καὶ ἐνεργείᾳ γίνεσθαι αἰσθητικόν, δευτέρως δὲ ἡσθῆναι ἢ λυπηθῆναι· προηγεῖται γὰρ ἡ κρίσις τοῦ κατὰ τὴν ἡδονὴν ἢ λύπην πάθους, ἐπειδὴ αἰσθάνεσθαι μὲν ἄνευ ἡδονῆς καὶ λύπης δυνατόν, ἥδεσθαι δὲ καὶ λυπεῖσθαι ἄνευ γνώσεως ἀδύνατον, διὸ προτέρα τῇ φύσει ἡ γνῶσις τῶν παθῶν τούτων· ἐν τρίτῃ δὲ τάξει ὀρεχθῆναι ἢ φυγεῖν, τουτέστι μεταδιῶξαι τὸ ἡστὸν ἢ πάσῃ δυνάμει ἀποπέμψασθαι τὸ λυποῦν, ὅπερ ἡ φυγὴ σημαίνει, ὡς τὴν μεταδίωξιν ἡ ὄρεξις, ἐπιθυμία οὖσα καὶ πρὸς τὸ ἡδὺ ἐκτεινομένη τε καὶ ὁρμῶσα. αὕτη οὖν ἤδη ἐνέργεια· οὐ γὰρ ἁπλῶς ἐν τῷ πάσχειν, ὥσπερ τὸ ἥδεσθαι, ἀλλὰ καὶ ἐν τῷ ἐπιδιώκειν· ἡ δὲ δίωξις οὐ πάθος ἀλλ’ ἐνέργεια. φυγὴ οὖν καὶ ὄρεξις ὡς ἐνέργεια, ἀλλ’ οὐχ ὡς αὐτὸ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι· ταῦτα γὰρ ὡς πάθη τὸ μὲν διωκτὸν τὸ δὲ φευκτόν, ἡ δὲ μεταδίωξις τοὐ ἡδέος καὶ φυγὴ ἀπὸ τοῦ λυπηροῦ ὡς ἐνέργεια ἡ μὲν ὄρεξις ἡ δὲ φυγή. p. 431 a 13 Καὶ οὐχ ἕτερον τὸ ὀρεκτικὸν καὶ τὸ φευκτικὸν οὔτε ἀλλήλων οὔτε τοὐ αἰσθητικοῦ, ἀλλὰ τὸ εἶναι ἄλλο. Ἐπειδὴ τῷ αἰσθητικῷ συνέπλεξε τὴν ὄρεξίν τε καὶ φυγήν, πρὶν ἀποδοῦναι, ὅπως ἀπεικονίζεται τὸν πρακτικὸν νοῦν, ἐπέσκηψεν, ὡς τῷ μὲν ὑποκειμένῳ ἓν καὶ ταὐτὸν τό τε ὀρεκτικὸν καὶ τὸ φευκτικὸν καὶ ἀμφότερα τῷ αἰσθητικῷ (ἐν ᾧ γὰρ ἡ αἰσθητικὴ κρίσις, τουτέστιν ἐν τῇ αἰσθητικῇ ψυχῇ, ἐν τούτω καὶ ἡ ὄρεξις καὶ φυγή, καὶ οὐκ ἐν ἄλλῳ μὲν ἡ κρίσις ἐν ἄλλῳ δὲ τὸ ὀρέγεσθαι ἢ ἀποστρέφεσθαι, ἀλλ’ ἐν τῷ αὐτῷ), τῷ δὲ λόγῳ καὶ τῇ ἑκάστου αὐτῶν ἰδιότητι (τοῦτο γὰρ δηλοῖ τὸ εἶναι) τὸ πλῆθος καὶ ἡ καὶ γὰρ τὸ φεύγειν ἄλλο παρὰ τὸ διώκειν καὶ ἑκάτερον παρὰ τὸ κρίνειν, εἰ καὶ πάντως σὺν κρίσει. ἱκανὸν δὲ τεκμήριον τῆς ἑτερότητος τὸ καὶ τὴν αἴσθησιν ἄνευ ὀρέξεως ἢ φυγῆς ἐνίοτε γίνεσθαι καὶ αὖ σὺν ὀρέξει μόνῃ ποτὲ ἄνευ φυγῆς καὶ τὸ ἀνάπαλιν. ἐφ’ οἷς παραδίδωσι τὰ περὶ τοῦ πρακτικοῦ νοῦ θεωρήματα. καὶ ἡ εἰκὼν αὐτῷ νῦν προείληπται· p. 431a 17 Τῇ δὲ διανοητικῇ ψυχῇ τὰ φαντάσματα οἷον αἰσθήματα ὑπάρχει. ὅταν δὲ ἀγαθὸν ἢ κακόν, κατάφησιν ἢ ἀπόφησι καὶ φεύγει ἢ διώκει. διὸ οὐδέποτε νοεῖ ἄνευ φαντασίας ἡ ψυχή. Διανοητικὴν μὲν λέγει ψυχὴν τὴν διανύουσαν καὶ περὶ τὰ μεριστὰ στρεφομένην οὐ πρακτικῶς μόνον, ἀλλὰ καὶ θεωρητικῶς τὴν οὐκέτι τῶν εἰδῶν αὐτῶν ἀθρόως ἀντιληπτικήν, ἀλλὰ περὶ τοὺς μεριζομένους περὶ αὐτὰ λόγους στρεφομένην καὶ διανύουσαν τῷ μεριστῶς τε ἰδίᾳ καὶ καθ’ ἕκαστον ἐνεργεῖν καὶ αὖθις συνάγειν εἰς ἕν τι κοινὸν τὰ ἰδίως γνωσθέντα, οἷον τὸ ζῷον, εἶτα τὸ λογικὸν καὶ τότε τὸ θνητὸν καὶ τότε τὰ τρία ὁμοῦ· τῇ οὖν τοιαύτῃ γνωστικῇ ἐνεργείᾳ τὰ φανταστά, ἅπερ αὐτῷ δηλοῖ τὰ φαντάσματα, τουτέστι τὰ ἐν τῇ φανταστικῇ ζωῇ ἐγγενόμενα ἀποτυπώματα, ὑπέστρωται ὥσπερ τὰ αἰσθητὰ τῇ αἰσθήσει (τὸ γὰρ αἴσθημα αὐτῷ ἀντὶ τοῦ αἰσθητοῦ νῦν εἴληπται), οὐκ ὄντα τὰ φανταστὰ ἅπερ τὰ διανοητά (σαφῶς γὰρ ἐς ὕστερον ὡς οὐκ ἔστι φαντάσματα τὰ τῆς διανοίας νοήματα δείξει), ἀλλ’ οὐκ ἄνευ φαντασμάτων. διὰ τί δὲ οὐκ ἄνευ, σκεπτέον. ἐπειδὴ οὐκ ἦν ἡ τοιαύτη τῆς ψυχῆς ἐνέργεια ἡ περὶ τοὺς μεριστοὺς στρεφομένη λόγους οἵα ἡ αὐτῶν τῶν εἰδῶν, ἀλλὰ δι’ αὐτὸν τὸν μερισμὸν κατὰ τὴν εἰς τὸ ἔξω ἐνεργειῶν ἔκτασιν, ᾗ ἐξ ἀνάγκης τὰ ἔξω παρυφίσταται. οἷς πολλάκις μὲν κέχρηται ἡ διάνοια, ὅταν καὶ τῶν αἰσθητῶν καὶ τῶν ἐν τῇ φαντασίᾳ τύπων ἢ πρὸς μόνην τὴν γνῶσιν ἢ καὶ πρὸς τὴν ἀποπλήρωσιν τῆς ὀρέξεως αὐτῶν προσδέηται· ἐνίοτε δὲ αὐτὴ μὲν οὐ χρῄζει, ἐπακολουθεῖ δὲ ἀναγκαίως τῇ ἔξω αὐτῆς, ὡς εἴρηται, ἐκτάσει ἡ αὐτοῦ τοῦ ἔξω ὄντος συγκινουμένη ἐνέργεια. διὸ τοσοῦτον Ἀριστοτέλης φησίν, ὅτι οὐδέποτε νοεῖ ἄνευ φαντασίας ἡ ψυχή, ἀλλ’ οὐχ ὅτι κέχρηται. δῆλον δὲ ὅτι ἡ ψυχὴ νῦν ἡ διανοητικὴ λέγεται, περὶ ἧς καὶ προείρηται. καὶ αὐτῷ ’δε τῷ εἰπεῖν, ὅτι ὡς αἰσθήματα ὑπάρχει τὰ φαντάσματα τῇ διανοητικῇ ψυχῇ, ἐνεδείξατο ὃ ὕστερον ἐρεῖ, ὅτι οὐκ ἔστι διανοήματα, ἀλλ’ ὡς δεύτερα ὑπέστρωται καθάπερ καὶ τὰ αἰσθητὰ τῇ αἰσθήσει. κατὰ δὲ τὴν τῆς αἰσθήσεως προειλημμένην εἰκόνα (καὶ γὰρ ἐκεῖ προηγεῖτο τὸ κριτικὸν τοῦ ἥδεσθαι ἢ λυπεῖσθαι) καὶ ἐνταῦθα ἡ τῆς διανοίας κρίσις ὡς γνωστοῦ ἁπλῶς προηγήσεται τῆς ὡς ἀγαθοῦ ὄντος ἢ κακοῦ ἀντιλήψεως· ἣν οὐκέτι μὲν ‘οἷον’, ἁπλῶς δὲ κατάφασιν καὶ ἀπόφασιν προσαγορεύει, διότι συμπλέκουσα μὲν ἡ διάνοια τὸ ἀγαθὸν ἢ κακὸν τῷ γνωστῷ κατάφασιν ἀπεργάζεται, ὁπότερον δὲ διαιροῦσα ἀπ’ αὐτοῦ ἀπόφασιν. ὁμοίως δὲ πάλιν <ὡς> ἐπὶ τῆς ἐν τρίτῃ τάξει ἡ διωκτικ· ὴ ἢ φευκτικὴ ἕπεται |ἐνέργεια, διωκτικὴ δηλαδὴ τοὐ ἀγαθοῦ τοῦ δὲ κακοῦ φευκτική. τῇ μὲν γὰρ αἰσθητικῇ ζωῇ τὸ ἡδὺ καὶ λυπηρὸν διωκτὸν καὶ φευκτόν, τὸ μὲν ὡς ἀγαθὸν τὸ δὲ ὡς βλαβερόν· τῇ δὲ λογικῇ τὸ ἀγαθὸν προηγουμένως τέλος καὶ τὸ κακὸν ἐν ἀποστροφῇ, κἄν ἡδύ τι ἔχῃ τὸ κακὸν ἢ λυπηρὸν τὸ ἀγαθόν. ὅτι δὲ οὐ περὶ τῆς θεωρητικῆς αὐτῷ γνώσεως ὁ λόγος νῦν ὡς οὐδέποτε ἄνευ φαντασίας οὔσης, καθάπερ οἱ ἐκ τοῦ Περιπάτου ἀκούουσι, δηλοῖ μὲν καὶ τὰ προειρημένα, ἐν οἷς τῶν θεωρητικῶν γνώσεων τὴν ἀκροτάτην χωρίζεσθαί τε ἔφασκε καὶ εἶναι τοῦτο μόνον ὅπερ ἐστί, καὶ τὴν αὐτὴν εἶναι τῷ πράγματι, ἀλλ’ οὐ δι’ ἑτερότητος αὐτῷ συνάπτεσθαι, καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργειαν καὶ ἀπαθῆ καὶ ἀμιγῆ μένειν· δηλοῖ δὲ καὶ τὰ νῦν λεγόμενα, τοῦτο μὲν διανοητικὴ εἰρημένη καὶ οὐ νοῦς ἢ θεωρία, τοῦτο δὲ ἡ περὶ τὸ ἀγαθὸν αὐτῆς καὶ κακὸν στροφή, ἀντίθετα ὄντα καὶ ἐν τῇ γενέσει καὶ ἐν τῷ ἐσχάτῳ μερισμῷ ὑφιστάμενα· ἐπεὶ ὅ γε θεωρητικὸς νοῦς ὁ ἢ καθ’ ἕξιν τέλειος ἢ ὡς ὁ αὐτὸς τῇ οὐσίᾳ μονοειδῶς ἔχει τὸ ἀγαθὸν ἀναντίθετον πρὸς τὴν κακίαν, ὥσπερ καὶ τὸ ἀληθὲς πρὸς τὸ ψεῦδος. οὐ μόνον γὰρ ἐκ τοῦ οὐσιώδους νοῦ, ἀλλὰ καὶ ἐκ τοῦ καθ’ ἕξιν ἐπιστημονικῶς τελειωθέντος τὸ ψεῦδος ἐξώρισται· ὁμοίως δὲ καὶ τὸ κακόν. ἐν δὲ τῶ πρακτικῷ ἐξ ἀνάγκης τὸ κακόν ποτε καὶ τὸ πρὸς αὐτὸ ἀντίθετον ἀγαθὸν διὰ τὴν περὶ τὴν γένεσιν καὶ τὰ μεριστὰ στροφήν· αἱ γὰρ πρ· άξεις ἐν τούτοις. κἀν γὰρ τὴν ἐν ἡμῖν τελειοῖ ὄρεξιν σωφρονίζων ἢ εἰς δικαιοπραγίαν ἐγείρων, περὶ μερικὸν δηλαδὴ ἐνεργεῖ πρᾶγμα καὶ γινόμενον, ἀλλ’ οὐχ ὡς ὁ θεωρητικὸς περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον. p. 431 a 17 Ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιανδὶ ἐποίησεν, αὕτη δὲ ἕτερον, καὶ ἡ ἀκοὴ ὡσαύτως· τὸ δὲ ἔσχατον ἓν καὶ μία μεσότης· τὸ δ’ εἶναι αὐτῇ πλείω. Ὁ σκοπὸς τῶν προκειμένων ῥητῶν καὶ αὐτὸς ἀπὸ τῆς αἰσθήσεως ἀναπέμψαι ἡμᾶς ὡς ἀπὸ γνωριμωτέρας εἰς μίαν τινὰ νόησιν τῆς ψυχῆς τὴν κοινῇ ἐπικρίνουσαν τὰ ὁπωσοῦν νοητά. ὡς γὰρ ἑκάστη τῶν πέντε αἰσθήσεων τὰ ἴδια αἰσθητὰ πλείω καὶ διάφορα ὄντα γνωρίζει, καὶ τὴν πρὸς ἄλληλα αὐτῶν ταὐτότητά τε καὶ ἑτερότητα μιᾷ καὶ τῇ αὐτῇ δυνάμει, εἰ καὶ κατὰ διαφόρους λόγους διακρίνει καὶ ὁρίζει, ἡ μὲν ὄψις τὸ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξὺ τούτων χρώματα, ἡ δὲ γεῦσις τὸ γλυκὺ καὶ πικρὸν καὶ τοὺς τούτων μέσους χυμούς, καὶ ἑκάστη ὡσαύτως τὰ ἴδια αἰσθητά, οὕτω καὶ ἡ κοινὴ λεγομένη αἴσθησις τὰ ἁπλῶς αἰσθητὰ πάντα καὶ τὴν πρὸς ἄλληλα αὐτῶν ἑτερότητά τε καὶ ταὐτότητα ἐν ἀμερίστῳ τῷ γνωστικῷ καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ γινώσκει, ἐπεὶ ὅμοιον ὡς ‘εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο᾿, φησὶν ἐν ἀρχαῖς τοῦ τρίτου βιβλίου. ἐντεῦθεν δὴ ἀξιοῖ καὶ εἰς μίαν τῆς ψυχῆς ἡμᾶς ἀναπέμπεσθαι νόησιν, ἥτις καὶ αὐτὴ τῶν πρακτῶν πάντων ἐστὶ συναιρετικὴ καὶ γνωστική, οὐ τῶν ἐναντίων μόνον οἷον ἀγαθοῦ καὶ κακοῦ τοῦ ἐν ἀφροδισίοις ἢ σιτίοις, ἀλλὰ καὶ τοῦ ἐν κτήσεσι καὶ τοῦ ἐν δεινοῖς καὶ θαρραλέοις καὶ τῶν ἄλλων ὁμοίως πάντων. καὶ γὰρ τὸ νοοῦν ἐρεῖ καὶ λέγει, ὡς ἐγὼ σωφρόνως ζῶ καὶ δικαίως καὶ ἀνδρείως καὶ ἐλευθερίως, καὶ τὴν διαφορὰν ὧν λέγει οἶδε καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ὡς ἐν ἀμερεῖ καὶ ἀδιαιρέτως τὴν νόησιν αὐτῶν ποιούμενον. εἴη δ’ ἄν τι καὶ ἔτι κοινότερον νοοῦν ἐν τῇ ψυχῇ, τὸ ἅμα καὶ τὰ πρακτὰ καὶ τὰ θεωρητὰ νοήματα συναιροῦν, ὃ καὶ τὴν διαφορὰν καὶ τὴν κοινωνίαν τὴν πρὸς ἄλληλα τῶν θεωρητῶν καὶ τῶν πρακτῶν εἴσεται, ἓν πάλιν ὂν καὶ ταὐτὸν καὶ ἀμέριστον, καὶ περιληπτικὸν τοῦ πλήθους ἀμερίστως· ἓν μὲν κατ’ αὐτὴν τὴν νοερὰν ζωήν, τῷ δὲ λόγῳ πολὺ διὰ τὸ κατὰ διαφόρους λόγους τοῖς διαφόροις προσβάλλειν γνωστοῖς. εἰς δὴ τὰς τοιαύτας νοήσεις, τήν τε μίαν κοινὴν τῶν πρακτῶν πάντων ἀντιληπτικὴν καὶ τὴν ἔτι περιεκτικωτέραν ταύτης τὴν ἀπλῶς τῶν νοουμένων ἡμῖν πάντων ἀναπέμπει ἡμᾶς, τῇ κοινῇ αἰσθήσει ὡς εἰκόνι χρώμενος. καὶ οὗτος μὲν ὁ τῶν λόγων σκοπός. ἀρχόμενος δὲ ὁ φιλόσοφος ἐν τῇ λέξει γράφει ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιανδὶ ἐποίησεν, αὕτη δὲ ἕτερον. καὶ δόξοι ἄν οὕτως ἄρξασθαι, ὡς μέλλων ἀποδιδόναι τι πρὸς τὸ ὥσπερ, τὸ οὕτω φέρε καὶ τοδὶ τὸ πρακτὸν ἢ τοδὶ τὸ νοητὸν τὴν νόησιν. οὐ μὴν ἀποδίδωσιν οὐδὲ ὡς ἀποδώσων εἴρηκεν τὸ ὥσπερ δέ, ἀλλ’ ὡς πρὸς ἤδη ἐγνωσμένον ἀναφέρει. ἐπειδὴ γὰρ ἤδη τῷ πρακτικῷ νῷ ἀπείκασε τὴν αἴσθησιν ὡς ἡδέος καὶ λυπηροῦ ἀντιληπτικὴν τῷ τοῦ ἀγαθοῦ καὶ κακοῦ διακριτικῷ, καὶ τὸν τρόπον ὑπογράφων ἐπήγαγε νῦν, ὅπως ἡ αἴσθησις τὸ ἡδὺ καὶ λυπηρὸν συγκρίνει πρὸς ἄλληλα· οὕτω γὰρ καὶ ἡ πρακτικὴ διάνοια τὰ ἀντικείμενα καὶ διάφορα πρακτὰ εἴσεται. τὸ οὖν ὥσπερ οὐχ ὡς ἀποδώσων τι ἔφη, ἀλλ’ ὡς πρὸς ἤδη εἰρημένον ἀποδέδωκεν. ἔχει δὲ ὁμοιότητα ἡ αἴσθησις πρὸς τὴν πρακτικὴν διάνοιαν καὶ κατ’ ἄλλην ἐπιβολήν, ἣν καὶ αὐτὴν ὑπογράφει ὁ φιλόσοφος. οὐ γὰρ ἀμέσως τὰ ἔσχατα καὶ μερικώτατα αἰσθητὰ ἢ πρακτὰ εἰς τὸ κοινῇ πάντων ἀντιληπτικὸν ἀναφέρεται, ἀλλὰ διὰ τῶν οἰκείων ἑκάστοις καὶ προσεχῶν ὀργάνων τε καὶ γνωστικῶν δυνάμεων. οὕτω γὰρ ὁ μὲν ἀὴρ ὁ πεφωτισμένος εἰς τὴν κόρην δρᾷ προφανῶς, αὕτη δὲ προκαλεῖται εἰς ἐνέργειαν τὴν ὁρατικὴν δύναμιν, ἐκείνη δὲ τὴν κοινὴν αἴσθησιν· ὁ δὲ ψόφος εἰς τὸ ἀκουστικὸν πνεῦμα, καὶ τοῦτο κινεῖ τὴν ἀκουστικὴν δύναμιν, ἥτις |πάλιν ἐγείρει τὴν κοινὴν αἴσθησιν. καὶ ὁμοίως αἱ πέντε αἰσθήσεις ἐπὶ τὴν κοινὴν πασῶν ἀναφέρονται κατὰ μίαν ἕνωσιν πάσας περιέχουσαν, οὐχ ὡς ἐκ πασῶν συναθροιζομένην, ἀλλ’ ὡς τοῦ πλήθους προυπάρχουσαν καὶ πάσαις συνεργοῦσαν, καὶ ἑκάστῃ ἰδίᾳ καὶ κοινῇ. ὁμοίως δὲ καὶ τὰ πρακτὰ ὡς νοητὰ ἐπὶ τὸν κοινὸν πάντων γνωστικὸν αὐτῶν νοῦν ἀναφέρεται, τῶν μὲν αἰσθητῶν τὴν φαντασίαν κινούντων, ὃν εἴρηται τρόπον ἐν τοῖς περὶ φαντασίας αὐτῷ παραδεδομένοις λόγοις, τῶν δὲ φανταστῶν παρακαλούντων τὸν οἰκεῖον ἐφ’ ἑκάστοις ἐπιτεταγμένον πρακτικὸν νοῦν εἰς τὴν περὶ αὐτῶν διάνοιαν. οἷον τὸ περὶ σῖτα φάντασμα προτρέπει εἰς κρίσιν τὸν λόγον, εἰ δεῖ καὶ ὅτε καὶ ὅσον καὶ ὁποῖον τραφῆναι, τὸν τούτων δηλαδὴ κριτικὸν προσεχῶς, ὃς καὶ τὸν κοινῇ κριτικὸν τῶν πρακτῶν πάντων συνεγείρει νοῦν· εἰς ὃν ὥσπερ ὁ τῶν σιτίων κριτικὸς λόγος, οὕτω καὶ οἱ τῶν ἄλλων ὀρεκτῶν τε καὶ φευκτῶν πάντων συναιροῦνται, ἵνα καὶ ἓν ᾖ τὸ καὶ τούτων πάντων τήν τε ταὐτότητα καὶ τὴν ἑτερότητα διακρῖνον, καὶ τὰ μὲν κωλῦον, τοῖς δὲ τὸ μέτρον ἐπιτιθὲν μονοειδῶς, καὶ τοῦτο τῶν πλειόνων λόγων προυπάρχον καὶ οὐκ ἐξ αὐτῶν συναγειρόμενον, ἀλλ’ ἑνώσει κρείττονι προειληφὸς ἀμερίστως τὴν τούτων πληθύν. ἐν δὲ τῇ λέξει τοιανδί, φησιν, ἐποίησεν ὁ ἀὴρ τὴν κόρην, ὅτ· ι φέρε διέκρινε καὶ ἁπλῶς εἰπεῖν ζωτικὸν ἤγειρε πάθος ἐν αὐτῇ. εἴρηται γὰρ ἐπὶ πλέον ἐν τοῖς περὶ τῶν αἰσθήσεων λόγοις, οὐχ ὡς τὰ ἄψυχα πάσχειν ἡμῶν τὸ αἰσθητήριον, ὑπὸ τῶν ἔξω θερμαινόμενον φέρε μόνον, ἀλλὰ μετά τινος ἀμυδρᾶς κρίσεως καὶ οἰκείας ἐνεργείας. διὸ οὐ πάθος ἦν ἀπλῶς, ἀλλὰ τὸ ὅλον τοῦτο ζωτικὸν πάθος τόδε. αὕτη δὲ ἕτερον, ἐπειδὴ τὸ αἰσθητικὸν πάθος προκαλεῖται, ὡς εἴπομεν, τὴν ἐφεστηκυῖαν αὐτῷ προσεχῶς αἰσθητικὴν ζωήν, ὡς ἡ κόρη τὴν ὁρατικὴν καὶ ἡ ἀκοὴ τὴν ἀκουστικήν. καὶ δῆλον ὡς οὐ μέχρι τούτων ἵσταται (οὔπω γὰρ ἓν τὸ ἔσχατον), ἀλλ’ ὅταν καὶ αὗται αἱ αἰσθητικαὶ ζωαὶ εἰς τὴν κοινὴν ἀναδράμωσι. τότε γὰρ ἓν τὸ ἔσχατον· ἓν μέν, ὅτι μία ἡ κοινὴ αἴσθησις, ἥπερ καὶ τὰ πασῶν κρίνει ἴδια καὶ περὶ πάντων αὐτῶν ἀποφαίνεται ὡς ἅπαντα γινώσκουσα, ἔσχατον δὲ οὐχ ὡς ὑφειμένον, ἀλλ’ ὡς κρεῖττον μὲν τοῖς δὲ κάτωθεν ἀνιοῦσιν ἔσχατον γινόμενον. τοῦτο δέ, ὅπερ ἓν ἔσχατον ἔφη, καὶ μία μεσότης εἴρηται· μία μέν, ἐπειδὴ κἀκεῖνο ἕν, μεσότης δὲ ὡς οἷον κέντρον τῶν πολλῶν ἀπ’ αὐτοῦ προιουσῶν καὶ εἰς αὐτὸ συννευουσῶν περιληπτικὸν καὶ δεκτικόν τε ὁμοῦ καὶ κριτικόν. μεσότης οὖν, ἐπειδὴ καὶ τὸ κέντρον μέσον καὶ ἐπειδὴ τὸ μέσον τοῖς ἄκροις πᾶσιν ἐπικοινωνεῖ. ὥσπερ δὲ εἴωθεν Ἀριστοτέλης διορίζεσθαι, ἓν μὲν καὶ μία τῷ ὑποκειμένῳ, ὅτι μία καὶ ἡ αὐτὴ ἀμέριστος οὖσα ζωὴ γινώσκει τὰ πάντα, ἐπεὶ τῷ λόγῳ καὶ τῷ εἶναι, ὡς αὐτὸς εἴωθε λέγειν, πολλά. κατὰ διαφόρους λόγους τὰς διαφόρους ἐπιγινώσκουσα τῶν αἰσθητῶν ἰδιότητας. καὶ οὐκέτι, ὡς εἴρηται, ἐπάγει καὶ ὅτι οὕτως ἔχει τὰ περὶ τὸν πρακτικὸν νοῦν, διὰ τὸ τῷ ὥσπερ χρήσασθαι νῦν οὐχ ὡς πρός τι ἀποδοθησομένῳ, ἀλλ’ ὡς πρός τι προειρημένον ἀποδεδομένῳ. p. 431 a 20 τίνι δ’ ἐπικρίνει τί διαφέρει γλυκὺ καὶ θερμόν, εἴρηται μὲν καὶ πρότερον, λεκτέον δὲ καὶ ὧδε. Εἰπὼν ἓν τὸ ἔσχατον πάντων τῶν αἰσθητῶν κριτικὸν καὶ τὸ αὐτὸ τῷ λόγῳ πλείω, τοῦτο αὐτὸ ἐπεξεργάζεται, δι’ ἐκθέσεως οἷον ἐπιδεικνὺς ἀληθὲς τὸ εἰρημένον ὄν, καὶ ἤδη προειρηκὼς τὰ αὐτὰ ἐν τῷ περὶ αἰσθήσεως λόγῳ τῆς κοινῆς, καὶ νῦν συντόμως ὑπομιμνήσκων καὶ διὰ συντομίαν ἀσαφεστέραν τὴν λέξιν ποιῶν. τίνι δ’ οὖν, φησιν, ἐπικρίνει τοῦτο τὸ κοινῇ αἰσθητικὸν τὸ διάφορον τῶν γινωσκομένων; ὅτι οὐχ ἑνὶ καὶ τῷ αὐτῷ λόγῳ, καίτοι ἓν αὐτὸ ὄν, ἀλλὰ διαφόροις χρώμενον λόγοις, καθ’ οὓς τὰς διαφόρους οἰκείως γινώσκει ἰδιότητας. ἔστι γάρ, φησι καὶ αὐτός, ἕν τι αὐτὸ τὸ κρῖνον ὥσπερ καὶ ὁ ὅρος, ὅρον νῦν προσαγορεύων, ὅπερ καὶ πρότερον ἔλεγε, τὸ τῶν εἰς ἓν συμπιπτουσῶν διαφόρων γραμμῶν κοινὸν σημεῖον. καὶ γὰρ ἐκεῖνο, ἓν καὶ ἀμέριστον ὂν τὸ αὐτό, διαφόρους ἔχει πρὸς τὰς διαφόρους γραμμὰς σχέσεις. p. 431 a 22 Καὶ ταῦτα, ἓν τῷ ἀνάλογον ἢ ἀριθμῷ ὄν, ἔχει πρὸς ἑκάτερα, ᾗ ἐκεῖνα πρὸς ἄλληλα. Ταῦτα λέγει γλυκὺ καὶ θερμόν, δι’ ὧν ἁπλῶς ἅπαντα τὰ αἰσθητὰ ἐνδείκνυται. ταῦτα οὖν, ἓν ἢ ἀναλογίᾳ ἢ ἀριθμῷ ὄν, ἔχει πρὸς ἑκάτερα, ᾗ ἐκεῖνα πρὸς ἄλληλα, ἐπειδὴ τὸ γνωστικὸν τῷ γνωστῷ ὁρίζεται, ὡς πολλάκις ὑπ’ αὐτοῦ διώρισται. ἐὰν οὖν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὂν τὸ γνωστικὸν τοῦ τε γλυκέος καὶ τοῦ θερμοῦ ᾖ γνωστικόν, κἀκεῖνα ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἔσται ἀλλήλοις· ἐὰν δὲ κατὰ ἀναλογίαν τινὰ καὶ οὐχὶ τῷ ἀριθμῷ τὸ ἓν ἀποδιδῶμεν τῷ γνωστικῷ, καὶ ἐν τοῖς γνωστοῖς ὁμοίως κατὰ ἀναλογίαν τὸ ἓν πρὸς ἄλληλά τε καὶ πρὸς τὸ γνωστικὸν εἰσόμεθα. καὶ ἔστι πὼς ἄμφω ἀληθῆ, ὅτι καὶ τῷ ἀριθμῷ καὶ τῇ ἀναλογίᾳ τὸ ἕν, ἔν τε τῷ γνωστικῷ καθ’ ἑαυτό τε καὶ πρὸς τὰ γνωστά, καὶ ἐν τοῖς ἄλλοις πρὸς ἄλληλά τε καὶ πρὸς τὸ γνωστικόν. καὶ γὰρ τῷ ἀριθμῷ ἓν τὸ γνωστικόν, ἐπειδὴ τῷ ὑποκειμένῳ ἕν, καὶ τῇ ἀναλογίᾳ ἓν ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ |διὰ τὴν κατὰ πλείους λόγους ὁμοίαν ἐνέργειαν· ὡς γὰρ τὸ θερμὸν τῷ τοῦ θερμοῦ γνωρίζει λόγῳ, οὕτω καὶ τὸ μέλαν τῷ τοῦ μέλανος λόγῳ. καὶ συναρμόζεται πρὸς ἄμφω καὶ ὡς ἀριθμῷ ταὐτὸν αὐτοῖς γινόμενον, ἐπειδή, ὡς εἴρηται, κατὰ τὸ γνωστὸν ἀφορίζεται, καὶ εἰ ἄμφω ἅμα γινώσκοι ἓν τὸ αὐτὸ ὄν, ταὐτὸν ἑκατέρῳ ἔσται τῷ ἀριθμῷ. ταύτῃ μὲν οὖν ἓν τῷ ἀριθμῷ· κατὰ δὲ ἀναλογίαν πάλιν διὰ τὴν κατὰ διαφόρους λόγους ὁμοίαν πρὸς αὐτὰ συναρμογήν· ὡς γὰρ κατὰ τὸν τοῦ θερμοῦ λόγον τῷ θερμῷ εἰδοποιεῖται, οὕτω καὶ κατὰ τὸν τοῦ γλυκέος τῷ γλυκεῖ. καὶ αὐτὰ δὲ τὰ γνωστὰ ἀλλήλοις τε γίνεται ἓν καὶ τῷ γνωστικῷ ἡ κατὰ ἀριθμὸν ἢ κατὰ ἀναλογίαν· ἀριθμῷ μὲν διὰ τὸ ἑνὶ καὶ τῷ αὐτῷ κατὰ ἀριθμὸν ὄντι τῷ γνωστικῷ ἀμφότερα ὁριστικῶς ἐνυπάρχει· ν, κατὰ ἀναλογίαν δὲ διὰ τὸ κατὰ διαφόρους μὲν λόγους, ὁμοίως δὲ τῷ μηδὲν θάτερον μᾶλλον ἢ ἧττον, ἀλλ’ ὡς τὸ θερμόν, οὕτω καὶ τὸ γλυκύ, κατὰ τὸν οἰκεῖον ἑκάτερον αὐτοῦ λόγον. τὸ δὲ πρὸς ἑκάτερα τῇ λέξει κεῖται, καὶ οὐχὶ πρὸς ἕκαστα, ἐπειδὴ δύο ἦν τὰ εἰλημμένα τό τε γλυκὺ καὶ τὸ θερμόν. p. 431 a 24 Τί γὰρ διαφέρει τὸ ἀπορεῖν, πῶς τὰ ὁμογενῆ κρίνει ἢ τἀναντία, οἷον λευκὸν καὶ μέλαν. Παραδείγματι χρησάμενος τῷ γλυκεῖ καὶ θερμῷ, ὁμογενέσι μὲν οὖσιν ὡς αἰσθητοῖς καὶ πορρωτέρω ἀλλήλοις κοινωνοῦσιν ἢ τὰ ἐναντία, διὰ τὸ ταῦτα μὲν μιᾷ καὶ τῇ αὐτῇ ὑποπίπτειν αἰσθήσει, ἐκεῖνα δὲ διαφόροις, ἐπισκήπτει ὡς οὐδὲν διαφέρει. καὶ γὰρ εἰ καὶ τὰ πορρωτέρω, οἷαπερ ἦν τὰ ὁμογενῆ, ἕν πὼς γίνεται ἀριθμῷ τε καὶ ἀναλογίᾳ, καὶ τὰ ἐναντία ὡς καὶ τῇ αὐτῇ αἰσθήσει κρινόμενα τὸ ἓν ἕξει ἀριθμῷ ἢ ἀναλογίᾳ καθάπερ ἐκεῖνα. οὐδὲν οὖν διοίσει ἡ ἀπορία ἐπί τε τῶν ὁμογενῶν καὶ ἐπὶ τῶν ἐναντίων γινομένη. ἐφ’ οἷς ὡς ἐπὶ τῶν ἐναντίων τέως ποιεῖται τὸν λόγον διὰ τῶν στοιχείων, λαβὼν ἐπὶ μὲν τοῦ λευκοῦ τὸ Α, ἐπὶ δὲ τοῦ μέλανος τὸ Β, ἄλλα δὲ ἄττα ἐναντία ὑποθέμενος, οἷον γλυκὺ φέρε καὶ πικρόν (οὐ γὰρ αὐτὸς σαφῶς ὁποῖά ἐστιν ἐναντία διώρισεν), οἷς στοιχεῖα τὸ Γ καὶ τὸ Δ ἐπιτίθησιν. ὡς οὖν τὸ Α ἕξει πρὸς τὸ Β, οὕτω τὸ Γ πρὸς τὸ Δ· ἡ γὰρ ἐναντιότης ἐν ἀμφοτέροις. εἰ οὖν τὰ AB ἓν πρὸς ἄλληλα γίνεται, ὅταν ἅμα γινώσκηται, καὶ τὰ ΓΔ ὁμοίως ἓν γενήσεται ἢ ἀριθμῷ ἢ ἀναλογίᾳ, ἀριθμῷ μὲν διὰ τὸ ἑνὶ καὶ τῷ αὐτῷ γνωρίζεσθαι, ἀναλογίᾳ δὲ διὰ τὸ κατὰ διαφόρους λόγους μηδὲν μᾶλλον θάτερον ἢ ἧττον. ἐν δὲ τῇ ἀναλογίᾳ καὶ τὸ ἐναλλὰξ χώραν ἔχει, καὶ ἔσται ὡς τὸ Α πρὸς τὸ Γ, οὕτω τὸ Β πρὸς τὸ Δ. τοῦτο δὲ παρείληπται, ἵνα μὴ μόνον ἐπὶ τῶν ἐναντίων, ἀλλ’ ἐπὶ τῶν ὁμογενῶν τὸ ἓν γινόμενον νοῶμεν, ὅταν, ὡς εἴρηται, ἓν τὸ γινῶσκον ἅμα ᾖ τὰ διάφορα. τότε γὰρ καὶ τὸ λευκὸν καὶ τὸ γλυκὺ ἓν γίνεται καὶ τὸ μέλαν καὶ τὸ πικρόν, ἅπερ οὐκ ἐναντία μέν, ὁμογενῆ δὲ ὅμως καὶ αὐτὰ κατά τι πορρώτερον γένος τοῦ χρώματος. ὁ τοίνυν ἐνδοὺς πρὸς τὸ ὁπωσοῦν ἀλλήλοις ἓν γίνεσθαι τὰ ΑΒ ἢ τὰ ΓΔ καὶ θάτερα δώσει, καὶ πρός γε τὰ ἐναλλάξ. πάντως δὲ καὶ τὸ πλῆθος εἴσεται μετὰ τῆς ἑνώσεως, ἐπειδὴ τῶν ἑνιζομένων οἱ λόγοι διάφοροι, ἐν οἷς αὐτοῖς τὸ εἶναι. ὁ δὲ αὐτὸς λόγος κὰν εἰ τὸ Α γλυκὺ εἴη, τὸ δὲ Β λευκόν· ὅπερ διὰ τοὐ ἐναλλὰξ ἐνεδείξατο, ὡς οὐκέτι τῶν ἐναντίων ἀλλὰ τῶν πορρωτέρω ὁμογενῶν παραλαμβανομένων. τοῦτο δὲ σαφέστερον πάλιν διὰ τῶν στοιχείων ποιεῖ καὶ τῶν παραδειγμάτων, τὸ γλυκὺ καὶ λευκὸν παραβάλλων ἀλλήλοις καὶ οὐκέτι <τὰ> ΑΒ τοῖς ἐναντίοις, ἀλλὰ τούτοις ἐπιτιθεὶς τῷ γλυκεῖ καὶ λευκῷ. p. 4311b2 Τὰ μὲν οὖν εἴδη τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ, καὶ ὡς ἐν ἐκείνοις ὥρισται αὐτῷ τὸ διωκτὸν καὶ φευκτόν, καὶ ἐκτὸς τῆς αἰσθήσεως, ὅταν ἐπὶ τῶν φαντασμάτων ᾖ, κινεῖται. Σαφῶς μετὰ τὸν περὶ τῆς αἰσθήσεως λόγον ἐπὶ τὸν πρακτικὸν νῦν μεταβαίνει νοῦν ὡς ἀπὸ εἰκόνος ἐπὶ παράδειγμα, ἀξιῶν αὐτὸν τὸ διωκτὸν καὶ φευκτὸν ποτὲ μὲν καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς παροῦσιν ὁρίζειν, ὅταν ὁρῶν τὸν φρυκτὸν κινούμενον, καὶ ὅτι πολέμιοι ὀχλοῦσι δι’ αὐτοῦ τοῦ αἰσθητοῦ γινώσκων, βουλεύηται, ὡς αὐτὸς ἔφη, ὅ τι δέοι πράττειν· ὡς ἐπὶ τὸ πλεῖστον δὲ συμβαίνει ἐν τοῖς φαντάσμασι τὰ ἀποτυπώματα τῶν αἰσθητῶν ὁρῶντα τὸν πρακτικὸν νοῦν λογίζεσθαί τε καὶ βουλεύεσθαι. καὶ γὰρ παρόντων ἐνίοτε τῶν αἰσθητῶν εἰς ἑαυτὴν στρεφομένη ἡ διανοητικὴ ψυχὴ τοὺς περὶ τῶν πρακτῶν ἐγείρει λογισμούς, καὶ ἐν τῇ εἰς ἑαυτὴν στροφῇ ἐξ ἀνάγκης οὐκ εἰς αὐτὰ τὰ αἰσθητά, ἀλλ’ εἰς τοὺς ἀπ’ ἐκείνων ἐγγινομένους τύπους ἀποβλέπει καὶ τούτοις χρῆται ὡς τοῦ συλλογισμοῦ γινομένοις μέρεσιν ἐν τῇ ἐλάττονι τῶν προτάσεων. διὸ καὶ ἐξ ἀνάγκης τῇ φαντασίᾳ χρῆται. καὶ δῆλον ἄρα κἀντεῦθεν, ὡς οὐ περὶ τοὐ θεωρητικοῦ νοῦ ἀπεφήνατο τὸ μηδέποτε ἄνευ φαντασίας νοεῖν αὐτόν, ἀλλὰ περὶ τοῦ πρακτικοῦ, ὡς καὶ ἐκ τῶν ἄλλων τῶν προειρημένων ἐπιστωσάμεθα καὶ ἐκ τῶν νῦν εἰρημένων ἐστὶν ἐναργές. ἔτι δὲ μᾶλλον ἀπόντων τῶν αἰσθητῶν ἐν τοῖς φαντάσμασιν εἴσεται τὰ περὶ ὧν αἱ πράξεις, μερικὰ ὄντα καὶ ἄτομα καὶ αἰσθητά πὼς |καὶ διὰ τοῦτο ἢ αἰσθήσει ἢ φαντασίᾳ συστοίχως γινωσκόμενα. ταῦτα δὴ καὶ ὁ φιλόσοφος παραδιδοὺς τὰ εἴδη λέγει τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖν, εἴδη καλῶν τὰς τῶν αἰσθητῶν μορφάς. ἤδη τε γὰρ πολλάκις εἶπε καὶ αὖθις ἐρεῖ, ὡς οὐχὶ αὐτὰ τὰ αἰσθητά, ἀλλὰ τὰ τούτων εἴδη ἐγγίνεται τῆ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ, τῇ μὲν ὡς αἰσθητὰ τῇ δὲ ὡς φαντάσματα. καλῶς οὖν καὶ νῦν τὰ εἴδη ἔφη, εἴτε τῶν αἰσθητῶν ἀκούσοις εἴτε ἁπλῶς τῶν πρακτῶν. καὶ γὰρ καὶ τὰ πρακτὰ αἰσθητά πὼς, ἐπειδὴ καὶ ὅταν τὸ ἐμαυτοῦ ἢ τὸ ἑτέρου τινὸς ἦθος κοσμεῖν ἐθέλω, καὶ αὐτὸ τὸ ἦθος διὰ τὸ ἐν μερικῷ εἶναι ἀνθρώπῳ αἰσθητὸν γίνεται, καὶ ἔτι μᾶλλον διὰ τὸ αὐτόθεν τῇ αἰσθήσει γνωρίζεσθαι, ὁποῖόν ποτε τυγχάνει ὄν, ἐκ τῆς εὐτάκτου ἢ ἀτάκτου κινήσεως τε καὶ ἐνεργείας. τὸ δὲ νοητικόν, δηλαδὴ τὸ πρακτικόν· τοῦτο γὰρ τὸ διῶκον ἢ φεῦγον. εἴρηται δὲ ὡς ἐν τοῖς φαντάσμασι τὰ εἴδη τῶν πρακτῶν ἀναλαμβάνον νοεῖ εἰς αὐτὰ ἀποβλέπον, οὐχ ὡς τῶν φανταστῶν ὄντων νοημάτων, ἀλλ’ ἑτέρων καὶ ἐν αὐτῷ τῷ νοοῦντι ἐνεργουμένων κατά τε τὴν πρὸς τὰ φαντάσματα θέαν ἐγειρομένων. σαφῶς γὰρ καὶ αὐτὸς ἐρεῖ, ὡς οὐδὲ ταῦτα τὰ νοήματα φαντάσματά ἐστιν, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων. ἀποβλέπει δὲ εἰς τὰ φαντάσματα, ὅταν τῶν αἰσθητῶν ἀποστῇ, ἢ μὴ παρόντων ἔτι ἢ καὶ παρόντων, διὰ τὴν εἰς ἑαυτὸν σύννευσιν. ὅτι γὰρ καὶ εἰς αὐτὰ τὰ αἰσθητά ποτε ὁρᾶ, δηλοῖ γράφων καὶ ὡς ἐν ἐκείνοις ὥριστο αὐτῷ τὸ διωκτὸν καὶ φευκτόν, ἐν ἐκείνοις λέγων τοῖς αἰσθητοῖς, καθάπερ αὐτὸς σαφῶς ἑρμηνεύει ἀντιδιαιρῶν αὐτοῖς τὰ ἐκτὸς τῆς αἰσθήσεως, ἅπερ ἐστὶ τὰ φανταστά. ὅταν γάρ, φησιν, ἐπὶ τῶν φαντασμάτων ᾖ, κινεῖται; τουτέστιν ἐγείρεται εἰς λογισμὸν καὶ βουλὴν τὴν περὶ αὐτόν. καὶ ἔτι ἐναργέστερον σαφηνίζει τὸ ποτὲ μὲν αὐτὸν εἰς τὰ αἰσθητὰ ἀποβλέπειν, ποτὲ δὲ εἰς τὰ φανταστὰ διὰ τῶν ἐφεξῆς. p. 431 b 5 Oἷον αἰσθανόμενος τὸν φρυκτὸν ὅτι πῦρ, τῇ κοινῇ γνωρίζει ὁρῶν κινούμενον, ὅτι πολέμιος. ὁτὲ δ’ ἐν τοῖς ἐν τῇ ψυχῇ φαντάσμασιν ἢ νοήμασιν ὥσπερ ὁρῶν λογίζεται καὶ βουλεύεται τὰ μέλλοντα πρὸς τὰ παρόντα. Ὅταν μὲν γὰρ αὐτόθεν ὁρᾷ τὸν φρυκτὸν καὶ τῇ κοινῇ αἰσθήσει χρῆται, δῆλος ὡς εἰς τὸ αἰσθητὸν ἀποβλέπει. οἶμαι δὲ ὅτι ἡ κοινὴ αἴσθησις νῦν αὐτῷ ἀντὶ τῆς τῶν κοινῶν αἰσθητῶν εἴληπται· ὧν ἔστι μὲν καὶ ἡ ὄψις καθ’ ἑαυτήν, μάλιστα δὲ φαίνεται ἡ κοινὴ ὡς κοινῶν ἀντιληπτική, καὶ ὅταν συνεργῇ ἰδίᾳ ἑκάστη. κοινὸν δὲ αἰσθητὸν ἡ κίνησις, ὥσπερ τὸ χρῶμα τοῦ πυρὸς καὶ τὸ φῶς ἴδιον ὄψεως αἰσθητόν. καὶ γνωρίζει ὁ νοῶν συντιθεὶς τὸ μὲν ἀπὸ τοῦ αἰσθητοῦ, τὸ δὲ ἀπὸ τοῦ περὶ ταῦτα λόγου ἀναφέρων εἰς τὸ τὸν φρυκτὸν παρουσίας πολεμίων εἶναι σύμβολον. ὁ μὲν γὰρ κινούμενος φρυκτὸς αἰσθητός· τὸ δὲ οὗ τοῦτο σύμβολον ἐκ τοῦ λόγου εἴληπται, τῇ συνήθει αὐτοῦ χρήσει προσέχοντος. καὶ οὕτως ἀναγνωστέον μεταθέντας ὀλίγον τὴν λέξιν, οἷον αἰσθανόμενος τὸν φρυκτὸν ὅτι πῦρ τῇ κοινῇ ὁρῶν κινούμενον, καὶ ἐνταῦθα ὑποστίξαντας ἐπαγαγεῖν τὸ γνωρίζει ὅτι πολέμιος, οὐκ ἐκ τοῦ αἰσθάνεσθαι μόνου γνωρίζων, ἀλλὰ καὶ ἐκ τοῦ λόγου. ποτὲ μὲν οὖν εἰς τὸ αἰσθητὸν ἀποβλέπει, ποτὲ δὲ εἰς τὰ ἐν τῇ ψυχῇ φαντάσματα ἢ νοήματά φησιν, ἢ αὐτὰ τὰ φαντάσματα νοήματα καλῶν, ἐπειδὴ καὶ τὴν φαντασίαν νόησιν εἶπεν, ὡς ἀνωτέρω ἐπεδείκνυμεν, ἢ διαιρετέον καὶ τὰ μὲν φαντάσματα ἐν τῇ φαντασίᾳ θετέον, τὰ δὲ νοήματα τὰς ἐν αὐτῷ τῷ νοοῦντι ἐνεργείας, ὁριζομένας καὶ αὐτὰς τοῖς νοητοῖς τῶν πρακτῶν εἴδεσιν. πᾶσα γὰρ λογικὴ γνῶσις κἄν τοῦ ἐκτὸς ᾖ, εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ τὴν ἑαυτῆς κρίνουσα σύνεσιν γίνεται· διὸ καὶ πίστις ἕπεσθαι πάσῃ δόξῃ εἴρηται. ὀρθῶς οὖν εἰς τὰ φαντάσματα ἢ τὰ νοήματα ἀποβλέπειν εἴρηται ὁ λογιζόμενος ἢ βουλευόμενος περὶ τῶν πρακτῶν, οὐ διῃρημένως ποτὲ μὲν εἰς ἐκεῖνα ποτὲ δὲ εἰς ταῦτα, ἀλλ’ ὁμοῦ μὲν εἰς ἄμφω, προσέχων δὲ μᾶλλον τοῖσδε ἢ τοῖσδε. λογίζεται δὲ καὶ βουλεύεται τὰ μέλλοντα εἰς τὰ παρόντα, τὰ μὲν παρόντα ἐκ τῆς αἰσθήσεως λαβών, τὰ δὲ μέλλοντα ἐκ τῆς περὶ τῶν μελλόντων γνώσεως, λογικῆς δηλαδὴ οὔσης. ὡς καὶ διὰ τοῦτο οὐκ ἐκ παραλλήλου τὰ αὐτὰ ἀκούειν χρὴ φαντάσματά τε καὶ νοήματα, ἀλλὰ τὰ μὲν τοῖς τύποις, τὰ δὲ ταῖς τοῦ τοιούτου νοῦ ἐνεργείαις ἀποδιδόναι. Καὶ ὅταν εἴπῃ ὡς ἐκεῖ τὸ ἡδὺ ἢ λυπηρόν, ἐνταῦθα φεύγει ἢ διώκει, καὶ ὅλως ἐν πράξει. Οὐ γὰρ ὁ προηγουμένως πρακτικὸς τὸ ἡδὺ ἢ τὸ λυπηρὸν τέλος τίθεται, ὥσπερ ἡ αἴσθησις καὶ ἡ ἄλογος ζωή, ἀλλὰ τὸ ἀγαθὸν ὡς διωκτὸν τὸ δὲ κακὸν ὡς φευκτόν. διὸ ἐθελήσας ἀπὸ τῶν καὶ τῇ αἰσθήσει γνωριμωτάτων ὁρίσαι τὰ τῷ πρακτικῷ ὀρεκτὰ καὶ φευκτά, ἀπὸ τοῦ ἡδέος καὶ λυπηροῦ, ὡς ἐκεῖ ἔφη, ἐν τῇ αἰσθήσει λέγων. ὅταν οὖν οὕτως κρίνῃ τὸ πρᾶγμα, οὐχ ὡς γνωστὸν μόνον, ἀλλ’ ὡς τοιοῦτον, οἷον ἦν τὸ ἐν τοῖς αἰσθητοῖς ἡδὺ ἢ λυπηρόν (τοιοῦτον δὲ ἐν αὐτῷ τὸ ἀγαθὸν ἢ κακόν), ἐνταῦθα, τουτέστιν ἐπὶ τῇ τοιαύτῃ κρίσει, ἢ φεύγει τὸ κακὸν ἡ διώκει τὸ ἀγαθόν, καὶ καθόλου πράττει τι. τοῦτο γὰρ δηλοῖ τὸ ὅλως ἐν πράξει. πράττει δὲ ἢ τοῦ ἀγαθοῦ ἐπιδιώκων μετάληψιν ἢ τὸ κακὸν ἀποδιοπομπούμενος. p. 431 b 10 Καὶ τὸ ἄνευ δὲ πράξεως, καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τῷ αὐτῷ γένει ἐστὶ τῷ ἀγαθῷ καὶ κακῷ, |ἀλλὰ τῷ γε ἁπλῶς διαφέρει καὶ τινί. Ὅτι μὲν ὡς διωκτὸν καὶ φευκτὸν τὸ πρακτὸν οὐ μόνον ἐν τῷ νοήματι, ἀλλὰ καὶ ἐν τῷ φαντάσματι ἢ καὶ ἐν τῷ αἰσθητῷ θεωρεῖται, διὰ τὸ ἐν τοῖς πρακτικοῖς λογισμοῖς τοῖς περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τὴν ἐλάττονα λεγομένην πρότασιν μερικὴν πάντως εἶναι, ἐπιδέδεικται. ἀξιοῖ δὲ νῦν ὁ Ἀριστοτέλης, καὶ ὅτε ὁ πρακτικὸς νοῦς καθολικῶς ἐν ἑαυτῷ τὴν περὶ τῶν πρακτῶν κινεῖ θεωρίαν, κἄν μὴ ὡς διωκτὸν ἢ φευκτὸν ἀλλ’ ὡς γνωστὸν καὶ καθόλου ἐπισκοπῇ, ὁποίαν φέρε δεῖ εἶναι τὴν εὖ πολιτευομένην πόλιν καὶ ποίοις χρῆσθαι νόμοις, ἢ ὅλως ἐν τίσιν αἱ πράξεις, καὶ περὶ τίνα τῶν ὄντων, ὅτι οὐ περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλὰ περὶ τὰ μεταβαλλόμενα καὶ ἐνδεχόμενα, καὶ τότε ἄνευ πράξεως, τουτέστι τοῦ πράττειν τι σκοπῶν τὰ πρακτὰ καὶ ὁποῖον τὸ ἐν αὐτοῖς ἀληθές τε καὶ ψεῦδος, ὡς πρακτικὸς καὶ τότε ἐνεργεῖ, οὐχ ὡς τότε πράττων τι, ἀλλ’ ὡς ὅτε δέοι πράττειν, τῇ φανείσῃ αὐτῷ καθόλου χρησόμενος ἀληθείᾳ. ἐν οὖν τῷ αὐτῷ γένει, ἔφη, ἐστὶ τῷ ἀγαθῷ καὶ κακῷ. ταῦτα δὲ ἐν τῷ πρακτικῷ· ὥστε καὶ τὸ ἀληθὲς τοῦτο καὶ ψεῦδος ἐν τῷ πρακτικῷ, οὐκ ἄνευ φαντασίας οὐδὲ τότε ἐνεργοῦν, ἐπειδὴ καὶ καθολικὰ αὐτῷ θεωρήματα τοιαῦτα, ὁποῖα τὰ ἐν τοῖς μερικοῖς κοινά, ὅταν φέρε πᾶσα πόλις εὐνομουμένη λέγῃ ἡ πᾶς ἀνὴρ κόσμιος ἤ τι τοιοῦτον. οὐ γὰρ τὰ νοητὰ ὡς νοητά τις θεωρῶν τὰ ἐν τοῖς αἰσθητοῖς καθόλου λήψεται οὐδὲ τοῖς ἀνάλογον τῷ ἀγαθῷ τε καὶ κακῷ ἀληθεῖ τε καὶ ψευδεῖ χρήσεται, ἀλλὰ καὶ ἀληθεύσει ἀναντιθέτως πρὸς τὸ ψεῦδος καὶ τὸ ἀγαθὸν εἴσεται τὸ πρὸς τὸ κακὸν ἀναντίθετον. ὁ γὰρ πρακτικὸς ὁ περὶ τὰ ἀντικείμενα, διὰ τὸ καὶ περὶ τὰ ἐνδεχόμενα εἶναι καὶ μεταβαλλόμενα. ἐπεὶ οὖν, κἄν καθόλου περὶ τῶν πρακτῶν ποιῆται τὸν λόγον, οὐ παντελῶς ἀφίσταται τῶν μερικῶν (ἐν τούτοις γὰρ τὰ καθόλου), οὐδὲ τῆς φαντασίας παντελῶς ἀποστήσεται· τῶν γὰρ μερικῶν ἐκείνη ἐπιβλητική, οἷς τὰ καθόλου σύνεστιν. ἄνευ οὖν πράξεως ἀληθὲς καὶ ψεῦδος εἴρηται, ὅτε μὴ πράττων καθολικώτερον, ὡς εἶπον, περὶ τῶν πρακτῶν διαλογίζεται, κατὰ τὴν πρακτικὴν δηλαδὴ ἐπιστήμην. διαφέρει δὲ μόνον ἡ καθόλου περὶ τῶν πρακτῶν νόησις τῆς ἐν αὐτῷ τῷ πράττειν, ὅτε καὶ τὰ μερικὰ συλλαμβάνειν ἀνάγκη, τῷ ἀπλῶς καὶ τινί. ἡ μὲν γάρ ἐστιν ἁπλῶς ὡς ἐκ δύο οὖσα καθόλου· ἡ δὲ τὶς ὡς ἐκ μερικῆς καὶ καθόλου μερικὸν συνάγουσα τὸ συμπέρασμα. μέχρι τούτων συμπληρώσας τὸν περὶ τοῦ πρακτικοῦ λόγον, ἀναδραμεῖν δὲ πάλιν ἐπὶ τὸν ἀκρότατον θεωρητικὸν βουλόμενος, διὰ τῶν μέσων ποιεῖται τὴν ἀνάβασιν. προσεχέστατα δὲ τοῦ πρακτικοῦ ἐπαναβέβηκεν ὁ τῶν μαθηματικῶν πραγμάτων θεωρητικός, ἃ καὶ αὐτὰ ἔνυλα μέν, οὐκ ἐν τῇ γενητῇ δὲ ὕλῃ καὶ ἄλλοτε ἄλλως ἐχούσῃ, ἀλλ’ ὅμως ἔνυλα ὡς ἐν διαστάσει πάντως καὶ μερισμῷ τινι ὑφεστῶτα καὶ διὰ τοῦτο καὶ αὐτὰ φανταστὰ ὄντα, τοῦ θεωροῦντος αὐτὰ νοῦ ὅρον αὐτοῖς καὶ τάξιν ἐπιτιθέντος καὶ τό τε ἐνδέον προστιθέντος καὶ τὸ περιττὸν ἀφαιροῦντος καὶ σκοποῦντος αὐτὰ ὡς φανταστά, τοῦ πρακτικοῦ καὶ τὰ φανταστὰ κατὰ τὴν πρὸς τὰ αἰσθητὰ ἀναφορὰν γινώσκοντος, καὶ ταύτῃ τοῦ μαθηματικοῦ τὸν πρακτικὸν ὑπερβάλλοντος. p. 431b12 Τὰ δὲ ἐν ἀφαιρέσει λεγόμενα νοεῖ ὥσπερ ἄν εἰ τὸ σιμόν, ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως, ᾗ δὲ καμπύλον, εἴ τις ἐνόει ἐνεργείᾳ, ἄνευ τῆς σαρκὸς ἄν ἐνόει ἐν ᾗ τὸ κοῖλον. οὕτω τὰ μαθηματικὰ οὐ κεχωρισμένα ὡς κεχωρισμένα νοεῖ, ὅταν νοῇ ἐκεῖνα. Μικρόν, εἰ δοκεῖ, ἐπιστήσαντες, τίνα τέ ἐστι τὰ ἐν ἀφαιρέσει καὶ διὰ τί οὕτω καλεῖται καὶ τίς ἡ σύστοιχος αὐτοῖς γνωστικὴ δύναμις, θεωρήσωμεν ἐκεῖνο προλαμβάνοντες, ὅτι τῶν γνωστῶν ἀντιλαμβάνεται μὲν καὶ ἡ σύστοιχος αὐτοῖς δύναμις, μειζόνως δὲ καὶ κρειττόνως ἡ μὴ σύστοιχος κτὰ τὸ ὑπερέχον, δυναμένη αὐτὴ καὶ μετὰ τῆς συστοίχου ἐνίοτε ἐνεργοῦσα καὶ καθ’ ἑαυτὴν μόνη ὡς ἐξ αἰτίας αἱρεῖν τὰ δεύτερα. οὕτω γοῦν καὶ ὁ ἡμέτερος ἐπιστημονικὸς τῶν φυσικῶν λόγος γινώσκει καὶ τὰ αἰσθητὰ πάθη, ποτὲ μὲν σὺν τῇ αἰσθήσει ἐνεργῶν καὶ συμπλεκόμενος αὐτῇ καὶ οὕτω προσβάλλων τοῖς αἰσθητοῖς, ποτὲ δὲ ἄνευ αἰσθήσεως τὰς οὐσίας τῶν τε εἰδῶν τῶν φυσικῶν καὶ τῶν κατὰ ταῦτα ὁριζομένων συνθέτων γινώσκων, ἐκ τῶν οὐσιῶν ὡς ἀπὸ αἰτιῶν καὶ τὰ περὶ τὰς οὐσίας πάθη καὶ συμβεβηκότα, ὁποῖα ἄττα ἐστί, κρίνει. ᾗ καὶ διαφέρειν ὁ φυσικὸς τοῦ μαθηματικοῦ ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως ἐλέγετο. ὁ μὲν γὰρ μαθηματικός, ἅτε καθ’ αὑτὰ τὰ συμβεβηκότα οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις καὶ ἀριθμοὺς καὶ λόγους ἐναρμονίους ἐπισκοπούμενος, δεῖται πρὸς τὴν γνῶσιν αὐτῆς τῆς αἰσθήσεως· ὁ δὲ φυσικὸς ὡς ἐξ αἰτίων τῶν τε εἰδῶν καὶ αὐτῶν τῶν συνθέτων οὐσιῶν ὡς οὐσιῶν καὶ τὰ σχήματα καὶ τὰ λοιπὰ τὰ οἰκείως ἐπισυμβαίνοντα τῖς οὐσίαις θεωρεῖ. διὸ φιλοσοφία τις καὶ ἡ φυσικὴ πραγματεία ὡς περὶ οὐσίαν στρεφομένη καὶ ὡς ἐξ αἰτίων τὰ αἰτιατὰ γινώσκουσα· οὐχὶ δὲ ἡ μαθηματική, ἀλλ’, ὥς φησι Πλάτων’, γεφύρᾳ ἔοικεν· ἀρχὴ γὰρ αὐτῇ, ὠς ὁ αὐτὸς ἀποφαίνεται φιλόσοφος, ἃ μὴ οἶδε, μέσα δὲ καὶ τελευτὴ ἐξ ὧν μὴ οἶδε, διότι ἀπολείπεται τῶν αἰτίων τῷ μὴ τὰς οὐσίας ἐπισκοπεῖσθαι· τὸ γὰρ κυρίως αἴτιον πάντως οὐσία ἢ καὶ ταύτης κρεῖττον. |λέγω δὲ νῦν μαθηματικὴν οὐ τὴν κατὰ τοὺς Πυθαγορείους, τὴν καὶ τοὺς ζωτικοὺς λόγους τοὺς τῶν διαστάσεων καὶ σχημάτων προβλητικούς, εἴτε ἐν τοῖς φυσικοῖς σώμασιν εἴτε ἐν φαντασίαις ἐγγίνονται, ἐπισκοποῦσαν (φιλοσοφία γὰρ ἐκείνη), ἀλλὰ τὴν ὅλην περὶ αὐτὰ τὰ προβαλλόμενα οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις στρεφομένην, ἅπερ ἐξ ἀφαιρέσεως εἴωθεν ὁ Ἀριστοτέλης καλεῖν, θεωρούμενα μὲν καὶ ἐν τοῖς φύσει συνεστῶσι σώμασι, προτεινόμενα δὲ καὶ ἐν αὐτῇ τῇ φαντασίᾳ, ἐξ ἀφαιρέσεως δὲ λεγόμενα ὡς ἄνευ τῶν οὐσιῶν αὐτὰ καθ’ αὑτὰ θεωρούμενα, καίτοι γε οὐχὶ καὶ οὕτως ὑφιστάμενα· οὐ γὰρ οἷόν τε ἄνευ οὐσιῶν τὰ συμβεβηκότα καθ’ αὑτὰ ὑφίστασθαι. συμβεβηκότα δὲ τὰ τοιαῦτα πάντα, περὶ ἃ τοῖς μαθηματικοῖς ἡ πραγματεία. πᾶς κύκλος, λέγουσιν, ἴσας ἔχει τὰς ἀπὸ τοῦ κέντρου πάσας, καὶ πᾶσαι αἱ περὶ κέντρον καθ’ ἕνα τὸν αὐτὸν ἑστῶτα πόλον κινήσεις συναποκαθίστανται αἵ τε μείζους καὶ ἐλάττους, καὶ πᾶς ἀρτιάκις ἄρτιος ἀριθμὸς μέχρι μονάδος δίχα διαιρεῖται, καὶ πᾶς ὁ διπλάσιος λόγος ἐξ ἡμιολίου καὶ ἐπιτρίτου σύγκειται. συμβεβηκότα δὲ πάντα τά τε σχήματα καὶ αἱ κινήσεις καὶ οἱ μοναδικοὶ ἀριθμοὶ καὶ οἱ σχετικοὶ λόγοι, ἐξ ἀφαιρέσεως λεγόμενα, ὅτι οὐχ ὡς ἔστι, μετὰ τῶν οὐσιῶν, ἀλλ’ ὡς ἀποχωριζόμενα τῶν οὐσιῶν καθ’ ἑαυτὰ γινώσκεται. ἐπεὶ καὶ ὅταν ἐν φαντασίᾳ προτείνηται, τοῖς ζωτικοῖς τοῖς καὶ προάγουσιν αὐτὰ λόγοις συνυφίσταται ὡς αὐτῶν ἐξῃρημένα καὶ περὶ αὐτοὺς ἔχοντα τὸ εἶναι ὡς πέρατα, καθάπερ καὶ τὰ τοῖς φύσει συνεστῶσι συμβεβηκότα τῶν οὐσιῶν εἰσιν ἀποπερατώσεις, καὶ οὐχ ὡς τῶν Περιπατητικῶν ἔνιοι φαίνονται τὰ φανταστὰ ὡς ἀνούσια πάντῃ ἐξ ἀφαιρέσεως καλοῦντες, διὰ τὸ κεχωρίσθαι τῶν ἐν τοῖς αἰσθητοῖς οὐσιῶν. ὅτι γὰρ καὶ τὰ φανταστὰ περὶ τοὺς ζωτικοὺς λόγους, οὐσίας ὄντας, δηλοῖ τὸ ἀκριβὲς αὐτῶν, ὑπὲρ τὰ αἰσθητὰ ὄν, καὶ ἡ τοῦ ἐλλείποντος αὐτοῖς προσθήκη καὶ ἡ τοῦ περιττοῦ ἀφαίρεσις, οὐκ ἄν ἔξωθεν ἐγγινόμενα καὶ ἀπὸ τῶν χειρόνων τὸ κρεῖττον ἔχοντα, ἀλλὰ δῆλον ὡς προσεχῶς ὑπ’ αὐτῶν προβαλλόμενα τῶν ζωτικῶν λόγων, ὡς καὶ αὐτὴ ἡ κριτικὴ αὐτῶν δηλοῖ ἐνέργεια, οὐδέποτε πάθος οὖσα ἡ κρίσις, ἀλλὰ καθαρὰ ἐνέργεια, καὶ ἔνδοθεν ἀλλ’ οὐκ ἔξωθεν. εἴρηται οὖν, τίνα τέ ἐστι τὰ ἐν ἀφαιρέσει, ὅτι τὰ μαθηματικά, οὐχὶ τὰ αἴτια οὐδὲ τὰ ὡς οὐσίαι, ἀλλὰ τὰ προτεινόμενα καὶ συμβεβηκότα. καὶ ἡ αἰτία τοῦ ὀνόματος, διότι οὐχ, ὡς ἔστι, σὺν τῇ οὐσίᾳ, ἀλλὰ ἄνευ αὐτῆς θεωρεῖται ὑπὸ τῶν συνήθως τοῖς πολλοῖς καλουμένων μαθηματικῶν. τούτοις δὲ αἰσθητοῖς τε καὶ φανταστοῖς οὖσι συμβεβηκόσιν αἴσθησίς τε καὶ φαντασία ὁμοταγεῖς εἰσι γνώσεις. τῶν γὰρ συμβεβηκότων αὗται ἀλλ’ οὐχὶ τῶν οὐσιῶν κριτικαί· οὐσίας γὰρ λόγος καὶ νοῦς ἀντιληπτικοί. ἀτυχὴς δέ φησι Πλάτων’ οὐσίας ἡ αἴσθησις, καὶ ἄλλως δὲ ἐναργές, ὅτι περὶ ποιότητας καὶ ποσότητας καὶ πάθη πᾶσαί εἰσιν αἱ αἰσθήσεις. ὥστε καὶ οἱ ἀπὸ τῶν αἰσθητῶν τῇ φαντασίᾳ ἐγγινόμενοι τύποι οὐκ οὐσίαι. τὰ δὴ τοιαῦτα οὐ μόνον, ὡς εἴρηται, ταῖς συστοίχοις θεωροῦνται γνώσεσιν, ἀλλὰ καὶ τῷ ἡμετέρῳ νῷ, ποτὲ μὲν συμπλεκομένῳ τῇ αἰσθήσει τε καὶ φαντασίᾳ καὶ περὶ αὐτὰ μόνα ἐνεργοῦντι ἄνευ τῆς τῶν οὐσιῶν αὐτῶν γνώσεως (ὃν δὴ καὶ μαθηματικὸν ἄν τις εἴποι νοῦν κατὰ τὸν τοῖς πολλοῖς συνήθως ὀνομαζόμενον μαθηματικόν)· ποτὲ δὲ οὐκ εἰς αὐτὰ ἀποβλέποντα, ἀλλ’ εἰς τὰς αἰτίας αὐτῶν οὐσίας, τάς τε εἰδητικὰς καὶ τὰς συνθέτους, καὶ ἀπὸ τούτων ὡς ἐξ αἰτίων τὰ συμβεβηκότα αἱροῦντα αἰτιατὰ ὄντα, κρείττονα τοῦτον νοῦν οὐσιῶν ἀντιληπτικόν. περὶ οὗ ἤδη ὁ Ἀριστοτέλης προείρηκε τὰς νοήσεις ἡμῖν παραδιδούς, τοῦ προιόντος μὲν τελεωθέντος δὲ ἤδη νοῦ διττὰς τιθέμενος, τὰς μὲν κατὰ τὴν ἄκλαστον εὐθεῖαν, τὰς τῶν εἰδῶν γνωριστικάς, τὰς δὲ κατὰ τὴν κεκαμμένην γραμμὴν τὰς τῶν συνθέτων· ἀλλ’ οὐ περὶ τούτου νῦν ὁ λόγος αὐτῷ, περὶ δὲ τοῦ συμπλεκομένου αἰσθήσει τε καὶ φαντασία. διὸ οὐκ ἄνευ φαντασίας οὐδὲ οὗτος νοεῖ, ὅταν οὕτω νοῇ, ὥσπερ οὐδὲ ὁ πρακτικός. ὅταν γὰρ ἐκ τῶν οὐσιῶν καὶ τὰ συμβεβηκότα ὡς ἐξ αἰτίων αἱρῇ, κατὰ τελειοτέραν δηλαδὴ θεωρεῖ νόησιν, καὶ οὐκέτι τὰ ἐν ἀφαιρέσει, ὡς ὅταν γε τὰ ἐν ἀφαιρέσει νοῇ, οὐχ ὡς ἔστι ταῦτα, ἀλλὰ χωρίζων ἀπὸ τῆς οὐσίας νοεῖ, ὥσπερ ὅταν σιμὸν ὁρῶν οὐ κατὰ τὸ συναμφότερον τήν τε κοιλότητα καὶ τὴν ὑποκειμένην σάρκα, ἀλλὰ κατὰ μόνην ἐπινοῶν τὴν κοιλότητα. ὁ μὲν οὖν τὸ σιμὸν ᾗ σιμὸν νοῶν οὐ κεχωρισμένην τὴν κοιλότητα νοεῖ· ὁ δὲ καθ’ αὑτὴν τὴν κοιλότητα νοῶν ὡς κεχωρισμένην ἐπινοεῖ. εἰπὼν δὲ ὁ Ἀριστοτέλης τὸ σιμὸν ᾗ σιμὸν οὐ κεχωρισμένως, δέον ἐπαγαγεῖν ᾗ δὲ κοῖλον, ἐπειδὴ κοιλότης ἐν ῥινὶ ἡ σιμότης, ἀντὶ τοῦ κοίλου τὸ καμπύλον ἐναντίον ὂν ἐπήνεγκε, διότι ὁ τὸ καμπύλον ἐπινοῶν ἐν τῇ τοῦ σιμοῦ θέᾳ δῆλον ὡς καθ’ αὑτὸ ἐπινοεῖ· οὐ γὰρ οἷόν τε ἐν τῷ αὐτῷ καὶ τὸ κοῖλον εἶναι καὶ τὸ καμπύλον· ἐξ ὑποθέσεως δὲ ἔφη τὸ εἴ τις ἐνόει ἐνεργείᾳ, ἐπειδὴ δύναταί τις καὶ τὸ καμπύλον μετὰ ἄλλης νοεῖν σαρκός, ὡς ἐπὶ τῶν γρυπῶν, καὶ αὐτὸ δὲ καθ’ αὐτό. εἴ τις οὖν ἐνόει τὸ καμπύλον καθ’ ἑαυτὸ καὶ οὐ δυνάμει ἀλλ’ ἐνεργείᾳ, τὸ μὴ κεχωρισμένον μηδὲ πεφυκὸς κεχωρισμένως ὑφίστασθαι ὡς κεχωρισμένον ἄν ἐνόει. τὸ δὲ ἐν ᾗ τὸ κοῖλον ἀναδραμὼν εἰς τὸ σιμὸν εἴρηκεν, οὐκ ἐμμείνας τῇ ἐπὶ τὸ καμπύλον μεταβάσει. |ὁμοίως οὖν καὶ τὰ μαθηματικά εἴρηται δὲ ὁποῖα καλεῖ μαθηματικά) οὐ πεφυκότα χωρὶς τῶν οὐσιῶν ὑφεστάναι τῶν ἑδραζουσῶν αὐτὰ καὶ ἀνεχουσῶν ὡς κεχωρισμένα ὁ μαθηματικὸς ἐπισκοπεῖ. διπλὴ δὲ ἡ γραφὴ φέρεται, ἢ οὕτως ού κεχωρισμενα ὡς κεχωρισμένα, ἢ οὐ κεχωρισμένως ὡς κεχωρισμένως· δηλοῖ δὲ κατὰ ταύτην τὴν γραφὴν τὸ νοοῦν, κατὰ φύσιν μᾶλλον ἔχον τῶν οὐσιῶν προηγουμένως ἀντιλαμβάνεσθαι καὶ οὐ κεχωρισμένως μόνων τῶν συμβεβηκότων, ἐν τῇ τοιαύτῃ θεωρίᾳ κεχωρισμένως ἐνεργεῖν, οἷον ἐξιστάμενον ἑαυτοῦ ἐπὶ δευτέρας ἀπὸ τῶν μάλιστα προσηκουσῶν αὐτῷ κατὰ φύσιν ἐνεργειῶν. προείρηται δὲ καὶ ὑπ’ αὐτοῦ ἤδη, ὅτι ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν. ὅταν οὖν τὰ ἀχώριστα τῶν οὐσιῶν, τουτέστι τὰ συμβεβηκότα ὡς χωριστὰ ἐπινοῇ ὁ νοῦς, κατὰ τὰς ἀχωρίστους 78r ἑαυτοῦ καὶ συμπλεκομένας τοῖς ἐσχάτοις ἐνεργείας ἐνεργεῖ, τὰς ἀφισταμένας τῶν τῆς οὐσίας γνωστικῶν. p. 431 b 16 Ὅλως δὲ ὁ νοῦς ἐστιν ὁ κατ’ ἐνέργειαν τὰ πράγματα νοῶν. Βούλεται μὲν καὶ νῦν, ὅπερ πολλάκις προεῖπέ τε καὶ αὖθις ἐρεῖ, ὑπομνῆσαι, ὅτι πᾶς νοῦς ὅταν ἐνεργῇ, ὁ αὐτός ἐστι τοῖς νοουμένοις καὶ ἔστιν ἅπερ τὰ νοούμενα. χρὴ δὲ διὰ τὸ σαφῆ ποιῆσαι τὴν λέξιν ἐπὶ σμικρὸν μεταθεῖναι καὶ ὧδε ἀναγνῶναι· ὅλως δὲ ὁ νοῦς ἐστι τὰ πράγματα ὁ κατ’ ἐνέργειν νοῶν. p. 431b17 Ἆρα δὲ ἐνδέχεται τῶν κεχωρισμένων τι νοεῖν αὐτὸν ὄντα μὴ κεχωρισμένον μεγέθους, ἢ οὔ, σκεπτέον ὕστερον. ἐσχάτας τοῦ νοῦ θεασάμενος ἐνεργείας, κατὰ τὴν πρὸς αἴσθησιν καὶ φαντασίαν συμπλοκὴν μόνων τῶν συμβεβηκότων καὶ τούτων ὡς καθ’ ἑαυτὰ ὄντων ἀντιληπτικάς, οἷον εὐλαβηθείς, μὴ ἀχώριστον καὶ αὐτὴν τὴν τοῦ νοοῦντος οὐσίαν σωμάτων ἐκ τῶν τοιούτων ἐνεργειῶν οἰηθῶμεν, ἐφιστάνει ἡμᾶς καὶ παρακαλεῖ ἐπισκέπτεσθαι, μὴ ἀδύνατον ᾖ ἀχώριστον ὄντα γνωστικὸν εἶναι τῶν χωριστῶν εἰδῶν. προείρηται γὰρ ὡς καὶ αὐτὸς ὁ ἔξω προϊὼν καὶ καθ’ ἕξιν προβαλλομένην τελειωθεὶς ὑπὸ τοῦ οὐσιώδους νοῦ ἑαυτόν τε δύναται καὶ τὰ χωριστὰ γινώσκειν εἴδη. οὐκ ἀν’, εἴ γε ἀχώριστος ἦν, τοῖς χωριστοῖς συνηρμόζετο οὐδ’ ἄν ἐγίνετο αὐτὰ τὰ χωριστά, ὅτε ἐνήργει. ὡς γὰρ ὁ τὴν ὑγείαν νοῶν κατὰ τὸ τῆς ὑγείας ἵσταται εἶδος, οὕτω καὶ ὁ τὸ χωριστὸν κατὰ τὸ χωριστὸν ἐστήξεται. οὐχ οἷόν τε δὲ τὸ ἀχώριστον ὅπερ χωριστὸν γίνεσθαι. ὁ δὲ φιλόσοφος ὑπερέθετο τὴν ζήτησιν, τάχα μὲν ὡς καὶ ὕστερον τοῦτο ἐνδειξόμενος, εἰ καὶ μὴ ἐναργῶς, τάχα δὲ ὡς καὶ τοῖς ἀναγινώσκουσιν τὴν ζήτησιν προτείνων, ὀφείλουσιν ἐκ τῶν πολλάκις ἤδη αὐτῷ παραδεδομένων διαρθροῦν τὸ προκείμενον. καὶ γὰρ ὅτι εἴ τι συνέχει σῶμα ὁ νοῦς καὶ πλάσαι χαλεπὸν προείρηται, καὶ ὅτι ἡ μὲν αἴσθησις ὀργάνῳ τῷ σώματι χρῆται ἀεί, οὐχὶ δὲ καὶ ὁ νοῦς, καὶ ὅτι ἑαυτὸν γινώσκειν δύναται· ἡ δὲ εἰς ἑαυτὸ ἐπιστροφὴ ὅλῳ δι’ ὅλου παντὶ σώματι ἀδύνατος. ἀλλ’ ὅ γε Ἀλέξανδρος καὶ τὸν ἀχώριστόν φησιν ἐνδέχεσθαι τῶν χωριστῶν εἶναι γνωστικόν, ἐπειδὴ καὶ ἀπὸ τῶν ἀχωρίστων ἡ εἰς τὰ χωριστὰ αὐτῷ ἀναφορά. ἀλλ’ οὐκ ἦν ἡ ἀναφορὰ ἡ αὐτὴ τῇ νοήσει. ἡ μὲν γὰρ οἷον πληγή τίς ἐστι καὶ ἔγερσις, ἡ δὲ τέλος ἡ νόησις. ἄρχ’ ἔται μὲν οὖν ἐντεῦθεν καὶ ἐκ τῶν ἀχωρίστων ἡ ψυχὴ διὰ τὴν εἰς τὸ ἔξω παντελῆ ῥοπήν, οὐκέτι δυναμένη εἰς ἑαυτὴν ἢ εἰς τὰ κρείττω ἐνεργεῖν διὰ τὴν εἰς τὸ ἔξω πολλὴν ῥοπήν· ὡς δὲ εἰκόσιν ἐκείνοις προσβάλλουσα ὡς ἀπὸ εἰκόνων ἐπὶ τὰ πρωτότυπα ἑαυτὴν ἀνάγει. οὐ γὰρ ὡς τὸ ἀχώριστον ἀδυνατεῖ χωριστὰς ἔχειν ἐνεργείας, οὕτω καὶ τὸ χωριστὸν οὐδὲν ἀχωρίστως προβάλλεται, ἀλλ’ προεῖπε cap. 4. 5 ἐρεῖ cap. 8 10. 11 νοεῖν ὄντα αὐτὸν a et Aristoteles 17 προείρηται p. 429b5 sqq. 19 ἀχώριστος correxi: χωριστὸς Aa 27 προείρηται Α 5, Γ 4 εἴρηται a ὅταν δευτέραις καὶ ἀχωρίστοις συμπλέκηται ζωαῖς, τότε καὶ ἀχωρίστους προβάλλεται ἐνεργείας, ὥσπερ ἡ καθόλου πρότασις μετὰ τῆς μερικῆς μερικὸν ἀποτελεῖ συμπέρασμα, τῇ δὲ μερικῇ οὐδέποτε καθ’ αὑτὴν οὔτε μετὰ τῆς καθόλου συμπεραίνοιτο ἄν τι καθόλου. p. 431b20 Νῦν δὲ περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώσαντες, εἴπωμεν πάλιν. Τοῦ συγκεφαλαιώσαντες οὐ πρὸς τὸ εἴπωμεν ἀκουστέον, ἵνα λέγῃ ὅτι κεφαλαιωδῶς καὶ συνῃρημένως εἴπωμεν. οὐ γὰρ ἐπάγει τὰ λεχθέντα περὶ ψυχῆς οὐδὲ συγκεφαλαιοῦται, οἷον ὅσα περὶ τῆς φυτικῆς εἴρηται ζωῆς ἢ περὶ αἰσθήσεως ἢ περὶ φαντασίας, οὐδὲ περὶ τοῦ πρακτικοῦ νοῦ. ἀλλὰ τὰ λεχθέντα πάντα συγκεφαλαιώσαντές φησι, τουτέστι συμπληρώσαντες, καὶ ἐνταῦθα χρὴ ὑποστίξαντας ἐπάγειν τὸ εἴπωμεν πάλιν, ἅπερ καὶ λέγει. p. 431b21 Ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι πάντα. ἢ γὰρ αἰσθητὰ τὰ ὄντα ἢ νοητά. Ἐκείνων ἡμᾶς ἀναμιμνήσκων διὰ τούτων τῶν εἰρημένων ἤδη διὸ καὶ εἴπωμεν πάλιν ἔφη), ὡς ἡ μὲν |κατὰ δύναμιν γνῶσις δυνάμει ἐστὶ τὰ γνωστὰ τρόπον τινά, ἡ δὲ ἐνεργοῦσα κατ’ ἐνέργειαν. τρόπον δέ τινα τοῦτο γὰρ αὐτῷ δηλοῖ τὸ πῶς), ἐπειδή, ὡς ἐρεῖ, οὐ τὰ αἰσθητά ἐστιν ἡ αἴσθησις, ἀλλὰ τὰ τῶν αἰσθητῶν εἴδη. ἐν μὲν οὖν τῇ αἰσθήσει ἐνεργούσῃ τὰ τῶν αἰσθητῶν εἴδη ἐγγίνεται οὐκ ἔξωθεν, ἀλλ’ ἔνδοθεν ἐκ τῆς οὐσίας ἐν τῇ ἐνεργείᾳ, ὅτε καὶ ἐνεργεῖ. καὶ γὰρ αὐτ· ὴ ἡ γνωστικὴ ἐνέργεια ὅλη ἔνδοθεν, ὥστε καὶ τὰ καθ’ ἃ ὁρίζεται εἴδη· ἀλλὰ τὴν ἀπάτην ποιεῖ τὸ κτὰ τὴν σχέσιν τὴν πρὸς τὰ ἔξω καὶ αὐτὴν τὴν ἐνέργειαν καὶ τὰ γινωσκόμενα προβάλλεσθαι. ὡς δὲ ἡ ἐνέργεια οὐκ ἔξωθεν, οὕτως οὐδὲ τὰ καθ’ ἃ γινώσκει εἴδη. ἐν δὲ τῇ ἐπιστήμῃ τὰ ἐπιστητά, ἃ καὶ νοητὰ καλεῖ, διότι καὶ αὐτὴν τὴν ἐπιστημονικὴν γνῶσιν ὡς καὶ πᾶσαν λογικὴν ἐνέργειαν νόησιν καλεῖ, καὶ διότι καὶ ὁ ἀκρότατος τῆς ψυχῆς οὐσιώδης νοῦς ἦν πὼς καὶ ἐπιστήμη διὰ τὴν πρὸς λόγον ἀπόκλισιν. ἐπιστῆσαι δὲ ἄξιον ὅτι ἐπὶ μὲν τῆς αἰσθήσεως σαφῶς διεῖλε τὰ ἐν αὐτῇ ἐγγινόμενα εἴδη ἀπὸ τῶν ἔξω κειμένων αἰσθητῶν· οὐ γὰρ αὐτά, φησιν, ἡ αἴσθησις, ἀλλὰ τὰ τούτων ἐρύη· οὐκέτι δὲ αὐτὸ διακρίνει ἐπὶ τῆς ἐπιστήμης, ἀλλὰ τὰ ἐπιστητὰ αὐτὴν εἶναι βούλεται. τοῦτο δέ, διότι ἐπιστήμη καὶ τῶν ὑφειμένων ἐστὶ κριτική, ὥσπερ ὅταν τὰ φυσικὰ θεωρῇ ἢ τὰ μαθηματικά, καὶ τῶν συστοίχων ἑαυτῇ πραγμάτων, ἀνατείνεται δὲ καὶ πρὸς τὰ κρείττω. καὶ δῆλον ὡς οὔτε τὰ κρείττω οὔτε τὰ ὑφειμένα ἐστίν, ἀλλ’ ἐκεῖνα ὅσα αὐτῇ συστοίχως ἐστὶ γνωστά, ὑφειμένως μὲν ὄντα οἷα τὰ πρῶτα, κρειττόνως δὲ οἷα τὰ μετὰ ταῦτα· κατὰ γὰρ τὰ ἐν αὐτῇ καὶ πρὸς τὰ πρῶτα ἀνατείνεται καὶ τῶν δευτέρων ἐστὶ θεωρητική. ὥστε αὐτὰ τὰ ἐπιστητὰ αὐτή, ἀλλὰ τὰ μὲν κατὰ τὴν ἀκριβεστάτην ταὐτότητα, τὰ δὲ δευτέρως, τὰ δὲ κρειττόνως. διὸ εἰπὼν τὴν ἐπιστήμην εἶναί πὼς τὰ ἐπιστητά, τὴν δὲ αἴσθησιν τὰ αἰσθητά, ἀξιοῖ τὸν τρόπον ζητεῖν, ἵνα ὅτι ἡ μὲν αἴσθησις οὐκ αὐτά ἐστι τὰ αἰσθητὰ ἀλλὰ τὰ εἴδη αὐτῶν γνῶμεν, ἡ δὲ ἐπιστήμη αὐτὰ τὰ ἐπιστητά, τῆς ταὐτότητος, ὡς εἴρηται, ἢ ἀκριβοῦς ἢ ἀνειμένης ὑπαρχούσης. διελὼν δὲ κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ τήν τε ἐπιστήμην καὶ τὴν αἴσθησιν, καὶ τὰ ταύταις γνωστὰ ὡς γνωστὰ ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ ὄντα, καὶ ὁρίσας, πότε δυνάμει ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, ὅτε οὐκ ἐπιστάμενον τὸ γνωστικὸν τῆς ψυχῆς οὐδὲ αἰσθανόμενον ἀλλ’ ἐπιστημονικὸν καὶ αἰσθητικὸν λέγομεν τότε, τὸ πῶς ἡ μὲν αἴσθησις ἐστὶ τὰ αἰσθητά, ἡ δὲ ἐπιστήμη τὰ ἐπιστητά, σαφηνίζει γράφων· p. 431b28 Ἀνάγκη δ’ ἢ αὐτὰ ἢ τὰ εἴδη εἶναι. αὐτὰ μὲν δὴ οὔ· οὐ γὰρ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλὰ τὸ εἶδος. Ἡ μὲν αἴσθησις ὁμολογουμένως οὐκ ἔστιν αὐτά, ἀλλὰ τὰ εἴδη αὐτῶν, ἐπειδὴ πᾶν τὸ αἰσθητὸν μεριστόν, ἀμέριστος δὲ οὐσία οὐδαμῶς αἰσθητή· διὸ ἕτερον ἐπὶ τούτων αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, ὡς σαφῶς ταῦτα καὶ παρὰ τῷ φιλοσόφῳ διώρισται. ἐπὶ δὲ τῶν ἐπιστητῶν ἤτοι τῶν νοητῶν, ἐὰν μὲν ᾖ σύνθετος ἡ οὐσία ἡ ἐπιστητή, οὐκ ἔσται αὐτὴ ἐν τῇ ἐπιστήμῃ, ἀλλὰ τὸ εἶδος αὐτῆς κατὰ γὰρ ἰὰ εἴδη πᾶσα γνῶσις ἀφώρισται καὶ οὐ κατὰ τὰ εἰδοποιούμενα)· ἐὰν δὲ αὐτὰ τὰ εἴδη ᾖ ἐπιστητά, κἄν τε τὰ φυσικὰ κἄν τε αἱ ἄυλοι οὐσίαι, ὡς αὐτή τε ἡ ψυχὴ καὶ τὰ τῆς ψυχῆς κρείττω, οὐχ ἕτερον αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, καὶ ἡ ἐπιστήμη, κατὰ τὸ εἶναι τῶν πραγμάτων γινομένη, ὥσπερ καὶ ἡ αἴσθησις καὶ πᾶσα γνῶσις, ἐπειδὴ τοῖς πράγμασι τούτοις ταὐτὸν καὶ τὸ εἶναι αὐτῶν, ἔσται οὐ μόνον ἡ αὐτὴ τοῖς εἴδεσιν ἀλλὰ καὶ αὐτοῖς. διὸ ἐπὶ μὲν τῆς αἰσθήσεως σαφῶς διακέκριται, διότι κατὰ τὰ εἴδη τὰ ἔξω γινώσκει, οὐ μὴν καὶ αὐτὰ τὰ ἐν αὐτῇ· οὐκέτι δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης. ποτὲ μὲν γὰρ ἕξει τὰ εἴδη αὐτῶν ἐπὶ τῆς τῶν εἰδοπεποιημένων γνώσεως, ποτὲ δὲ αὐτὰ ἐπὶ τῆς τῶν ἀμερίστων θεωρίας, ἐν οἷς ταὐτὸν αὐτό τε καὶ τὸ εἶναι αὐτῷ. ἡ γὰρ ἐπιστήμη κἄν τῶν ἔξωθεν ᾖ κατὰ τὰ ἐν αὐτῇ εἴδη, ἀλλὰ καὶ αὐτὰ θεᾶται τὰ ἐν αὐτῇ. τοσοῦτον δὲ ἐπιστήσαντες ἐπὶ τὰ ἑξῆς ἴωμεν, ὡς ἡ ἐπιστήμη διττὴ οὖσα, ἡ μὲν τοῦ ἔξω προελθόντος καὶ τελειωθέντος νοῦ, ἡ δὲ ἡ τοῦ οὐσιώδους καὶ τελειοῦντος, αὕτη μὲν ἡνωμένως τοῖς εἴδεσι συνάπτεται, ἐκείνη δὲ μετά τινος ἑτερότητος, καὶ ἑκατέρα μὲν δυνάμει ποιὲ γίνεται, ἀλλ’ ἡ μὲν τελειωτικὴ οὐ διαστρεφομένου ποτὲ τοῦ προιόντος, ἀλλὰ καὶ πεδουμένου κατὰ τὸν Πλάτωνα, ἡ δὲ ἑτέρα καὶ ὡς διαστρεφομένου τοῦ προἰόντος, καὶ ὡς δεομένη αὐτὴ πάντως τοῦ κρείττονος εἰς τελείωσιν. p. 432 a 1 Ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστι· καὶ γὰρ ἡ χεὶρ ὄργανόν ἐστιν ὀργάνων, καὶ ὁ νοῦς εἶδος εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν. Tὴν διαγνωστικὴν τῆς λογικῆς ψυχῆς δύναμιν μέσην ἐπιδεῖξαι διὰ τούτων βούλεται τῶν τε πρώτων γινωσκομένων εἰδῶν καὶ τῶν ἐσχάτων μὲν γινωσκομένων, οὐκέτι δὲ τούτων ὄντων εἰδῶν οὐδὲ κατ’ οὐσίαν ἀλλὰ κατά τινα συμβεβηκότα γινωσκομένων. καὶ πρὸς τὴν τῆς μεσότητος σαφήνειαν εἰκόνι χρῆται τῇ χειρὶ ὡς ὀργάνῳ ὀργάνων, οὐ καθὸ ὄργανον τὴν χεῖρα ἀφομοιῶν τῇ ψυχῇ (οὐ γὰρ καὶ ὁ νοῦς καὶ ἡ αἴσθησις ὡς ὄργανά ἐστι γνωστικά), ἀλλὰ καθὸ μέσον ἐστὶν ὄργανον, ἵνα ᾖ ὁ λόγος, ὅτι ὅπερ ἐν ὀργάνοις ἐστὶν ἡ χείρ, |μέση οὖσα τῶν τε χρωμένων αὐτῇ καὶ τῶν οἷς χρῆται, τοῦτο ἐν τοῖς γνωστικοῖς ἡ ψυχὴ ὡς μέση γινώσκουσα τά τε πρῶτα καὶ τὰ ἔσχατα γνωστά. ἡ μὲν οὖν χεὶρ τοῦ τεχνίτου, ὑπὸ τῆς ψυχῆς κινουμένου καὶ ὄντος ἐκείνης ὀργάνο· υ, καὶ αὐτὴ ἐκείνου τυγχάνει οὖσα ὄργανον καὶ χρῆται καὶ αὐτὴ ἑτέρῳ ὀργάνῳ, τῷ πελέκει φέρε πρὸς τομήν. καὶ διὰ τοῦτο καλῶς εἴρηται ὄργανον τῶν χρωμένων ὀργάνων αὐτῇ, τῶν δὲ ὡς ὑπηρετούντων. ἡ δὲ ψυχὴ οὐχ ὡς ὄργανον, ὡς εἴρηται, ἀλλ’ ὡς γνωστικὴ μέση τῶν τε ἀρίστων γνωστῶν, οἷα τὰ νοητά, εἰς ἃ καὶ αὐτὰ ἀνατείνεται τῇ θεωρίᾳ, καὶ τῶν ἐσχάτων, οἷα τὰ αἰσθητά, ὧν καὶ αὐτῶν κατὰ τὴν ἐσχάτην ἑαυτῆς ἀντιλαμβάνεται γνῶσιν, κατὰ τὴν αἴσθησιν. καὶ πρὸς τὰ τοιαῦτα ἑκατέρωθεν αὐτῆς γνωστὰ ἡ μεσότης τῆς ψυχῆς εἴληπται γνώσεως· τὰ γὰρ ἐν αὐτῇ θεᾶται εἴδη οὐχ ὡς μέση ἔτι, εἰ μὴ ἄρα κἀνταῦθα ὡς μέση, ᾗ τὸ γνωστικὸν τοῦ γνωστοῦ ὑφεῖται ὡς τοῦ τέλους τὸ πρὸς τὸ τέλος ἱέμενον. καὶ ταύτῃ δυνατὸν ἀκούειν τὴν ψυχήν, οὐχ ὅτι τὸ γνωστικὸν αὐτῆς μόνον τῶν ἄκρων γνωστῶν ἐστι μέσον, ἀλλὰ καὶ τὸ γνωστὸν αὐτῆς. διὸ καὶ οὐχ ἀπλῶς ἡ γνῶσις αὐτῆς, ἀλλ’ ἡ ψυχὴ μέση εἴρηται τῶν εἰδῶν καὶ εἶδος εἰδῶν καὶ εἶδος αἰσθητῶν, ἅπερ ἅπαντα τοῦ γνωστοῦ ἦν δηλωτικά καὶ γὰρ τὸ εἶδος καὶ τὰ εἴδη καὶ τὰ αἰσθητὰ τῶν γνωστῶν σημαντικά), ὥσπερ ὁ νοῦς καὶ ἡ αἴσθησις τῶν γνωστικῶν. ἀλλ’ εἰ καὶ κατ’ αὐτὸν ἡ ψυχὴ πάντα ἐστὶ τὰ ὄντα τρόπον τινά, τίνι διοίσει τῆς Ἐμπεδοκλέους ὑποθέσεως, τῆς ἐκ τῶν στοιχείων αὐτὴν καὶ τῶν ὄντων ὑφιστώσης, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκῃ, ἧς πολὺς ἦν αὐτὸς κατήγορος ἐν τῷ πρώτῳ βιβλίῳ; ἢ καὶ ἐν ἐκείνοις ἐλέγομεν, ὡς ἐμέμφετο τῷ αὐτὰ τὰ πρῶτα ἢ τὰ ἔσχατα ἐν τῇ ψυχῇ δοκοῦντι λόγῳ ὑποτίθεσθαι, ἀλλ’ οὐχὶ τῷ τὴν μεσότητα τῆς ψυχῆς τοιαύτην ἀφοριζομένῳ, ὁποία πρὸς ἅπαντα κοινωνεῖν, οὐχ ὡς ἐκεῖνα οὖσαν, ἀλλ’ ὡς κατὰ τὴν ἰδίαν ὑπόστασιν λογικαῖς ἰδιότησιν μίαν ἅμα καὶ πεπληθυσμένην ὑπάρχουσαν, καθ’ ὅλην τε ὁμοῦ καὶ κατὰ τὴν οἰκείαν ἑκάστῳ γνωστικῶς συναρμοζομένην. ἐφιστάνει δὲ ὁ Πλούταρχος, ὅπως ἀνωτέρω τὴν ψυχὴν εἰπὼν δεκτικὴν τῶν εἰδῶν, καὶ οὐ πᾶσαν τοιαύτην ἀποφηνάμενος, ἀλλὰ μόνην τὴν νοητικήν, νῦν καὶ τὴν αἴσθησιν ἔφη τὰ _εἴδη τῶν αἰσθητῶν εἶναι ἢ δυνάμει ἢ ἐνεργείᾳ. καὶ λύει ὅτι νοητικὴν καὶ ἐν ἐκείνοις πᾶσαν ὁμοῦ τὴν λογικὴν ψυχήν, τήν τε νοερὰν καὶ τὴν αἰσθητικὴν νοητικὴν ἔφη, ἵνα συμφωνῇ τοῖς ἐνταῦθα λεγομένοις, ὅτι οὐ κατὰ τὸν νοῦν μόνον, ἀλλὰ καὶ κτὰ τὴν αἴσθησιν τὰ εἴδη δέχεται. ἡμεῖς δὲ καὶ ἐν ἐκείνοις ἐπεσημηνάμεθα, ὅτι τῷ τῶν εἰδῶν ὀνόματι κυριώτερον τότε ἐπὶ τῶν οὐσιῶν ἐχρῆτο. τὰ γὰρ τῶν συμβεβηκότων ἢ οὐ κλητέον εἴδη φησὶν ἐν τῷ Z τῆς Μετὰ τὰ φυσικά, ἢ ἕτερον τρόπον καὶ ὑφειμένον. καὶ ἴσως οὐχ ἀπλῶς εἴδη ἀλλὰ τὸ ὅλον συμβεβηκότα εἴδη ῥητέον, ὥσπερ καὶ νῦν αἰσθητῶν εἴδη ἔφη τὰ ἐν τῇ αἰσθήσει, τουτέστι συμβεβηκότα· τοιαῦτα γὰρ τὰ αἰσθητὰ ᾗ αἰσθητά, τὰ δὲ ἐπιστητὰ ἀπλῶς εἴδη ὀνομάζει ὡς οὐσίας. p. 432 a 3 ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον, ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστι, τά τε ἐν ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. καὶ διὰ τοῦτο οὔτε μὴ αἰσθανόμενος μηδὲν οὐδὲν ἄν μάθοι οὐδὲ ξυνείη· ὅταν τε θεωρῇ, ἀνάγκη ἅμα φάντασμά τι θεωρεῖν· τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά ἐστι, πλὴν ἄνευ ὕλης. Ὅπερ ἡμεῖς καθ’ ἕκαστον ἐπεσημηνάμεθα, ὁπότε τὸν νοῦν ἔλεγεν ἐν τοῖς φανταστοῖς τὰ εἴδη θεωρεῖν, ὅτι οὐχ ἀπλῶς πάντα νοῦν ἐβούλετο, ἀλλ’ ἢ τὸν πρακτικὸν ἢ τὸν αἰσθήσει καὶ φαντασίᾳ συμπλεκόμενον, ἵνα τῶν αἰσθητῶν καὶ φανταστῶν, ἅττα ποτέ ἐστιν, ἀντιλάβηται, οὕτω νῦν αὐτὸς κοινῷ λόγῳ ἀφορίζεται. καὶ οὗτος ὁ σκοπὸς τῶν προκειμένων ῥητῶν δι- δάξαι, ἐπὶ τίνων ὁ νοῦς τῇ φαντασίᾳ χρῆται συνεργῷ. καὶ οὐκ ἄνευ αὐτῆς γὰρ γινώσκει ἐπὶ τῆς αὐτῶν τῶν αἰσθητῶν ἢ φανταστῶν γνώσεως, εἴτε ὡς πρακτῶν εἴτε καὶ ὡς γνωστῶν μόνως· μερικῶν γὰρ ὄντων ἐξ ἀνάγκης ταῖς συστοίχοις αὐτῶν συνεργοῖς χρῆται γνώσεσιν, ἵνα μὴ ὡς ἔνιοι τῶν Περιπατητικῶν πάντα νοῦν οἰηθῶμεν αὐτὸν λέγειν μὴ ἄνευ φαντασίας ἐνεργεῖν. τί γὰρ δὴ καί φησιν; ἐν τοῖς αἰσθητοῖς δοκεῖν λέγει μηδὲν εἶναι κεχωρισμένον μεγέθους, τουτέστι διαστάσεως· τοιαῦτα γὰρ εἶναι τὰ αἰσθητά, οὐ κεχωρισμένα διαστάσεως. ταῦτα δὴ οὖν εἰς τὴν τῶν συμβεβηκότων ἐκπίπτοντα φύσιν, ἅτε σὺν τῇ διαστάσει ἀχωρίστως ὑφιστάμενα, ποσῷ οὔσῃ καὶ συμβεβηκότι. ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστιν, εἴδη μὲν καλῶν αἰσθητὰ τὸ ὅλον τοῦτο τὰ ἐν αὐτῇ τῇ αἰσθήσει καὶ τῇ φαντασίᾳ τῶν αἰσθητῶν ὄντα εἴδη, νοητὰ δὲ τὰ τοῦ νοῦ νοήματα· οὐδὲν ἄλλο λέγων ἢ ὅπερ καὶ πρότερον ἔφη, ὡς ὁ νοῦς τὰ εἴδη ἐν τοῖς αἰσθητοῖς καὶ φανταστοῖς νοεῖ, οὐχ ἀπλῶς ἅπαντα (οὐ γὰρ καὶ ἆ ἄυλα), ἀλλ’, ὥσπερ νῦν ἐναργῶς προστίθησι, τά τε ἐν ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. ὧν τὰ μὲν ἐν ἀφαιρέσει τῶν μαθηματικῶν δηλωτικά, αἱ δὲ ἕξεις τῶν κατὰ τὸ πρῶιον καὶ τέταρτον εἶδος ποιοτήτων, οἷον ὑγείας σχημάτων μορφῶν, τὰ δὲ πάθη τῶν παθητικῶν ποιοτήτων. ὁ γὰρ ταῦτα νοῶν νοῦς, ὡς εἴρηται, συνεργοῖς τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ χρῆται. τούτων οὖν ἄνευ αἰσθήσεως οὐχ οἷόν τε τὴν ἡμετέραν ψυχήν, ἅπαξ ὅλην ἔξω ῥυεῖσαν καὶ οὐκέτι· ἰσχύουσαν ὡς 1 ἐξ αἰτίας αὐτὰ αἱρεῖν, ἀλλ’ ἀνάγκη δι’ αἰσθήσεως ἀντιλαμβάνεσθαι, ὡς, ὅταν ἐλλείπῃ τις αἴσθησις (οὐ γὰρ παντελῶς ἀναίσθητον ὑποτίθεταί τινα, ἐπεὶ οὐδὲ γινώσκειν ὁ τοιοῦτος οἷός τε, ἀλλὰ τὸν πῇ ἀναίσθητον), οὐδὲ γινώσκειν τι τὸν τοιοῦτον δυνατόν, ὧν ἡ αἴσθησις ἐλλείπει· καὶ ἐν τῇ κατ’ ἐνέργειαν αὐτῶν γνώσει κἄν μὴ αὐτῶν τῶν αἰσθητῶν, ἀλλὰ τῶν ἀπ’ αὐτῶν ἐγγενομένων τῇ φαντασίᾳ τύπων ἔχεται. καὶ τοῦτο δηλοῖ τὸ ἐξ ἀνάγκης φάντασμά τι αὐτὸν θεωρεῖν. ἐν δὲ τῇ λέξει ἀσαφέστερόν πὼς ἐχούσῃ τῇ ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ τὰ αἰσθητὰ κεχωρισμένον μεταθετέον τὸ κεχωρισμένον, ἵνα σαφέστερον τὸ λεγόμενον γένηται· ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη κεχωρισμένον. οἷς ἐπακτέον τὸ ὡς δοκεῖ τὰ αἰσθητά, καὶ νοητέον οὐχ ὡς τοῦ κεχωρισμένου τῶν μεγεθῶν τὰ αἰσθητὰ εἰλῆφθαι παραδείγματα, ἀλλὰ τοῦ ἐναντίου τοῦ ἀχωρίστου. καὶ δεῖ μετὰ τὸ κεχωρισμένον μικρόν, ὡς ἡμεῖς μετατεθείκαμεν, διαναπαύσαντας ἐπαγαγεῖν τὸ ὡς δοκεῖ τὰ αἰσθητά, ἵνα μὴ πρὸς τὸ κεχωρισμένον, ἀλλὰ πρὸς τὸ προειρημένον τὸ μηδὲν εἶναι παρὰ τὰ μεγέθη ἀκούηται· τὰ γὰρ αἰσθητὰ πάντως, ὡς εἴρηται, ἐν διαστάσει. τὸ δὲ δοκεῖν πρόσκειται, ὡς καὶ ὁ Ἀλέξανδρος ἐπέστησεν, ὡς μὲν αὐτὸς ἐξηγεῖται, διὰ τὰ κινητὰ τοῦ οὐρανοῦ εἴδη, χωριστὰ ὄντα, οἶμαι δὲ οὐ δι’ ἐκεῖνα μόνον, ἀλλὰ καὶ δι’ αὐτὰ τὰ φυσικὰ τῶν γενητῶν εἴδη· καὶ γὰρ ἐκεῖνα χωριστὰ εἶναι λέγει ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως, καθ’ ὅσον οὐ δεῖται πρὸς τὸ εἶναι διαστάσεως ἢ ὅλως τῶν συμβεβηκότων, τοὐναντίον δὲ τῷ ἑαυτῶν εἶναι καὶ ἐκείνοις τὴν περὶ αὐτὰ καὶ τὰς συνθέτους οὐσίας ὁποιανοῦν δίδωσιν ὕπαρξιν. καλοῦμεν δὲ αἰσθητὰ κυρίως μὲν καὶ ὡς αἰσθητὰ τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, ἅπερ ἦν τὰ συμβεβηκότα, πολλάκις δὲ καὶ αὐτὰς τὰς εἰδητικὰς **αἰσθητὰς προσαγορεύομεν ἀπὸ τῶν συμβεβηκότων, ὥσπερ τὸν Γληνὸν σημαίνειν ἐθέλοντες ἀπὸ τοῦ ἰατροῦ δηλοῦμεν καὶ ἀπὸ τοῦ σιμοῦ ἢ φαλακροῦ τὸν Σωκράτην. ἔσχεν οὖν χώραν διὰ ταῦτα τὸ δοκεῖν. ἐὰν μὲν γὰρ τὰ αἰσθητὰ ὡς αἰσθητὰ λαμβάνηται, οὐδέν ἐστι τῷ ὄντι παρὰ τὰ μεγέθη ἤτοι τὰς διαστάσεις τῶν αἰσθητῶν· ἐὰν δὲ ἐπὶ τῶν φυσικῶν οὐσιῶν φέρηται τὸ τοῦ αἰσθητοῦ ὄνομα, οὐκ ἀληθῶς, ἀλλὰ δοκεῖ μόνον μηδὲν αἰσθητὸν εἶναι κεχωρισμένον μεγέθους. ὡς οὖν ἐπὶ ὑποθέσει τῇ μηδὲν εἶναι αἰσθητὸν κεχωρισμένον μεγέθους ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς, τουτέστι τοῖς ἐν τῇ αἰσθήσει τῶν αἰσθητῶν πραγμάτων εἰλημμένοις, ὁ γινώσκων νοῦς τὰ περὶ τούτων νοήματα ἐπερείδει, ἤγουν τοῖς ἀπὸ τῶν εἰδῶν τούτων ἐγγενομένοις τῇ φαντασίᾳ τύποις. καὶ ὅπερ διὰ τοῦ δοκεῖν πρότερον ἐνεδείξατο, ἐναργέστερον νῦν σαφηνίζει ἀφορίζων, τίνα κατὰ ἀλήθειαν αἰσθητά, ἃ οὐκ ἔστι παρὰ τὰ μεγέθη ὧν καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς καὶ φανταστοῖς ἐστιν εἴδεσι· τὰ γὰρ ἐν ἀφαιρέσει λεγόμενα, καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. καὶ ἡ τούτων γνῶσις τῷ νῷ οὕτ’ ἄν τὴν ἀρχὴν ἐγγένοιτο ἄνευ αἰσθήσεως, οὔτε ὅλως ὁποτεοῦν ξύνεσις αὐτῶν ὑπάρξει ἐν τῷ νῷ μὴ τοῖς τοιούτοις χρωμένῳ εἴδεσι, τὴν μὲν ἀρχὴν πάντως τῶν ἐν τῇ αἰσθήσει εἰδῶν δεομένῳ, ἐπειδὴ ἀπ’ ἐκείνων καὶ οἱ ἐν τῇ φαντασίᾳ ἐγγίνονται τύποι, ἐν δὲ ταῖς ὕστερον περὶ αὐτῶν· νοήσεσιν ἀρκουμένῳ ἐνίοτε καὶ τοῖς φανταστοῖς. τοσοῦτον γὰρ τὸ φάντασμα τοῦ αἰσθητοῦ διενήνοχεν, ὅτι τοῦτο μὲν περὶ μεριστήν ἐστι τὴν φυσικὴν οὐσίαν, ἣν ὕλην προσαγορεύει νῦν, ἀλλ’ οὐχὶ τὴν τοῖς γενητοῖς ἐσχάτην ὑπεστρωμένην, ἐπειδὴ καὶ τὰ οὐράνια αἰσθητὰ ὄντα ἐν ὕλῃ ἄν εἴη, ὡς νῦν λέγεται, τὸ δὲ φάντασμα συμβεβηκὸς ὂν πάντως μὲν καθ’ αὑτὸ οὐσίᾳ τινὶ ἐπερείδεται, ἀλλ’ οὐ φυσικῇ, ζωτικῇ δέ. καὶ διὰ τοῦτο οὐκ ἐν ὕλῃ λέγεται εἶναι. καὶ γὰρ εἰ ἀχώριστος σωμάτων ἡ φαντασία, ὡς ζωή ἐστι καὶ οὐσία κρείττων σωμάτων, ἀχώριστος αὐτῶν καθάπερ καὶ τὸ ἔνυλον εἶδος τῆς ὕλης. διὸ οὐκ ἐπερειστικῶς αὐτῶν ἐστιν ἀχώριστος, ἀλλὰ μᾶλλον ἀνοχικῶς καὶ συνεκτικῶς. τούτοις προστίθησι τάδε· p. 432a 10 Ἔστι δ’ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως· συμπλοκὴ γὰρ νοημάτων ἐστὶν τὸ ἀληθὲς ἢ ψεῦδος. Ἄνευ ὕλης εἰπὼν τὴν φαντασίαν εἶδος, καὶ τὴν λογικὴν ἡμῶν ζωὴν ἄυλον, τὸ διάφορον εὐθὺς ἐπήγαγε τῆς φαντασίας πρὸς τὸν λόγον, ἵνα καὶ τὸ ἀχώριστον αὐτῆς σωμάτων ἐνδείξηται. ὁ μὲν γὰρ λόγος ἐν συμπλοκῇ ἢ καταφατικῇ, ἄνθ’ ἧς νῦν ἡ φάσις εἴληπται, ἢ ἀποφατικῇ· διὸ καὶ περὶ τὸ ἀληθὲς καὶ ψεῦδος· ἡ δὲ φαντασία ἐν τοῖς ἀπεστενωμένοις ἁπλοῖς μένει ὡς σωματοειδὴς καὶ οὐκ ἰσχύουσα συνάγειν τὰ ἁπλᾶ ταῦτα, ἵνα καὶ ἕν τι τὸ ἐκ πλειόνων αὐτῶν γινώσκῃ, ἀλλὰ μεριστῶς ἕκαστον μόνον. διὸ καὶ ἄμοιρος ἀληθείας καὶ ψεύδους τῶν κατὰ συμπλοκήν, ἐπεὶ καὶ αὕτη καὶ ἡ αἴσθησις ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδὴς κατὰ τὴν οἰκείαν ἢ ἀλλοτρίαν τῶν ἁπλῶν πρὸς τὰ πράγματα συναρμογὴν ἢ ἀναρμοστίαν. πρὸς οὖν διάκρισιν τὴν ἀπὸ τοῦ λόγου τῆς φαντασίας προστέθειται ἥδε ἡ λέξις. δέον δὲ εἰπεῖν συμπλοκὴ γὰρ νοημάτων ἐστὶν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, τὸ ἀληθὲς ἔφη ἢ ψεῦδος, τὸ ἑπόμενον εἰρηκὼς ἀντὶ τοῦ ἡγουμένου. τῇ γὰρ συμπλοκῇ τὸ ἀληθὲς ἕπεται ἢ ψεῦδος. p. 432a 12 Τὰ δὲ πρῶτά νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τἆλλα φαντάσματα, |ἀλλ’ οὐκ ἄνευ φαντασμάτων. Καὶ διὰ τούτων ὡς οὐ πᾶσα νόησις τὴν φαντασίαν ἔχει συνεργοῦσαν διδάσκει· καὶ πρός γε ὅτι οὐδὲ ἡ χρωμένη αὐτῇ ἡ αὐτή ἐστι τῇ φαντασίᾳ, ἀλλ’ ὡς κρείττων ὑφειμένῃ χρῆται. ἐρωτᾷ γὰρ διὰ τί μὴ καὶ τὰ πρῶτα νοήματα (πρῶτα καλῶν τὰ τῶν οὐσιῶν αὐτῶν γνωστικὰ καὶ μάλιστα τὰ τῶν ἀύλων εἰδῶν) φαντάσματά ἐστι. καὶ ἀποκρίνεται ὡς οὐδὲ τὰ προειρημένα, ἅπερ ἄλλα ἔφη, τὰ ἐν τοῖς αἰσθητοῖς εἴδεσι καὶ φανταστοῖς ἀποτεινόμενα φαντάσματα τυγχάνει ὄντα, ἀλλὰ κἀκεῖνα ὡς ὑπεστρωμένοις τοῖς φαντάσμασι χρῆται· οὐχ ὅτι καὶ τὰ πρῶτα ὡς ἐκεῖνα, ὥσπερ ὁ Ἀλέξανδρος βούλεται, ἀλλ’ ὅτι ἐκεῖνα μέν, εἰ καὶ μὴ αὐτά ἐστιν ἅπερ τὰ φαντάσματα, χρῆται ὅμως, διὰ τὸ μηδὲ ὅλως νοήματα γίνεσθαι τὰ αἰσθητὰ ἢ φανταστὰ ἄνευ τῆς περὶ τὰ ἔσχατα ἐνεργείας τοῦ νοῦ (σὺν γὰρ ταῖς συστοίχοις αὐτῶν γνώσεσι γνωρίζει τὰ μεριστὰ καὶ αἰσθητά), τὰ μέντοι πρῶτα νοήματα οὐδὲ χρῆται ὅλως οὐδὲ εἰς τὰ ἔξω πρώτιστα ῥέπει, ἐν τῇ χωρισθείσῃ δὲ ζωῇ ἀναφαίνεται. καὶ σκόπει ὡς διὰ μέσων τοῦ τε πρακτικοῦ νοῦ καὶ τοῦ θεωρητικοῦ τὸν ἐξ ἀφαιρέσεως καὶ τῶν αἰσθητῶν ὡς αἰσθητῶν ἐνδειξάμενος, καὶ τὸν τὰς οὐσίας τὰς φυσικὰς καὶ τὰ τούτων εἴδη καὶ τὸν τὰ ἐν αὐτῇ τῇ ψυχῇ θεωροῦντα, οἷος ὁ ἐπιστημονικὸς ἦν, ἀνέδραμεν εἰς τὸν ἀκρότατον αὐτῆς τὸν οὐσιώδη νοῦν· ἐν αὐτῷ γὰρ τὰ πρώτιστα νοήματα. καὶ πάλιν τὸ χωριστὸν αὐτῷ ἐμαρτύρησεν, ὡς οὐδ’ ὅλως ἀποκλίνοντι ἢ εἰς αἴσθησιν ἢ εἰς φαντασίαν. συμπερανάμενος δὲ ἐνταῦθα τὸν περὶ τοῦ γνωστικοῦ παντὸς τῆς ψυχῆς λόγον ἐπὶ τὴν κινητικὴν αὐτῆς τῶν σωμάτων μέτεισι δύναμιν, ὡς αὐτὸς διορίζεται ἐν τοῖς ἐφεξῆς ῥητοῖς, ὅτι τε συνεπλήρωσε τὸν περὶ τοὐ κριτικοῦ αὐτῆς λόγον καὶ ὅτι περὶ τοῦ κινητικοῦ διαλήψεται. p. 432a 15 Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω τοσαῦτα, περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς ψυχῆς, σκεπτέον. Τὰ μὲν ἄλλα σαφῆ, ἐφιστάνειν δὲ χρὴ καὶ νῦν, ὅτι ἣν ἔφη διάνοιαν, ταύτην νῦν καὶ νοῦν εἶπεν, ὡς τὸ τοῦ νοῦ ὄνομα, καθάπερ καὶ πρότερον ἐδείκνυμεν, ἐπὶ πᾶσαν διατείνων τὴν λογικὴν ζωὴν καὶ διὰ τοῦτο ἴσως καὶ ἐπὶ τὴν φαντασίαν, οὐ τὴν τῶν ἀλόγων, ἀλλὰ τὴν ἐν ἀνθρώποις, τουτέστι τὸ ὅλον τοῦτο λογικὴν φαντασίαν, ἣν καὶ ὁ Θεόφραστος ἐν τοῖς ἰδίοις Φυσικοῖς ἀπορεῖ, πότερον λογικὴν ἢ ἄλογον θετέον. ζητεῖ δὲ ἐφεξῆς, ποῦ ποτέ ἐστιν ἡ κινητικὴ τῆς ψυχῆς τῶν σωμάτων κατὰ τόπον δύναμις, πότερον ἐν ὅλῃ τῇ ψυχῇ ἢ ἔν τινι αὐτῆς μορίῳ ἀφωρισμένως. εἰ δὲ μόριον καλεῖ ἐπὶ ψυχῆς, καίτοι ἐν τοῖς πρώτοις ἀπειπάμενος ὡς μὴ μεριστὴς οὔσης, ἀλλὰ δυνάμεις, ἃς οἱ ἄλλοι λέγουσι μόρια, οὐ θαυμαστόν. οἶδε γὰρ ὡς ἐπὶ τῶν ἀύλων πραγμάτων οὐκ ἔστι δύναμις ἀνούσιος. διό, ὡς πολυδύναμος, οὕτω καὶ πολυούσιος ἡ ψυχή, οὐ διεσπασμένον ἔχουσα τὸ πλῆθος τῶν οὐσιῶν (τούτῳ γὰρ ἀντερεῖ), ἀλλὰ καθ’ ἕνωσιν, μείζονος οὔσης τῆς ἐν ταῖς οὐσίαις ἑνώσεως ἢ τῆς ἐν ταῖς δυνάμεσιν, ὅσῳ κρείττων οὐσία δυνάμεως. καὶ διὰ τοῦτο τὸ ἐναργέστερον τῇ ψυχῇ ἀποδίδωσι τὸ πολυδύναμον, ἐνδείκνυται δὲ ὅτι καὶ πολυούσιος καθ’ ἕνωσιν, ὡς εἴρηται, διὰ τοῦ καὶ μόρια λέγειν. p. 432a19 Πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ὂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή, κἄν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα, ἢ τούτων ἕν τι. Εἰπὼν μόριον προσέθηκε χωριστὸν ὂν ἢ μεγέθει ἢ λόγῳ, ὡς τῶν μὲν ἄλλων δοκούντων διεσπασμένα ἀπ’ ἀλλήλων τίθεσθαι τὰ τῆς ψυχῆς μόρια, αὐτὸς δὲ τῷ λόγῳ μόνον αὐτῶν τὸ κεχωρισμένον ἀπ’ ἀλλήλων ἐπιθεωρῶν, τῆς μὲν κατὰ τὴν ἰδιότητα πρὸς ἄλληλα διαφορᾶς σημαντικὸν τὸν λόγον λαβών, τῆς δὲ διεσπασμένης οὐσίας τὸ μέγεθος, ἐπειδὴ καὶ πέφυκεν οὕτω διαιρεῖσθαι τὸ μέγεθος, ὡς καὶ διεσπάσθαι ἀπ’ ἀλλήλων τὰ τέως συνεχῆ ὄντα μόρια. καὶ γὰρ ἐν τῷ εἶναι συνεχῆ ἄλλο ἀλλαχοῦ κεῖται πρῶτον ἢ μέσον ἢ ἔσχατον, ὅς ἐστι τοπικὸς μερισμός, οὐδεμιᾶς ἀσωμάτου οὐσίας ἐν τόπῳ οὔσης. διὸ τὰ ἐκείνης μόρια ὅλα δι’ ὅλων βέβηκεν. καὶ οὐ διὰ τοῦτο πάντως, ὡς καὶ ἐν τοῖς πρώτοις ἐπεσημηνάμεθα, μίαν τίθεται καὶ χωρισθεῖσαν τὴν ὅλην ἡμῶν ψυχήν, ὡς καὶ τὴν φυτικὴν καὶ τὴν αἰσθητικὴν καὶ ὅλως τὴν ἄλογον καλουμένην περιφέρουσαν (οὐ γὰρ ἄν ἔτι παντελῶς ἐχωρίζετο), ἀλλ’ ὥσπερ ἐν τῷ γενεσιουργῷ τούτῳ βίῳ τῷ ὀστρεΐνῳ τούτῳ συμπλέκεται σώματι, οὕτω πολὺ πρότερον καὶ ταῖς σωματοειδέσι ζωαῖς, ὅτε μηκέτι ζῇ χωριστῶς. νῦν οὖν ἡ ὅλη μία ἀξιοῦται παρὰ τῷ Ἀριστοτέλει εἶναι, ἀλλ’ οὐκ ἀεί. ζητεῖ τοίνυν, εἴτε ἕν τι ἐστὶν αὐτῆς μόριον τὸ κινητικὸν τῶν σωμάτων, εἴτε ἡ ὅλη ὡς κατὰ πᾶσαν ἑαυτῆς δύναμιν οὖσα κινητική· καὶ εἰ μὴ ἡ ὅλη ἀλλὰ ἕν τι αὐτῆς μόριον, πότερον ἕν τι τῶν εἰρημένων, οἷον τὸ ὀρεκτικὸν ἢ φανταστικὸν ἢ αἰσθητικὸν ἢ λογιστικόν, ἢ ἄλλο τι παρὰ τὰ εἰρημένα, ἃ καὶ θρυλεῖσθαι εἴωθεν. δοκεῖ γὰρ ὁ Πλάτων’ εἰς τρία διαιρῶν τὴν ψυχήν, εἰς λόγον θυμὸν καὶ ὄρεξιν, μόνα διαιρεῖν καὶ μόνα παραδιδόναι τὸ λογιστικὸν καὶ μετὰ γνώσεως ἀλόγου ὀρεκτικόν· ὁμοίως δὲ καὶ οἱ εἰς δύο, εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον, αὐτὴν διαιροῦντες. καὶ ταῦτά ἐστι τὰ εἰωθότα λέγεσθαι. ἐν δὲ τοῖς πρώτοις εἴρηται καὶ ἡ αἰτία, |δι’ ἣν ἅπαντες δύο τούτοις μάλιστα χαρακτηρίζουσι τὴν ψυχήν, τῷ τε κριτικῷ καὶ τῷ κινητικῷ τῶν σωμάτων· διότι, Πλατωνικῶς εἰπεῖν, οὐ μόνον ἐστὶν αὐτόζως, ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται πηγὴ καὶ ἀρχή ἐστι κινήσεως, ταύτην μὲν ἔχουσα τὴν δύναμιν ὡς σωμάτων αἰτία, οὐ μόνον εἰδητικῶς ὡς ζώντων, ἀλλὰ καὶ ποιητικῶς καὶ τελικῶς, καθάπερ αὐτὸς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἠξίωσεν, τὴν δὲ κριτικὴν καὶ καθ’ ἑαυτήν. p. 432a 22 Ἔχει δὲ ἀπορίαν εὐθέως, πῶς τε δεῖ λέγειν μόρια ψυχῆς καὶ ποσα. Ὁ μόρια λέγων πολλὰς δηλονότι λέγει οὐσίας· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι καὶ αὗται, ὡς ἐν Κατηγορίαις ἠξίωσε. τοῦτο δὴ τὸ πλῆθος ὅτι μὲν ἑνός τινός ἐστι τοῦ ὅλου ἐναργές (μέρια γάρ ἐστιν, ἕως ἄν μὴ διῃρημένα ᾖ ἀπ’ ἀλλήλων), ἀλλὰ καὶ τοῦ ὅλου ὄντα τὰ μὲν οὕτως ἐστὶν ὡς τὰ τοῦ συνεχοῦς, ὡδὶ καὶ ὡδὶ κείμενα καὶ μεμερισμένα τοπικῶς, τὰ δὲ τὸν τοῖς ἀσωμάτοις προσήκοντα τρόπον ἑκάστου ἐν πᾶσιν ὄντος, καὶ οὐδαμῶς τόπῳ διειργόμενα, καθάπερ καὶ ἐπ’ αὐτῶν τῶν φυσικῶν εἰδῶν τὸ θερμὸν φέρε τοῦ πυρὸς τοῦ κούφου διορίζομεν οὐ τοπικῶς αὐτὰ διιστῶντες, ἀλλὰ κατὰ τὴν ἰδιότητα· ἑκάτερον γάρ, ἔνθα καὶ τὸ λοιπόν. σαφῶς δὴ ὁ Ἀριστοτέλης τὴν μὲν τοιαύτην τῶν τῆς ψυχῆς μορίων λεγομένων ἑτερότητα προσίεται πολλαχοῦ, τῷ εἶναι καὶ τῷ λόγῳ διαφέρειν αὐτὰ ἀλλήλων ἀποφαινόμενος· οὐκ ἀξιῶν δὲ ὅμως κεχωρισμένα ἀπ’ ἀλλήλων αὐτὰ θεωρεῖν οὐδὲ διεσπασμένα, τὸν μερισμὸν ἀπ’ αὐτῶν ἀναίνεται τὸν τοῖς σώμασι καὶ ὅλως τοῖς συνεχέσι προσήκοντα, τοπικὸν ὄντα, ὡς ἔφαμεν. οὐ δὴ οὖν πρὸς τὸ πλῆθος τῶν μορίων τῆς ψυχῆς ἀπλῶς μάχεται (ὁμολογεῖ γὰρ τῷ λόγῳ εἶναι πολλά). ἀλλὰ πρὸς τὸ διεσπασμένον καὶ τοπικῶς μεμερισμένον. κεκίνηκε δὲ ὅλως τὸν περὶ τούτων νῦν λόγον τὸ κινητικὸν αὐτῆς τῶν σωμάτων μόριον εὑρεῖν βουληθείς, προδιακρίνων αὐτὸ δὴ τοῦτο, ὃ καὶ προοιμιάζεται, πῶς ἐπὶ τῆς ψυχῆς τὸ μόριον ἀκούειν χρή, ὅτι οὐ σωματικῶς ἀλλὰ τοῖς ἀσωμάτοις οἰκείως. τὸ μὲν οὖν πῶς τοῦ τρόπου αὐτῷ σημαντικὸν τοῦ σωματοειδοῦς ἢ ἀσωμάτου· τὸ δὲ πόσα δῆλον μὲν ὅτι τοῦ πλήθους, οὐχὶ δὲ τοῦ πάντῃ διῃρημένου, ὡς ἵππος τυχὸν καὶ ξύλον, ἀλλὰ τοὐ μετά τινος ἑνώσεως ἢ ἀμερίστου, ὡς ἐπὶ τοῦ σημείου ἡ ἀρχὴ καὶ τὸ πέρας ἥνωνται ἀμερίστως, ἢ μεριστῆς, ὡς ἐπὶ τῆς γραμμῆς τὰ μόρια κατὰ συνέχειαν ἡνωμένα. καὶ οὐ μάτην τὸ πόσα προστέθεικεν, ἀλλ’ ἐνδεικνύμενος ὡς τὰ τοῦ συνεχοῦς μόρια ὁτὲ μὲν ὡς συνεχοῦς ἀπλῶς κατὰ τὴν τοπικὴν λέγεται διάστασιν μόρια, ἄνευ τῆς κατὰ τὸν λόγον διαφορᾶς, ὡς ἔχει τὰ τῆς εὐθείας μόρια, ποτὲ δὲ οὐ ταύτῃ μόνον ἀλλὰ καὶ τῷ λόγῳ διαφέροντα ὡς νεῦρον καὶ σάρξ, καὶ ὅτι τὰ ὡς συνεχοῦς μόρια ἄπειρα τυγχάνει ὄντα δυνάμει (ἐπ’ ἄπειρον γὰρ πᾶν συνεχὲς διαιρετόν), τὰ δὲ τῷ λόγῳ διαφέροντα κἄν συνεχοῦς ᾖ μόρια κἀν ἡμῖν ᾖ ἀπερίληπτα, ἀλλ’ οὔτι γε τῇ φύσει. τὸ γὰρ ἐν τῷ νῦν πλῆθος ἄπειρον οὐκ οἶδεν ἡ φύσις, ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως τὴν ὁλότητα καὶ τελειότητα, ἀλλ’ οὐχὶ τὴν ἀπειρίαν τοῖς οὖσιν ἀποδιδοὺς ἐπέδειξεν, ἐν μόνῳ τῷ γίνεσθαι τὸ ἄπειρον θέμενος, καὶ οὐκ ἐν τῷ εἶναι. καλῶς ἄρα καὶ ἐπὶ τῆς ψυχῆς εἴρηται τὸ τρόπον γάρ τινα ἄπειρα, διότι, κἄν μήπω ᾖ διακεκριμένον, εἴτε ὡς συνεχοῦς αὐτῆς ἐστι τὰ μόρια, εἴτε ὡς ἀσωμάτου, πάντως μὲν ἔσται πεπερασμένα, ἐπειδὴ οὐχ ὡς συνεχοῦς ἁπλῶς, ἀλλ’ ὡς τῷ λόγῳ διαφέροντα λέγεται, ἡμῖν δὲ ἴσως ἀπερίληπτα διὰ τὸ κατὰ πλείστους τρόπους διαιρεῖσθαι, τῷ χωριστῷ φέρε καὶ τῷ ἀχωρίστῳ, τῷ λογικῷ καὶ ἀλόγῳ, τῷ γνωστικῷ καὶ κινητικῷ, τῷ θεωρητικῷ καὶ ὀρεκτικῷ, καὶ τῷ κατὰ λόγον ὀρεκτικῷ ἢ ἀλογίστως, καὶ τῷ τελειοῦντι κ. αὶ τελειουμένῳ, ἔτι δὲ τῷ αἰσθητικῷ καὶ τῷ ἀναισθήτῳ, καὶ πλείσταις ὅσαις καὶ ἄλλαις διαφοραῖς. τοῦτον οὖν τὸν τρόπον φαίνεται, τῷ ἡμῖν ἀπεριλήπτῳ, ἕως ἂν ἔχωμεν, ὡς νῦν ἔχομεν, ἐνδεέστερον ἢ ὥστε πάσαις ἐπεξεληλυθέναι. οὐ γὰρ ἀρκεῖ οὔτε ἡ εἰς δύο διαίρεσις ἅπαντα τῆς ψυχῆς ἐμφῆναι τὰ μόρια, ἡ εἰς λόγον καὶ τὸ ἄλογον γινομένη, οὔτε ἡ εἰς τρία παρὰ τῷ Πλάτωνι ἐν Πολιτείᾳ, εἰς λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν, ἐπεὶ μηδὲ ἐκεῖνος προθέμενος τῆς ὅλης ψυχῆς ποιήσασθαι |διαίρεσιν, ἀλλὰ τὰ ὧν πρὸς πρακτικὴν ἐδεῖτο ζωήν, τὰ τρία μόνα παρείληφεν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς Ἠθικοῖς, κατὰ τὴν προαίρεσιν ἀφοριζόμενος, τὴν δὲ προαίρεσιν ἐν λόγῳ καὶ ὀρέξει τιθέμενος, οὐχὶ τῇ κατὰ λόγον ἑστώσῃ, ἀλλὰ τῇ ἀλόγῳ· πρὸς γὰρ λόγον ἀντίκειται αὐτῷ ἡ ὄρεξις. κἀκεῖνος οὖν εἰς λόγον καὶ ὄρεξιν φαίνεται διαιρῶν οὐ τὴν ὅλην ψυχὴν ἀλλὰ τὴν πρακτικὴν καὶ ἠθικήν· τοῦτο δὲ καὶ ὁ Πλάτων, πλὴν ὅτι τὴν ἄλογον ὄρεξιν εἰς θυμὸν διεῖλε καὶ ἐπιθυμίαν. καὶ τοῦτο ἀναγκαῖον ἦν τοῖς παιδευτικοῖς ἤθεσι, διὰ τὸ ἐν τῇ τῆς ἐπιθυμίας πρὸς τὸν λόγον ἐναντιώσει τὸν θυμὸν ἀεὶ τῷ λόγῳ παρίστασθαι. ταῦτα μὲν οὖν ὑπὲρ Πλάτωνος ἀπολελογήσθω. σαφὲς δὲ ὅτι μειζόνως τοὐ λόγου τὸ φυτικὸν διέστηκε κατ’ οὐσίαν ἢ τὸ ἄλογον καλούμενον αὐτῆς μόριον. τοῦτο γὰρ κατὰ πλείω τῷ λόγῳ κοινωνεῖ, καὶ ὡς γνωστικόν (αἰσθητικὸν γὰρ ἢ καὶ φανταστικόν) καὶ ὡς ὀρεκτικόν (ὄρεξις γάρ τις καὶ ἡ τοῦ λόγου βούλησις) καὶ ὡς κινητικὸν κατὰ τόπον σωμάτων· ἐκεῖνο δὲ πᾶσι τούτοις ἀφέστηκε. τὸ δὲ αἰσθητικὸν οὐχ ὡς καὶ αὐτὸ μειζόνως ἀφεστὼς τοῦ λόγου ἢ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν μνήμης ἠξίωται, ἀλλ’ ὡς ἀπλῶς ἕτερον ὂν τοῦ ὀρεκτικοῦ. γνώσεως γὰρ ὄνομα ἡ αἴσθησις, θυμὸς δὲ καὶ ἐπιθυμία ὀρέξεων, ἐκ τῆς ὁρμῆς ἐτυμολογούμενα, εἰ καὶ πάντως συνεφέλκεται καὶ τὸ γνωστικόν, ἐπειδὴ μὴ οἷόν τε ἄνευ γνώσεως ὀρέγεσθαι. ὅτι γὰρ τὸ αἰσθητικὸν οὐχ ὡς πλέον ἀφεστὼς εἴληφεν, ἀλλὰ τοὐναντίον ὡς κρεῖττον τοὐ ἀλόγως ὀρεκτικοῦ καὶ μᾶλλον πλησιάζον τῷ λόγῳ, ἐδήλωσεν ἀμφιβάλλων τὸ πότερον ὡς λογικὸν αὐτὸ θετέον ἢ ὡς ἄλογον. καὶ γὰρ πᾶν [τὸ] γνωστικόν, ἁπλῶς εἰπεῖν, κρεῖττον τοῦ συστοίχου ἑαυτῷ ὀρεκτικοῦ, ἐκείνου ἀεὶ τῆς γνώσεως δεομένου, ἵνα ὀρεχθῇ· τοῦτο δ’ οὐδὲν ἐκείνου, ἵνα γνῷ. καὶ αὐτὸ μὲν ἰθῦνον φαίνεται κατὰ φύσιν τὴν ὄρεξιν, ἐπειδὴ καὶ τὸ ὀρθῶς ὀρεγόμενον γνῶναι δεῖ πρῶτον τὴν ὀρθότητα, τὸ δὲ ὀρεκτικὸν βιαζόμενον τὴν γνῶσιν, ὅταν αὐτὸ ἡγούμενον καὶ ὁρμῶν, ἐφ’ ἃ μὴ δεῖ, ἀναγκάζῃ τὴν γνῶσιν μηχανήν τινα πρὸς τὴν τούτων ἀντίληψιν ἐπινοεῖν. ἔστι μὲν οὖν καὶ ἁπλῶς εἰπεῖν, ὡς εἴρηται, πᾶν γνωστικὸν τοῦ συστοίχου αὐτῷ ὀρεκτικοῦ κρεῖττον, διότι καὶ τὸ μὲν πρὸς τοῦ πέρατος, τὸ δὲ πρὸς τοῦ ἀπείρου, ὡς ἐν Φιλήβῳ ἐπιδέδεικται. ἐναργέστερον δὲ τοῦτο φαίνεται ἐπὶ τῆς ἡμετέρας αἰσθήσεως καὶ ἐπὶ τῆς ἀνθρωπίνης ἀλόγου ὀρέξεως· λ· ογικὴ μὲν γὰρ ἑκατέρα ἡ ἐν ἀνθρώπῳ καὶ αἴσθησις καὶ ὄρεξις· καίτοι γὰρ αὕτη λογικὴ οὖσα μεγάλως διαστρέφεται καὶ μειζόνως ἢ ἐν αὐτοῖς τοῖς ἀλόγοις, προσλαβοῦσα τὸ τοῦ λόγου εὐμήχανον καὶ εἰς τὴν ἐσχάτην ἐντεῦθεν ὑποφερομένη κακίαν· ἡ δὲ αἴσθησις διὰ τὸ λογοειδὲς τοὐναντίον ἐπὶ τὸ κρεῖττον ἀνατεινομένη, ὡς καὶ ἑαυτῆς συναισθάνεσθαι καὶ ἀπομιμεῖσθαι τὴν τοῦ λόγου πρὸς ἑαυτὸν ἐπιστροφήν. ἐδόκει γὰρ ἡμῖν καὶ πρότερον οὐ κοινὸν τοῦτο πάσης εἶναι αἰσθήσεως, τὸ αἰσθάνεσθαι ὅτι αἰσθάνεται, ἀλλὰ μόνης τῆς λογικῆς, μάλιστα μὲν τῆς κοινῆς, ἤδη δὲ καὶ ἑκάστης ἰδίᾳ. τὸ οὖν ἄλογον μάλιστα τῇ ἀλόγῳ ὀρέξει ὁ Ἀριστοτέλης ἀπονείμας, διὰ τὴν ἔξω σφοδρὰν τάσιν οὐ κατέχειν οὐδὲ κυβερνᾶν ἑαυτὴν ἰσχυούσῃ, ὡς κρείττονα τῆς τοιαύτης ἀλογίας τὴν τοιαύτην αἴσθησιν ὁρῶν, μεταξὺ τῆς ἀλόγου ὀρέξεως καὶ τοῦ λόγου τίθεται καὶ ἀμφοτέροις πὼς ἐπικοινωνεῖν, τῷ μὲν διὰ τὸ περατοειδὲς καὶ τὴν εἰς ἀμέριστον συναγωγὴν καὶ τὴν εἰς ἑαυτήν πὼς ἐπιστροφήν, τῇ δὲ δι’ αὐτὴν τὴν σωματοειδῆ οὐσίαν καὶ διὰ τὸ τῶν ἔξω κειμένων εἶναι. περί γε μὴν τοὐ φανταστικοῦ τοσοῦτον καὶ νῦν ὑπομνήσας, ὅτι τῶ εἶναι πάντων ἐστὶ τῶν ἄλλων μορίων ἕτερον, τῷ δὲ ὑποκειμένῳ εἴ τις κεχωρισμένα τοπικῶς ἀκούοι τὰ τῆς ψυχῆς μόρια, ἀπορίαν πολλὴν παρέχεσθαι εἰπών, εἴτε χρὴ καὶ αὐτὸ ἀπὸ πάντων τῶν ἄλλων χωρίζειν, εἴτε καὶ ὡς ταὐτὸν ἑνὶ τῶν ἄλλων τίθεσθαι, ἐπὶ ἄλλας τῆς ψυχῆς μέτεισι δυνάμεις. ἀλλ’ ὅτι μὲν τῷ εἶναι πάντων διαφέρει, ἐκ τῶν ἀνωτέρω περὶ αὐτοῦ πεφιλοσοφημένων ἔχομεν. διὰ τί δὲ ἐπ’ αὐτοῦ ἰδίως ἐπεσημήνατο, ὡς πολλὴν τοῖς τὰ μόρια τοπικῶς χωρίζουσι παρέξει ἀπορίαν, εἴ γε ταὐτὸν εἴη ἑνὶ τῶν ἄλλων τῷ ὑποκειμένῳ δηλαδή (ὅτι γὰρ τῷ εἶναι διαφέρει καὶ νῦν εἴρηται) εἴτε πάντων καὶ αὐτό ἐστιν ἕτερον ὡς ἴδιόν τι μόριον μεγέθους; ἢ διότι πολλὴν μὲν κοινωνίαν πρὸς τὸ αἰσθητικὸν ἐμφαίνει, ἐπειδὴ κατὰ τύπους ἀεὶ μεριστοὺς καὶ τοῖς αἰσθητοῖς ὁμοίους ἐνεργεῖ, καὶ ἐπειδήπερ σωματοειδής ἐστι καὶ ἡ φαντασία γνῶσις, διὰ τοῦτο ταὐτὸν ἄν εἴη τῷ ὑποκειμένῳ τῷ αἰσθητικῷ τὸ φανταστικόν, ὡς καὶ αὐτῷ μᾶλλον ἐδόκει· ἐπειδὴ δὲ οὐκέτι παρόντων ἐδεῖτο τῶν αἰσθητῶν πάντως μετὰ τὴν πρώτην κίνησιν πρὸς τὴν γνωστικὴν αὐτῶν ἐνέργειαν, ἀλλὰ καὶ πολὺ ἔχει τὸ ἐφ’ ἡμῖν, ὅταν αὐτὴν προβάλλειν ἐθέλωμεν, ταύτῃ κοινωνίαν πολλὴν πρὸς τὴν λογικὴν δύναμιν ἐμφαίνει. ἔχει δὲ καὶ τὸ μέσον δόξης τε καὶ αἰσθήσεως, καθ’ ὃ καὶ ὁ Πλάτων’ ἐν συμπλοκῇ τούτων ἀμφοτέρων τὴν φαντασίαν ἐτίθετο ὡς διὰ τὴν μεσότητα πρὸς ἑκατέραν κοινωνοῦσαν. εἰκότως οὖν ἄπορον γίνεται τοῖς μὴ αὐτόθεν πάντα δι’ ἀλλήλων χωρεῖν τὰ μόρια τῆς ψυχῆς βουλομένοις, ἀλλὰ τοπικῶς διιστῶσι, πότερον καὶ τοῦτο ἀπὸ αἰσθήσεως τε καὶ δόξης διέστηκεν, ἢ ὁποτερῳοῦν αὐτῶν τῷ ὑποκειμένῳ ταὐτὸν τυγχάνει ὄν. τὸ γὰρ ὀρεκτικὸν ἐναργῶς τῷ λόγῳ ἐστὶν ἕτερον, ὡς καὶ ἡ ἐνέργεια αὐτοῦ δηλοῖ καὶ ἡ τῶν ἐνεργειῶν ἀποδοτικὴ δύναμις· διὸ καὶ |πρόσκειται τῷ λόγῳ ἡ δύναμις. οὔτε γὰρ τῷ γνωστικῷ ταὐτόν, οὐκ ὂν κριτικὸν ᾗ ὀρεκτικόν, οὔτε τῷ θρεπτικῷ· τοῦτο μὲν γὰρ οὐδαμῶς γνωστικόν, τὸ δὲ ὀρεκτικὸν πάντως μετὰ γνώσεως. καὶ ὡμολογημένως τοῦτο οὐ κεχώρισται τῷ ὑποκειμένῳ οὔτε τοῦ λόγου οὔτε τοῦ φανταστικοῦ. καὶ γὰρ ἐν τῷ λόγῳ ἔστι τις ὄρεξις ἡ βούλησις, καὶ ἐν τῷ φανταστικῷ ἡ θυμοειδής τε καὶ ἐπιθυμητική. οὐδὲ γὰρ οἷόν τε ἄνευ γνώσεως, ὡς εἴρηται, ὀρέγεσθαι· διὸ γνώσει τινὶ πάντως συνυπάρχει. ἄτοπον οὖν καλῶς ἀποφαίνεται τὸ διασπᾶν τὸ ὀρεκτικὸν ἀπὸ τῶν ἄλλων. ἐναργῶς γὰρ τοῖς γνωστικοῖς συνυφί- σταται, ὁ δὲ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ αὐτόθεν εἰσὶν ὀρέξεις. καὶ αὐτὸ δὲ τὸ κινητικὸν τῆς ψυχῆς τοῖς οὕτω χωρίζουσι τὰ τῆς ψυχῆς μόρια ἀπορίαν παρέχεται. καθάπερ γὰρ τὸ ὀρεκτικὸν ἔν τε τῷ λόγῳ καὶ ἐν τῇ φαντασίᾳ ἐφαίνετο, οὕτω καὶ τὸ κινητικόν, ὀρεκτικὸν ὂν μετὰ γνώσεως, ὡς ἐρεῖ, λογικὸν ἔσται ἢ φανταστικὸν μετὰ τῆς συστοίχου ἑαυτῷ γνώσεως ἑκάτερον· ὥστε ἄτοπον τὸ χωρίζειν ὡς ἐπὶ τῶν μεγεθῶν. οὐχὶ δὲ τί τὸ κινοῦν τὸ ζῷον, ἀλλὰ τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῷον. ἐπειδὴ δὲ οὐχὶ φυσικῆς ἀπλῶς κινήσεως, οἵα ἡ τοῦ πυρός, τὴν αἰτίαν νῦν ζητοῦμεν, ἀλλὰ τῆς καθ’ ὁρμήν, ἥτις ἐν τοῖς ζῴοις, τὸ κατὰ τόπον δὴ ζητῶν κινητικόν, καὶ κατ’ ἄλλας κινήσεις εἶναι κινητικὸν ἐφεξῆς ἐπήγαγεν, ἵνα καὶ ὀρθὴ ᾖ ἡ κατὰ τόπον ἐπὶ τοῦ κινητικοῦ τῆς ψυχῆς προσθήκη. ἔστι γάρ τι καὶ ἄλλο οὐ μόνον οἷον τὸ φυσικῶς κινοῦν, ἀλλὰ καὶ τὸ κατὰ ζωήν τινα ἑτέραν τὴν φυτικὴν καλουμένην, θρεπτικὴν οὖσαν καὶ αὐξητικὴν καὶ γεννητικήν· κινήσεις δὲ καὶ αὗται ζωτικαί, τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν. ὧν αἰτία ποιητικὴ ἡ φυτική, ὡς εἴρηται, ζωή, ἐπειδὴ καὶ μόνοις καὶ πᾶσι τοῖς ταύτην ἔχουσιν αἱ τοιαῦται ἕπονται κινήσεις. ἐν δὲ τοῖς Περὶ μνήμης καὶ ὕπνου, καὶ ἐν τῷ Περὶ ἀναπνοῆς τε καὶ ἐκπνοῆς οἰκείαν ὁρίζει δύναμιν τὴν καὶ τούτων, κινήσεων τινῶν οὐσῶν, ποιητικήν, ζωτικῶν μὲν καὶ αὐτῶν ὑπαρχουσῶν, οὔτε δὲ τῇ φυτικῇ οἰκείων (οὐ γὰρ καθεύδει τὰ φυτὰ οὗτε αἰσθάνεται οὔτε δηλονότι ἀναπνεῖ ἢ ἐκπνεῖ) οὔτε ἁπλῶς τῇ ὡς ζῴου ψυχῇ, εἰ μὴ ἄρα ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις. δοκεῖ γὰρ τὰ θνητὰ πάντα, ὡς ἐν ἄλλοις βούλεται, εἰ καὶ μὴ πάντα ὦπταί ποτε καθεύδοντα, ἀλλ’ ὑπὸ τοῦ λόγου γνωρίζεσθαι ὡς ὕπνου ποτὲ μετέχοντα διὰ τὸ ἐνδεὲς τῆς θνητοειδοῦς ζωῆς, ἀναπαύσεως ποτε δεομένης καὶ οὐκ ἐξαρκούσης ἀδιαλείπτως τῇ αἰσθήσει χρῆσθαι. ἡ μέντοι ἀναπνοὴ καὶ ἐκπνοὴ οὐ πᾶσιν ὑπάρχουσα, ἀλλὰ μόνοις τοῖς πνεύμονα ἔχουσιν, ἴδιος ἄν εἴη ἄλλης τινὸς ζωῆς μερικωτέρας παρὰ τὴν κοινὴν τῶν ζῴων πάντων ψυχήν. ὥστε καλῶς εἴρηται τὸ καὶ ταῦτα πολλὴν ἔχειν ἀπορίαν. οὐ γὰρ ῥᾴδιον ἀποδοῦναι ποία τις ἡ τούτων τῶν κινήσεων αἰτία ζωή. οὕτε γὰρ ἡ κατὰ τόπον <κινοῦσα>, ἐπεὶ μηδὲ κατὰ τόπον κινεῖται τὰ αἰσθανόμενα ἢ καθεύδοντα ἢ ἀναπνέοντα καὶ ἐκπνέοντα, ὅτι μηδὲ ὅλα τὸν τόπον ἀμείβει, ὅπερ ἦν τῆς κατὰ τόπον κινήσεως ἴδιον, οὔτε ἡ φυτική· ἐκεῖνα γὰρ οὐδ’ ὅλως καθ’ ὁρμήν, ἀναπνοὴ πνοὴ δὲ καὶ ἐκπνοὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἔχουσι μέν τι καὶ ἀναγκαῖον, ἔχουσι δὲ καὶ τὸ καθ’ ὁρμήν· ἐπέχομεν οὖν ἐνίοτε καὶ ἐπιτείνομεν κατὰ τὴν ἐν ἡμῖν ὁρμήν. p. 432b 13 Ἀλλὰ περὶ τῆς κατὰ τόπον κινήσεως, τί τὸ κινοῦν τὸ 81v ζῷον τὴν πορευτικὴν κίνησιν, σκεπτέον. Πολλὴ ἡμῖν ἡ σαφήνεια καὶ ἡ εὐπορία ἐν ταῖς ζητήσεσι περιγίνεται ἐκ τῆς τῶν ἀντικειμένων παραθέσεως. ᾗ καὶ νῦν χρῆται ὁ φιλόσοφος, τίνες αἱ μὴ κινοῦσαι κατὰ τόπον ζωαὶ προεκτιθέμενος, ἵνα ἐκ τῆς πρὸς ταύτας παραβολῆς ῥᾷον τὴν κινοῦσαν κατὰ τόπον εὕρωμεν, ἣν δὴ πορευτικὴν ἔφη ὡς οὐχ ἀπλῶς οὖσαν τοπικήν, ἀλλὰ ζωτικῶς τοπικήν· τὸ γὰρ πορεύεσθαι μεθ’ ὁρμῆς. καὶ τέως ὅτι οὐχ ἡ φυτικὴ ψυχὴ κινεῖ κατὰ τόπον ἐπιδείκνυσι, τὴν πορευτικὴν βουλόμενος κίνησιν ἕνεκά του πάντως γίνεσθαι· οὐχ ὡς τῆς αὐξήσεως ἢ τῆς θρέψεως μὴ ἕνεκά του γινομένων (πρός τι γὰρ τέλος πᾶσα κίνησις ἡ κατὰ φύσιν φέρει), ἀλλ’ ἢ τὸ ὅλον τοῦτο συναπτέον, ὡς ἕνεκά του ἡ πορεία γίνεται καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεως, ἵνα μὴ ἰδίᾳ τὸ ἕνεκά του κατηγορῶμεν ἰῆς πορείας, ἀλλὰ τὸ ὅλον τοῦτο ἕνεκά του μετὰ φαντασίας ἢ ὀρέξεως, ἢ εἰ τοῦτο βίαιον δοκεῖ διὰ τὸν καὶ σύνδεσμον παρεμβεβλημένον ἐν τῷ καὶ ἢ μετὰ φαντασίας (δοκεῖ γὰρ ὁ σύνδεσμος οὗτος ἀφορμὴν ἑτέρου παρέχεσθαι ἐπιχειρήματος), αὐτὸ τὸ ἕνεκά του νῦν οὕτως ἀκουστέον, ὡς γνωστικῶς διοριζόμενον ἀπὸ τοῦ οὗ ἕνεκα, ἵνα τὸ πορευόμενον τὸ τέλος προφαντασθὲν ἢ νοῆσαν ὡς ἕνεκά του τὴν πρὸς αὐτὸ κίνησιν παραλαμβάνῃ. τὸ δὴ οὕτως ἕνεκά του οὐχ ὑπάρξει τοῖς φυτικῶς κινουμένοις πάντως· καὶ ἔσται ἡμῖν ἕτερον ἐπιχείρημα τὸ καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεως ἐστιν. ἡ δὲ ἀντίθεσις δοκεῖ μοι οὐχ ἀπλῶς γνώσεως καὶ ὀρέξεως εἶναι, διότι γνωστικὸν ὄνομα ἡ φαντασία (πάντως γὰρ καὶ ὀρεκτικὸν καὶ γνωστικὸν τὸ κινοῦν), ἀλλὰ τῆς ὀρέξεως μοι δοκεῖ εἶναι διαίρεσις, ἢ φανταστικῆς οὔσης, ὅπερ δηλοῖ τὸ μετὰ φαντασίας, ἢ λογικῆς, ὡς ἐπὶ τῶν κατὰ διάνοιαν καὶ λόγον κινουμένων, διὰ βουλήσεως ἅμα καὶ λογικῆς γνώσεως κἀκείνων κινουμένων καὶ οὐκέτι φαντασίᾳ ἑπομένων. |σαφῶς γὰρ καὶ· αὐτὸς ἐπήγαγε μηδὲν κινεῖσθαι μὴ ὀρεγόμενον· ὥστε καὶ τὸ μετὰ φαντασίας κινούμενον ὀρεγόμενον κινεῖται. οὐκοῦν καὶ εὐλαὶ καὶ κάμπαι κινοῦνται οὔπω ἔχουσαι τὸ ὀρεκτὸν παρόν, ἀλλ’ ἵνα τύχωσιν αὐτοῦ. εἰ δὲ τοῦτο, καὶ προφαντάζονται αὐτό, ἵνα καὶ ὀρεχθῶσιν· οὐ γὰρ αἰσθάνονται μήπω παρόντος· ἀλλὰ διὰ τὸ ἀόριστον αὐτῶν τῆς φαντασίας πολλαχοῦ καὶ ὁ Ἀριστοτέλης καὶ ἐν τούτοις ὁ φιλόσοφος Πλούταρχος οὐκ ἀξιοῖ φαντασίαν τοῖς τοιούτοις ἀποδιδόναι ζῴοις, τὸ τῆς φαντασίας ὄνομα οὐκ ἐπὶ τῆς ὡρισμένης μόνης φέρων, ἀλλὰ καὶ ἐπὶ τῆς διδάσκεσθαι δυναμένης. διὸ οὐδὲ τὴν μέλιτταν λέγει ὁ Ἀριστοτέλης ἔχειν φαντασίαν, καίτοι ὡρισμένην ἔχουσαν. οὐδὲν γάρ, φησί, μὴ ὀρεγόμενον ἢ φεῦγον κινεῖται, ὄρεξιν νῦν τὴν ὡς διωκτοῦ μόνου προσαγορεύων, ἐπεὶ καὶ ἡ τοῦ φευκτοῦ ἀποστροφὴ ὄρεξίς τίς ἐστιν αὐτὸ τοῦτο φυγεῖν ἐφιεμένη. τὸ δὲ ἀλλ’ ἢ βίᾳ πρόσκειται, ἐπειδὴ ἔνια τῶν ζῴων ἀκουσίως ἑλκόμενα καὶ οὐ καθ’ ὁρμὴν ἰδίαν κινεῖται. τοῦ δὲ αὐτοῦ δεικτικὸν τοῦ μὴ τὴν φυτικὴν ζωὴν αἰτίαν εἶναι τῆς κατὰ τόπον κινήσεως καὶ τὸ τὰ φυτὰ μὴ ἔχειν ὄργανα πορευτικά. οἰκεῖα γὰρ ἀεὶ ταῖς δυνάμεσιν ἀποδίδοται ὄργανα· ὥστε εἰ ἡ φυτικὴ ζωὴ κινητικὴ κατὰ τόπον ἦν δύναμις, εἶχεν ἂν καὶ ὄργανα προσήκοντα τῇ δυνάμει. ἐπεὶ οὖν οὐκ ἔχει (οὔτε γὰρ καθ’ ὅλον οὕτε κατὰ μόρια πέφυκε κινεῖσθαι), δῆλον ὡς οὐδὲ ἡ οἰκεία αὐτῶν ζωὴ κινητικὴν τοιαύτην ἕξει δύναμιν· οὐ γὰρ ἄν ἐνέλειψεν ἐπὶ ὅλου γένους ἡ φύσις, ὡς παρὰ φύσιν αὐτοῖς τὰ ὄργανα ἐλλείπειν. εἰ δέ τις τὴν αἰτίαν ζητοίη, διὰ τί τὰ φυτὰ οὐ δεῖται κατὰ τόπον κινεῖσθαι, ἐπειδή, φησιν Ἀριστοτέλης, τῇ γῇ ἐρριζωμένα ἔχει παροῦσαν ἀεὶ τὴν τροφήν. τί οὖν ἄρα ἐπὶ τῶν τελειότερον ζώντων οὐχὶ μᾶλλον ἡ φύσις τοῦτο ἐπετήδευσεν τὸ ἀπραγμόνως καὶ ἄνευ κινήσεως τρέφεσθαι; διότι, φήσω, τελειοτέραν ἔχει ζωὴν καὶ οὐχὶ κατὰ τὸ τρέφεσθαι μόνον ἀφοριζομένην, ἀλλὰ καὶ κατὰ ἄλλας αἰσθητικὰς καὶ φανταστικὰς καὶ λογικὰς ζωάς, καὶ αὐτὸ δὴ τοῦτο τὰς ἐπ’ ἄλλα καὶ ἄλλα φερούσας καὶ οἷον πλείω πραττούσας. ταῖς δὲ τοιαύταις τὸ μὴ κατερριζῶσθαι προσήκει· οὐ γὰρ ἄν πλείω ἔπραττεν ἢ ἐπὶ πολλὰ ἐφέρετο. καὶ σκόπει ὅπως ἡ τῆς φυτικῆς ζωῆς ὡς μὴ κινούσης κατὰ τόπον παράθεσις ἀφορμὰς ἡμῖν πρὸς εὕρεσιν τῆς οὕτω κινούσης παρέσχετο. εἰ γὰρ ἡ φυτικὴ διὰ τοῦτο οὐ κινεῖ, διὰ τὸ μὴ προγινώσκειν τὸ τέλος μηδὲ ὀρεκτικὴν ἔχειν ζωήν, δῆλον ὡς τῇ κινούσῃ πάντως ὑπάρχειν ταύτας δεῖ τὰς δυνάμεις. p. 432b 19 Ὁμοίως οὐδὲ τὸ αἰσθητικ· όν· πολλὰ γάρ ἐστι τῶν ζῴων, ἃ αἴσθησιν μὲν ἔχει, μόνιμα δέ ἐστι καὶ ἀκίνητα διὰ τέλους. οὐδὲ τὸ αἰσθητικὸν βούλεται ὥσπερ οὐδὲ τὸ φυτικὸν εἶναι τῆς καθ’ ὁρμὴν αἴτιον κινήσεως. ᾗ αἰσθητικὸν γὰρ τοῦ παρόντος ἐστὶ μόνον γνωριστικὸν καὶ οὔτε τοῦ παρωχηκότος οὔτε τοῦ μέλλοντος· τὸ δὲ φανταστικὸν ὅταν ἐναργέστερον τῷ αἰσθητικῷ παρῇ, ἵνα τῇ μνήμῃ τοῦ προτέρου ἐπὶ ζήτησιν τοῦ ὁμοίου φέρηται, κατὰ τοῦτο κινεῖται. εἰ δὲ τῷ ὑποκειμένῳ ταὐτὸν τὸ αἰσθητικὸν τῷ φανταστικῷ, ἀμυδρουμένῳ τούτῳ κατὰ φύσιν συνημυδρῶσθαι κἀκεῖνο ἀνάγκη. ἐναργὴς δὲ ἐν τοῖς ζῴοις τῆς φαντασίας ὕφεσις. ἵνα γὰρ τὴν ἐν τοῖς λογικοῖς ἀφῶμεν νῦν, ἀλλ’ ἡ ἐν τοῖς ἀλόγοις ἡ μὲν οἵα καὶ συνεθίζεσθαι ἱκανὴ καὶ μανθάνειν ὡς ἡ κυνῶν καὶ ἵππων καὶ ἄρκτων, ἡ δὲ τούτου μὲν ἀπολειπομένη, μνήμην δὲ ὡρισμένην ἔχουσα, ὡς μέλισσαι ἐπὶ τὰ συνήθη ἄνθη καὶ τοὺς οἰκείους φερόμεναι σίμβλους, ἡ δὲ ἀόριστον ἔχουσα μνήμην τοῦ ὀρεκτοῦ ὡς ἡ εὐλῶν ἐπ’ οὐδένα κινουμένων ὡρισμένον τόπον, ἡ δὲ οὐδὲ μνήμην ὅλως τοῦ προτέρου οὖσαν, ἀλλ’ ὡς πρὸς ὀρεκτὸν μόνον ἀποτεινομένη, ὁποία ἡ ἐν ὀστρέοις. εἰ γὰρ καὶ μὴ παρούσης τῆς τροφῆς κέχηνε ποθοῦντα αὐτήν, εἴη ἄν καὶ ἐν τούτοις ἀμυδρὰ φαντασία ὡς τροφῆς· κάρφους γοῦν ἐμβληθέντος μύει ὡς διὰ τὴν τροφὴν κεχηνὸς τέως. ἀλλὰ καὶ τὸ αἰσθητικὸν ἠμύδρωται ἐν αὐτοῖς, ἐναργῶς μὲν ὡς τῶν κρειττόνων τριῶν ἀπολειπομένοις αἰσθήσεων, εἰ δὲ συναμυδροῦται τῇ φαντασίᾳ καὶ ἡ αἴσθησις, καὶ τὸ γευστικόν τε καὶ ἁπτικόν. ἐκεῖνο τέως ὡμολόγηται, ὅτι οὐχ ᾗ αἰσθητικὰ πορεύεται τὰ ζῷα· ἦ γὰρ ἄν καὶ τὰ ὄστρεα. ἄτοπον γὰρ μόνα αἰτιᾶσθαι ὡς μὴ παρόντα αὐτοῖς πορευτικὰ ὄργανα, ὡς δυνάμεως μὲν ὑπαρχούσης ἐν αὐτοῖς κινητικῆς, οὐ κινούσης δὲ διὰ τὴν τῶν ὀργάνων ἀπουσίαν. παρὰ φύσιν γὰρ καὶ ποτὲ καὶ τισὶν ἡ τῶν οἰκείων ταῖς δυνάμεσιν ὀργάνων ἔλλειψις· οὐδὲν δὲ ὅλοις εἴδεσιν ἀιδίοις οὖσι καὶ κατὰ φύσιν ὑφισταμένοις παρὰ φύσιν, εἴ γε τῷ κατὰ φύσιν τὸ παρὰ φύσιν ἐναντίον. ἐν οἷς οὖν μὴ τέλεον τὸ κατὰ φύσιν· ἐν δὲ τοῖς ὅλοις καὶ ἀιδίοις πάντῃ καὶ τέλεον. διὸ οὔτε περιττόν τι ἐν τοῖς ὅλοις γίνεται οὔτε ἐλλείπει τι τῶν ἀναγκαίων. πλήν, φησίν, ἐν τοῖς πηρώμασι καὶ ἀτελέσιν, ὡς ἐν τούτοις ἐλλειπούσης τῆς φύσεως εἰς τὸ τὰ ἀναγκαῖα πάντως ἀποδιδόναι. ἐν μὲν οὖν τοῖς πηρώμασιν οὐ θαυμαστόν· πηροῦται γὰρ οὐ τὰ ὅλα εἴδη, ἀλλὰ ποτὲ καὶ τινὰ τῶν ὑπὸ τὰ εἴδη |ἀτόμων, ἐν οἷς οὐκ ἔστι τὸ κατὰ φύσιν τέλεον, ἀλλά πὼς καὶ τὸ παρὰ φύσιν αὐτοῖς παρυφίσταται. διὸ καὶ φθαρτὰ δυνάμει, ἐξ ἀρχῆς οὐκ ὄντα ἅπερ ἐστί. τὰ δὲ ἀτελῆ, ὡς ἔστιν ἐκ τῶν παρ’ αὐτῷ ἑτέρωθι λεγομένων τεκμήρασθαι, φαίνεται καὶ ἐπὶ ὅλα διατείνων εἴδη, ὅσα μὴ πάσας ἔχει τὰς αἰσθήσεις, ὡς ἡ ἀσπάλαξ καὶ πορφύρα, κἀν ᾖ πορευτικά. πῶς οὖν ἐν τοῖς ὅλοις εἴδεσι τὸ παρὰ φύσιν; τὸ γὰρ ἐλλιπὲς παρὰ. φύσιν. ἢ τὸ ἀτελές, ὡς καὶ ἤδη εἴρηται, τὸ μὲν λέγεται ὡς πρὸς τὸ εἶδος, ὥσπερ τὸν τυφλόν φαμεν ἀτελῆ πρὸς αὐτὸ τὸ ἀνθρώπειον ἀποβλέποντες εἶδος ὄμμασι χρώμενον, τὸ δὲ ὡς πρὸς τὸ γένος τὸ προσεχές, ὅτε καὶ τὸ εἶδος ἀτελές φαμεν τὸ κατά τι ἐλλεῖπον ὧν τὸ προσεχὲς γένος πέφυκεν ἔχειν. οὕτω γὰρ τὴν ἀσπάλακα ἀτελῆ λέγομεν πρὸς τὸ πορευτικὸν ἀποβλέποντες τῶν ζῴων γένος, ἐν ᾧ πέφυκε καὶ ἡ ὀπτικὴ ὑπάρχειν δύναμις. ἐλλείπουσα οὖν ταύτης ἡ ἀσπάλαξ ἀτελὴς ὡς πρὸς τὸ γένος λέγεται, ἀλλ’ οὐχ ὡς τοὐ εἴδους πεφυκότος μὲν ἔχειν, μὴ ἔχοντος δέ. τὸ γὰρ πορευτικὸν ἐπεφύκει, ἀλλ’ οὐχὶ τὸ ἰήιον τῆς ἀσπάλακος εἶδος, ἐπεὶ ὡς πρὸς τὸ οἰκεῖον εἶδος τελεία ἅπασα ἀσπάλαξ ἡ μόνων ὀμμάτων ἐστερημένη. οὕτω γοῦν καὶ τὰ ὄστρεα τέλεια δείκνυσιν ὁ Ἀριστοτέλης· τέλεια γὰρ τὰ τοιαῦτά φησι τῶν ζῴων. καὶ τοῦτο ὑπέμνησε διὰ τῆς ἀκμὴς τε καὶ φθίσεως καὶ γεννήσεως, αἵτινες κινήσεις εἰσὶν ὑπὸ τῆς φυτικῆς ἐνδιδόμεναι ζωῆς· ἃς ἔχοντα καὶ τὰ τοιαῦτα ζῷα οὐκ ἄν τοῦ κατὰ φύσιν ἔχειν ἐλλείποι· τὸ γὰρ κατὰ φύσιν καὶ παρὰ φύσιν μάλιστα εἰς τὴν φυτικὴν ἀποβλέποντες ζωὴν κρίνομεν. ὅτι γὰρ καὶ ζῷα, δηλοῖ αἴσθησίν τινα ἔχοντα καὶ τὰ ὄστρεα. πολλῷ δὴ οὖν μειζόνως τέλειον ἔσται καὶ τὸ τῆς ἀσπάλακος εἶδος ὡς καὶ πορευτικὸν καὶ πλείοσι χρώμενον αἰσθήσεσιν, ἀλλ’ ὡς πρὸς τὸ ὅλον γένος τὸ πορευτικὸν παραβαλλόμενον ἀτελὲς λέγεται. ἀκμὴν μὲν οὖν καὶ φθίσιν ὡμολογημένως ἔχει καὶ τὰ ὄστρεα, τὸ δὲ γεννητικὸν οὐ δοκεῖ, εἰ μὴ ἄρα, ὡς καὶ τῶν φυτῶν ἔνια οὐ τῷ καρποφορεῖν ἀλλὰ τοῖς ἀπομεριζομένοις κλάδοις τὸ γόνιμον ἔχει, οὕτω καὶ τὰ ττοιαῦτα τῶν ζῴων ὑγρότητί τινι ἀφιεμένῃ ἀπ’ αὐτῶν πρὸς τὴν τῶν ὁμοίων γέννησιν ἐπιτηδείαν ἀποτελεῖ τὴν δεχομένην γῆν· εἰ μὴ ἄρα καὶ γόνιμα μέν, οὐ πάντως δὲ τοῦ ὁμοίου, ὥσπερ μυῖα λέγεται σκωλήκων εἶναι γεννητική, ἀλλ’ οὐχὶ μυιῶν. συμπεραίνεται οὖν καλῶς, ὡς εἶχεν ἄν καὶ τὰ ὀργανικὰ μέρη τῆς πορείας, πρὸς τὴν λέξιν ἀποδιδοὺς τὸ συμπέρασμα τὴν εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηδὲν μήτε ἀπολείπει τῶν ἀναγκαίων. ἐν γὰρ τῷ μέσῳ ὑπομνήσας, ὅτι τέλεια κατὰ φύσιν καὶ τὰ τοιαῦτα, ὡς διὰ μακροῦ ἀποδιδοὺς τῷ ὥστε ἐχρήσατο. p. 432b26 Ἀλλὰ μὴν οὐδὲ τὸ λογιστικὸν καὶ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν. Καὶ τὸ νοητικὸν τῆς ψυχῆς λέγεται μὴ κινεῖν, οὐχ ὡς τὸ φυτικόν, ἀλλ’ ὡς μὴ μόνον κύριον τοῦ κινεῖσθαι. οὐ γὰρ ἀρκεῖ τὸ νοεῖν οὐδὲ ἡ τοῦ νοῦ γνῶσίς τε καὶ ἡ βούλησις, ἄν μὴ καὶ ἡ σωματοειδὴς συγκινήσῃ ὄρεξις. ἀλλ’ οὐδὲ αὕτη μόνη ἐπὶ τῶν λογικῶν ἀρκεῖ, ἐὰν μὴ καὶ ὁ λόγος ἐνδῷ. μὴ οὖν τις ἀπορείτω, πῶς ἐνταῦθα μὲν μὴ κινεῖν εἴρηται τὸ νοητικόν, ὕστερον δὲ καὶ αὐτὸ μετὰ τῆς ὀρέξεως κινεῖν βούλεται. ἐνταῦθα μὲν γὰρ ὡς μὴ τὸ ὅλον ἔχον κῦρος οὕτω λέγεται μὴ κινεῖν, ἐκεῖ δὲ ὡς κινοῦν μὲν ὂν σὺν ἄλλῳ δέ· διὸ συμφωνεῖ ταῦτα ἐκείνοις. ὁ μὲν οὖν θεωρητικὸς οὐδὲ ὅλως κινεῖ ὡς θεωρητικός· περὶ γὰρ τὸ ἀληθὲς καὶ ψεῦδος ὁ τοιοῦτος, ἀλλ’ οὐ περὶ πρακτά, ἐν οἷς τὸ διωκτὸν καὶ φευκτόν, πρὸς ἁ καὶ ἐξ ὧν ἡ κατὰ φύσιν κίνησις. ὁ δὲ τὰ πρακτὰ ἐπισκοπούμενος καὶ διὰ τοῦτο καὶ τὸ φευκτὸν καὶ διωκτὸν θεωρῶν βούλεται μὲν ἐνίοτε ἢ κινεῖν ἢ ἠρεμίζειν τὸ ζῷον· οὐδετέρου δέ ἐστι μόνος κύριος, ἀλλὰ καὶ ἠρεμεῖν ἐπιτρέποντος τοῦ νοῦ κινεῖται φέρε ἡ καρδία ἐν τοῖς φοβεροῖς καὶ τὰ γεννητικὰ μόρια ἐν ταῖς τῶν ἀφροδισιαστικῶν ἡδονῶν ἐννοίαις, καὶ ἀνάπαλιν κινεῖσθαι ἐπιτρέποντος καὶ φεύγειν οὐ κινεῖται τὸ ζῷον οὐδὲ φεύγει, ὡς ἔχει ἐπὶ τῶν ἀκρατῶν, ἔνθα μαχομένων τοῦ τε νοῦ καὶ τῆς ἐπιθυμίας κρατεῖ ἡ ἐπιθυμία· τοιοῦτοι γὰρ οἱ ἀκρατεῖς. ὥστε οὐ τὸ ὅλον κύριος ὢν τῆς τοῦ ζῴου κινήσεως, ἐπεὶ καὶ οἱ τὰς τέχνας ἔχοντες καὶ βουλόμενοι κατὰ τὸν λόγον χρῆσθαι τῇ τέχνῃ ὑπὸ πάθους ἐνίοτε εἴργονται ὡς οὐδὲ αὐτοὶ κατὰ τὸν λόγον ὄντες μόνον τῆς ἐνεργείας κύριοι. τὸ δὲ ὡς ἑτέρου τινὸς ὄντος κυρίου οὐχ ὡς τοῦ ὀρεκτικοῦ εἴρηται, ἀλλ’ ὡς τοῦ συναμφοτέρου, καθάπερ καὶ αὐτὸς ἐπιφέρει· οὐδὲ γὰρ τὴν ὄρεξιν μόνην εἶναι κυρίαν, καθάπερ οἱ ἐγκρατεῖς δηλοῦσι, διαφερομένης μὲν κἀνταῦθα τῆς ὀρέξεως πρὸς τὸν νοῦν, |κρατοῦντος δὲ · τοῦ νοῦ διὰ τὸ τοὺς ἐγκρατεῖς τῷ νῷ καὶ μὴ τῇ ἐπιθυμίᾳ ἀκολουθεῖν ἢ ὅλως τῇ ἀλόγῳ ὀρέξει. p. 433a 9 Φαίνεται δέ γε τὰ δύο ταῦτα κινοῦντα, ἢ ὄρεξις ἢ νοῦς, εἴ τις τὴν φαντασίαν τιθείη ὡς νόησίν τινα. ὄρεξιν μὲν νῦν τὴν καλουμένην ἄλογον προσαγορεύει, νοῦν δὲ ἀμφιβόλως ἢ μόνην τὴν λογικὴν γνῶσιν ἢ καὶ πᾶσαν τὴν ἀφ’ ἑαυτῆς ἐγειρομένην, καὶ οὐ μόνον ὅταν ὑπὸ τῶν ἔξωθεν τὰ ὄργαν πλήττοιτο, καθάπερ ἔχει ἐπὶ τῆς αἰσθήσεως. ὡς κατὰ τοῦτον τὸν λόγον καὶ τὴν φαντασίαν τήν γε λογικὴν νόησίν τινα εἶναι· ἴσως γὰρ ἡ ἐν τοῖς ἀλόγοις ζῴοις δεῖται πάντως τῆς ὀργάνου τινὸς πληγῆς πρὸς τὴν οἰκείαν ἐνέργειαν. ἐν δὲ τῷ νῷ τῷ κατὰ τὸν λόγον περιείληπται καὶ ἡ βούλησις. ἡ γὰρ φαντασία νῦν ὡς γνωστικὴ μόνον ἐνέργεια εἴληπται, ἀλλ’ οὐχ ὡς καὶ ταῖς ἀλόγοις ὀρέξεσι σύνδρομος· διὸ καὶ ὡς τῇ νοήσει νῦν συταττομένη καὶ ἀντιδιαιρουμένη πρὸς τὰς ὀρέξεις εἴληπται. ἐν μὲν οὖν ταῖς πρὸς ἄλληλα διαμάχαις τοῦ τε νοητικοῦ καὶ τοῦ ὀρεκτικοῦ ἢ νοῦς κινεῖ, ὡς ἐπὶ τῶν ἐγκρατῶν, ἢ ὄρεξις, ὡς ἐπὶ τῶν ἀκρατῶν· ἐπὶ δέ γε τῶν ἢ τῷ λόγῳ πάντῃ ἑπομένων, ὡς ἐπὶ τῶν σπουδαίων, ἢ τοῖς πάθεσιν ὅλων ἐκδεδομένων τὸ συναμφότερόν ἐστι τὸ κινητικόν. καὶ γὰρ ἐπὶ τῶν ἀκολάστων ὁ λόγος ἑπόμενος τῷ πάθει συνεργεῖ, καὶ ἐπὶ τῶν σωφρόνων ἡ ὄρεξις ἑκουσίως ὑπείκει τῷ λόγῳ. ταῦτα δὴ καὶ ὁ Ἀριστοτέλης φιλοσοφῶν ἐξ ὑποθέσεως ἔφη εἴ τις τὴν φαντασίαν τιθείη ὡς νόησιν διὰ τὸ ἀμφίβολον. ὡς μὲν γὰρ σωματοειδὴς ζωὴ οὐ νόησις, ὡς δὲ καὶ ἀφ’ ἑαυτῆς ἐγειρομένη ποτὲ ταύτῃ πρὸς τὸν λόγον κοινωνοῦσα λέγεται καὶ αὐτὴ νόησις. εἰπὼν οὖν ἢ ὄρεξιν εἶναι τὴν κινοῦσαν ἢ νοῦν, ἐπειδὴ πολλὰς κινεῖται κινήσεις τὰ ζῷα κατὰ φαντασίαν, τὰ μὲν ἄλογα καὶ κατὰ μόνην αὐτήν, τὰ δὲ λογικά, ὅταν ἢ μὴ ἐνεργῇ ἐν αὐτοῖς ὁ λόγος ἢ μὴ κρατῇ τῶν παθῶν, οἷον ἀπολογεῖται, διὰ τί ἢ νοῦν ἔφη ἢ ὄρεξιν. ἀληθὴς γὰρ ὁ λόγος, ἐὰν καὶ τὴν φαντασίαν ὡς νοῦν τιθεῖτο, ἐπεὶ τρία εἶναι δεήσει τὰ κινοῦντα, νοῦν φαντασίαν ὄρεξιν, ἐν τῷ νῷ, ὡς εἴρηται, καὶ τῆς βουλήσεως συνειλημμένης. δεῖ δὲ ὑποστίξαντας ἐν τῇ λέξει μετὰ τὴν ταῖς φαντασίαις οὕτως ἐπαγαγεῖν καὶ ἐν τοῖς ἀλόγοις ζῴοις οὐ νόησις οὐδὲ λογισμός ἐστιν, ἀλλὰ φαντασία. ἄμφω γὰρ ταῦτα κινητικὰ κατὰ τόπον, νοῦς καὶ ὄρεξις, ἢ ἰδίᾳ, ὡς εἴρηται, ἐπὶ τῶν ἐγκρατῶν καὶ ἀκρατῶν, ἢ κοινῇ, ὡς ἐπὶ τῶν ἀκολάστων καὶ σπουδαίων· πλὴν ὅτι καὶ ὅτε ἰδίᾳ τὸ ἕτερον, οὔτε τὸ νοητικὸν ἄνευ βουλήσεως κινεῖ ὄρεξις δέ τις καὶ ἡ βούλησις, ἀλλ’ οὐκ ἄλογος) οὔτε τὸ ἀλόγως ὀρεκτικὸν ἄνευ φαντασίας, οὐ μόνον ὡς γινωσκούσης, ἀλλὰ καὶ ὡς συγκατατιθεμένης καὶ κρατουμένης τῇ ὀρέξει. ἀλλὰ καὶ ὅτε τὸ συναμφότερον κινεῖ, τῷ ὀρεκτικῷ καὶ ὁ νοῦς ἀκολουθῶν κινεῖ, τῷ οἰκείῳ δηλαδὴ ἐπὶ τῶν σπουδαίων, ἐπὶ δὲ τῶν ἀκολάστων τῷ ἀλόγῳ. διὸ ἐρεῖ ὡς μάλιστα προκρίνων τὸ ὀρεκτικὸν εἶναι τὸ κινητικόν· κἀν γὰρ ἢ μετὰ νοῦ ἢ μετὰ φαντασίας, ἀλλ’ ἡγούμενον ὅμως κινεῖ. καὶ γὰρ ἐν τοῖς πρακτοῖς τὸ διῶκον ἢ φεῦγον κινεῖ· τοῦτο δὲ ὀρεκτικόν. διὸ καὶ αὐτὸ κινούμενον ὑπὸ τοῦ ὀρεκτοῦ κινεῖ. κινητικὸν δὲ τὸ ὀρεκτὸν τοῦ ὀρεκτικοῦ οὐχ ὡς νοῦ ἢ φαντασίας, ἀλλ’ ὡς ὀρεκτικοῦ. νοῦς δὲ κινεῖ ὁ πρακτικός. οὗτος γὰρ ὁ διώκων ἢ φεύγων, διαφέρων τοῦ θεωρητικοῦ τῷ τέλει. τοῦ μὲν γὰρ τέλος τὸ ἀληθές, τοῦ δὲ τὸ πρακτὸν ἀγαθόν· καὶ τῷ μὲν ἐν τῇ θεωρίᾳ τὸ τέλος, τῷ δὲ μετὰ τὴν κίνησιν. καὶ τοῦτο αὐτῷ σὴ μαίνει τὸ ἕνεκά του λογίζεσθαι· οὐ γὰρ ἐν τῷ λογίζεσθαι τὸ τέλος ὡς ἐν τῷ θεωρεῖν, ἀλλὰ κινηθῆναι δεῖ μετὰ τὸν λογισμόν καὶ ἐπὶ τῇ κινήσει τυχεῖν τοῦ τέλους. καὶ οὐ μόνος ὁ πρακτικὸς ἕνεκά του, ἑτέρου ὄντος παρὰ τὸν λογισμὸν τοῦ τέλους, ἀλλὰ καὶ πᾶσα ὄρεξις· καὶ γὰρ ἡ ἄλογος ἕτερον ἔχει τὸ ὀρεκτὸν τοῦ ὀρέγεσθαι. οὗ γάρ, φησίν, ἡ ὄρεξις χρὴ δὲ δασῦναι τὸ οὗ, ἵνα δηλοῖ τὸ ὀρεκτόν), τοῦτο, φησίν, ἀρχή ἐστι τοὐ πρακτικοῦ νοῦ, ἐπειδὴ ὀρεκτικόν τι καὶ ὁ πρακτικὸς νοῦς, ὑπὸ δὲ τοῦ ὀρεκτοῦ τὸ ὀρεκτικὸν κινεῖται. κἄν γὰρ ἔνδοθεν ἐγείρηται, ὡς πρὸς τὸ ὀρεκτὸν ὅμως ἵεται· καὶ ταύτῃ λέγεται ὑπὸ τοῦ ὀρεκτοῦ κινεῖσθαι. τὸ δὲ ἔσχατον τούτου ἀρχὴ τῆς πράξεως, τούτου τοῦ πρακτικοῦ νοῦ ἔσχατον λέγων, εἰς ὃ καταλήγει ὁ λογισμὸς ὁ πρακτικός. οἷον εἰ ὀρεχθείς τις σκέπης ἐν χειμῶνι ἐπινοεῖ καὶ λογίζεται, ὅπερ ὀρεκτὸν ἦν αὐτῷ ὅπως ὀφείλει εἰς ἔργον ἐκβῆναι, καὶ λογιζόμενος εὕροι τῶν. ὑποστηριζόντων δεομένην καὶ ἀνεχόντων καὶ διὰ τοῦτο λίθων καὶ πλίνθων πρὸς τὸ ἀνέχεσθαι χρῄζουσαν· εὑρίσκει δὲ καὶ τὰς πλίνθους καὶ τοὺς λίθους ἐπὶ θεμελίοις στηριζομένους, ὡς τὸν πάντα λογισμὸν καταλῆξαι αὐτῷ εἰς τοὺς θεμελίους, οἳ ἀρχὴ γίνονται τῆς πράξεως. δεῖ γὰρ θεμελίους πρὸ πάντων ὑποθεῖναι καὶ τότε λίθους καὶ πλίνθους, καὶ ἐπὶ τούτοις τὴν σκέπην ὑστάτην θέντα ἔχειν τὸ ὀρεκτόν, ὅπερ ἦν ἡ σκέπη. |p. 433a 17 Ὥστε εὐλόγως δύο ταῦτα φαίνεται τὰ κινοῦντα, ὄρεξις 83v καὶ διάνοια πρακτική· τὸ ὀρεκτικὸν γὰρ κινεῖ, καὶ διὰ τοῦτο ἡ διάνοια κινεῖ, ὅτι ἀρχὴ ταύτης ἐστὶ τὸ ὀρεκτικόν. καὶ ἡ φαντασία δὲ ὅταν κινῇ, οὐ κινεῖ ἄνευ ὀρέξεως. Δι’ ὧν προκρίνει ὡς κινήσεως μᾶλλον αἴτιον τὸ ὀρεκτικὸν **συγκατατιθέμενον τῇ ὀρέξει αὐτὸ κινεῖ. ὡς ἡγεῖσθαι ἀεὶ ἐν τῷ κινεῖν τὴν ὄρεξιν τοὐ γνωστικοῦ, κἄν τε νοητικὸν ᾖ κἄν τε φανταστικὸν τὸ γνωστικόν. p. 433a 21 Ἓν δή τι τὸ κινοῦν τὸ ὀρεκτικόν Ἤτοι τὸ ὀρεκτόν· διπλῆ γὰρ ἡ γραφή. ὁ μὲν οὖν σκοπὸς εἰς ἓν τὸ κινοῦν τὴν καθ’ ὁρμὴν τοπικὴν κίνησιν τῶν ζῴων ἀναγαγεῖν τὴν αἰτίαν, καὶ τοῦτο τί ποτέ ἐστιν ἐκφῆναι, καὶ μὴ εἰς δύο, ὥσπερ ἕως νῦν ἔλεγε, τό τε γνωστικὸν καὶ τὸ ὀρεκτικόν, ἀλλὰ καὶ ἄμφω εἰς ἕν. μιᾶς γὰρ οὔσης τῆς καθ’ ὁρμὴν τῶν ζῴων κινήσεως ἓν καὶ τὸ αἴτιον ἀποδοτέον· ὥστε καὶ ὅταν δύο ἄττα ἑνὸς καὶ τοῦ αὐτοῦ αἰτιώμεθα, καθ’ ἕν τι κοινὸν τὰ δύο νομιστέον ἡμᾶς αἰτιᾶσθαι, εἰ μέλλοιμεν ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος τὴν αἰτίαν ἀποδιδόναι. ὅπερ καὶ ὁ Ἀριστοτέλης ἀξιοῖ, εἰ δύο λέγων ἦν τὰ κινητικὰ νοῦς καὶ ὄρεξις, κατὰ κοινὸν ἄν τι εἶδος ἐκίνουν, ὡς δέον τοῦ ἑνὸς ὅν τι πάντως αἰτιᾶσθαι. καὶ γὰρ εἰ κατ’ ἄλλο μὲν τοδί, κατ’ ἄλλο δὲ ἕτερόν τι εἴη αἴτιον τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, ὡς ἑνὸς καὶ ὅλον οὐδέτερον ἔσται. δεῖ οὖν εἶναι τὸ τοῖν δυοῖν αἴτιον περιεκτικόν, ὃ ὡς ὅλον καὶ ἑνὸς ἔσται τοῦ αἰτιατοῦ αἴτιον. τοῦτο δὴ ζητῶν τὸ ἓν οὐκ εἰς ἄλλο τι παρὰ τὸ ὀρεκτικὸν καὶ γνωστικὸν ἄνεισιν, ἀλλ’ αὐτὸ τὸ ὀρεκτικὸν αἰτιᾶται ὡς προηγουμένως ὂν κινητικόν, τοῦ γνωστικοῦ οὐ προηγουμένως ἀλλ’ ὡς συνεργοῦ τῷ ὀρεκτικῷ κινοῦντος, καὶ οὐδὲ ἄλλως ἢ ὅτε μετὰ ὀρέξεως καὶ ἡ γνῶσις γίνεται, ἵνα καὶ τὸ γνωστικὸν κατὰ τὴν ὄρεξιν κινῇ. ἡ δὲ ὄρεξις κἄν πάντως μετὰ γνώσεως, ἀλλ’ οὐ κατὰ τὴν γνῶσιν, καθ’ ἑαυτὴν δὲ διώκει ἢ φεύγει καὶ διὰ τοῦτο κινεῖ. ἐπεὶ οὖν καὶ ἡ ὄρεξις καθ’ ἑαυτὴν κινεῖ καὶ ἡ γνῶσις κατὰ τὴν ὄρεξιν (οὐ γὰρ ἄλλως κινεῖ οὔτε διώκει ἢ φεύγει, εἰ μὴ μετὰ ὀρέξεως εἴη), καλῶς ὁ φιλόσοφος τὸ ὀρεκτικὸν ὡς προηγουμένως κινητικὸν ἀφορίζεται· καὶ γὰρ ὅτε τὰ δύο αἰτιώμεθα **διὸ καὶ ὁ Ἀριστοτέλης οὐ κινεῖν λέγει τὸν νοῦν ἄνευ ὀρέξεως, ἐπειδὴ καὶ ἡ βούλησις οἰκεία ἐστὶ τοῦ νοῦ ὄρεξις, οὐ κινεῖ δὲ ὁ νοῦς ἄνευ βουλήσεως, οἷος ὁ θεωρητικός· ἡ δὲ ὄρεξις ὅταν μετὰ φαντασίας εἴη, ὁποία ἡ ἄλογος καλουμένη, κινεῖ ἄνευ λόγου. τοῦτο τοίνυν δεικτικὸν τοῦ προηγουμένως κινητικὸν εἶναι τὸ ὀρεκτικόν, τὸ τὴν γνῶσιν μὲν χωριζομένην τοῦ ὀρεκτικοῦ μὴ κινεῖν, τὴν δὲ ὄρεξιν παροῦσαν εἴτε ἐν τῷ λογικῶς γινώσκοντι εἴτε ἐν φαντασίᾳ κινεῖν, κατ’ αὐτὸ τὸ ὀρεκτικὸν ἰδίωμα πρὸς τὸ διωκτὸν ἱεμένην ἢ τὸ φευκτὸν ἀποστρεφομένην. ταῦτα δὲ ὁρισάμενος διακρίνει ἐφεξῆς, ποία μὲν ἡ κατὰ τὸν νοῦν γνῶσίς τε καὶ ὄρεξις, ποία δὲ ἡ κατὰ τὴν φαντασίαν αὐτὴ καθ’ ἑαυτὴν ἑκατέρα, ὅτι ἡ μὲν ὀρθὴ ἀεί, ὅταν δηλονότι καθ’ αὑτὴν ᾖ καὶ μὴ ταῖς χείροσι ζωαῖς τε καὶ γνώσεσι συμπλέκηται, ἡ δὲ καὶ ὀρθὴ καὶ οὐκ ὀρθὴ ἡ φανταστικὴ διὰ τὸ ἀόριστον. εἰ μὲν οὖν ἐν ἀρχῇ τοῦ λόγου τὸ ὀρεκτικὸν γράφοιτο, σεσαφήνισται καλῶς, ὅπως ἐστὶ τοῦτο ὡς ἓν κινητικόν· εἰ δὲ τὸ ὀρεκτὸν εἴη γεγραμμένον, τὸ κατ’ ἐνέργειαν ληπτέον ὀρεκτικόν, τουτέστι τὸ ἅμα ὂν καὶ ὀρεκτὸν καὶ ὀρεκτικόν. ὡς γὰρ τὸ κατ’ ἐνέργειαν ἐπιστητὸν ταὐτὸν τῷ ἐπιστημονικῷ καὶ ἀνάπαλιν, οὕτω καὶ τὸ κατ’ ἐνέργειαν ὀρεκτικὸν <καὶ τὸ ὀρεκτὸν> ἄμφω ἓν καὶ ταὐτὸν δεῖ γὰρ ἐγνῶσθαι τῷ ὀρεκτικῷ τὸ ὀρεκτόν, ἵνα γένηται κατ’ ἐνέργειαν τὸ ὀρεκτὸν καὶ ὀρεκτικόν. καλῶς οὖν συνεπεράνατο ἀεὶ λέγων κινεῖν τὸ ὀρεκτόν, κἄν τε τὸ ὀρεκτὸν ᾖ καὶ ἐν ἀρχῇ γεγραμμένον, κἄν τε τὸ ὀρεκτικόν, ἐπειδὴ τὸ κατ’ ἐνέργειαν ὀρεκτικὸν ταὐτὸν τῷ ὀρεκτῷ. τὸ δὲ ὀρεκτὸν ἢ ἀληθῶς ἢ φαινόμενόν ἐστιν ἀγαθόν, κἄν μὴ ᾖ. · οὐδὲν γὰρ ἢ τῶν κακῶν ἢ τῶν μέσων ἐφετόν, ἀλλὰ μόνως τὸ ἀγαθόν· καὶ εἴ τι τὸ ἀγαθὸν ὑποδύεται, ὡς ἀγαθὸν καὶ αὐτὸ γίνεται ὀρεκτόν, ὡς πανταχοῦ καὶ παρὰ Πλάτωνι ὁμολογεῖται, καὶ ὑπὸ Ἀριστοτέλους ἐν τοῖς Ἠθικοῖς Ἡθικοῖς παραδέδοται, τοῦ ἀγαθοῦ πάντα ἐφίεσθαι λέγοντος. τοῦ μὲν οὖν ἀγαθοῦ τοῦ κατ’ |αὐτὴν τὴν ἀλήθειαν καὶ ὁ θεωρητικὸς ἐφίεται· ὁ δέ γε πρακτικὸς καὶ ἀπλῶς εἰπεῖν ὁ ὀρεκτικὸς τοῦ πρακτοῦ. κοινότερον γὰρ πρακτὸν εἴρηκε νῦν οὐχὶ τὸ ἀνθρώποις μόνοις διωκτὸν καὶ φευκτόν, ἀλλὰ καὶ τὸ τοῖς ἀλόγοις ζῴοις. ὃ καὶ ἀφορίζεται ὡς ἐνδεχόμενον ἄλλως ἔχειν, γενητὸν ὂν καὶ οὐχ ὡσαύτως ἀεὶ ἐκβαῖνον· τὸ γὰρ τοῦ θεωρητικοῦ ἀγαθὸν ἀναγκαῖον τό τε κράτιστον. συμπερανάμενος δὲ τὸ προτεθὲν αὐτῷ πρόβλημα, τί τὸ κινητικὸν προηγουμένως μόριον τῆς ψυχῆς τῆς κατὰ τόπον τοῖς ζῴοις κινήσεως, ὑπομιμνήσκει πάλιν πολλὰ μὲν τὰ τῆς ψυχῆς εἶναι μόρια, οὐ τοπικῶς δὲ ἀλλὰ κατὰ τὰς δυνάμεις διαιρούμενα ὡς τῷ λόγῳ ὄντα διάφορα. διὸ καὶ πλεῖστα συνυπάρχειν δυνατὸν τὰ αὐτὰ ὄντα τῷ ὑποκειμένῳ, κατὰ διαφόρους ἐπιβολὰς δυνάμενα πλείω ἐπινοεῖσθαι, ὥσπερ αὐτὸς ἐμνήσθη, θρεπτικόν, αἰσθητικόν, νοητικόν, βουλευτικόν, ἔτι ὀρεκτικόν. τὸ γὰρ θρεπτικὸν ὡμολογημένως τοῦ νοητικοῦ καὶ βουλευτικοῦ καὶ αὐτοῦ γε τοῦ ὀρεκτικοῦ πλέον διέστηκεν ἢ ἀλλήλων τε τὸ ἐπιθυμητικὸν καὶ θυμικὸν καὶ τοῦ λόγου. κοινωνεῖ γὰρ ταῦτα καὶ ἀλλήλοις καὶ τῷ λόγῳ κατὰ τὴν ὄρεξιν. νοητικὸν δὲ νῦν τὸ θεωρητικὸν εἶπεν, ἵνα τὸν πρακτικὸν νοῦν τῷ βουλευτικῷ σημαίνῃ. τὸ δὲ ὀρεκτικὸν διαφέρει τοῦ βουλευτικοῦ ὡς κοινότερον διὰ τὸ καὶ ἄλογόν τι εἶναι ὀρεκτικόν. δείκνυσιν οὖν διὰ τούτων, ὡς, εἰ χρὴ τὰ τῇ δυνάμει διεστηκότα μόρια ἐκτίθεσθαι, τὰ πλέον διεστηκότα ἐκθετέον μᾶλλον ἢ τὰ ἐγγύς. εἴρηται δὲ ὡς προὔκειτο ἐν Πολιτείᾳ τὰ πρὸς παιδείαν χρήσιμα μόρια ἐκτίθεσθαι· καὶ διὰ τοῦτο μόνα τὰ τρία παραδέδωκεν, ὥσπερ καὶ Ἀριστοτέλης ἐν τοῖς Ἠθικοῖς λόγον τε καὶ ὄρεξιν. p. 433b 5 Ἐπειδὴ αἱ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις. Μνησθεὶς ἤδη τῶν ἐγκρατῶν τε καὶ ἀκρατῶν σαφῶς νῦν διορίζεται, ὡς ἀμφότεροι οὗτοι ἐν διαμάχῃ δύο τινῶν ὀρεκτικῶν συνίστανται, τοῦ μὲν ὄντος λογικοῦ τοῦ δὲ ἀλόγου. οἷν κοινὸν ἀμφοῖν τὸ ἁπλῶς ὀρεκτικόν, οὐχ ὡς γένος εἰς εἴδη σύστοιχα διαιρούμενον, ἀλλὰ μᾶλλον ὡς τὰ ἀφ’ ἑνὸς ἔχον· κρεῖττον γὰρ τὸ τοῦ λόγου ὀρεκτικὸν τοῦ τῆς ἀλογίας, ὡς εἶναι κοινωνίαν ἐν αὐτοῖς καὶ διαφορότητα. πρὶν δ’ ἀποδοῦναι πρὸς τὸν ἐπειδὴ σύνδεσμον, ἐν μέσῳ ὑπομιμνήσκει, ἐν τίσι πέφυκεν ἡ διαμάχη γίνεσθαι, ὅτι ἐν ἀνθρώποις, ἐν οἷς συμπέπλεκται ἡ λογικὴ ζωὴ πρὸς τὴν ἄλογον καὶ διαφέρεται πολλάκις πρὸς αὐτὴν καὶ ἐναντιοῦται. ἐν γὰρ ἀνθρώποις ὁ μὲν λόγος, χρόνου ὢν γνωριστικός, καὶ τοῦ μέλλοντος ἔχει συναίσθησιν, ὥσπερ καὶ τοῦ παρωχηκότος· ἡ δὲ ἐπιθυμία, ὥσπερ καὶ πᾶσα ἡ ἄλογος ζωὴ χρόνου οὖσα ἀνεπίγνωστος, οὐ διορίζει τὰ χρονικὰ μέτρα, ἀλλὰ κἄν πλήττηται ὑπὸ τοῦ παρεληλυθότος, οὐχ ὡς παρεληλυθὸς αὐτὸ γνωρίζει, ἀλλ’ ὡς πάσχουσα μόνον ὑπ’ αὐτοῦ τῇ μνήμῃ τοῦ πάθους. καὶ νῦν γὰρ τοῦ παρόντος ἀντιλαμβάνεται οὐκ αὐτῷ τούτῳ ἐφιστάνουσα ὅτι πάρεστιν, ἀλλ’ ὡς δρῶντος αἰσθανομένη. διότι ὁ μὲν νοῦς τε καὶ λόγος οὐ πρὸς τὸ παρὸν μόνον ἀλλὰ καὶ πρὸς τὸ μέλλον τείνει τὴν ὄρεξιν, ἡ δὲ ἐπιθυμία τὸ παρὸν ἀεὶ τίθεται τέλος, οὗ καὶ αἰσθάνεται· καὶ ὁ μὲν λόγος οὐ τοῦ ἡδέος μόνου, ἀλλὰ καὶ τοῦ ἀγαθοῦ ἀντέχεται (διακρίνει γὰρ τὸ ἡδὺ ὡς οὐ πᾶν ὂν ἀγαθόν), ἡ μέντοι ἐπιθυμία καὶ πρὸς μόνον ὁρᾷ τὸ ἡδύ, ὡς ἀγαθὸν τοῦτο πάντως ὄν, καὶ πρὸς τὸ παρὸν ἀλλ’ οὐχὶ καὶ πρὸς τὸ μέλλον, διὰ τὸ τοῦ χρόνου ἀνεπίγνωστον. ὅταν οὖν τὸ μὲν παρὸν ἡδὺ ᾖ, τὸ δὲ μέλλον ἢ ὠφέλιμον ἢ καὶ μειζόνως ἡδύ, ἡ μὲν ἐπιθυμία τὸ παρὸν ἐπιδιώκει, ὁ δὲ λόγος κατὰ φύσιν ἔχων τὸ μέλλον, ἐὰν ᾖ ἀγαθόν, μάλιστα. ἅτε γὰρ μὴ διακρίνουσα τὸ μέλλον ἀπὸ τοῦ παρόντος ἡ ἐπιθυμία τὸ παρὸν ἡδὺ ὡς ἁπλῶς ὂν καὶ ἡδὺ καὶ ἀγαθὸν ἀποδέχεται. ὡς γὰρ ταὐτόν, ὅπερ ἡδύ, τοῦτο καὶ ὡς ἀγαθὸν διώκει. ταῦτα δὴ ἐν μέσῳ εἰπὼν λοιπὸν ἀποδίδωσι πρὸς τὸν ἐξ ἀρχῆς ῥηθέντα ἐπειδὴ σύνδεσμον, ὡς p. 433 b 10 Εἴδει μὲν ἄν ἓν εἴη τὸ κινοῦν τὸ ὀρεκτικόν, ᾗ ὀρεκτικόν, πρῶτον δὲ πάντων τὸ ὀρεκτόν (τοῦτο γὰρ κινεῖ οὐ κινούμενον τῷ νοηθῆναι ἢ φαντασθῆναι), ἀριθμῷ δὲ πλείω τὰ κινοῦντα. Τῷ εἴδει ἓν λέγων τὸ ὀρεκτικὸν οὐκ ἀκριβῶς, ἀλλ’, ὡς εἴρηται, ὡς ἔχει τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. πρὶν δὲ πάλιν ἀποδοῦναι πρὸς τὸ εἴδει μὲν ἄν ἓν εἴη “πλείω δὲ τῷ ἀριθμῷ’’, διότι δύο τὰ ὀρεκτικὰ καὶ μαχόμενα ἐνίοτε ἀλλήλοις, τό τε λογικὸν καὶ τὸ ἀλόγως ὀρεγόμενον, ἐν μέσῳ ὑπέμνησεν ὡς πρὸ τοῦ ὀρεκτικοῦ τὸ ὀρεκτὸν κινεῖ, ἐπεὶ καὶ τὸ ὀρεκτικὸν διὰ τὸ ὀρεκτὸν κινεῖ. προηγουμένως οὖν τὸ ὀρεκτόν, οὐχὶ τὸ ἔτι δυνάμει ὄν, ἀλλὰ τὸ ἤδη ἐνεργείᾳ γενόμενον· τῷ γὰρ νοηθῆναι ἢ φαντασθῆναι. ὅτε καὶ ταὐτόν ἐστι τῷ ὀρεκτικῷ κατά γε τὸ ὑποκείμενον, ἐπεὶ καὶ τότε τῷ λόγῳ διαφέρον, προηγεῖται τοῦ ὀρεκτικοῦ. τὸ γὰρ ὀρεκτικὸν ὡς τέλους τοῦ ὀρεκτοῦ ἀντεχεται. p. 433b 13 Ἐπεὶ δέ ἐστι τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖ, τρίτον τὸ κινούμενον, τὸ δὲ κινοῦν διττόν, τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον. Βούλεται μὲν διὰ τούτων ὅσα τὰ συντελοῦντα πρὸς τὴν κατὰ τόπον τῶν ζῴων κίνησιν συναγαγεῖν τε καὶ παραδοῦναι, καὶ οὗτος ὁ σκοπὸς τοὐ ῥητοῦ. ἀλλὰ πρὶν τῶν κατὰ μέρος ἔχεσθαι, δεῖ τῇ λέξει, ὡς καὶ οἱ ἐξηγηταὶ ἐφιστάνουσιν, ἐπιστῆσαι, ὡς ἀρξάμενος ἐκ τοῦ ἐπεὶ συνδέσμου ὥς τι ἀποδώσων οὐ φαίνεται ἀποδιδούς. ἀλλὰ προσυπακουστέον ὑποστίξαντας μετὰ τὸ ἔστι δὲ τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον τοῦ τέσσαρα ἄν εἴη τὰ συντελοῦντα πρὸς τὴν τοιάνδε κίνησιν. ἐφ’ οἷς εὐλόγως καταριθμεῖται, τίνα τὰ τέσσαρα· τὸ ὀρεκτόν, τὸ ὀρεκτικόν, τὸ ᾧ κινεῖ, τὸ κινούμενον. τρία μὲν γὰρ φθάνει ἠριθμηκώς, τὸ κινοῦν, τὸ ᾧ κινεῖ, τὸ κινούμενον· τὸ δὲ κινοῦν διττὸν ἐπιφέρων εἶναι, τὸ μὲν ἀκίνητον, τὸ δὲ κινοῦν καὶ κινούμενον, τέσσαρα λοιπὸν πάντα καταριθμεῖται. ἀκίνητον μὲν οὖν ἐστι τὸ ὡς ὀρεκτὸν κινοῦν· τῷ γὰρ φαντασθῆναι ἢ νοηθῆναι, ὡς εἶπε, τουτέστιν ἐνεργείᾳ γενόμενον ὀρεκτόν, ὅτε καὶ ταὐτὸν τῷ ὑποκειμένῳ γίνεται τῷ ὀρεκτικῷ, κινεῖ. καὶ προηγουμένως κινεῖ τὸ ὀρεκτικόν, ᾗ τῷ λόγῳ αὐτοῦ διαφέρει, ἐπειδὴ ὡς πρὸς τέλος τὸ ὀρεκτὸν τὸ ὀρεκτικὸν κινεῖται. μένει δὲ αὐτὸ τὸ τέλος ἀκίνητον καὶ οὐκ αὐτὸ πρὸς τὸ ἐρῶν φέρεται. οὕτω μὲν οὖν τὸ ὀρεκτὸν κινεῖ ὡς ἀκίνητον. τὸ δὲ ὀρεκτικόν, ὃ καὶ προσεχέστερον κινεῖ τὰ κινούμενα, ὑπὸ τοῦ ὀρεκτοῦ διαναστὰν καὶ εἰς τὴν τάξιν αὐτοῦ ὁρμῆσαν καὶ διὰ τοῦτο κινεῖσθαι λεγόμενον, κατ’ αὐτὴν τὴν τοὐ ὀρεκτοῦ μεταδίωξιν κινεῖ τὸ ζῷον, συμφυὲς αὐτῇ ὑποκείμενον ὄργανον· διὸ καὶ οὐ βίᾳ τινὶ ἀλλ’ αὐτοφυῶς τῇ ἐκείνης ὁρμῇ συγκινεῖται. κινεῖ δὲ χρώμενον ἑτέρῳ τινὶ μεταξὺ ὄντι αὐτοῦ τε τοῦ κινοῦντος, τοῦ ὀρεκτικοῦ φημι, καὶ τοῦ κινουμένου, ὅπερ ἐστὶ τὸ ζῷον. τοῦτο δὲ τὸ μεταξὺ δοκεῖ μὲν ὁ Ἀριστοτέλης λέγων ἐν τῷ Περὶ κινήσεως ζῴων τὸ πνεῦμα λέγειν τὸ ζωτικὸν ἐν ἡμῖν, ὃ μεταξὺ τῆς τε κινούσης καρδίας καὶ τῶν στερεωτέρων κινουμένων τοῦ ζῴου μορίων τυγχάνει ὄν. λέγει δὲ ἐν ἐκείνῳ καὶ ἄλλο τι μεταξὺ τῶν τε ἄνω καὶ κάτω τοῦ ζῴου μορίων, καὶ τῶν δεξιῶν καὶ ἀριστερῶν, ὅπερ ἐν ἐπιφανείᾳ μᾶλλον τίθεται συναπτούσῃ τὰ ἀντικείμενα μόρια, ὅταν ἢ ἄνω ἢ κάτω ἢ δεξιὰ ἢ ἀριστερὰ κάμπτηται αὐτό, πῇ μὲν κινούμενον πῇ δὲ ἠρεμοῦν. ἐν γὰρ τῇ κάμψει συμβαίνει θάτερον μὲν τῶν ἀντικειμένων μορίων κινεῖσθαι, θάτερον δὲ ἠρεμεῖν, ἐπειδὴ τὸ κινούμενον πάντως πρός τι ἑστὼς ἐρειδόμενον οὕτω κινεῖσθαι βούλεται. συμβαίνει τοίνυν τὴν μεταξὺ τῶν ἀντικειμένων ἐπιφάνειαν ὡς μὲν πέρας τοῦ ἑστῶτος ἠρεμεῖν, συγκινεῖσθαι δὲ τῷ κινουμένῳ ὡς τούτου ἀρχήν. ἀλλὰ ταῦτα μέν, κἄν τὸ πνεῦμα λέγῃ τις, κἄν τὴν τοιαύτην ἐπιφάνειαν, σωματικὰ εἶναι ὁμολογεῖται, εἰς ἃ καὶ οἱ Ἀριστοτέλους ἐξηγηταὶ ὑπηνέχθησαν· οἶμαι δὲ καὶ ταύτῃ διακριτέον τὸν λόγον. πᾶσα ψυχὴ ἐντελέχεια σώματος ὀργανικοῦ εἶναι ὑπ’ αὐτοῦ παραδέδοται καὶ χρῆσθαι ὡς ὀργάνῳ τῷ ζῶντι σώματι. τὸ δὲ χρώμενον οὐκ ἔστιν ἀπλῶς εἶδος τοὐ ὀργάνου ὡς ὀργάνου· ἐξῄρηται γὰρ ἀεὶ τὸ χρώμενον τοῦ ᾧ χρῆται. ἐπεὶ οὖν τὸ ζῷον ὄργανον ὑπέστρωται τῇ χρωμένῃ ψυχῇ, ἡ χρωμένη αὐτῷ ψυχὴ οὐκ ἔσται τὸ ὅλον εἰπεῖν εἶδος τοῦ ὀργάνου, ἀλλ’ ὡς χρώμενον τὸ ὑφ’ οὗ καὶ τὸ ποιητικὸν αἴτιον· τὸ γὰρ κινοῦν ὑπὸ τὸ ποιοῦν. ἀλλ’ ἡ μὲν φυτικὴ ὡς ἐσχάτη ἀμυδρῶς ἐμφαίνει τὸ χρώμενον, ἐναργέστερον δὲ ἡ τῶν ὀστρέων καὶ τῶν ὁμοίων, ὡς εἰ καὶ μὴ καθόλου, ἀλλὰ κατὰ μόρια αὐτὰ τοπικῶς κινοῦσαι· ἡ δὲ τῶν πορευτικῶν ἐναργεστέρα ἄλλη οὖσα παρὰ τὸ κινούμενον· τὸ γὰρ κινοῦν καὶ ποιοῦν ἕτερον παρὰ τὸ κινούμενον καὶ πάσχον, καὶ οὐχὶ τοῦ κινουμένου τι ὂν μάλιστα κατὰ τὸν Ἀριστοτέλην, ἵνα μὴ τὸ αὐτὸ καὶ κινοῦν ᾖ καὶ κινούμενον. ἦν δὲ τὸ κινούμενον τὸ ζῷον, τὸ δὲ κινοῦν ἡ ψυχή, οὐκ οὖσα εἰδητικὴ ζωὴ τοῦ ζῶντος σώματος· ἡ γὰρ τοιαύτη ὡς ζῴου ἐστὶ χαρακτηριστικὴ καὶ ὡς ὀργάνου, ὅπερ ἦν τὸ κινούμενον, ἡ μέντοι ψυχὴ κατὰ τὸ κινοῦν ἀλλ’ οὐ κατὰ τὸ εἶδος τοῦ κινουμένου ὡς κινουμένου ἐστί, καὶ ἐξῄρηται ὡς τὸ κινοῦν τοῦ κινουμένου καὶ τὸ ποιοῦν τοῦ γιγνομένου. καὶ διὰ τὴν ὑπεροχὴν καὶ μεσότητος ἐδεήθησαν τῆς ἄμφω συναπτούσης πρὸς ἄλληλα. καὶ ἡ μεσότης οὐ σῶμα, οἶμαι, (πάλιν γὰρ τὸ κινούμενον ἔσται καὶ οὐχὶ ᾧ κινεῖ), ἀλλὰ σωματικὸν μέν, οὐ σῶμα δέ, ὁποία ἡ τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴ ζωή, ἥτις καθ’ αὑτὴν μὲν οὐ κινεῖται, ἀσώματος οὖσα, ἀρχὴ δέ ἐστι τοῦ κινουμένου ὡς ζῶντος, εἰδητικὸν οὖσα αἴτιον ὡς ὑγεία τοῦ ὑγιαίνοντος, διὰ τὸ ὅλη ἀχωρίστως ἐγκαταδεδυκέναι τῷ σώματι σωματικὴ λεγομένη. τὸ δὲ κινούμενόν ἐστι τὸ ζῷον, διότι οὐχ ὡς σῶμα ὑπὸ τῆς ψυχῆς ἀλλ’ ὡς ζῷον κινεῖται. ἡ δὲ μεσότης καὶ ἠρεμεῖν καὶ κινεῖσθαί πὼς λέγεται, καθ’ αὑτὴν μὲν ἀκίνητος οὖσα διὰ τὸ ζωὴ εἶναι, κατὰ συμβεβηκὸς δὲ κινουμένη διὰ τὴν ἀχώριστον |πρὸς τὸ ζῷον συμπλοκήν. p. 433b 15 Ἔστι δὲ τὸ μὲν ἀκίνητον τὸ πρακτὸν ἀγαθόν· οὐχ ὡς καθ’ αὑτὸ ἀκίνητον· ἐν γὰρ μεταβολῇ τὰ πρακτὰ καὶ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν· ἀλλ’ ὡς ἐν τῷ κινεῖν τὴν ὄρεξιν οὐ κινούμενα, ἵνα κινήση· τῷ γὰρ μένειν ἀγαθὰ ἤτοι φαίνεσθαι κινεῖ. p. 433b 16 Τὸ δὲ κινοῦν καὶ κινούμενον τὸ ὀρεκτικόν. Οὐ τοπικῶς κινούμενον, ἀλλὰ κινοῦν μὲν τοπικῶς, κινούμενον δὲ ὡς ὑπὸ τοῦ ὀρεκτοῦ πρὸς τὸ ἐνεργείᾳ ὀρέγεσθαι διεγειρόμενον. κάλλιον γὰρ ὁ Πλούταρχος οὕτως ἐξηγεῖται, αὐτὴν τὴν ὀρεκτικὴν ἐνέργειαν κίνησιν εἰρῆσθαι Πλατωνικῶς φάμενος ὑπὸ τοῦ Ἀριστοτέλους νῦν, καὶ ἴσως διὰ τὸ εἰς κίνησιν πάντως ἀποτελευτᾶν, καὶ τὸ ὅλον τοῦτο ποιητικὴν οὖσαν κίνησιν, νῆσιν, ἀλλ’ οὐ παθητικήν, ἢ ὁ Ἀλέξανδρος κινεῖσθαι λέγων τὴν ὄρεξιν κατὰ συμβεβηκός, διὰ τὸ. ἐν σώματι οὖσαν συγκινεῖσθαι τῷ ὑποκειμένῳ κατὰ συμβεβηκός, ὡς εἴρηται. οὐ γὰρ ἡ ἐν τῷ ζῶντι σώματι ὅλη ἐγγενομένη κινεῖ, ἀλλ’ ἡ ἔχουσά τι καὶ χωριστὸν καὶ ἐξῃρημένον καὶ κατὰ τὸ ποιοῦν ἑστῶσα, καὶ αὕτη ἡ μεσότητος δεηθεῖσα· ἡ δὲ τοῦ κινουμένου ὡς κινουμένου χαρακτηριστικὴ ἡ ἄμεσος αὐτοῦ ἐστιν εἰδητικὴ αἰτία. ἑρμηνεύει δὲ αὐτὸς ὁ Ἀριστοτέλης ἑαυτόν, ὅπως κινούμενον ἔφη τὸ ὀρεκτικόν· ᾗ γὰρ ὀρέγεται, δηλῶν τὸ κατ’ αὐτὴν τὴν ὄρεξιν· καὶ γὰρ κινούμενον λέγει νῦν οὐ τὸ ζῷον, ἀλλὰ τὸ ὀρεκτικὸν ὡς ὀρεκτικόν. καὶ ἔτι σαφέστερον τὸν λόγον ποιῶν τὴν ὄρεξιν ἀξιοῖ κίνησίν τινα εἶναι ὡς ἐνέργειαν· εἰς κίνησιν ἀποτελευτῶσαν ἐν τῷ ζῴῳ, ἵνα τὸ η ἐν τῷ ᾗ ἐνέργεια μὴ σύνδεσμον διαζευκτικόν, ἀλλ’ ἐπίρρημα ἀντὶ τοῦ καθὸ ἀκούσωμεν. εἰ δὲ καὶ ὡς σύνδεσμος εἴρηται, δηλούτω τὸ τὴν ὄρεξιν ἐξεῖναι ἡ ἐνέργειαν καλεῖν ὡς ἀμέριστον καὶ τελείαν ἐνέργειαν, ἢ κίνησιν ὡς ὑπό τε τοῦ ὀρεκτοῦ ἐγειρομένην καὶ ὡς εἰς κίνησιν τοῦ ζῴου ἀποτελευτῶσαν. κινούμενον δέ ἐστι τὸ ζῷον κατὰ τὴν κυρίως ὁρισθεῖσαν κίνησιν, τὴν τοῦ κινητοῦ ἐντελέχειαν, οὐ τὴν φυσικὴν ἀλλὰ τὴν πορευτικὴν καὶ ὑπὸ ψυχῆς καὶ ζῴοις προσήκουσαν. τὸ δὲ ᾧ κινεῖ μέσῳ ἡ ὄρεξις τοῦτο λοιπὸν σωματικόν ἐστιν· οὐ σῶμα λέγων τὸ σωματικόν (ἐκεῖνο γὰρ κινούμενον πάντως), ἀλλὰ τὴν σωματοειδῆ καὶ ἐσχάτην ζωήν. διὸ καὶ ὑπερτίθεται τὴν περὶ αὐτῆς ὕστερον θεωρίαν ὡς ἐρῶν, ὅτε τὰ κοινὰ ἐπισκοπεῖται ψυχῆς καὶ σώματος ἔργα. κοινὸν δὲ οὐ τὸ κινεῖν· οὐ γὰρ καὶ ὑπὸ τοῦ σώματος κινεῖται τὸ ἔμψυχον, ἀλλ’ οὐδ’ ὑπὸ τῆς ἐγκαταμεμιγμένης ζωῆς. καὶ γὰρ αὐτὴ ὡς ζωτικῶς κινουμένου ἦν ὅρος· τὸ δὲ κινοῦν κατὰ τὸν κινοῦντα ἕστηκεν. εἰκότως οὖν ἐν τῷ Περὶ κινήσεως ζῴων ἐρεῖ περὶ τοῦ ᾧ κινεῖ. p. 433b 21 Νῦν δὲ ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὸ κινοῦν ὀργανικῶς, ὅπου ἀρχὴ καὶ τελευτὴ τὸ αὐτό. Ἔστι μέν, ὡς εἴρηται, καὶ σωματικόν τι αὐτόθεν ὀργανικῶς κινοῦν· νῦν γε μὴν τὴν τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴν ζωὴν βούλεται εἶναι τὴν ὀργανικῶς κινοῦσαν, ἣν καὶ ἐρεῖ μένειν τε καὶ κινεῖσθαι. εἰ δὲ καὶ ταύτην ἐν τῷ Περὶ κινήσεως ζῴων ἢ σαφῶς λέγει ἢ καὶ ἐνδείκνυται, ἐκεῖθεν ληπτέον. ἔοικε δὲ καὶ ἐκεῖ πάντως λέγειν περὶ αὐτῆς· νῦν γὰρ ἐν κεφαλαίῳ φησί, τουτέστι συνωψισμένως, τὰ πλατύτερον εἰρημένα ἐν ἐκείνοις ῥητέον. καὶ δὴ λέγει τὸ ὀργανικῶς κινοῦν, ὅπερ δηλαδὴ μετὰ τὴν ὄρεξιν μέν ἐστιν, ἥτις οὐκ ὀργανικῶς ἀλλὰ πρώτως καὶ αὐτὴ κινεῖ διὰ τὸ κἄν ὑπὸ τοὐ ὀρεκτοῦ ἐγείρηται, ἀφ’ ἑαυτῆς ὅμως πρὸς τὸ ὀρεκτὸν φέρεσθαι (τὸ δὲ ὀργανικὸν πᾶν μετὰ τὸ πρώτως κινοῦν), πρὸ δὲ τοῦ κινουμένου εἴπερ οὐ μόνως κινούμενον ἀλλὰ καὶ κινοῦν ὑπάρχει· τοιοῦτον γὰρ τὸ ὀργανικῶς κινοῦν, κινούμενον μὲν ὑπὸ τοῦ πρώτως κινοῦντος, κινοῦν δὲ τὸ μόνως κινούμενον. ἔστω μὲν οὖν, ὡς εἴρηται, καὶ σωματικόν τι τοιοῦτον ὡς ἡ καρδία, ὡς τὸ πνεῦμα τὸ ζωτικόν, ὡς ἡ μεταξὺ τῶν ἀντικειμένων μορίων ἐπιφάνεια, ἔστι δὲ καὶ ἡ εἰδοποιοῦσα τὸ ζῷον ἀχωρίστως ζωὴ ὡς κινούμενον αὐτὸ χαρακτηρίζουσα, ἥτις καὶ αὐτὴ κινεῖν λέγεται τὸ ζῷον, διότι κατ’ αὐτὴν κινεῖται, ἀλλ’ οὐχ ὡς ὑπ’ αὐτῆς, κινεῖσθαι δὲ ὑπὸ τοῦ πρώτως κινοῦντος τοῦ κινουμένου ἀχωρίστως, καὶ ὡς τοὐ κινουμένου οὖσα τὸ εἶδος, καὶ μᾶλλον ὡς κατὰ συμβεβηκὸς κινουμένη μᾶλλον ἢ καθ’ αὑτήν· τὸ γὰρ καθ’ αὑτὸ κινούμενον σῶμα πάντως. καὶ κυριώτερον τὴν τοιαύτην ζωὴν ἀκούειν τὸ ὀργανικὸν ἢ ὁτιοῦν σῶμα· τὸ μὲν γὰρ σῶμα ἀδύνατον κατὰ τὸ αὐτὸ μόριον δι’ ὅλου ἀρχὴν εἶναι καὶ τελευτήν (σαφῶς γὰρ τοῦτο ἐπήγαγεν ὁ Ἀριστοτέλης, τὸ αὐτὸ βουλόμενος εἶναι ἀρχὴν καὶ τελευτὴν τὸ ᾧ κινεῖ), ἡ μέντοι ζωὴ ἡ ἐνδοθεῖσα ὅλη δι’ ὅλης ἑαυτῆς ἡ κινοῦσά ἐστι τὸ ζῷον ὡς τὸ καθ’ ὃ ἀλλ’ οὐχὶ τὸ ὑφ’ οὗ κινητικόν, καὶ κινουμένη κατὰ συμβεβηκὸς ὡς εἰδητικὴ αἰτία τοῦ κινουμένου. καὶ ὁ γίγγλυμος δὲ εἴληπται αὐτῷ εἰκὼν τοῦ ὅλου δι’ ὅλου κινουμένου πὼς καὶ ἠρεμοῦντος· οὐ γὰρ ὡς σῶμα, ἀλλ’ ὡς ἐπιφάνεια. ἔστι δὲ ὁ |γίγγλυμος, ὡς καὶ ὁ Πλούταρχος βούλεται, δύο κρίκων συμπλοκή, τοῦ ἑτέρου εἰς τὸν λοιπὸν ἐμβεβλημένου, ὅτε τὸ κυρτὸν τοῦ ἑτέρου τοῦ κοίλου ἐφάπτεται τοῦ λοιποῦ· καὶ ὡς ὁ Ἀλέξανδρος ἐνδείκνυται, ὅτε περὶ μίαν περόνην ἑστῶσαν κρίκος περικείμενος αὐτῇ εἴσω τε καὶ ἔξω στρεφομένῃ τῇ θύρᾳ συνεργεῖ, τῆς περόνης μενούσης ἀκινήτου, αὐτὸς ὁ κρίκος τὰς ἐναντίας ἐν τῇ ἔξω καὶ εἴσω τῆς θύρας στροφῇ κινούμενος κινήσεις. ἀλλὰ τοῦ γιγγλύμου, ὁποτέρως ἄν ἔχοι, ληπτέον, ὡς οἱ ἐξηγηταὶ βούλονται, ἢ θατέρου κρίκου τὸ κυρτὸν θατέρου δὲ τὸ κοῖλον, ἢ τοὐ μὲν κρίκου τὸ κοῖλον τῆς δὲ περόνης τὸ κυρτόν· καὶ ἐνταῦθα μὲν ἔστω μένον τὸ κυρτὸν τῆς περόνης, τὸ δὲ κοῖλον τοῦ κρίκου κινούμενον· ἐπὶ δὲ τῶν δύο κρίκων κινούμενον μὲν τὸ κυρτὸν τοῦ περιεχομένου, ἀκίνητον δὲ τὸ κοῖλον τοῦ περιέχοντος. ἀλλ’ οὐ δοκεῖ μοι ταῦτα συμφωνεῖν τῇ λέξει, ἀχώριστα ἐνταῦθα τῷ μεγέθει ὑποτιθεμένῃ τὸ ἠρεμοῦν τε καὶ κινούμενον, μόνῳ τῷ λόγῳ ὄντα ἕτερα, εἰωθότος τοῦ Ἀριστοτέλους ἀχώριστα καλεῖν τῷ μεγέθει οὔτε τὰ συνεχοῦς μόρια, διὰ τὸ καὶ ἐν τῇ συνεχείᾳ ἄλλα ἀλλαχοῦ κινεῖσθαι, οὔτε ἔτι μᾶλλον τὰ ἐφαπτόμενα, διὰ τὸ ταῦτα μηδὲ κατὰ συνέχειαν ἀλλήλοις συνῆφθαι, ἀλλ’ ἐκεῖνα ὅσα ὅλα δι’ ὅλων τῷ ὑποκειμένῳ ἥνωται πρὸς ἄλληλα. διὸ καὶ ὁ Ἀλέξανδρος ἐπιστήσας τούτῳ, οὐκ ἀκούει ὡς ἐπὶ τοῦ γιγγλύμου τὰ ἐφεξῆς ἐπαγόμενα, τὸ ἀχώριστα εἶναι τῷ μεγέθει τὴν ἀρχὴν καὶ τὸ τέλος, καὶ τὸ ἠρεμοῦν καὶ κινούμενον, ἀλλ’ ὡς ἐπὶ ἡμῶν ταῦτα εἰρῆσθαι, ὅταν τῶν ἀντικειμένων μερῶν, λέγω δὲ τῶν ἄνω καὶ κάτω ἢ τῶν δεξιῶν καὶ ἀριστερῶν καμπτομένων, καὶ θατέρου μένοντος τῶν ἀντικειμένων, θατέρου δὲ κινουμένου, ἡ μεταξὺ ἐπιφάνεια ὡς πέρας μὲν τοῦ κινουμένου <κινουμένη> ᾖ καὶ αὐτή, ὡς δὲ ἀρχὴ τῶν ἠρεμούντων ὅλη δι’ ὅλης ἑαυτῆς· οὐ γὰρ ἔχει βάθος καὶ ἠρεμοῦσα καὶ κινουμένη. ἀλλ᾿, οἶμαι, ἐχρῆν καὶ ἐπὶ αὐτοῦ τοὐ γιγγλύμου τὴν εἰκόνα λαβεῖν, ἵνα μὴ μάτην ᾖ παρειλημμένος. πῶς οὖν ἐπὶ σώματος ληψόμεθα βάθος ἔχοντος καὶ ἀλλαχοῦ μὲν τὸ κυρτόν, ἀλλαχοῦ δὲ τὸ κοῖλον; ἤ, ὡς εἰρήκαμεν, οὐ κατὰ τὸ σωματικὸν αὐτοῦ ληπτέον τὴν εἰκόνα, ἀλλὰ κατὰ τὴν τοῦ σώματος ἐπιφάνειαν, εἴτε τὴν κοίλην εἴτε τὴν κυρτὴν καλουμένην. καὶ γὰρ ἡ κυρτὴ πάντως καὶ κοίλη ἡ αὐτὴ ὅλη δι’ ὅλης, καὶ ἡ κοίλη ὁμοίως πάντως κυρτή. εἴτε οὖν τὸν ἐντοσθίδιον κρίκον νοήσειας κινούμενον κατὰ τὸ κυρτὸν ἑαυτοῦ, καθ’ ὃ ἐφάπτεται τοῦ περιέχοντος αὐτόν, κινούμενον οὖν ἔσται ὁ κρίκος δηλαδὴ ὁ περιεχόμενος· σῶμα γὰρ ἔσται τὸ κινούμενον. ἡ δὲ ἐπιφάνεια αὐτοῦ ἡ ἅμα κυρτὴ καὶ κοίλη, ἡ πρὸς τῷ περιέχοντι, ᾗ μὲν προσεχής ἐστι τῷ κινουμένῳ (ἔστι δὲ τὸ κοῖλον) κινεῖται ὡς πέρας μᾶλλον ἐφαπτόμενον τοῦ κινουμένου, ᾗ δὲ τῷ ἠρεμοῦντι καὶ περιέχοντι κρίκῳ προσεγγίζει κατὰ τὸ κυρτόν, ἠρεμεῖ· ἐπειδὴ πέρας μέν ἐστι τοῦ κινουμένου καὶ κατὰ τὸ κυρτόν, ἀλλὰ ἀπωτέρω ἢ κατὰ τὸ κοῖλον. τὸ δὲ κυρτὸν καὶ τὸ κοῖλον τῷ μὲν ὑποκειμένῳ ἀχώριστα, ὅπερ τῷ μεγέθει ἔφη ὁ Ἀριστοτέλης. ὅλον γὰρ δι’ ὅλου ὅπερ ἄν ᾖ κοῖλον, τοῦτο καὶ κυρτόν ἐστι. κἂν οὖν ἐν γραμμῇ κἄν ἐν ἐπιφανείᾳ κἂν ἐν σώματι αὐτὸ θεωρῇ τις, ἴσως ὅλον φανήσεται καὶ κινεῖσθαί πὼς καὶ ἠρεμεῖν· οὐδέτερον δὲ καθ’ αὑτό (τὸ γὰρ καθ’ αὑτὸ καὶ κινεῖσθαι καὶ ἠρεμεῖν σώμασιν, ὡς εἴρηται, προσήκει), ἀλλὰ κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν τὴν πρὸς τὸ κινούμενον ἢ πρὸς τὸ ἠρεμοῦν πλησιάζουσαν. καὶ ταύτῃ καὶ τῇ μεταξὺ τῶν ἀντικειμένων μορίων ἐπιφανείᾳ προσέοικεν ἡ εἰκὼν καὶ τῇ, ὡς ἡμεῖς ἐθέμεθα, τοῦ ὀργάνου χαρακτηριστικῇ ὡς ὀργάνου ζωῇ. ἣν ἄν τις καὶ κατὰ τοῦτο εὐλογώτερον ἀκούσοι, ἐπειδή, ὡς τὸ κινοῦν οὐσία ἡ ὀρεκτικὴ ζωὴ καὶ τὸ κινούμενον (τὸ γὰρ ζῷον), δεῖ καὶ τὸ μεταξὺ τὸ ᾧ κινεῖ τὸ κινοῦν οὐσίαν εἶναι. οὐσία δὲ ἡ ζωὴ καὶ οὐχ ἡ ἐπιφάνεια, καὶ ὡς μεταξὺ κρείττων μὲν τοῦ ζῴου, ὑφειμένη δὲ τῆς ὀρεκτικῆς ζωῆς. p. 433b 25 Πάντα γὰρ ὤσει καὶ ἕλξει κινεῖται. Ὅπως μὲν αἱ ἔξωθεν γινόμεναι κινήσεις εἰς ὦσιν καὶ ἕλξιν ἀνάγονται, ἐν τῇ Φυσικῇ παρ’ αὐτοῦ μεμαθήκαμεν ἀκροάσει· ὅπως δὲ καὶ αἱ κατὰ φύσιν, ἐπιστῆσαι ἄξιον· πάντα γὰρ ἔφη, ὥστε καὶ τὰ κατὰ φύσιν κινούμενα. καὶ ἔοικεν ὠθοῦν μὲν καὶ ἕλκον λέγειν τὸ αἴτιον τῆς κινήσεως ἢ ἐκτεῖνον ἢ συνάγον τὸ κινούμενον, ὠθοῦν μὲν ὅταν ἐκτείνῃ, ἕλκον δὲ ὅταν συνάγῃ, οὐ τὸ ποιητικὸν μόνον αἴτιον ὡς τὸ ὑφ’ οὗ, ἀλλὰ καὶ τὸ εἰδητικὸν ὡς τὸ καθ’ ὅ· ἑλκόμενον δὲ καὶ ὠθούμενον αὐτὸ τὸ κινούμενον ἡ ἐκτεινόμενον ἢ συστελλόμενον, ὡς ἔχει τὸ θερμαινόμενον καὶ ψυχόμενον ζῷον, ἐν τῷ αἰδεῖσθαι μὲν θερμαινόμενον διαχεομένου καὶ ἐκτεινομένου τοῦ αἵματος, ἐν δὲ τῷ φοβεῖσθαι <ψυχόμενον> συστελλομένου καὶ συναγομένου ὅθεν καὶ ὠχρίασις κατὰ τὴν ἐπιφάνειαν συμβαίνει. ἀλλὰ καὶ ἐν ταῖς φυσικαῖς καὶ μὴ ζωτικαῖς κινήσεσιν, οἷον ἐν τῇ τοὐ πυρὸς ἐπὶ τὸ ἄνω φορᾷ ἡ κουφότης ἐστὶν ἡ καθ’ ἣν |κινεῖται δύναμις, αὐτὸ δὲ τὸ πῦρ κινούμενον, ἑλκόμενον 86r μὲν κατὰ φύσιν καὶ οὐ βιαίως τῇ οἰκείᾳ ὁλότητι συναγόμενον καὶ πρὸς ταύτην σπεῦδον, κατ’ αὐτὴν δὲ τὴν διαστατικὴν πορείαν ὠθούμενον οὐ βιαίως οὐδὲ ταύτην, ἀλλ’ οἷον ἑκουσίως, ἐκτεινόμενον δὲ ὅμως. τῷ δὲ προκειμένῳ ἐφαρμοστέον τὸ ὤσει καὶ ἕλξει κινεῖσθαι, <τῷ> “τὸ μὲν ἠρεμεῖ’’ τοῦ ᾧ τὸ κινοῦν, “τὸ δὲ κινεῖται’’, ἵνα τὸ μὲν ἠρεμοῦν ὠθῇ ἢ ἕλκῃ, τὸ δὲ κινούμενον ὠθῆται ἢ ἕλκηται· ὡς ἐπὶ τοῦ περιεχομένου κρίκου τὸ κυρτόν ἐστι τὸ ὠθοῦν ἢ ἕλκον κατά τινα ἀναλογίαν, τὸ δὲ κοῖλον ὠθούμενον ἢ ἑλκόμενον, ἡ μὲν ἀφίσταται τῆς κοιλότητος τοῦ περιέχοντος κρίκου, ὠθούμενον, ᾗ δὲ ἐπὶ τὸ αὐτὸ κυκλικῶς φέρεται, ἑλκόμενον. ὡς εἴ γε μὴ ὁ ἐμπεριεχόμενος, ἀλλ’ ὁ περιέχων κρίκος κινοῖτο περὶ μένοντα τὸν ἔνδοθεν, κατὰ τὸ κοῖλον τῆς ἔνδον ἐπιφανείας ἔξει τὸ μένον, κατὰ δὲ τὸ κυρτὸν τὸ κινούμενον· κατὰ γὰρ τὴν κυρτότητα τὸ πλησιάζον μᾶλλον ἕξει τῷ ἑαυτοῦ βάθει, κατὰ δὲ τὴν κοιλότητα τὸ πορρωτέρω μὲν τοῦ οἰκείου βάθους, ἔγγιον δὲ τοῦ μένοντος κρίκου ἢ τῆς περόνης, ὡς ὁ Ἀλέξανδρος τὸν γίγγλυμον ἤκουσεν· ἡ δὲ ζωή, καθ’ ἣν κινεῖται τὸ κινούμενον, τὸ μὲν μόνιμον ἕξει κατὰ τὴν πρὸς τὸ κινοῦν συναφήν, τουτέστι πρὸς τὴν ὄρεξιν, τὸ δὲ κινούμενον κατὰ τὴν πρὸς τὸ ζῷον· τοῦτο γὰρ ἦν τὸ κυρίως κινούμενον· ἐπεὶ οὖν τὸ ὠθοῦν καὶ ἕλκον κατὰ τὸ μένον, τὸ δὲ ὠθούμενον καὶ ἑλκόμενον κατὰ τὸ κινούμενον, ἐν πάσῃ κινήσει ἔσται τὸ μὲν μένον τὸ δὲ κινούμενον· ὡς ἐν κύκλῳ τὸ μὲν κέντρον μένει, ὠθοῦν μὲν τὸν κύκλον, ᾗ ἐξιστάμενον αὐτὸν ἀφ’ ἑαυτοῦ κινεῖ, ἕλκον δέ, ᾗ περὶ αὑτὸ κινεῖ, αὐτὸς δὲ ὁ ὅλος κύκλος οὕτως ὠθούμενός τε καὶ ἑλκόμενος. ἐφ’ οἷς τὸ συμπέρασμα τοῦ προτεθέντος αὐτῷ προβλήματος ἐπήγαγε, κινητικὸν μὲν προσεχῶς αἴτιον τὸ ὀρεκτικὸν εἶναι βουλόμενος, τὸ δὲ ὀρεκτικὸν μετὰ φαντασίας γίνεσθαι πάντως ἀποφαινόμενος, ἢ λογικῆς οὔσης τῆς φαντασίας, ὁποία ἡ ἐν ἀνθρώποις λογοειδὴς οὖσα κατ’ οὐσίαν οὐ γὰρ ἂν τῷ λόγῳ συνηρμόζετο), ἢ ἀλόγου, ὁποία ἡ ἐν τοῖς θηρίοις. ὁ μὲν γὰρ θεωρητικὸς νοῦς οὐ πάντως δεῖται τῆς φαντασίας, εἰ μὴ ὅτε τὰ αἰσθητὰ ᾗ ἐξ ἀφαιρέσεως ἐπισκοπεῖ, ὁ δὲ ὀρεκτικὸς καὶ πρακτικός, ἀεὶ περὶ μερικὰ ἔχων καὶ τῇ καθόλου τὴν μερικὴν συμπλέκων πρότασιν, συνεργοῦ ἀεὶ αὐτὸς δεῖται τῆς φαντασίας πρὸς τὴν τῶν μερικῶν ἐπίγνωσιν. κινεῖ δὲ τὸ ζ̣ῷον καὶ ἡ φαντασία καὶ ὁ νοῦς οὐ κατὰ τὸ γνωστικὸν ἀλλὰ κατὰ τὸ ὀρεκτικόν, ὡς εἴρηται. ὡς γὰρ ὀρεκτικὸν κινεῖ, κἄν μετὰ φαντασίας ᾖ λογικῆς ἢ ζωῆς ἀλόγου. διὸ ἔφη ὅλως τὸ ὀρεκτικὸν εἶναι τὸ κινοῦν. p. 433b 31 Σκεπτέον δὲ καὶ περὶ τῶν ἀτελῶν, τί τὸ κινοῦν ἐστιν. Τίνα μὲν ἀτελῆ καλεῖ, αὐτὸς ἐξηγήσατο, οἷς ἁφὴ μόνη αἴσθησις ὑπάρχει. πάντως μὲν γάρ, οἷς ἁφή, τούτοις καὶ γεῦσις, ἵνα διὰ τοῦ ἡδέος καὶ λυπηροῦ τῶν κατὰ τοὺς χυμοὺς τὸ τρόφιμον καὶ ἄτροφον διακρίνῃ καὶ τὸ μὲν προσίηται τὸ δὲ ἀποστρέφηται, ὥσπερ διὰ τῆς ἁφῆς τὸ τοῦ ὅλου σώματος σωστικόν τε καὶ φθαρτικόν. ἀμφοτέρων γὰρ δεῖ τῶν αἰσθήσεων τοῖς ζῴοις. τοῖς μὲν γὰρ τὸ χθόνιον ἔχουσι πολὺ ἐν τῇ ὅλῃ τοῦ σώματος φύσει οὐδὲ αἰσθήσεως δεῖ ὁποιασοῦν, ἅτε μηδὲ ὁπωσοῦν κινεῖσθαι πεφυκόσι καὶ διὰ τοῦτο μήτε διώκειν τὸ αἱρετὸν μήτε φεύγειν τὸ φευκτόν, ἀλλὰ καὶ διὰ τὸ τὴν ἐσχάτην ζωὴν μόνην αὐτοῖς παρεῖναι τὴν φυτικὴν ἀπολισθαίνουσιν ἤδη καὶ ἐγγύς τι βάλλουσιν εἰς τὰς φυσικὰς κινήσεις· ἡ δὲ αἴσθησις ἐν τοῖς ὁπωσοῦν κινουμένοις ἔνδοθεν, ἐπειδὴ καὶ τὰ ἀτελῆ λεγόμενα ζῷα φαίνεται κινούμενα, οὐ καθ’ ὅλα ἑαυτὰ ἀλλὰ κατὰ μέρη. καὶ χωρὶς τοῦ παρεῖναι τὸ ἡδὺ ἢ λυπηρὸν τὸ κατὰ χυμοὺς διανοίγει τὸ περιβεβλημένον τῇ σαρκὶ ὀστρεῶδες ἐπιζητοῦντα τὸ τρόφιμον· εἰ δέ τις κάρφος ἢ ἀλλοῖόν τι σκληρὸν ἐμβάλλοι, μύονται ὡς ἐκκλίνοντα τὸ ἀνιαρόν, καὶ ***τὸ ἐμπεσὸν δεξάμενα, ὡς τὸ τρόφιμ. ον προσιέμενα. δῆλον οὖν ὡς οὐχὶ αἴσθησις αὐτὰ κινεῖ εἰς τὸ διανοίγειν καὶ συγκλείειν. μόνον γὰρ τῶν παρόντων ἡ αἴσθησις, καὶ ἀπόντων δὲ λόγος τε καὶ φαντασία. ἀλλ’ οὔτι που λόγος ἐν ἐκείνοις· καὶ γὰρ τῶν καθόλου ὁ λόγος, ἡ δὲ φαντασία ἐπὶ τοῖς ἀτόμοις αἰσθητοῖς, κἄν ἀπῇ ἔτι ταῦτα, τῇ μνήμῃ τῶν ἤδη ὁμοίων προσγεγονότων. δοτέον οὖν ἐξ ἀνάγκης αὐτοῖς τὴν φαντασίαν, ὃ δὴ καὶ Ἀριστοτέλης συλλογίζεται διὰ τοὐ λύπην καὶ ἡδονὴν ἐνεῖναι τοῖς τοιούτοις ζῴοις (τοῦτο δὲ ἐναργὲς ἐκ τοῦ προσίεσθαι μὲν τὰ τρέφοντα, ἀποσείεσθαι δὲ τὰ ἀλλότρια), οἷς δὲ ἡδονὴ καὶ λύπη, τούτοις ἕπεσθαι πάντως ἐπιθυμίαν. ὅπερ καὶ αὐτόθεν μὲν ἐναργές· ἡ γὰρ ὄρεξίς ἐστιν ἡ πρὸς τὸ ἡδὺ καὶ λυπηρὸν τεταμένη, ἢ καὶ πρὸς τὸ ἀγαθὸν καὶ κακὸν ὡς ἐν τοῖς λόγον ἔχουσι (διὸ καὶ ἀντιστρέφει ἐν τοῖς θνητοῖς ζῴοις· εἴτε δοίη τις ἐπιθυμίαν ἐνεῖναι, πάντως ἔσται ἡδονή τε καὶ λύπη ἐν τούτοις, εἴτε τὸ ἀνάπαλιν ἡδονὴ ἐνείη καὶ λύπη, πάντως καὶ ἐπιθυμία)· ἔτι δὲ ἐναργέστερος ὁ λόγος γίνεται, ὅταν καὶ μήπω παρόντος τοῦ ἡδέος ἐπ’ αὐτὸ ὁπωσοῦν κινούμενα φαίνηται. |δῆλον γὰρ ὅτι κατ’ ὄρεξιν ἀλλ’ οὐ κατ’ αἴσθησιν ἀπλῶς κινεῖται· ἡ μὲν γὰρ αἴσθησις μόνων τῶν παρόντων, ἡ δὲ ὄρεξις καὶ τῶν ἀπόντων. οἷς δὲ ὄρεξις ὑπάρχει ἤτοι ἐπιθυμία, τούτοις καὶ φαντασία, ἵνα τῇ μνήμῃ, ὡς εἴρηται, τοῦ ἡδέος ἐπ’ αὐτὸ κινῆται. ἀλλ’ ἡ φαντασία ἐν τοῖς τοιούτοις ζῴοις πλεῖστον ἔχει τὸ ἀόριστον. ἀόριστος μὲν γὰρ καὶ ἡ εὐλῶν καὶ καμπῶν καὶ τῶν ἀορίστως ὧδε κἀκεῖσε κινουμένων, ἀλλ’ ἐν πλάτει μᾶλλον καὶ οὐκ ἀπεστενωμένως ἐχουσῶν τὸ ἀόριστον. οὐ γὰρ ἐκεῖ μόνον ζητοῦσι τὸ ἡδύ, ὅπου τέως ἔμενον ἀκίνητοι, ἀλλὰ καὶ ὡδὶ καὶ ὡδὶ ἐπ’ ἄλλο καὶ ἄλλο φερόμεναι, τοῦ μὲν ἡδέος, ἀπλῶς εἰπεῖν, ὡρισμένως ἀντεχόμεναι καὶ πολλαχοῦ αὐτὸ μεταδιώκουσαι, ἀορισταίνουσαι δὲ τῷ ὡς ἔτυχεν αὐτὸ ἐπιζητεῖν καὶ μὴ ὡς αἱ μέλιτται πρὸς τὴν εἰωθυῖαν νομὴν ἢ πρὸς τοὺς οἰκείους σίμβλους αἴρεσθαι. τὰ μέντοι ἀτελῆ ζῷα καὶ αὐτὰ μὲν ὡρισμένως τοῦ ἡδέος ἀντέχεται, τῷ δὲ μὴ ἐν πλείοσι τὸ ἡδὺ τοῦτο ἐπιζητεῖν, ὡς καὶ ὡδὶ καὶ ὡδὶ αὐτοῦ τευξόμενα, ἀλλ’ ἐν μόνῳ ἐν ᾧπερ καὶ μένει, ἀπεστενωμένον τε ἔχει τὸν ὅρον καὶ μᾶλλο· ν ἀόριστον ἢ ἐκεῖνα, τῷ μὴ πολλαχοῦ τὸν ὅρον τίθεσθαι, ἀλλ’ ἐν ἑνὶ μόνῳ, ὡς εἴρηται, τόπῳ. ταύτῃ δὲ καὶ ἡ κίνησις αὐτοῖς ἀόριστος λέγεται ὑπάρχειν διὰ τὸ ἀπεστενωμένον καὶ κατὰ μέρος, ἀλλ’ οὐχ ὡς ὅλοις τόπον ἐκ τόπου ἀμείβουσι, καὶ ὡς μὴ ὡδὶ καὶ ὡδὶ μηδὲ ὡς ἀφ’ ἑαυτῶν ὁρμῶσιν ἐπὶ τὴν οἴκοθεν τοῦ ἡδέος ἀντίληψιν, ἀλλ’ ἐπὶ μόνην τὴν οἵαν αὐτοῦ ὑποδοχήν, ὁπότε ἄν ἐκεῖνο ἔξωθεν προσπέσῃ. p. 434a5 Ἡ μὲν οὖν αἰσθητικὴ φαντασία, ὥσπερ εἴρηται, καὶ ἐν 86v τοῖς ἄλλοις ζῴοις ὑπάρχει, ἡ δὲ βουλευτικὴ ἐν τοῖς λογιστικοῖς. εἰπὼν καὶ τοῖς ἀτελέσι ζῴοις φαντασίαν ἐνυπάρχειν, εἰ καὶ ἀόριστον, καὶ πολλῷ δηλονότι μειζόνως ἐνδιδοὺς αὐτὴν ἐνεῖναι ὡς καὶ τελειοτέροις τοῖς κατὰ τόπον κινουμένοις, εἰρηκὼς δὲ πολλάκις καὶ τὸν ἐν ἡμῖν λόγον φαντασίᾳ χρῆσθαι, ὡς καὶ ἐν ἀνθρώποις καὶ οὐκ ἐν μόνοις θηρίοις φαντασίας ἐνούσης, διορίζει φιλοσοφώτατα τὸ διάφορον τῆς τε ἀνθρωπίνης καὶ τῆς τῶν ἀλόγων ζῴων φαντασίας, τῆς μὲν ὡς καὶ δόξῃ καὶ λόγῳ συνούσης καὶ βουλῆς τινος μεταλαμβανούσης καὶ ἐνίοτε μὲν ἰθυνομένης ὑπὸ τῆς λογικῆς βουλήσεως, ἐνίοτε δὲ καὶ ἀνθισταμένης πρὸς αὐτήν, ὡς ποτὲ καὶ κατακρατεῖν ἐν τοῖς ἀκρατέσι (τοσοῦτον ἔχει τὸ πρὸς τὸ λογοειδὲς κατὰ φύσιν συγγενές), τῆς δὲ μὴ πεφυκυίας λόγῳ ἢ βουλῇ συνάπτεσθαι, εἰ καὶ ἐν ἐνίοις, ὅσα ἐμφαίνει τι καὶ λογοειδὲς ἐν αὑτοῖς, τὸ συνεθίζεσθαι ὑπὸ τῶν λογικῶν καὶ ῥυθμίζεσθαί πὼς οὐκ οἴκοθεν ἀλλ’ ἔξωθεν ὑπάρχει, διὰ τὸ τὴν φύσιν μὴ ἀθρόως μετιέναι ἐπὶ τὰ πολὺ διεστῶτα, ἀλλὰ διὰ τῶν ἀεὶ προσεχῶν. κύνες γὰρ καὶ πίθηκοι καὶ ἄρκτοι καὶ ἵπποι, εἰ καὶ μὴ οἰκεῖον ἔχουσι λόγον, ἀλλὰ τῷ ἀνθρωπίνῳ ῥυθμίζονται λόγῳ τινὰ δηλονότι ῥυθμόν, καὶ οὐχ οἷον οὐδὲ ὅσον αὗται αἱ ἡμέτεραι φαντασίαι· οὐκέτι μέντοι μύρμηκες καὶ μέλισσαι ἢ τὰ ἑρπετὰ ἢ νηκτά, οὐδ’ ἔτι μᾶλλον τὰ ἀόριστον ἔχοντα τὴν φαντασίαν. οὗτος μὲν οὖν ὁ σκοπὸς τῆς λέξεως, διακρῖναι τὴν ἀνθρωπίνην φαντασίαν, ἣν νῦν βουλευτικὴν καλεῖ, ἀπὸ τῆς ἐν τοῖς ἀλόγοις. τὸ δὲ κατὰ μέρος τοῦ ῥητοῦ ἐπισκεπτέον. τὴν ἐν τοῖς λογιστικοῖς βουλευτικὴν προσαγορεύει, ὡς πάσῃ φαντασίᾳ τὸ ἀμφίβολόν πὼς ἀποδιδοὺς καὶ περὶ τὰ ἐνδεχόμενα ἔχον. οὐ γάρ ἐστι περὶ τὰ ἀίδια καὶ ὡσαύτως ἔχοντα ἀεὶ καὶ ὧν ἀναγκαῖον τὸ τέλος ὀποιαοῦν τις βουλή, ἀλλ’ ἐν τοῖς πρακτοῖς καὶ μερικοῖς καὶ τοιούτοις, οἷα ποιὲ μὲν ἐκβαίνειν ποτὲ δὲ μή, καὶ οἷα μὴ ἀεὶ τὸ αὐτὸ αἱρετὸν εἰσφέρειν. διὸ φαίνεται, ὥσπερ οὐδὲ αἴσθησιν, οὕτως οὐδὲ φαντασίαν τοῖς οὐρανίοις ἀπονέμειν ὡς κατὰ μόνον νοῦν ἐνεργοῦσι. καὶ πῶς γὰρ ἄν εἴη βουλή τις ὁποιαοῦν ἐν ἐκείνοις ἀεὶ ὡσαύτως κινουμένοις καὶ ἀεὶ ἐν τέλει οὖσιν; εἰ δέ τις ἄλλως αἴσθησιν αὐτοῖς ἀπονέμει, ἄλλως φιλοσοφεῖ περὶ αἰσθήσεως καὶ οὐ περὶ ταύτης, καθ’ ἣν ἡμεῖς καὶ τὰ θνητὰ πάντα ζῷα αἰσθανόμεθα, τῆς ὑπὸ τῶν ἔξωθεν πληγῆς προσδεόμενοι καὶ ὀργάνῳ τῷ αἰσθητηρίῳ χρώμενοι, ἀλλὰ τὴν ἔνδοθεν ὅλην ἐγειρομένην τῶν αἰσθητῶν γνῶσιν, <οὐ> πληγῆς οὐδὲ ὀργάνων δεομένην, οὐδὲ κατὰ πάθος, ὅλην κατ’ ἐνέργειαν κρείττονα ἑστῶσαν, καὶ οὐκ ἐκ τοῦ σώματος εἰς τὸν νοῦν ἀνατρέχουσαν, ἀλλ’ ἐκ τοῦ νοῦ εἰς τὸ σῶμα προιοῦσαν, καὶ διὰ τὸ αἰσθητῶν εἶναι πραγμάτων αἴσθησιν προσαγορεύει. εἴ τις οὖν οὕτω καὶ φαντασίαν τιθείη ἐν αὐτοῖς, ὁμοίως ἀποδώσει τῇ αἰσθήσει. τὸ ἀμφίβολον δὴ τῆς βουλῆς καὶ αὐτὸς σαφῶς ἐπιδεικνὺς ἐπήγαγε τό p. 434a 7 Πότερον γὰρ πράξει τόδε ἢ τόδε, λογισμοῦ ἤδη ἐστὶν ἔργον. Ἐν γὰρ τοῖς ἀμφιβόλοις καὶ οὐκ ἀναγκαίως ἔχουσιν ἕνα καὶ τὸν αὐτὸν ὅρον καὶ ἓν τὸ τέλος τὸ πότερον τόδε ἢ τόδε. καὶ ὁμοῦ τὸ λογικὸν τῆς βουλευομένης ζωῆς σαφηνίζει. τὰ γὰρ ἄλογα ζῷα πρὸς τὸ φαινόμενον ἡδὺ μόνον ἵεται, διὰ τὸ ἀπεστενωμένον πρὸς ἕν τι βλέποντα τὸ ἡδύ, καὶ οὐχ ὡς ὁ λόγος διὰ πλατυτέραν καὶ ἐπὶ πολλὰ διατείνουσαν θεωρίαν τε καὶ ὄρεξιν ποτὲ μὲν πρὸς τὸ ἀγαθόν, ποτὲ δὲ πρὸς τὸ ἡδύ. ὥστε λογικὴ μέν, περὶ τὰ ἐνδεχόμενα δὲ καὶ ἡ τῶν λογιστικῶν φαντασία. αἰσθητικὴν δὲ καλεῖ φαντασίαν τὴν ἀπὸ μόνης ἐγειρομένην αἰσθήσεως. δεῖ γάρ, ὡς ἐν τοῖς περὶ αὐτῆς ὑπ’ |αὐτοῦ διώρισται λόγοις, αἰσθέσθαι πάντως πρότερον, καὶ τότε τοὺς ἀπὸ τῶν αἰσθητῶν τύπους ἐγγενέσθαι τῇ φαντασία, καθ’ οὓς λοιπὸν ἐκείνη κινεῖται. ἡ γὰρ βουλευτικὴ παρ’ αὐτῶν κινουμένη πάντως μὲν καὶ αὐτὴ ἀπὸ αἰσθήσεως τὴν ἀρχὴν ἐγείρεται, ἀλλ’ οὐκ ἀπὸ μόνης, διὰ δὲ τὸ κατ’ οὐσίαν πρὸς λόγον συγγενὲς παραπολαύει πὼς καὶ τῆς ἐκείνου βουλῆς καὶ συνεργεῖ πρὸς αὐτὴν οὕτως, ὡς ἐνίοτε μὲν ἕπεσθαι, ἐνίοτε δὲ πρὸς θάτερον ἐπικλίνειν τοῦ ὑπὸ τοῦ λόγου ἐγκρινομένου, καὶ ἢ ἐπικρατεῖν ὡς ἐπὶ τῶν ἀκρατῶν ἢ ἐπικρατεῖσθαι ὡς ἐπὶ τῶν ἐγκρατῶν. καὶ τί τὸ βουλευτικὸν παρέστησεν; οὐ μόνον ὅτι ἐν τοῖς ἐνδεχομένοις καὶ πρακτοῖς καὶ ἄλλοτε ἄλλως ἔχουσι, ἀλλ’ ὅτι καὶ πρὸς ἓν ὁρᾶν ἀνάγκη τὸν βουλευόμενον καὶ πρὸς τοῦτο ὡς αἱρετώτατον ἀναφέρειν, ὅπερ ἓν ἔφη μέτρον. καὶ γὰρ ὅτε ἢ τὸ ὠφέλιμον αἱρεῖσθαι δεῖ ἢ τὸ ἡδύ, βουλεύεται πρὸς τὸ αἱρετώτατον ἀποβλέπων. ἀλλὰ καὶ ὅτε ὁρισάμενος ὠφέλιμον εἶναι τὸ αἱρετώτατον, πότερον τόδε ὠφελιμώτερον ἢ τόδε, βουλεύεται, πάλιν ἑνὶ καὶ τῷ αὐτῷ ὠφελίμῳ ἐπερειδόμενος τὰς βουλὰς ποιεῖται· ὡσαύτως δὲ καὶ ὁ τὸ ἡδὺ θέμενος τέλος. ὥστε δύναται ἓν ἐκ πλειόνων φαντασμάτων ποιεῖν. ὁ δὴ βουλευόμενος οὐκ ἀπεστενωμένως, ὡς εἴρηται, εἰς τοδὶ ἀποβλέπει μόνον, ἀλλ’ εἰς πλείω, καὶ ταῦτα καὶ μερικὰ καὶ γενητὰ καὶ ποτὲ ὄντα καὶ ἐνδεχόμενα ἄλλως καὶ ἄλλως ἔχειν καὶ παραβαλλόμενα πρὸς ἄλληλα, καὶ διὰ τοῦτο τὸ ἐκ πλειόνων τοιούτων εἰς ἓν τῷ λογισμῷ συναιρούμενον, καθάπερ ἔφη που Πλάτων’, καὶ φαντασίᾳ πάντως συνεργῷ χρώμενος, ἧς ἔργον τῶν τοιούτων προσεχῶς ἀντιλαμβάνεσθαι γνωστῶν. p. 434a 10 Καὶ αἴτιον τοῦτο τοῦ δόξαν μὴ δοκεῖν ἔχειν, ὅτι τὴν ἐκ συλλογισμοῦ οὐκ ἔχει, αὕτη δὲ ἐκείνην. Εἰ μέν τις δόξαν ἁπλῶς τὴν κατὰ τὸ ἐπιπόλαιον καὶ δοκοῦν καλοίη γνῶσιν, μάλιστα τοῖς ἀλόγοις ταύτην ἀποδοτέον ζῴοις, καὶ δὴ καὶ ὁ Ἰάμβλιχος ἐν τῇ ἀλόγῳ τάττει ζωῇ καὶ τὴν δόξαν· εἰ δὲ τὴν ἐκ λόγου καὶ συλλογισμοῦ καὶ τὴν ἐκ πολλῶν μερικῶν εἰς ἓν τὸ καθόλου συναιρουμένην, οὐκ ἄν τοῖς ἀλόγοις ζῴοις ταύτην ἀπονείμειεν. αἴτιον οὖν φησι τοῦ μὴ πᾶσαν φαντασίαν, περὶ ἧς ὁ λόγος, ἡ καὶ ὄρεξις ἕπεται, δόξαν δοκεῖν ἔχειν, ὅτιτὴν ἐκ συλλογισμοῦ οὐκ ἔχει, ἐπεὶ τήν γε κατὰ τὸ δοκοῦν γνῶσιν πᾶσα ὄρεξις ἔχει. οὐ γὰρ οἷόν τε ἄνευ γνώσεως ὀρέγεσθαί του, καὶ γνώσεως πάντως τῆς κατὰ τὸ δοκοῦν· περὶ γὰρ τὰ πρακτὰ ἡ δόκησις, ὡς περὶ τὰ θεωρητὰ ἡ ἀκρίβεια. αὕτη δὲ ἐκείνην, τουτέστιν ἡ ἐκ συλλογισμοῦ δόξα ἑπομένην ἔχει τὴν φαντασίαν, ἅτε περὶ πρακτὰ οὖσα καὶ ἐνδεχόμενα ἄλλως καὶ ἄλλως ἔχειν καὶ ἡ τοιαύτη δόξα. p. 434a 12 Διὸ τὸ βουλευτικὸν οὐκ ἔχει ἡ ὄρεξις. Ὄρεξιν νῦν ἰδίως καλῶν τὴν ἄλογον, καὶ συμπλέκει τὸν συλλογισμὸν ἐν δευτέρῳ σχήματι· ἡ ἐν τοῖς ἀλόγοις ὄρεξις οὐκ ἔχει τὸ λογιστικόν· τὸ βουλευτικὸν ἔχει τὸ λογιστικόν· ἡ ἄρα τοιαύτη ὄρεξις οὐκ ἔχει τὸ βουλευτικόν. τοσοῦτον δὲ τῆς ὀρέξεως τῆς ἐν τοῖς ἄλλοις ἡ ἡμετέρα ὀρεκτικὴ φαντασία πλεονεκτεῖ, ὡς παρισοῦσθαί πὼς τῷ λόγῳ, καθάπερ εἴρηται, καὶ τῇ τοῦ λόγου βουλήσει, ὡς ἐπὶ τῶν πρακτῶν καὶ ἀνθίστασθαι καὶ διαμάχεσθαι, ἐνίοτε δὲ καὶ ἐπικρατεῖν αὐτῆς, ποτὲ μέντοι καὶ νικᾶσθαι. ὅτε μὲν οὖν ἀπὸ τῆς ἀλόγου ἐν ἡμῖν ὀρέξεως ἡ ἀρχὴ γίνεται, κινεῖ μὲν αὖθις αὐτή, κινεῖται δὲ τότε ἡ λογικὴ βούλησις· καὶ ἐνίοτε ἡ βούλησις ὅλη ἐκείνῃ ἕπεται ὡς ἐπὶ τῶν ἀκολάστων, ἐνίοτε δὲ ἀνθίσταται μὲν οὐ κρατεῖ δέ, ὡς ἐπὶ τῶν ἀκρατῶν. ὥσπερ, φησί, σφαῖρα ἡ ὄρεξις τὴν ὄρεξιν, εἰκόνα φέρων τοῦ εἰρημένου τὴν ἐπὶ τῶν ἀντιρριπτούντων ἀλλήλοις μίαν σφαῖραν, κινοῦντος μὲν τοῦ ῥιπτοῦντος, κινουμένου δὲ τοῦ δεχομένου καὶ πάλιν τῷ ῥιπτεῖν κινοῦντος. οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀκρατῶν καὶ ἡ χείρων τὴν κρείττονα κινεῖ ὄρεξιν καὶ ἡ κρείττων τὴν χείρονα ὡς ἀνθισταμένην. καὶ νικᾷ, ὡς ἐπὶ τῶν σφαιριζόντων ὁ σφοδρότερον πλήξας, ἐπὶ δὲ τῶν ἀκρατῶν ἡ χείρων ὄρεξις, ὥς γε ἐπὶ τῶν ἐγκρατῶν ἡ κρείττων. καὶ ἔοικεν ἀκρασίαν νῦν καλεῖν πᾶσαν τὴν διαμάχην, κἀν μὴ τὸ φαυλότερον ἀλλὰ τὸ κρεῖττον ἐπικρατῇ, καθ’ ὅσον ὅλως μὴ ἑνὸς τὸ κράτος, ἀλλὰ ποτὲ μὲν θατέρου, ποτὲ δὲ τοῦ λοιποῦ. οἵ γε μὴν ἐξηγηταὶ τὴν τῆς σφαίρας εἰκόνα ἐπὶ τῶν οὐρανίων ἀκούουσιν, ὡς τῆς ἀπλανοῦς καὶ τὴν ἰδίαν κίνησιν ἐνδιδούσης ταῖς πλανωμέναις, ἵνα καὶ ἑκάστη τῶν πλανωμένων ἰδίαν κινῆται κίνησιν καὶ αὐτὴ ἡ ἀπλανὴς τὴν ἑαυτῆς, καὶ τρίτη ἡ ἀπὸ τῆς ἀπλανοῦς ἐνδιδομένη κρατῇ τῆς δευτέρας. ἐπειδὴ φύσει, τουτέστιν κατὰ φύσιν ἡ βούλησις κρείττων καὶ ἀρχικωτέρα, ἅτε καὶ ἀφ’ ἑαυτῆς ὅλη δυναμένη ἐγείρεσθαι καὶ ὡς τὸ ἀγαθὸν σκοπὸν τιθεμένη, κατὰ φύσιν ἂν αὕτη κινοίη τὴν δευτέραν. ἢ ὅτε στασιάζει πρὸς τὴν κρείττονα, κινεῖ πὼς καὶ αὕτη ἐκείνην, ὡς ἐπὶ τῶν τὴν σφαῖραν ἀντιρριπτούντων εἴρηται. ἐὰν οὖν μὴ θέλγηται μηδὲ βιάζηται, ἀλλὰ τοὐναντίον ἐπικρατεῖν μέλλῃ ἡ βούλησις, |τρίτη ἔσται κίνησις ἡ ὑπὸ τῆς βουλήσεως, κατασταλτικὴ τῆς ἀλόγου, πρώτης μὲν τῆς οἷον κελευστικῆς προστάξεως κατὰ φύσιν ὑπαρχούσης· κελεύει γὰρ φύσει, ὡς εἴρηται, ἡ βούλησις τῇ φανταστικῇ ὀρέξει, αὕτη δὲ ἔτι ἀπαιδεύτως ἔχουσα ἀνάπαλιν ἐκείνην οὐκέτι κατὰ φύσιν πρὸς τὸ οἰκεῖον αἱρετὸν καθέλκειν ἐπιχειρεῖ, μὴ καθελκυσθεῖσα δὲ ἡ βούλησις καταστέλλει μετά τινος ἐνστάσεως τὴν ἐκείνης κίνησιν. p. 434a 16 Τὸ δὲ ἐπιστημονικὸν οὐ κινεῖ ἤτοι οὐ κινεῖται (διπλῆ γὰρ ἡ γραφὴ φέρεται), ἀλλὰ μένει. διὰ τῶν ἐφεξῆς δοκεῖ μὲν συμπεραίνεσθαι κεφαλαιωδῶς τὰ προειρημένα πάντα, ἄνωθεν ἀρχόμενος ἀπὸ τῆς ἀκροτάτης τῶν ἡμετέρων ψυχῶν οὐσίας. καὶ γὰρ ὁ πᾶς αὐτῷ ἐξ ἀρχῆς ἐτέτατο λόγος πρὸς πᾶσαν τὴν τῶν θνητῶν ζῴων ψυχήν. τὸ γὰρ ἐπιστημονικὸν λέγει νῦν οὐ τὸ δυνάμει, ἀλλὰ τὸ τέλειον καὶ ἐνεργείᾳ ὂν ἐπιστῆμον, ὡς τὸ ὑφαντόν φαμεν τὸ ἤδη ὑφανθὲν καὶ χρυσωτὸν τὸ κεχρυσωμένον· ἐπεὶ τό γε δυνάμει ὡς καὶ ἔτι ἀτελὲς καὶ κινεῖ καὶ κινεῖται, κινοῦν μὲν τὸ ζῷον ὡς δι’ αὐτοῦ καὶ δι’ αἰσθήσεων καὶ φαντασιῶν ἐπὶ τὴν τῶν εἰδῶν ἀναληφθησόμενον θέαν, κινούμενον δὲ ὡς τελειούμενον ὑπὸ τῶν οὐσιωδῶν τῆς ψυχῆς νοητῶν εἰδῶν. ἀλλὰ καὶ τὸ ἤδη τελειωθὲν ὡς ἤδη δυνάμενον καὶ ἑαυτὸ νοεῖν, καθ’ ἕξιν δὲ καὶ προβολὴν τελειωθέν, καὶ τοῦτο κινεῖται ὡμολογημένως ὑπὸ τοῦ τὰ οἷον ἀφώτιστα ἐν αὐτῷ χρώματα ἐνεργείᾳ γνωστὰ ἀποτελοῦντος φωτός, καὶ ὡς ὑπὸ τῆς τέχνης τὰ τεχνητά, καὶ ὡς τὴν ἐνέργειαν ἀπὸ τῆς οὐσίας μερίζον. ἀλλὰ καὶ κινεῖ οὐ τὸ ζῷον προσεχῶς, ὡς δὲ τοῦ πρακτικοῦ αἴτιον νοῦ· δεῖ γὰρ τὴν μείζονα λεγομένην πρότασιν προτεθεωρῆσθαι καὶ τότε ἐπισυναφθεῖσαν τὴν μερικὴν ποιῆσαι τὸν πρακτικὸν νοῦν. αὐτὴν δὲ καθ’ αὑτὴν τὴν μείζονα ὁ καθ’ ἕξιν ἐπιστήμων θεωρεῖ, ὥσπερ τὴν μερικὴν καθ’ ἑαυτὴν ἡ βουλευτικὴ φαντασία ἐπὶ τῶν λογικῶν ζῴων, ἀμφοτέρας δὲ κατὰ συμπλοκὴν ὁ πρακτικὸς καλούμενος νοῦς. διὸ καὶ αὐτὸς ἐφεξῆς ἐπιζητεῖ, πότερα μᾶλλον κινεῖ τὸ ζῷον ἡ μείζων ἢ ἡ ἐλάττων πρότασις. εἰ γὰρ ὁπωσοῦν καὶ ἡ μείζων κινήσει καὶ ὁ ἐπιστημονικὸς λόγος, ἀλλ’ ὁ καθ’ ἕξιν καὶ ὁ προιών. ὁ μέντοι χωρισθεὶς καὶ τοῦτο μόνον ὤν, ὅπερ ἐστί, καὶ κατὰ τὴν οὐσιώδη ἑστὼς ἐνέργειαν δευτέρως μετὰ τὸν καὶ τῆς οὐσίας τῆς ψυχικῆς ὑπερέχοντα νοῦν (διὸ καὶ νοῦς ἅμα καὶ ἐπιστημονικὸς λέγεται, τὸ δευτερεῦον αὐτοῦ τοῦ ἐπιστημονικοῦ δηλοῦντος) ὁ δὴ τοιοῦτος οὔτε κινεῖ οὔτε κινεῖται, ἀλλὰ μένει. μόνον γὰρ τοῦτό ἐστι, φησίν, ὅπερ ἐστίν, οὐκέτι οὐδεμιᾷ δευτέρᾳ συμπλεκόμενος ζωῇ, ἀλλὰ καὶ τὴν ἐνέργειαν εἰς τὴν οὐσίαν συνάγων διὰ τὴν πρὸς τὸν ὑπερέχοντα νοῦν συναφήν, οὐ δι’ ἑτερότητος γινομένην (οὐ γὰρ ὡς ἡ φύσις καὶ τὰ σώματα ἐξῆπται τῶν εἰδῶν), ἀλλὰ καθ’ ἕνωσιν καὶ ταυτότητα μᾶλλον συμφυῆ, ὀλίγης τῆς ἑτερότητος ἐγγινομένης. ὅθεν καὶ δευτέρως τὰ αὐτὰ ἐπὶ τῆς ἀκρότητος τῆς ψυχῆς κατηγοροῦμεν, ὅσα καὶ ἐπὶ τοῦ ἐξῃρημένου αὐτῆς νοῦ, τὸ δευτερεῦον αὐτῆς ἐνδεικνύμενοι διὰ τῆς τοῦ ἐπιστημονικοῦ τῷ νῷ προσθήκης, τὸ οἷον μεταξὺ δηλοῦντος τοὐ τε μένοντος καὶ τοῦ προ· ἰόντος καὶ τοῦ νοεροῦ καὶ τοῦ ἀνελιττομένου τῆς γνώσεως εἴδους· τὴν μὲν οὐσίαν καὶ μονὴν διὰ τοῦ μένοντος. καὶ προ· ἰόντος, τὴν δὲ ἐπιστήμην διὰ τοῦ νοεροῦ καὶ ἀνελιττομένου τῆς γνώσεως εἴδους. ἡ μὲν γὰρ γνῶσις ἐνέργειά τις· μονὴ δὲ καὶ πρόοδος οὐσιώδεις ὑποστάσεις τὴν ἀμέριστον ὁμοῦ καὶ μεριστὴν ἤτοι τὴν μεταξὺ παρὰ τῷ Πλάτωνι ἐμφαίνουσαι ὕπαρξιν, ὡς ὁ νοῦς καὶ ἡ ἐπιστήμη τῷ Ἀριστοτέλει δηλοῦσι τὰς παρ’ ἐκείνῳ κατὰ τὸν ταὐτοῦ καὶ θατέρου κύκλον περιφοράς. ἀλλὰ πρὶν τῶν ἐφεξῆς ἔχεσθαι, μικρὸν ἐπιστάντες ἀπορήσωμεν πρὸς ἡμᾶς αὐτοὺς διττὰς ἀπορίας, τὴν μὲν ἀπὸ τῶν πραγμάτων, τὴν δὲ ἀπὸ τῶν δοξῶν τῶν ἄκρως πεφιλοσοφηκότων ἀνδρῶν. ὧν ἡ μὲν ἀπὸ τῶν πραγμάτων ζητεῖ τὸ πῶς οὐχὶ καὶ ἡ ἀκρότης τῆς ψυχῆς κινεῖται ὑπὸ τοῦ ἐξῃρημένου αὐτῆς νοῦ, ὑπὸ μὲν τοῦ παντελῶς τῆς ψυχῆς ἐξῃρημένου ὡς ποιητικοῦ, ὑπὸ δὲ τοῦ μετεχομένου ὑπ’ αὐτῆς ὡς ὁριστικοῦ, διὸ ὡς κινουμένη καὶ ὡς αὐτοκίνητος τῷ Πλάτωνι παραδέδοται. πῶς οὖν ἡμεῖς οὔτε κινεῖσθαι οὔτε κινεῖν τὴν τῆς ψυχῆς ἀκρότητα, ἀλλὰ μένειν φαμὲν χωρισθεῖσαν καὶ τοῦτο μόνον οὖσαν ὅπερ ἐστί, καίτοι γε καὶ τότε νοῦ ἐξηρτημένην καὶ ὑπὸ νοῦ οὐσιουμένην; ἤ, ὡς εἴρηται, οὐκ ἦν μετὰ ἀποστάσεως ἡ ἐξάρτησις, ἀλλὰ μόνον μετὰ συμφύσεως καὶ ἄμεσος, ὅπου γε καὶ τῶν φυσικῶν εἰδῶν οὐ τὸ σῶμα προσεχῶς, ἀλλ’ οἱ φυσικοὶ λόγοι τοῦ εἴδους ἐξάπτονται, καὶ διὰ μέσων αὐτῶν καὶ τὸ μεριστόν. οἱ γὰρ λόγοι μετὰ τὰ εἴδη πανταχοῦ προσεχεῖς. λόγος δὲ καὶ ἡ ψυχικὴ οὐσία, καὶ κρείττων ἢ κατὰ τοὺς φυσικοὺς διὸ καὶ τῳ οἰκείῳ εἴδει προσεχέστερον καὶ συμφυέστερον συνάπτεται. τῶν δὲ μεριστῶν ἴδιος ἡ κίνησις, ἐνέργεια οὖσα κατά γε Ἀριστοτέλην, ἐπὶ ταύτης τῷ τῆς κινήσεως χρώμενον ὀνόματι, καὶ οὐχ ὡς ὁ Πλάτων’ ἐνίοτε καὶ ἐπὶ τῆς τῶν ἀμερίστων ἐνεργείας ὡς ἐπὶ τῆς ἄκρας νοερᾶς. καὶ γὰρ τὸν νοῦν ἐκεῖνος περὶ τὰ αὐτὰ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινεῖσθαι λέγει καὶ αὐτὴν τὴν ἀρίστην ἐνέργειαν αὐτοῦ κίνησιν καλεῖ· οἶδε δὲ καὶ τὰς φυσικὰς πάσας, ὧν ἐξαίρει τὴν ψυχικήν. ὁ μέντοι Ἀριστοτέλης, κατὰ τὴν ἑαυτοῦ συνήθειαν ἀκίνητον καλῶν τὴν ψυχικὴν οὐσίαν τε καὶ ἐνέργειαν, διὰ τὸ μόνοις τοῖς μεριστοῖς ἀποδιδόναι τὴν κίνησιν, εἰκότως ἀκίνητον καὶ νῦν λέγει, καὶ οὐδὲ κινεῖν ἀξιοῖ, ἕως ἄν ἐν ἑαυτῇ καθαρῶς |μένῃ· κινεῖν γάρ, ὅταν προί· ῃ πὼς. μήποτε δὲ καὶ τὸ παρὰ τῷ Πλάτωνι αὐτοκίνητον τοιοῦτον, οὐχ ὡς τὸ κινούμενον ἀπλῶς, ἀλλ’ ὡς τὸ μέσον διὰ τῆς τῶν ἄκρων συνθέσεως δηλούμενον, τοῦ τε ‘αὐτό’ φημι καὶ τοῦ ‘κινητοῦ’. πῶς οὖν οὐσιοῖ τὴν ψυχὴν ὁ νοῦς; οὐ δι’ ἀποστάσεως ἀλλὰ συμφύσεως ἀμέσου, διὸ διὰ μονιμότητος μᾶλλον καὶ οὐ τῷ κινεῖν, ἀλλὰ τῷ ἑδράζειν ἐν ἑαυτῷ καὶ τελειοῦν οὐ κεχωρισμένως, ἀλλὰ τῷ χωρίζειν μὲν ἀπὸ τῶν ἔξω, ἐπιστρέφειν δὲ καὶ συνάπτειν μάλιστα πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτόν. ταῦτα μὲν οὖν ἐζητήσθω τε καὶ λελύσθω κατὰ τὴν πραγματειώδη ἀπορίαν τε καὶ θεωρίαν. ζητείσθω δὲ καὶ ὅπως τῷ θείῳ συμφωνήσωμεν Ἰαμβλίχῳ, καὶ τὸν δυνάμει νοῦν καὶ τὸν ἐνεργείᾳ ἐπὶ τοῦ κρείττονος τῆς ψυχῆς ἀκούοντι ἢ τοῦ ὁριστικοῦ τῆς ψυχῆς ἢ τοῦ ἀμεθέκτου, ἡμεῖς οἰόμενοι ἐπ’ αὐτῆς τῆς ψυχικῆς οὐσίας ἀμφότερα παραδίδοσθαι, ὡς καὶ ἐξ αὐτῶν πολλαχοῦ τῶν Ἀριστοτέλους ῥημάτων ὑπεμνήσαμεν. ἀλλ’ οὐ δήπου ἐναντία φθέγγεσθαι τῷ Ἰαμβλίχῳ τολμήσομεν, συμφωνήσομεν δὲ κατὰ δύναμιν, τοσοῦτο ἐλαττούμενοι ὅσον οἱ τέως προκόπτειν ἀξιούμενοι τῶν ἀκροτάτων ἐπιστημόνων, ὧν οἱ μὲν ἀπὸ τῆς τῶν αἰτιατῶν ἐπὶ τὴν τῶν αἰτίων ἀναβαίνουσι θεωρίαν, οἱ δὲ ἀνάπαλιν, ὥσπερ ἀπὸ σκοπιᾶς τὰ κοιλότερα, ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ κατασκοποῦσιν. ὁ γὰρ αὐτός πὼς γίνεται λόγος, ἐπειδὴ τρόπον τινὰ καὶ τὰ αὐτά ἐστι τά τε αἴτια καὶ τὰ αἰτιατά, διότι κατὰ τὴν τῶν αἰτίων ἰδιότητα καὶ ἐνέργειαν τὰ αἰτιατὰ τὸ εἶναι ἔχει, καὶ οἷον ἂν τὸ αἴτιον φανῇ κατ’ εἶδος καὶ ἁπλότητα, τοιοῦτον καὶ τὸ αἰτιατὸν δευτέρως καὶ κατὰ μέθεξιν· καὶ ἀνάπαλιν τοῖς τὰ αἰτιατὰ πρότερον θεωροῦσιν οἷον ταῦτα δευτέρως καὶ ἐν μεθέξει, τοιοῦτον τὸ αἴτιον ἁπλοικῶς καὶ ἀμεθέκτως. ὅσα οὖν ἐπὶ τοῦ αἰτίου θεωρεῖται κατ’ ἰδιότητα, τοσαῦτα καὶ ἐπὶ τῶν αἰτιατῶν. ὁ μὲν οὖν θεῖος ἀνὴρ ἐκεῖνος, κατὰ τὴν ἑαυτοῦ ἄκραν θεωρίαν ἐπὶ τοῦ αἰτίου πρώτως θεωρῶν ταύτην, δίδωσιν ἡμῖν καὶ ἐπὶ τῆς ψυχῆς ταύτην νοεῖν· ἡμῖν δὲ ἀγαπητὸν ἐπὶ τῆς ψυχῆς αὐτὴν πρῶτον ἐπισκεψαμένοις οὕτως εἰς τὸ αἴτιον ἀναδραμεῖν. οἷον τὸ ποτὲ μὲν καθαρῶς μένον, ποτὲ δὲ ἀφιστάμενον μὲν τῆς εἰλικρινοῦς μονῆς, ἐπὶ δὲ τὸ προβλητικὸν τῶν ῥεουσῶν ζωῶν προιὸν καὶ ταύταις συμπλεκόμενον θεωρήσαντες ἐπ’ αὐτῆς τῆς ἡμετέρας ψυχῆς ὡς κατὰ τοῦτο οὐσιωμένης, ἀξιοῦμεν καὶ τὸν ὁριστικὸν αὐτῆς νοῦν τοιοῦτον εἶναι, ὡς τοιούτου πράγματος ὁριστικόν, καὶ πάλιν τὸ ποτὲ εἰς ἐνέργειαν καθαρὰν αὐτῆς ἀποκαθιστάμενον, ἐκ τοῦ δυνάμει μέντοι, καὶ τὸν τῆς τοιαύτης οὐσίας ὁριστικὸν νοῦν τῆς ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ εἰλικρινεῖ γινομένης δυνάμει καὶ αὐτὸν ἀποτελεσθῆναι, οὐχ ὡς πάσχοντα τὸ δυνάμει ἀλλ’ ὡς ὁριστικὸν καὶ ὑποστατικὸν τῆς οἷον πασχούσης οὐσίας καὶ τὸ δυνάμει ποτὲ καὶ τὸ εἰς ἐνέργειαν αὖθις ἀποκαθίστασθαι. ταῦτα ἡμῖν ἀπολελογήσθω καὶ πρὸς τὴν δευτέραν ζήτησιν. ἀλλὰ τῶν ἑξῆς τοῦ Ἀριστοτέλους ἐχώμεθα. p. 434a 16 ἐπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθ’ ἕκαστα (ἡ μὲν γὰρ λέγει ὅτι δεῖ τὸ τοιόνδε πράττειν, ἡ δὲ ὅτι τόδε τοίνυν τοιόνδε, κἀγὼ τοιόσδε), ἤδη αὕτη κινεῖ ἡ δόξα, οὐχ ἡ καθόλου; ἢ ἄμφω, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δὲ οὔ. Τὰ περὶ τοῦ θεωρητικοῦ νοῦ τῆς ψυχῆς μέχρι τοῦδε κεφαλαιωδῶς συμπερανάμενος, ὡς ὁ ἀκρότατος μένει μόνον καὶ οὔτε κινεῖ οὔτε κινεῖται, διὰ τῶν ἑξῆς ἐνδείκνυται περὶ τοῦ προἰόντος νοῦ ὅπως κινεῖται, κἀν ἤδη τέλειος ᾖ καὶ διὰ τοῦτο ἐπιστημονικός. ἐνδεικνύμενος δὲ καὶ ὅπως κινεῖται, τῷ καθόλου φάναι αὐτοῦ τὴν θεωρίαν, ἀλλ’ οὐχὶ ἀμέριστον, ἵνα ἀίδιον μὲν καὶ ἀναγκαίαν αὐτοῦ τὴν θεωρίαν διασώζῃ, ἥτις ἐστὶν ἡ καθόλου παρ’ αὐτῷ λεγομένη πρότασις, εἰδῶν δὲ ἀντιλαμβανομένη οὐ τῶν οὐσιωδῶν καὶ αἰτιωδῶν, ἀλλὰ τῶν ἤδη προιόντων καὶ τοῖς αἰτιατοῖς καὶ μερικωτέροις ἐν τῇ ψυχῇ λόγοις συναρμοζομένων (τοιαῦτα γὰρ τὰ καθόλου λεγόμενα, κατὰ τῶν μερικωτέρων κατηγορούμενα καὶ σὺν αὐτοῖς ἀχωρίστως τὸ εἶναι ἔχοντα), ὅτι δὲ καὶ κινεῖ, σαφέστερον ἐπιδεικνὺς διὰ τοῦ τὴν καθόλου ταύτην πρότασιν παραδιδόναι τῷ πρακτικῷ, ἣν καὶ αὐτὴν σὺν τῇ μερικῇ κινεῖν τὸ ζῷον, καὶ ἐντεῦθεν ἐπ’ αὐτὸν τὸν πρακτικὸν μεταβὰς νοῦν συμπεραίνεται καὶ τὰ περὶ αὐτοῦ παραδεδομένα, ὡς τῆς μὲν καθόλου θεωρητικῆς οὔσης καὶ ἠρεμαιότερον καὶ ἐξῃρημένως μᾶλλον κινούσης, τῆς δὲ μερικῆς τῆ βουλευτικῇ μᾶλλον γινωσκομένης φαντασίᾳ καὶ προσεχῶς καὶ μᾶλλον κινούσης τὸ ζῷον περὶ τὰ πρακτὰ καὶ ἐνδεχόμενα ἄλλοις ἄλλως ἔχειν, ἅτε μερικὰ ὄντα καὶ μερικῆς ἀεὶ δεόμενα πρὸς τὸ ἀποτελεσθῆναι κινήσεως, τοῦ πρακτικοῦ ἐν ἡμῖν νοῦ ἀμφοτέρας ὁμοῦ τὰς προτάσεις θεωροῦντός τε καὶ συμπλέκοντος, τὴν μὲν ἀπὸ τοὐ θεωρητικοῦ παραλαμβάνοντος, τὴν δὲ σὺν τῇ λογοειδεῖ ἐπισκοποῦντος φαντασίᾳ, καὶ κινοῦντος τὸ ζῷον πρὸς τὰ ποτὲ ὄντα ἢ δοκοῦντα αἱρετά, ἐξῃρημένως μέν, ὡς εἴρηται, καὶ κατ’ ἠρεμίαν μᾶλλον τῆς μείζονος, προσεχέστερον δὲ καὶ κατὰ πολλὴν μεταβολὴν ἄλλοτε ἀλλοίαν τῆς ἐλάττονος. ποία δὲ ἡ καθόλου καὶ μείζων, καὶ ποία ἡ ἐλάττων καὶ μερικὴ ὑπέμνησεν, ἑκατέραν μὲν λογικὴν ἀποφηνάμενος τῷ ὑπόληψίν τε καὶ λόγον φάναι (καὶ γὰρ ἡ μερικὴ λογική, ὡς καὶ τῆς φαντασίας ἡμῶν οὔσης βου- λευτικῆς καὶ ὡς τῷ νῷ νῦν γνωριζομένη) |διακρίνων δὲ αὐτὰς ἀπ’ ἀλλήλων 88v τῷ τὴν μὲν τὸ τοιόνδε ἀξιοῦν πράττειν τὸ τοιόνδε εἰωθὼς ὡς καὶ ἐν Κατηγορίαις τῷ καθόλου πεφυκότι γίνεσθαι ἀπονέμειν, οἷον ὅτι τὸ ἀγαθὸν τιμητέον, οὐ τοδὶ ἢ τοδὶ ἀλλὰ ἀπλῶς πᾶν ἀγαθόν) τὴν δὲ τὸ μερικὸν ὁρίζουσαν, ὅτι ἀγαθόν, τουτέστιν ὅτι φέρε Σωκράτης ἀγαθός· τὸ μὲν ὑποκείμενον ἐν ταύτῃ τόδε καλῶν ὡς μερικὸν τὸν Σωκράτη τυχόν, τὸ δὲ τοιόνδε τὸ κατηγορούμενον, ὡς ἄνευ προδιορισμοῦ ἀεὶ τὸ κατηγορούμενον ὑπάρχον καὶ διὰ τοῦτο οὐκ ὂν τόδε, ἀλλὰ μᾶλλον τοιόνδε. δύο δὲ μερικῶν παραδείγματα τέθεικε προτάσεων, τῆς μὲν ὡς περὶ τρίτου προσώπου ποιουμένης τὸν λόγον, ἔνθα τόδε τοίνυν τοιόνδε εἶναί φησιν, ὡς εἰ ἐπὶ Σωκράτους ποιοῖτο τὸν λόγον, τῆς δὲ ὡς περὶ πρώτου, ὅτε κἀγὼ τοιόσδε. ἤδη αὕτη κινεῖ ἡ δόξα, ταύτην λέγων τὴν μερικήν, καὶ ὡς ἐναργέστερον κινούσῃ τὴν ὅλην τέως ἀποδιδοὺς αἰτίαν τῆς κινήσεως τῆς κατὰ τόπον τοῦ ζῴου, καὶ οὐχὶ τῇ καθόλου, εἶτα οἷον ἐπὶ διορθώσεως τὸ ἀκριβὲς λέγων, ὡς ἄμφω μὲν κινοῦσιν, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ὅτι οὐ κινουμένη αὐτὴ κινεῖ. μένει γὰρ ἡ αὐτὴ ἀεὶ οὐδέποτε μεταβαλλομένη οὐδὲ ἄλλοτε ἄλλως ἔχουσα· ἐπιστημονικὴ γὰρ ἦν. διὰ τί οὖν μᾶλλον ἀλλ’ οὐχ ἀπλῶς ἠρεμοῦσα; διότι συμπλεκομένη τῇ μερικῇ καὶ μεταβαλλομένῃ κατ’ αὐτὴν τὴν συμπλοκὴν συμμεταβάλλεται. ἀίδιος μὲν γάρ, ᾗ τὸ ἀγαθὸν τίμιον εἶναι ἀποφαίνεται· ᾗ δὲ τῇ ποτὲ μὲν Σωκράτην, ποτὲ δὲ Πυθαγόραν ἢ Πλάτωνα λεγούσῃ εἶναι ἀγαθὸν συμπλέκεται καὶ συμπεραίνεται ἄλλοτε ἄλλον εἶναι τὸν τίμιον (τὸ γὰρ συμπέρασμα οὐκ ἐκ μόνης τῆς μερικῆς, ἀλλὰ καὶ ἐκ τῆς καθόλου), ταύτῃ πὼς καὶ αὐτὴ κινεῖται, καὶ διὰ τοῦτο τὸ μᾶλλον ἐπὶ τῆς καθ’ ἑαυτὴν ἠρεμούσης πρόσκειται δηλωτικὸν τοὐ καὶ αὐτήν πὼς κινεῖσθαι κατὰ τὴν συμπλοκήν. συνεπεράνατο οὖν καὶ τὰ περὶ τοὐ πρακτικοῦ νοῦ ὡς καὶ φαντασίᾳ χρωμένου τῇ ἐν τοῖς λογικοῖς καὶ ὡς συμπλέκοντος τὸ μερικὸν τῷ καθόλου καὶ ἄμφω θεωροῦντος καὶ ὡς κινητικοῦ κατὰ τόπον τῶν ζῴων κατ’ ἀμφοτέρας μὲν τὰς προτάσεις, προσεχέστερον μέντοι καὶ ἐναργέστερον κατὰ τὴν ἐλάττονα, ἀκριβέστερον δὲ φάναι κατ’ ἀμφοτέρας· καὶ ὅπως καθ’ ἑκατέραν. ὅτι δὲ καὶ τὸ ἁπλῶς κινοῦν τὸ ὀρεκτικόν ἐστιν, ἀνωτέρω μὲν διὰ πλειόνων ἐπιδείξας, νῦν δὲ ἐν τῷ περὶ τοῦ πρακτικοῦ νοῦ λόγῳ ὑπομνήσας τῷ καὶ τὴν μερικὴν φαντασίαν μάλιστα κινητικὴν εἰπεῖν, οὐκέτι ἰδίως καὶ περὶ τούτου συμπεραίνεται, ἀλλ’ ὡς περὶ πάσης εἰπὼν καὶ αἰσθήσεως καὶ θεωρίας καὶ ὀρέξεως (διὰ γὰρ τῆς φαντασίας καὶ τὰ περὶ τῆς αἰσθήσεως ἐνεδείξατο, ταύτην δ’ αὖ εἴληφεν ἀντ’ αὐτῆς, ὡς ἀπὸ τῶν αἰσθημάτων οἱ φανταστικοὶ γίνονται τύποι, καὶ ἐκ τῆς αἰσθήσεως ἡ φαντασία ἐγείρεται ὡς ἐκείνη ἐκ τῶν αἰσθητῶν) μέτεισι λοιπὸν ἐπί τε τοὺς περὶ ὀργάνου λόγους (καὶ γὰρ ἐξ ἀρχῆς ἐμέμψατο τοῖς μὴ καὶ τὸ ὄργανον ὁποῖον εἶναι δεῖ τὸ ζωτικὸν ὁρίζουσιν, ἀλλὰ μόνον τὸ τῆς ζωῆς εἶδος θεωροῦσιν, οὐ μέντοι γε καὶ τὸ δεκτικόν, ὁποῖον εἶναί τι χρή, διορίζουσι) καὶ ἐπὶ τὸ διακρῖναι, τίνες μέν εἰσιν ἐν τοῖς ὁπωσοῦν ζῶσιν ἔσχαται ζωαί, τίνες δὲ αἱ ἀεὶ προσεχῶς ἐπαναβαίνουσαι, ὅσαι ὅλως ὡς ὀργάνων πρὸς τὸ ἐνεργεῖν δέονται τῶν σωμάτων τὰς γὰρ μηδέποτε χρῃζούσας ὡς ἐναργῶς ἐξῃρημένας ἀφίησι) καὶ ἐπὶ τὸ συμπεράνασθαι, ὡς τὰ μὲν τελειότερα τῶν θνητῶν ζῴων πάσας ἔχει καὶ τὰς ὑφειμένας, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν, καὶ τίνα τὰ ἀτελέστερα τῶν ζώντων, τίνα δέ, ὡς εἴρηται, τὰ προσεχῶς ἀεὶ ἐπαναβαίνοντα. ἔστιν οὖν περὶ τοῦ ὀργάνου αὐτῷ ὁ σκοπὸς εἰπεῖν, μᾶλλον δὲ συμπερασματικῶς συγκεφαλαιώσασθαι τὰ πλατύτερον αὐτῷ εἰρημένα, ὡς τὸ μὲν τῶν φυτικῶς καὶ ἀναισθήτως ζώντων ὄργανον ἁπλούστερον τυγχάνει ὂν πολλῆς ἐπικρατούσης τῆς γῆς, δι’ αὐτὸ τὸ δυσπαθὲς εἶναι, καὶ αὐτὸ τὸ δυσπαθὲς οὐκ ἐν μεσότητι τῶν στοιχείων, ἀλλ’ ἐν ἐπικρατείᾳ τῆς γῆς οὐσιωμένον τε καὶ ὑπὸ τῶν προσπιπτόντων αἰσθητῶν δυσπαθέστερόν τε γινόμενον καὶ αἰσθήσεως ἐντεῦθεν ἀπολειπόμενον· τὸ γὰρ αἰσθητικὸν ὁπωσοῦν ἐν μεσότητι μᾶλλον τῶν στοιχείων καὶ οὐκ ἐν ἐπικρατείᾳ τῆς γῆς, ὡς δηλοῖ τὸ ἁπτικόν, ἔσχατον ὂν αἰσθητήριον, ἵνα καὶ τῶν διαφόρων ἐν αὐτοῖς ποιοτήτων ᾖ γνωριστικόν, θερμότητος φέρε τῆς ἐν πυρί, ψυχρότητος δὲ τῆς ἐν ὕδατι, ὑγρότητος δὲ τῆς ἐν ἀέρι καὶ ξηρότητος τῆς ἐν γῇ· ὡς τό γε καθ’ ἓν ἐπικρατοῦν οὐσιωμένον οὐχ ἕξει τὴν μεσότητα ὁμοίαν πρὸς τὸ ἐναντίον. ὁρίζει οὖν πρῶτον μὲν τὸ φυτικὸν ὄργανον ὁποῖον, δεύτερον δὲ ὁποῖον τὸ μόνως ἁπτικὸν καὶ γευστικόν, οἷον τὸ τῶν καθ’ ὅλα ἀκινήτων κατὰ τόπον ζῴων, καὶ τρίτον ὁποῖον τὸ τῶν πορευτικῶν καὶ τελειοτέρων, κατὰ μὲν τὸ ἁπτικὸν οὐδὲν τῶν ἀκινήτων καθ’ ὅλα ἑαυτὰ διαφέρον, ὡς δὲ πορευτικῶν καὶ πόρρωθεν αἰσθάνεσθαι δεομένων καὶ οὐκέτι ἀμέσως τῶν προσπιπτόντων ἐφαπτομένων, ἀλλὰ διὰ τῶν μεταξύ, κατὰ τὰ κρείττω στοιχεῖα τῶν τοιούτων αἰσθητηρίων οὐσιωμένων. ἔδει δὲ αὐτῷ πρὸς τὴν τούτων συγκεφαλαίωσιν ὑπομνῆσαι, ὡς ἅπαν τὸ ὁπωσοῦν ζῶν τὴν γενητὴν ζωὴν τῆς φυτικῆς δεῖται ψυχῆς, τὸ δὲ αἰσθητικὸν ὁπωσοῦν τῆς ἁπτικῆς τε καὶ γευστικῆς αἰσθήσεως, τὸ δέ γε πορευτικὸν καὶ τῶν τελειοτέρων αἰσθήσεων. ὅθεν ἀρξάμενος προσθήσει καὶ τὰ περὶ τοῦ οἰκείου ἑκάστῃ ὀργάνου. p. 434a 22 Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ὅ τί περ ἄν ζῇ, καὶ ψοχὴν ἔχει ἀπὸ γενέσεως ἔως φθορᾶς. |Τοῖς ὁπωσοῦν ζῶσι θνητοῖς δὲ τροφῆς δεῖ. οὐ γὰρ οἷά τε μὴ κατὰ σμικρὸν τρεφόμενα φυλάττειν τὸ τῆς ζωῆς εἶδος, διότι οὐκ ἄνευ ὕλης αὐτοῖς ἡ τῆς ζωῆς ὑποδοχή, ὡς δηλοῖ τὸ ποτὲ ζῆν καὶ ποτὲ μή, καὶ τὸ εἶναί τι ἐν αὐτοῖς οὐ συμφυῶς, ἀλλ’ ἐπικτήτως δεχόμενον τὴν ζωήν, ὃ καὶ πρὶν δέξασθαι καὶ μετὰ τὴν ἀποβολὴν στερίσκεται αὐτῆς. τὸ δὲ ἐπικτήτως δεχόμενον ἡ ὕλη, ὥσπερ τὸ συμφυῶς δεχόμενον αὐτὸ τὸ ζῷόν ἐστιν, οὗ μηδὲν ὑπομένει μετὰ τὴν ἀποβολὴν ἦς ζωῆς ὡς ζῶντος, μηδὲ πρὸ τῆς ὑποδοχῆς ἦν τι ὡς ζῶν προυπάρχον. καὶ ταῦτα ἡμῖν ἤδη πλεοναχοῦ ὑπέμνησται καὶ ἐν τοῖς εἰς τήνδε γεγραμμένοις τὴν πραγματείαν. διὰ δὲ τὴν ὕλην τὴν ἐπικτήτως δεκτικὴν τῆς ζωῆς καὶ διὰ τοῦτο καὶ πρὸς στέρησιν αὐτῆς ἐπειγομένην καὶ ἀπορρέουσαν καὶ ὅσον ἐπὶ τῇ ἀπορροῇ ὡς τάχιστα αὐτὴν ἀποβάλλουσαν ἀντανισοῦσα ἡ φύσις τῇ θρεπτικῇ δυνάμει, ἅτε δὴ τῆς τροφῆς ἐπιρροίας οὔσης τὴν ἀπορροὴν ποτὲ μὲν μᾶλλον ἐπικρατούσης ὡς ἐν τῇ αὐξήσει, ποτὲ δὲ ἐξισουμένης ὡς ἐν τῇ ἀκμῇ, ποτὲ δὲ ἐπικρατουμένης ὡς ἐν τῇ φθίσει. καὶ ἐν ταύτῃ οὖν τῆς τροφῆς δεῖ, ὅτε καὶ πολλὴ γίνεται ἡ ἀπορροή, ἵνα τῇ γοῦν ὁποσῃοῦν ἐπιρροῇ χρόνον τινὰ ἀντέχῃ πρὸς τὴν πλείονα ἀπορροήν. εἰκότως οὖν ἀπὸ γενέσεως ἕως φθορᾶς τὰ οὕτως ζῶντα τροφῆς δεῖται. ἀνάγκη γὰρ αὐτὰ ἢ αὔξεσθαι ἢ ἀκμάζειν ἢ φθίνειν· ἐν ἑκάστῳ δὲ τούτων τροφῆς δεῖται τὰ οὕτω ζῶντα. οὔτε γὰρ ἐν τοῖς ἀψύχοις πάντῃ ἡ θρεπτικὴ ἔνεστι δύναμις (φέρε γὰρ ἐὰν δῷ τις καὶ τὰ μέταλλα αὔξεσθαι, καὶ ἐν ἐκείνοις ἀμυδρουμένην ἔτι μᾶλλον ἢ ἐν τοῖς φυτοῖς συγχωρήσει τὴν φυτικὴν ἐνυπάρχειν ζωήν), οὔτε ἐν τοῖς ἀιδίως ζῶσιν, ἅτε οὐκ ἐνύλοις οὐδὲ ἐπικτήτως δεχομένοις τὴν ζωήν, ἀλλὰ κατὰ τὸ συμφυῶς μόνον ἐρριζωμένον αὐτὴν ζῶσι, καὶ διὰ τοῦτο οὐδεμιᾶς ἐπεισάκτου βοηθείας δεομένοις πρὸς τὸ ζῆν. p. 434a 27 Αἴσθησιν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν. Δόξειεν ἄν προσλαμβάνειν τὸ ζητούμενον. διὰ τί γὰρ οὐχὶ καὶ πάντα τὰ ζῶντα πρὸς διάκρισιν τοῦ οἰκείου τε καὶ τοῦ ἀλλοτρίου τὴν γοῦν ἁπτικήν τε καὶ γευστικὴν ἔχειν αἴσθησιν, ὡς καὶ πάντα τὰ ζῶντα αἰσθάνεσθαι; ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν αἰσθητικῶς ζώντων τὸ σῶμα τόδε τοιοῦτον ὄν, ὡς ἐν μεσότητι εἶναί τε καὶ ἁφὴν ἔχειν, ἀπλοῦν καλοῦμεν διὰ τὸ ὡς ἤδη εἴρηται κατ’ ἐπικράτειαν ἑνὸς στοιχείου τῆς γῆς τὴν ἁπτικὴν ἔχειν σύστασιν, οὐ πάντῃ ὂν δηλονότι ἀπλοῦν, εἴ γε ὅλως κατὰ τὴν ἑνὸς ἐπικράτειαν, συγκείμενον δὲ καὶ ἐκ τῶν λοιπῶν, ὡς καὶ αὐτὸς πανταχοῦ βούλεται καὶ ἡ ἐνάργεια δηλοῖ. τί οὖν ἐκώλυεν ἐν μεσότητί πὼς καὶ ταῦτα ὄντα διὰ τὸ ὅλως εἶναι τῶν ἐναντίων, εἰ καὶ μὴ ἐξισαζούσῃ, ἔχειν μέν τινα αἴσθησιν, ἀμυδροτέραν δὲ ἢ κατὰ τὰ ἄλλως ζῶντα, καὶ ὡς ἔφη Πλάτων’ οἷον καθεύδουσαν αἴσθησιν. ἀλλ’ ἴσως ὁ Ἀριστοτέλης οὐκ ἀξιοῖ αὐτοῖς ἀποδιδόναι αἴσθησιν, τοῦτο μέν, ὡς μὴ οἷον ἐγρηγορυῖαν ἔχουσιν, ἀλλ’, ὡς ἐκεῖνος ἔφη, καθεύδουσαν, τοῦτο δὲ διὰ τὸ δυσπαθὲς καὶ χθόνιον τῶν φυτῶν, ὡς αὐτὸς λέγει· εὐπαθὲς γὰρ εἶναι δεῖ τὸ αἰσθητικόν. καὶ γὰρ ἐφ’ ὅσων μὲν ἡ φύσις πρὸς τὸ εἶναι μόνον ἀποβλέπει, τὸ δυσπαθὲς τούτοις ἀφώρισεν οὐ δεηθεῖσα αἰσθήσεως, ὡς ἔχουσιν ἀφ’ ἑαυτῶν τὸ μὴ ῥᾳδίως πάσχειν· ἐφ’ ὅσων δὲ οὐ τοῦ εἶναι ἀλλὰ τοῦ εὖ εἶναι μᾶλλον ἀντέχεται, τούτοις τὸ εὐπαθέστατον ἀπονέμει κατὰ τὴν ὅλην τοῦ σώματος σύστασιν, ἵνα καὶ αἰσθητικώτατον ᾖ. διὸ μάλιστα τὸ ἀνθρώπειον σῶμα, ὡς τὸ ὅλον φάναι, εὐπαθές, εὐκρασίᾳ τε τῶν ἄλλων ζῴων προέχον καὶ λεπτότητι δέρματος κατὰ ἀναλογίαν τοῦ μεγέθους, ἵνα τὴν καθ’ ὅλον τὸ σῶμα αἴσθησιν ἀκριβεστέραν ἔχῃ, ἐν ταῖς κατὰ μέρος αἰσθήσεσι πολλῶν ἀπολειπόμενον ζῴων. καλῶς οὖν οὐκ ἀναγκαῖον εἴρηται πᾶσι τοῖς ζῶσιν αἴσθησιν ὑπάρχειν, ἐπειδὴ μήτε ἁφὴν ἔχει μήτε ταύτης ἄλλην προηγεῖσθαι δεῖ. οὐκ ἀνάγκη δὲ αἴσθησιν πᾶσιν ὑπάρχειν, διότι τὰ ἔσχατα ἔσχατον ἔχει καὶ τὸ τέλος, ὅπερ πάντως μὲν ἀγαθόν, ὁποῖον ἄν ᾖ τέλος, ἀλλὰ τὸ μὲν κρεῖττον, τὸ δὲ ὑφειμένον, καὶ οἰκεῖον ἑκάστοις τοῖς τελειουμένοις· ὡς καὶ τοῖς ἐσχάτοις τὸ ἔσχατον. τὸ δὲ αἰσθητικὸν ἀγαθὸν οὐκ ἔσχατον, ἀλλὰ διεγηγερμένον καὶ κατ’ ἐνέργειαν κριτικὴν ἑστὼς φαίνεται. διὸ ἀπαιτεῖ τὸ ἔτι ὑφειμένον, ἵνα καὶ τὰ ἔσχατα ᾖ ἀγαθά. τοιοῦτον δὲ μᾶλλον τὸ τῷ εἶναι κατ’ αὐτὸ μόνον τὸ εἶναι σύνδρομον ἀγαθόν. ἔνια δὲ ἴσως καὶ τούτων ὑφειμένα ὄντα γέ πώς ἐστιν ἀγαθά, ὡς τὸ ἄψυχον, ὡς τὸ δυνάμει, ὡς τὸ ὑλικόν, ὡς τὸ στερητικόν· ἀλλ’ οὐ περὶ τούτων νῦν ὁ λόγος. ἄνευ δὲ ἁφῆς, ᾗ πάντως καὶ ἡ γεῦσις συμπέπλεκται, ἀδύνατον εἶναι ζῷον, διότι εὐπαθὲς ὂν τὸ ζῷον, ὡς εἴρηται, ἵνα καὶ αἰσθάνηται, καθ’ ὅλον τε ἑαυτὸ αἰσθητικὸν εἶναι χρή, ἐπεὶ λήσεται φθειρόμενον καθ’ ὃ ἀναίσθητον, καὶ κατά τι, καθ’ ὃ τοῦ ἐν τῇ τροφῇ οἰκείου τε καὶ ἀλλοτρίου ἕξει τὴν διάκρισιν, ταύτῃ μὲν γευστικὸν ὅν, κατὰ δὲ τὴν καθ’ ὅλον ἁπτικόν· ἡ γὰρ ἁφὴ δι’ ὅλου. τούτων οὖν πάντως δεῖ τῷ ὁπωσοῦν αἰσθητικῷ. ἀλλὰ τί τὸ ἐπαγόμενον τὸ p. 434a 29 Οὔτε ὅσα μὴ δεκτικὰ τῶν εἰδῶν ἄνευ τῆς ὕλης. τίνα γὰρ βούλεται σημαίνειν τὰ ἄνευ τῆς ὕλης τῶν εἰδῶν δεκτικά; ἵνα ἀπὸ τῆς καταφάσεως καὶ τὰ μὴ |δεκτικὰ ἄνευ τῆς ὕλης γνωρίσωμεν. καὶ πρὸς τί εἴρηται ἡ ἐν ἀρχῇ προκειμένη ἄρνησις τὸ οὔτε; οὐ γὰρ ἀπλῶς πρόσκειται, ἀλλ’ ἔννοιάν τινα δοκεῖ ἔχειν. μᾶλλον δὲ ὧδε τὸ ὅλον ῥητὸν σαφηνιστέον. †εἰ δὴ ἔοικε λέγειν νῦν καὶ εἴδη ἄψυχα, εἴ γέ τι εἴη ἐν τῷ παντὶ εἶδος ἄψυχον, ἀλλὰ μὴ μόνον ἄτομα ὅσα νεκρώματα, καὶ ἔστι περὶ τῶν αἰσθητικῶν αὐτῷ ὁ λόγος, ἔοικε μηδὲ ἀπλῶς τὰ ἔμψυχα νῦν παραλαμβάνειν, ἀλλὰ τὰ καὶ αἰσθητικὰ ἢ κρειττόνως ἔτι γνωστικά. τὰ δὴ τῶν τοιούτων εἰδῶν δεκτικὰ ἄνευ τῆς ὕλης τὰ ἀίδιά ἐστι ζῷα, τὸ ἐπικτήτως δεχόμενον οὐδαμῶς ἔχοντα, οἷς οὔτε Πλάτων’ οὕτε Ἀριστοτέλης αἴσθησιν ὁποιανοῦν ἀποδιδόασιν, ἐπειδή, ὡς εἴρηται, τὴν παθητικὴν καλοῦσιν αἴσθησιν, οὐ τὴν ὅλην ἔνδοθεν κατ’ ἐνέργειαν οἰκείαν καὶ ὑποστατικὴν καὶ κριτικὴν τῶν αἰσθητῶν. ταῦτα μὲν οὖν τὰ ἄνευ ὕλης τῶν εἰδῶν δεκτικά. καὶ εἴρηται ὁποίων εἰδῶν, ὅτι τῶν γνωστικῶν μέν, κρειττόνως δὲ καὶ οὐχὶ αἰσθητικῶς κατὰ τοὺς παλαιοὺς τούτους φιλοσόφους. φανερὰ οὖν καὶ τὰ μὴ ἄνευ ὕλης τῶν γνωστικῶν εἰδῶν δεκτικά· τὰ γὰρ μὴ ἀίδια τῶν ζῴων. τὰ δὴ τοιαῦτα πάντως καὶ αἰσθήσεως διὰ τὰ προειρημένα ὡς εὐπαθῆ δεῖται, καὶ πρώτης γε τῆς ἁπτικῆς. τὸ οὖν οὔτε συντακτέον πάλιν λαβόντας τὸ προειρημένον τὸ “ἄνευ ταύτης (τουτέστι τῆς ἁφῆς) οἷόν τε οὐθὲν εἶναι ζῷον”, καὶ τῷ ῥητῷ τούτῳ συντάξαντες καὶ τὸ ὕστατον ἐπενεχθὲν οὔτε, οὕτω τὸ λοιπὸν τῆς λέξεως ἐποίσομεν ὅσα μὴ δεκτικὰ τῶν εἰδῶν ἄνευ τῆς ὕλης, ἵνα διττὴ ἀποδοθῇ ἡ αἰτία τοὐ πάντως τὰ θνητὰ ζῷα τὴν ἁπτικὴν ἔχειν αἴσθησιν, μίαν μὲν τὴν ὅτι οὐκ ἄνευ ταύτης αἱ λοιπαί, ἑτέραν δὲ τὴν ἐπειδὴ ὅλως ζῷα ὄντα καὶ ἐπικτήτως τῶν γνωστικῶν εἰδῶν ὄντα δεκτικά (τοῦτο γὰρ τὸ μὴ ἄνευ ὕλης αἰσθητικὰ εἶναι), ἀνάγκη καὶ αἰσθητικὰ παθητικῶς, εἰ μηδὲν μάτην ποιεῖ ἡ φύσις, τουτέστιν εἰ [μὴ] οἰκεῖον ἀγαθὸν τοῖς ζῴοις ὡς ζῴοις ἀποδώσει. τὸ γὰρ ἀγαθὸν σωστικὸν ἑκάστου, ὡς καὶ ἐν Πολιτείᾳ τῷ Πλάτωνι δοκεῖ. τὸ οὖν μὴ ἀπειληφὸς τὸ τῆς σωτηρίας αἴτιον αὐτῷ κατὰ φύσιν μάτην ἔσται. ἀλλ’ οὐδὲν μάτην ἡ φύσις ποιεῖ. ὥστε καὶ τοῖς ζῴοις πᾶσι τὸ κατὰ τὰ προσήκοντα ἑκάστοις μέτρα ἀπονέμει σωστικόν. σωστικὸν δὲ τῶν θνητῶν ζῴων τὸ αἰσθητικόν, τῆς ἐκκλίσεως γινόμενον τῶν ἀλλοτρίων αἴτιον, καὶ τῆς τῶν οἰκείων παραοοχης. p. 434a 31 Ἔνεκά του γὰρ ἅπαντα ὑπάρχει τὰ φύσει ἢ συμπτώματα 89v ἔσται τῶν ἕνεκά του. Ταῦτα καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει σαφέστερον διώρισται, ὡς τὰ κατὰ φύσιν γινόμενα τὰ μὲν ὡς αὐτὰ τέλη ἐστί, καθάπερ τὰ εἴδη, ἥ τε ἀρετὴ καὶ ὑγεία καὶ πᾶν ὅ τι τοιοῦτον, καὶ ταῦτα μὲν ὡς τὸ οὗ ἕνεκα, τὰ δὲ οὐχ ὡς τέλη μέν, ὡς δὲ πρὸς ταῦτα φέροντα, ὡς τὰ γυμνάσια καὶ ἡ οἰκεία ὕλη καὶ τὰ ὄργανα, τὰ δὲ ὡς ἑπόμενα συμπτώματα ἢ τοῖς ἤδη ἀπειληφόσι τὸ τέλος ἡ τοῖς ἔτι πρὸς τὸ τέλος φερομένοις, ὡς κόπος καὶ πτύελος καὶ αἱ ἐν μασχάλαις, φασί, τρίχες καὶ τοῖς ἤδη ὑγιαίνουσιν ἕπονται ζῴοις, καὶ ὡς πόνοι καὶ κάματοι τοῖς ἔτι φερομένοις πρὸς ὑγείαν διὰ γυμνασίων. ὁ δὲ Ἀριστοτέλης εἰς δύο δοκεῖ διαιρεῖν πάντα τὰ φύσει γινόμενα, εἰς τὰ ἕνεκά του καὶ εἰς τὰ συμπτώματα, τοῖς ἕνεκά του συνεισφέρων πάντως καὶ τὸ οὗ ἕνεκα· οὐ γὰρ οἷόν τε ἕνεκά του ἢ εἶναι ἢ γίνεσθαι, μὴ ὄντος καὶ τοῦ οὗ ἕνεκα. οἷς καλῶς πᾶσιν ἐπισυνάπτει ὁ φιλόσοφος ὡς συμπέρασμα τῶν προειρημένων προτάσεων τὸ τὰ πορευτικὰ ζῷα καὶ μειζόνως ἀπαιτεῖν τὴν αἴσθησιν τῶν μονίμων καὶ ἀτελῶν, διὰ τὸ καὶ κατὰ πολλὰ καὶ ἄλλοτε ἄλλους τόπους προσβάλλειν τοῖς σωστικοῖς τε αὐτῶν καὶ φθαρτικοῖς σώμασι, καὶ διὰ τὸ ὡς τελειότερα τελειοτέρας μετέχειν καὶ αὐτῆς τῆς ἁπτικῆς αἰσθήσεως καὶ διὰ τοῦτο ἐνεργητικωτέρας, καὶ πρός γε διὰ τὸ καὶ ἄλλων ἐξ ἀνάγκης τῶν πορρωτέρω τοῦ αἰσθητοῦ ἀντιληπτικῶν μετέχειν αἰσθήσεων, ἵνα καὶ πρὶν ἐφάψασθαι τῶν φθαρτικῶν τε καὶ σωστικῶν αἰσθανόμενα τὰ μὲν φεύγῃ, τὰ δὲ διώκῃ. ἄνευ δὲ αἰσθήσεως οὗκ ἄν σωθείη μάλιστα τὰ πορευτικά· ὅπερ ἦν αὐτοῖς τὸ τέλος καὶ τὸ ἀγαθὸν τὸ τῆς σωτηρίας, ὡς εἴρηται, αἴτιον, ὅπερ μάλιστα κατὰ φύσιν ἐστίν, ἐπειδὴ καὶ τὸ κράτιστον αἴτιον τὸ τελικόν, οὗ ἕνεκα καὶ τὸ ποιητικὸν ποιεῖ καὶ τὸ εἰδικὸν ὁρίζει καὶ τὸ ὑλικὸν αἴτιον ὑπέστρωται οἰκείως τοῖς πράγμασι. καὶ ἐπεξεργαζόμενος καλῶς τὰ εἰρημένα ἐπάγει, ὡς τοῖς μὲν μονίμοις τῶν ζώντων καὶ αὐτοῖς δὲ τοῖς ζῴοις, ὅσα μόνιμα, τὸ τρέφεσθαι ἡ φύσις δέδωκεν καὶ ἐν τῷ αὐτῷ μένουσιν, ἐναργῶς μὲν τοῖς φυτοῖς, ἤδη δὲ καὶ τοῖς μονίμοις ζῴοις, ἐκεῖ τὴν ἀρχὴν γινομένοις τε καὶ ὑφισταμένοις, ὅθεν καὶ τρέφεσθαι οἷά τε. p. 434b 3 οὐχ οἷόν τε δὲ σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν, αἴσθησιν δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γεννητὸν δέ. Τοῦτο δῆλον ὡς οὐ περὶ πάντων εἴρηται τῶν πορευτικῶν, ἀλλὰ περὶ τῶν τελειοτάτων ἐν αὐτοῖς ζῴων, ἐν οἷς καὶ ὁ κριτικὸς νοῦς. ηὐπόρηται δὲ ὅλως καὶ προσετέθη τοῖς εἰρημένοις πρὸς τοὺς ἀπορήσαντας ἄν, διὰ τί, ὅν κρείττονα ἔχῃ γνῶσιν τὴν κατὰ τὸν νοῦν, μὴ ἀρκεῖται ταύτῃ πρὸς τὴν σωτηρίαν, κἄν πορευτικὰ ᾖ, ἀλλὰ καὶ αἰσθήσεως ἐδεήθη. καὶ μία μὲν ἡ ἤδη καὶ πολλάκις εἰρημένη ἀφεῖται νῦν αἰτία· διὰ γὰρ τὸ ἀναγκαῖον εἶναι τοῖς ζῴοις σύστοιχον τοῖς γινωσκομένοις ὑπάρχειν γνῶσιν. σύστοιχος δὲ οὕτως αὐτοῖς ἡ αἴσθησις, ὡς μηδὲ ἄλλως τῷ ἐν αὐτοῖς νῷ ἢ δι’ αἰσθήσεως αὐτὰ γινώσκεσθαι. ἀλλὰ |τοῦτο μέν, ὡς ἔφην, ὡς πολλάκις εἰρημένον ἀφῆκεν ὁ Ἀριστοτέλης· μᾶλλον δὲ οὐδὲ παντελῶς ἀφῆκεν, ἀλλὰ προσθεὶς καὶ ἄλλην αἰτίαν καὶ ταύτην ἐνεδείξατο, ἀδύνατον λέγων τὰ γενητὰ καὶ πορευτικὰ τῶν ζῴων νοῦν μὲν ἔχειν, ἀναίσθητα δὲ τυγχάνειν αὐτά, καὶ τούτου πάλιν τὴν αἰτίαν προσθείς. οὔτε γὰρ τῇ ψυχῇ τοῦτο εἶναι πρὸς τὸ νοεῖν βέλτιον, οὔτε τῷ σώματι ἐντεῦθεν ἔσται σωτηρία, ἂν μὴ καὶ αἴσθησιν προσλάβῃ. καὶ γὰρ ἡ λογικὴ ψυχὴ οὐκ ἄλλως πρὸς τὸ νοεῖν ἡ ὅλη πρὸς σῶμα ῥεύσασα ἐγείρεται, εἰ μὴ δι’ αἰσθήσεως τὴν πρώτην, καὶ ἐν ταῖς πράξεσι συνεργῷ αὐτῇ καὶ τῇ ἀπ’ αὐτῆς χρῆται φαντασίᾳ, καὶ τὸ σῶμα οὐ διὰ τοῦ νοῦ μόνου, ἀλλὰ καὶ δι’ αἰσθήσεως σώζεται τῆς τοδὶ μὲν βλαβερὸν αὐτῷ δεικνυούσης, τοδὶ δὲ σωτήριον, ἢ τὸ μὲν λυπηρὸν, τὸ δὲ ἡδὺ καὶ προσηνές. ὅθεν καὶ ἡ προειρημένη ἀποδέδοται αἰτία, ἡ αἴσθησιν ἀπονέμουσα τοῖς αἰσθητικοῖς ζῴοις ὡς σύστοιχον γνῶσιν τοῖς αἰσθητοῖς. διὸ καθόλου λοιπὸν συμπεραίνεται, ὡς οὐδὲν ἔχει ψυχὴν σῶμα μὴ μόνιμον ἄνευ αἰσθήσεως, ἔνθα τὸ μὴ μόνιμον πρόσκειται διὰ τὰ φυτά, ἃ ἔχει μὲν ψυχὴν ἄνευ δὲ αἰσθήσεως, ἢ καὶ διὰ τὰ ἄστρα, ὡς ὁ Ἀλέξανδρος βούλεται, ἔμψυχα μὲν ὄντα, μόνιμα δὲ διὰ τὸ ἐρριζωμένα ταῖς οἰκείαις σφαίραις μὴ καθ’ αὑτὰ κινεῖσθαι, ὡς ὁ ἐκείνου λόγος. καὶ ἔοικεν ὁ Ἀλέξανδρος οὕτως ἐξηγήσασθαι διὰ τὸ προσεχῶς προειρημένον, τὸ οὐχ οἷόν τε σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν, αἴσθησιν δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γενητὸν δέ. τὸ γὰρ μὴ μόνιμον καὶ νοῦν ἔχον κριτικόν, γενητὸν δέ, πρὸς ἀντιδιαστολὴν εἴληπται τοῦ ἔχοντος καὶ ψυχὴν καὶ· νοῦν κριτικόν, μονίμου δὲ τοῦ ἀγενήτου τούτου· ἐν γὰρ τοῖς γενητοῖς οὐδέν ἐστι μόνιμον τοιοῦτον. ἔν τισι δὲ ἀντιγράφοις πρόσκειται τὸ ἀλλὰ μὴν οὐδὲ ἀγένητον, ὅπερ ὁ μὲν Πλούταρχος ἐξηγεῖται, ὡς νῦν τοῦ Ἀριστοτέλους καὶ τοῖς οὐρανίοις ἀποδιδόντος αἴσθησιν· οὐδὲ γὰρ τὰ ἀγένητα, διότι μὴ καθ’ ἑαυτὰ τόπον ἐκ τόπου ἀμείβοντα καὶ διὰ τοῦτο μόνιμα ὄντα, ἀμοιρεῖν αἰσθήσεως. φαίνεται δὲ ὁ Ἀριστοτέλης μηδαμοῦ τὴν αἴσθησιν ἐπὶ τῶν οὐρανίων προσιέμενος, ἀλλὰ καὶ ἐφεξῆς αὐτὸ τοῦτο ἀναινόμενος. διὸ κάλλιον, οἶμαι, ὁ Ἀλέξανδρος ἐξηγεῖται τὸ ἀλλὰ μὴν οὐδὲ ἀγένητον, ἀξιῶν ἀκούειν πρὸς τὸ αἴσθησιν ἔχειν, ἵνα μὴ πρὸς τὸ προσεχῶς εἰρημένον ᾖ ἐπαγόμενον, πρὸς τὸ οὐχ οἷόν τε σῶμα ἔχειν μὲν ψυχήν, αἴσθησιν δὲ μὴ ἔχειν, ἀλλὰ πρὸς τὸ ἐξ ἀρχῆς τὸ “αἴσθησιν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν. οὔτε γὰρ ὅσων τὸ σῶμα ἀπλοῦν, ἐνδέχεται ἁφὴν ἔχειν’’ ἀλλὰ μὴν οὐδὲ ἀγένητον ἀναγκαῖον αἴσθησιν ἔχειν. τὸ δὲ κριτικὸν τῷ νῷ πρόσκειται ὡς τὸ θεωρητικὸν δηλοῦν πρὸς ἀντιδιαίρεσιν τοῦ πρακτικοῦ, ἐναργέστερον ποιοῦν τὸν λόγον, διότι τὸ μὲν πρακτικὸν πάντως αἰσθήσεως δεῖται, τὸ δὲ θεωρητικὸν οὐ δοκοῦν πάντως ὅμως τὴν πρώτην καὶ αὐτὸ χρῄζει, καὶ ἐφεξῆς δὲ πάντως ἐν τῇ περὶ τῶν αἰσθητῶν θεωρίᾳ. p. 434b 8 Ἀλλὰ μὴν εἴγε αἴσθησιν ἔχοι, ἀνάγκη τὸ σῶμα ἢ ἀπλοῦν ἢ μικτὸν εἶναι. Ὅτι μὲν πλείους αἱ ζωαὶ τῶν γενητῶν, καὶ αἱ μὲν ὑφειμέναι καὶ ἔσχαται, αἱ δὲ κατὰ σμικρὸν ἐπαναβαίνουσαι εἰς τὸν κριτικὸν ἀποτελευτῶσι νοῦν, καὶ ὅτι ταῖς κρείττοσι πάντως καὶ αἱ ὑφειμέναι καὶ ἔσχαται συνυπάρχουσιν, οὐκ ἀνάπαλιν δὲ ταῖς χείροσιν αἱ κρείττους πάντως, καὶ ἄρτι διὰ τῶν προειρημένων συνεπεράνατο. ὁποῖον δὲ τὸ ἑκάστῃ οἰκεῖον ὄργανον καὶ ὁποίῳ ὀργάνῳ οἰκείως ἑκάστη χρῆται ζωή, ἤδη μὲν φαίνεται καὶ τὸ αὐτὸ ἐνδειξάμενος, σαφέστερον δὲ νῦν ἐπέξεισι τῷ λόγῳ, διακρίνων τὸ φυτικὸν σῶμα ἀπὸ τοῦ ἀπλῶς αἰσθητικοῦ, καὶ τοῦτο ἀπὸ τοῦ μὴ ἀπλῶς μὲν τὸ δὲ ὅλον τοῦτο πορευτικοῦ αἰσθητικοῦ, καὶ ἀποδοὺς μέχρι τοῦδε τὴν τοῦ ὀργάνου διάφορον οὐσίαν οὐκέτι ἢ ὡς φανταστικοῦ ὀργάνου ἢ ὡς λογικοῦ ἐπιφέρει, διάφορόν τινα φύσιν εἰδώς, ὡς τὸ σῶμα κυρίως, καθάπερ καὶ ἐν τοῖς πρώτοις εἶπε, κἄν λογικὸν ᾖ, τῆς αἰσθήσεως ὂν προσεχῶς ὄργανον καὶ κυρίως. καὶ γὰρ ἡ φαντασία αἴσθησίς τις καὶ ἡ ὄρεξις, ὅση γε καὶ ἐν τοῖς ἄλλοις ἐστὶ ζῴοις, ὁ δὲ λόγος καὶ ἡ τοῦ λόγου βούλησις κἄν ποτε χρῆται τῷ σώματι, διὰ τὸ καὶ αἴσθησιν καὶ φαντασίαν ὡς συνεργοὺς παραλαμβάνειν χρῆται καὶ τῷ σώματι ὡς ὀργάνῳ· ἐπεί, ὡς εἴρηκεν αὐτός, εἴ τι συνέχει σῶμα ὁ νοῦς, καὶ πλάσαι χαλεπόν. καὶ διὰ τοῦτο πάλιν ἀποδιδοὺς τὴν αἰτίαν, δι’ ἣν τῶν ἀκριβεστέρων μὲν αἰσθητῶν ἀντιλαμβανόμενοι οὐ δυνάμεθα τῶν ἀμυδροτέρων παραχρῆμα τὴν κρίσιν κατωρθωμένην ποιεῖσθαι, τῶν δὲ νοητῶν ὅσῳ μάλιστα καθαρώτερον ἀντεχόμεθα, τοσούτῳ μειζόνως καὶ τὰ ἀμυδρότερα ἐπιγινώσκομεν αὐτίκα, διότι, φησίν, ἡ μὲν αἴσθησις ὀργάνου δεῖται τοῦ σώματος, ὃ διὰ τὴν σφοδροτέραν ὑπὸ τῶν μειζόνων αἰσθητῶν πάθην τὴν ἀμυδροτέραν οὐ πάσχει, ἕως ἄν τῇ σφοδροτέρᾳ κατέχηται· ὁ δὲ νοῦς ἵνα τὰ νοητὰ γνῷ, οὐ χρῆται ὀργάνῳ τῷ σώματι. εἰκότως οὖν καὶ νῦν οὐ περιεργάζεται, ὁποῖον τὸ ὡς νοῦ ἢ λόγου ὄργανον, ἀλλὰ ποῖον τὸ ὡς αἰσθητικοῦ, εἰ καὶ διττὸν τὸ αἰσθητικόν, τὸ μὲν καθ’ αὐτὸ καὶ ἄλογον, τὸ δὲ λογοειδὲς ὡς λόγῳ συμφυόμενον· ὡς δὲ προειπὼν ἱκανῶς περὶ τοῦ φυτικοῦ σώματος, ὅτι ἁπλοῦν πὼς διὰ τὴν τῆς γῆς ἐπικράτειαν, ἀφορίζει ὁποῖον τὸ ὡς ἀπλῶς εἰπεῖν αἰσθητικόν, ἐκ διαιρέσεως τὸν λόγον λαμβά|νων. ἢ γὰρ ἀπλοῦν ἔστ’ αἰ ἢ μικτόν φησι, διὰ τὸ τέλειον τῆς διαιρέσεως τὸ ἁπλοῦν παραλαβών, ἵνα ὥσπερ ἐξ ἀρχῆς ποιῆται τὸν λόγον, ἐπεὶ ἤδη ὑπέμνησται ὅτι ἁπλοῦν εἶναι ἀδύνατον. διὸ καὶ αὐτὸ τοῦτο εὐθὺς ἐπήγαγεν, οὐχ οἷόν τε λέγων εἶναι ἀπλοῦν· τὸ γὰρ ἀπλοῦν ἁφὴν μὴ ἔχειν, τὸ δὲ αἰσθητικὸν πᾶν ἐξ ἀνάγκης ἔχειν ἁφήν, ὡς ἐν δευτέρῳ πάλιν συμ- περαίνεσθαι σχήματι μηδὲν ἁπλοῦν εἶναι αἰσθητικόν, μέσου ὅρου ὄντος τοῦ ἁφὴν ἔχειν. ἑκατέραν δὲ τῶν προτάσεων ἐξ ἄλλων ὑπομιμνήσκων, καὶ πρότερον τὴν ἀξιοῦσαν πᾶν αἰσθητικὸν ἁφὴν ἔχειν διὰ πλειόνων πιστοῦται· τὴν γὰρ ὅτι οὐδὲν ἀπλοῦν ἁφὴν ἔχει ὕστερον πιστώσεται. τὴν δὲ καταφατικὴν τὴν πᾶν τὸ αἰσθητικὸν βουλομένην ἁφὴν ἔχειν ὑπομιμνήσκει ἐκ τῶνδε. τὸ ζῷόν φησι, τὸ θνητὸν λέγων, σῶμα ἔμψυχόν ἐστι· πᾶν δὲ σῶμα ἁπτὸν εἶναι, οὐ τὸ οὐράνιον λέγων νῦν· οὐ γὰρ βούλεται ἐκεῖνο εἶναι ἁπτόν, ὡς δοκεῖ τίθεσθαι ὁ Πλάτων’, διότι ὁ φιλόσοφος οὗτος τὸ κατὰ τὰς παθητικὰς λεγομένας ποιότητας δραστικὸν ἀφορίζεται εἶναι τὸ ἁπτόν. πᾶν οὖν σῶμα τὸ γενητὸν λέγει, καὶ δέον ἐπαγαγεῖν προσεχὲς ταῖς εἰρημέναις δύο προτάσεσι τὸ ‘πᾶν ἄρα ζῷον ἁπτόν ἐστιν’, ἵνα ᾖ ὁ λόγος ‘πᾶν ζῷον σῶμα ἔμψυχόν ἐστι, πᾶν σῶμα ἁπτόν ἐστι, πᾶν ἄρα ζῷον ἁπτόν ἐστιν’, ὁ δὲ οὐ τοῦτο, ἀλλὰ ‘πᾶν ἄρα ζῷον ἁπτικόν ἐστιν’, ὅπερ πάντως ἕπεται τῷ εἶναι πᾶν σῶμα ἁπτόν· οὐ γὰρ μόνον ἀπιὸν εἶναι δεῖ ἀλλὰ καὶ †τὸ ἁπτὸν ὀπῶ **αὐτῶν σῶμα. διότι γὰρ ἁπτὰ πάντα, δεῖ ἐξ ἀνάγκης εἶναι καὶ τὸ κριτικῶς ἐφαπτόμενον καὶ μὴ ἀπλῶς κατὰ παράθεσιν ἅπτεσθαι λεγόμενον, ἀλλ’ ὡς καὶ γινῶσκον, ὁποῖον αὐτῶν ἕκαστον κατὰ τὰς παθητικὰς ποιότητας, ἁπτικὸν εἶναι, ἵνα πάλιν ἐξ ἀρχῆς ὁ λόγος τοιοῦτος ᾖ· τὸ ζῷον ἔμψυχόν ἐστι σῶμα· πᾶν σῶμα ἁπτόν ἐστι· πᾶν τὸ οὕτως ἁπτὸν ὡς ἁπτοῦ γνωριστικὸν τυγχάνει ὂν ἁπτικόν· πᾶν ἄρα ζῷον ἁπτικὸν ἔσται. ἀλλὰ τὴν τελευταίαν πρότασιν παραλιπὼν ὁ Ἀριστοτέλης ταῖς προτέραις δύο τὸ ἐπὶ ταῖς τρισὶν ἀποδέδωκε συμπέρασμα. μᾶλλον δὲ οὐδὲ τὴν τρίτην παρῆκεν, ἀλλὰ τέθεικεν, ἀξιῶν τὸ ἁπτὸν εἶναι τὸ τῇ ἁφῇ αἰσθητόν, ἵνα δηλώσῃ ἀντεστραμμένως τὸ αἰσθανόμενον τοῦ ἁπτοῦ ἁπτικὸν εἶναι, καὶ οὕτω συναγάγῃ· τὸ ζῷον ἄρα ἁπτικὸν πάντως. ἀλλ’ ἐποίησε τὴν περισκέλειαν τῷ τὴν ἀντιστρέφουσαν ἀλλὰ μὴ αὐτὴν προηγουμένως θεῖναι τὴν πρότασιν τὴν ἀξιοῦσαν τὸ ἁπτικὸν τοῦ ἁπτοῦ εἶναι γνωριστικόν, ἀλλὰ τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν τὸ ἁπτὸν πᾶν τῇ ἀφῇ γνωρίζεσθαι. ἁπτικὸν δὲ δείξας διὰ τῶν προειρημένων τὸ τοὐ ζῴου σῶμα, καὶ καθ’ ἕτερον τρόπον τὸ αὐτὸ ἐπιδείκνυσι διὰ τοῦ εἰ μέλλοι σώζεσθαι τὸ ζῷον ὡς ζῷον ἀπλῶς. οὐ γὰρ ὡς ὁρατικὸν ἁπλῶς ἢ ἀκουστικὸν ἢ γευστικόν· τὸ γὰρ τοιοῦτον καὶ τῶν διὰ μέσου γινομένων δεῖται αἰσθήσεων, ὡς δὲ ζῷον ἀπλῶς τῆς ἁφῆς, ἵνα τῶν παθητικῶν ἀντιλαμβάνηται ποιοτήτων, ὑφ’ ὧν ἡ κατ’ οὐσίαν ἀποτελεῖται πᾶσα γένεσίς τε καὶ φθορὰ καὶ σωτηρία. ὡς εἶναι καὶ τοῦτον τὸν λόγον· παθητὸν ὂν ὡς γενητόν, καὶ τῶν γενητῶν ἀεὶ κριτικῶς ἁπτόμενον σωμάτων, πάσχει ὑπ’ αὐτῶν κατὰ τὰς παθητικὰς ποιότητας ἢ συμμέτρως ἢ ἀσυμμέτρως· τὸ δὲ οὕτω πάσχον ἢ σώζεται ἢ φθείρεται, μεταδιῶκον μὲν τὴν συμμετρίαν, φεῦγον δὲ τὸ ἀσύμμετρον διὰ τὴν κριτικὴν φύσιν· τὸ δὲ ἐν τῇ διώξει τοῦ συμμέτρου πάθους, φυγῇ δὲ τοῦ ἀσυμμέτρου σωζόμενον ἁπτικὸν εἶναι ἀνάγκη· τῶν γὰρ παθητικῶν, ὡς εἴρηται, ποιοτήτων ἁπτικὸν τὸ γνωστικόν· τὸ ἄρα ζῷον ἁπτικὸν εἶναι ἀνάγκη. καὶ διαφέρει ὁ νῦν εἰρημένος συλλογισμὸς τοῦ προτέρου ἐκ τῆς σωτηρίας τῶν ζῴων ἐπιχειρῶν, ἐκείνου κατ’ αὐτὴν τὴν τοῦ ἁπτοῦ ὡς ἁπτοῦ ἀντιληπτικὴν γνῶσιν τὸ αὐτὸ ἀποδεικνύντος. ἔτι καὶ τρίτον προστίθησι λόγον, ὡς δεῖ τὸ ζῷον πάντως εἶναι ἁπτικόν, τῶν διὰ τῆς ἀμέσου ἀντιλήψεως [τῶν] αἰσθητῶν κριτικόν, τοιόνδε ὄντα· τὸ ζῶον ἐξ ἀνάγκης τῶν ἀμέσως αὐτῷ προσπιπτόντων αἰσθητικὸν εἶναι δεῖ, δι’ ὧν καὶ σώζεται ἢ ἀπόλλυται μάλιστα· τὸ δὲ τῶν ἀμέσως προσπιπτόντων γνωριστικὸν ἁπτικόν· τὸ ζῷον ἄρα ἁπτικόν. καὶ τοιοῦτος μὲν καὶ ὁ τρίτος λόγος. αἱ δὲ διὰ μέσων γνωρίζουσαι αἰσθήσεις πρόσκεινται πρὸς διάκρισιν σαφῆ τῶν ἀμέσως κριτικῶν, τουτέστιν ἁφῆς τε καὶ γεύσεως· ἐκ γὰρ τῆς τῶν διὰ μέσου παραθέσεως μᾶλλον γνωρίζομεν, τίνες αἱ ἄμεσοι. ἐφ’ οἷς τῷ τρίτῳ συνάπτει τὸν δεύτερον, οὐ μόνῳ τῷ προσεχεῖ ἀποχρώμενος τῆς ἁφῆς. ἀλλὰ καὶ τῷ πρὸς τὸ ζῆν συνεργῷ. τὸ γὰρ ἁπτόμενον καὶ προσεχὲς καὶ παρακείμενον τῷ ἁπτῷ δεῖ αἴσθησιν ἔχειν. εἰ γὰρ μὴ ἕξει αἴσθησιν, οὐ δυνήσεται τὰ μὲν φυγεῖν τὰ δὲ λαβεῖν. τοῦ τρίτου δὴ τὸ συμπέρασμα <εἰ δὲ> τοῦτο, ἀδύνατον ἔσται σώζεσθαι παραπλησίως τῷ τοῦ δευτέρου εἴληπται. p. 434b 18 Διὸ καὶ ἡ γεῦσίς ἐστιν ὥσπερ ἁφή τις. Ἄλλος οὗτος τὸ αὐτὸ συμπεραινόμενος λόγος, ὅτι πάντως ἁπτικὸν εἶναι δεῖ τὸ ζῷον, οὐκ ἀπ’ αὐτῆς ἔτι τῆς ἰδίως λεγομένης ἁφῆς ὡρμημένος, ἀλλ’ ἀπὸ τῆς γεύσεως, καὶ οὐκέτι ἀπὸ τῶν παθητικῶν ποιοτήτων καλουμένων, ἀλλ’ ἀπὸ τῆς ἐγχύμου συστάσεως. φθείρει γὰρ τὸ ζῷον καὶ σώζει προηγουμένως μὲν τὰ πάθη τῶν αἰσθητῶν κατ’ αὐτὴν τὴν ἁφήν, θερμὸν φέρε καὶ ψυχρὸν καὶ τὰ τούτοις σύστοιχα, οὐχ |ὡς ζῷον ἁπλῶς, ἀλλ’ ὡς παθητόν. τὸ δὲ ἔγχυμον, οὗ ἡ γεῦσις ἀντιληπτική, ὡς ζῷον ἢ σώζει ἢ ἀπόλλυσι. τρέφεσθαι γὰρ ἀνάγκη τὸ ζῷον καὶ διὰ τὸ ζῷον εἶναι κριτικὸν εἶναι καὶ τοῦ ἐγχύμου πρὸς παραδοχὴν μὲν τοῦ οἰκείου, φυγὴν δὲ τοῦ ἀλλοτρίου. σωματοειδὲς δὲ καὶ ἁπτὸν πᾶν τὸ ἔγχυμον οὐχ ᾗ ἔγχυμον, ἀλλ’ ᾗ μὴ ἄνευ ἁπτοῦ <οἷόν τε> εἶναι τὸ ἔγχυμον. τῷ οὖν ἐν ἁπτῷ εἶναι καὶ τὸ ἔγχυμον οὐ μόνον ὡς γευστὸν ἀλλὰ καὶ ὡς ἁπτὸν προσπίπτει, ὡς καὶ τὴν γεῦσιν εἶναι· ταύτῃ ἁφήν. ἐπεὶ οὖν καὶ ἡ γεῦσις πρὸς τὸ εἶναι συντελεῖ τοῖς ζῴοις, οὐκ ἄνευ δὲ ἁφῆς ἡ γεῦσις, τὰ δεόμενα γεύσεως ἕξει οὐ ταύτην μόνον, ἀλλὰ καὶ τὴν ἁφὴν πάντως. καὶ συλλελόγισται τὸ αὐτὸ καὶ νῦν οὐκ ἀπὸ τῆς ἁφῆς προηγουμένης ἀπλῶς, ἀλλὰ καὶ ἀπὸ τῆς γεύσεως, ὡς καὶ ταύτης ἀναγκαίας πρὸς σωτηρίαν τοῖς ζῴοις ὑπαρχούσης. καὶ ἐπειδὴ οὐ καθ’ αὑτὴν ἡ γεῦσις ἁφή ἐστιν, ἀλλὰ διὰ τὸ μὴ ἄνευ ἁφῆς εἶναι, τοῦτο δέ, ἐπειδὴ καὶ τὸ ἔγχυμον καὶ γευστὸν πάντως ἐν τῷ ἁπτῷ, τὴν γεῦσιν ὥσπερ ἁφὴν εἶναι ἀποφαίνεται, ἀλλ’ οὐκ αὐτόθεν ἁφήν, ἀκριβολογούμενος νῦν καὶ τὴν αἰτίαν ἐπάγων, ὅτι καθ’ αὑτὴν ἡ γεῦσις οὐ τοῦ ἁπτοῦ ἀλλὰ τροφῆς ἐστιν, ἡ δὲ τροφὴ τὸ σῶμα τὸ ἁπτόν, ἀλλ’ οὐχ ᾗ ἁπτόν, ᾗ δὲ ἔγχυμον. πάλιν δὲ ἐκ παραθέσεως τοῦ ἀντικειμένου γνώριμον ποιεῖ ὅτι τὸ τρέφον πάντως ἐν ἁπτῷ. τὸ γὰρ μὴ ἁπτὸν ἀλλὰ διὰ μέσου ἑτέρου γνωριζόμενον, ὡς χρῶμα καὶ ψόφος καὶ τὸ ὀσφραντόν, οὐ τρέφειν φησὶν οὐδὲ αὔξησιν ποιεῖν οὐδὲ φθίσιν (καὶ γὰρ ἡ αὔξησις, ὡς ἤδη προείρηται, καὶ ἡ φθίσις τινες, ἡ μὲν ἐπικρατουμένης τῆς ἀπορροῆς, ἡ δὲ ἐπικρατούσης)· ὥστε κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν, εἰ τὰ μὴ ἀμέσως γινωσκόμενα οὐ τρέφει, τὸ τρέφον ἐν τοῖς ἀμέσως γνωριζομένοις ἐξ ἀνάγκης ὑπάρχει· ταύτῃ οὖν πάλιν συμπεραίνεται τὸ καὶ τὴν γεῦσιν ἁφήν τινα εἶναι, διὰ τοῦ τινὰ ἐνδειξάμενος τὸ αὐτό, ὅπερ καὶ διὰ τοὐ ὥσπερ ἐδήλου, ἐπειδὴ τοῦ θρεπτικοῦ μὲν προηγουμένως ἡ γεῦσις, συμβαίνει δὲ τὸ θρεπτικὸν πάντως καὶ ἁπτὸν εἶναι. p. 434b 22 Αὗται μὲν οὖν αἱ ἀναγκαῖαι τῷ ζῴῳ. Ὡς καὶ πρὸς τὸ εἶναι συντελοῦσαι· ἡ μὲν διὰ τὸ μάλιστα σωτηρίους εἶναι ἢ φθαρτικὰς τὰς παθητικὰς ποιότητας, ὧν ἡ ἁφὴ ἀντιληπτική, ἡ δὲ γεῦσις τῶν θρεπτικῶν κριτική, ὧν καὶ αὐτῶν ἀεὶ πρὸς τὸ εἶναι δεῖται τὸ ζῶον διὰ τὴν συνεχῆ τῶν μορίων ἀπορροήν· p. 434b 24 Αἱ δὲ ἄλλαι τοῦ τε εὖ ἕνεκα καὶ γένει. Αἱ μὲν γὰρ εἰρημέναι πρὸς τὸ εἶναι ὁπωσοῦν ζῷον καὶ ὧν ἄνευ ἀδύνατον εἶναι, συντελοῦσι· τῶν δὲ τριῶν καὶ κατὰ φύσιν ἔνια ζῷα ἐστέρηται καὶ παρὰ φύσιν ἄλλα στερηθέντα οὐδὲν ἧττον ζῷα, ὡς οὐ πρὸς τὸ εἶναι αὐτοῖς ὑπαρχουσῶν ἀναγκαίων, ἀλλὰ τοὐ εὖ ἕνεκα, ἵνα καὶ κρείττοσιν ἐνεργῇ αἰσθήσεσιν, οὐχ οὕτω πληττομέναις ὑπὸ τῶν αἰσθητῶν τῷ διὰ μέσων ἑτέρων κινεῖσθαι ὑπ’ αὐτῶν, ἐνεργητικωτέραις δὲ μᾶλλον καὶ ζῷον ἤδη οὐχ ἁπλῶς ἀλλὰ τελειότερον εἰδοποιούσαις. ὅπερ οὐ τὸ τυχὸν εἶπε καὶ πιστοῦται ὡς κρεῖττον ἐκ τοῦ πορευτικοῦ. τὸ γὰρ ἐπὶ πλέον εἰς τὴν τοῦ ἰδίου τέλους ἰὸν μετάληψιν καὶ ἐκ πλειόνων αὐτὸ θηρώμενον καὶ αὐθορμήτως τελειότερον τοῦ ἔν τινι ἀπεστενωμένως, καὶ περιμένοντος τὸ πολὺ ἐκ τύχης προσπεσούμενον τέλος ἢ καὶ τὸ φθαρτικόν, ἅτε οὐχ οἵου τε ὄντος προγινώσκειν πόρρωθεν πρὶν προσπελάσαι τὸ φαινόμενον, ἵνα τὸ μὲν φυλάξηται, τὸ δὲ ἑλκύσῃ. αὕτη μὲν οὖν ἡ ἐπιχείρησις ἐκ τοὐ εἴδους καὶ τοὐ ἀγαθοῦ τὸ τιμιώτερον τῶν τριῶν πρὸς τὰς δύο ἐπέδειξεν. ἡ δὲ ἐφεξῆς καὶ ὡς ἀναγκαίας προκρίνει. ἀναγκαῖαι γὰρ καὶ αὗται εἰ καὶ μὴ ὡς ζῴῳ ἀπλῶς, ἀλλὰ ὡς πορευτικῷ ζώω, εἰ μέλλοι σώζεσθαι ὡς πορευτικόν, δεόμενον καὶ τῶν διά τινος μέσου ἀντιληπτικῶν αἰσθήσεων, ὡς μὴ καθ’ ὁρμὴν τοῖς βλαβεροῖς ἀπροόπτοις εἰκῇ φερόμενον προσπεσὸν ἀθρόως ἐνίοτε φθαρῆναι. ἀναγκαῖαι οὖν καὶ αὗται, ἀλλὰ ζωῆς εἴδει κρείττονι, καὶ ὡς κρείττονος σωστικαὶ τὸ ἀναγκαῖον ἔχουσαι τιμιώτεραι. ἐφανέρωσε δὲ καὶ ὅπως γίνεται ἡ διὰ τοῦ μεταξὺ αἴσθησις, οὐ παρεκβὰς τὰ προκείμενα, ἵνα τὸ ἀπαθέστερον αὐτῶν καὶ ἐνεργητικώτερον δείξῃ. ἐμπαθέστεραι γὰρ αἱ ἀμέσως ὑπὸ τῶν αἰσθη- τῶν πληττόμεναι, ἀπαθέστεραι δὲ αἱ διὰ μέσου, ὡς μὴ αὐτόθεν ὑπὸ τοῦ πρώτως κινοῦντος πληττόμεναι. αἱ δὲ ἀπαθέστεραι ἐνεργητικώτεραι· τὸ γὰρ πάθος ἐπικρατοῦν ἀμυδροῖ τὴν κριτικὴν ἐνέργειαν. ταῦτα δὲ καὶ αὐτὸς ἐνδεικνύμενος τὸ πρώτως κινοῦν, φησίν, ἐπὶ τῶν τριῶν αἰσθήσεων οὐκ εἰς αὐτὸ ἀμέσως τὸ αἰσθητικὸν δρᾷ, ἀλλ’ εἰς ἕτερον τὸ μεταξὺ δηλαδή, ὑφ’ οὗ, τοῦ μέσου φημί, τὸ αἰσθητικὸν κινεῖται, ὡς μὴ |ἄγαν πάσχειν αὐτό, καθάπερ τὸ ἀμέσως ὑπὸ τοῦ πρώτως δρῶντος πληττόμενον. οὐ γάρ, ἐπειδὴ εἰς ἄλλο πρότερον δρᾷ τὸ πρώτως κινοῦν, οὐχὶ καὶ εἰς τὸ αἰσθητικὸν ἡ ἀπ’ αὐτοῦ διαβαίνει κίνησις, ἵνα ἄν τις ὑπενόησε μηδ’ ὅλως ἡμᾶς αἰσθάνεσθαι τοῦ πρώτως κινοῦντος, ὡς μὴ φθανούσης εἰς ἡμᾶς τῆς ἀπ’ αὐτοῦ κινούσης ἐνεργείας. ἐκτίθεται οὖν ὅπως διαβαίνει καὶ διὰ παραδειγμάτων. πολλὰ γὰρ κινητικὰ γενόμενα τῶν ὧν προσεχῶς ἐφάπτεται, δι’ αὐτῶν ἕτερα κινεῖ, ὧν οὐκέτι ἐφάπτεται, ὡς ἡ χεὶρ διὰ τοῦ μοχλοῦ τὸν λίθον, καὶ ὁ δι’ ἑτέρου μέσου καὶ ἄλλου ὠθῶν τὸν ἀπωτέρω ἑστῶτα. αὐτὸς γὰρ ὁ πρώτως ὠθήσας τὸν μεταξὺ ἑστῶτα καὶ αὐτὸν κινητικὸν ποιεῖ τοῦ ἐφεξῆς καὶ ἐνίοτε κἀκεῖνον ἄλλου. καθόλου τε οὖν τὸ κατὰ τόπον κινοῦν μεταβάλλειν ἀξιοῖ τὸ προσθείς, ἐπειδὴ ὧν ὁ λόγος καὶ ἐμφανίζων ἡμῖν ὅτι καὶ ὠθοῦν καὶ αὐτό τὸ ὢ εἰς τὸ καὶ αὐτὸ ἄλλο ποιεῖν ἁ καὶ δεῖ τῇ λέξει τῇ ὥσπερ τὸ κινοῦν κατὰ τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ ἐπισυνάψαι καὶ κατὰ συνέχειαν ἀναγνῶναι τὴν καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, ἵνα τὸ λεγόμενον ᾖ, ὡς πᾶν τὸ κινοῦν κατὰ τόπον οἷον καὶ τὸ ὠθοῦν μεταβάλλειν ποιεῖ τὸ προσεχῶς ὠθούμενον οὕτως ὥστε καὶ αὐτὸ ἄλλο τι ὠθεῖν, εἴτε ποτὲ εἴτε καὶ πάντως, ὅτε συμβαίνει διὰ μέσου τινὸς τοῦ προσεχῶς κινουμένου ὑπὸ τοῦ πρώτως κινοῦντος καὶ ἄλλου γίνεσθαι ὦσιν, τοῦ μὲν πρώτως κινοῦντος ἀκινήτου μείναντος καθ’ ἑαυτό, ὡς ὅταν ἡ ψυχὴ τὸ σῶμα κινῇ, τούτου δὲ κινουμένου μὲν ὑπὸ τῆς ψυχῆς, κινοῦντος δὲ τὸν κάλαμον, καὶ τοῦ μὲν κινεῖν ἔν τε τῷ πρώτῳ καὶ τῷ μέσῳ ὁρωμένου, τοῦ δὲ κινεῖσθαι ἔν τε τῷ μέσῳ καὶ τῷ τρίτῳ, ὡς τὸ μὲν πρῶτον κινεῖν μόνον, τὸ δὲ τρίτον κινεῖσθαι μόνον, τὸ δὲ μέσον ἄμφω. εἰ δὲ καὶ ὁ κάλαμος καὶ αὐτὸς κινούμενος ἄλλο τι κινοίη, πλείω ἔσται τὰ μέσα καὶ πλείω τὰ ἅμα κινοῦντά τε καὶ κινούμενα. τὰ δὲ ἄκρα τὸ μὲν πρῶτον κινοῦν μόνον, τὸ δὲ ἔσχατον μόνον κινούμενον. οὕτως, φησί, καὶ ἐπ’ ἀλλοιώσεως τὸ πρώτως ἀλλοιοῦν ἀλλοιοῖ οὐ τὸ προσεχῶς μόνον ὑπ’ αὐτοῦ πορρωτέρω. ὅλως ἀλλοιοῖ. ὁ γὰρ δακτύλιος τῇ τῆς σφραγῖδος ἐνθέσει τὸν μέχρι βάθους τινός, ἕως ἄν p. 435a 11 Ὅτι δ’ οὐχ οἷόν τε ἀπλοῦν εἶναι τὸ τοῦ ζῴου σῶμα 91v φανερον. Σαφῶς ἐν τῆ προτάσει τὸν προκείμενον αὐτῷ ἀφορίζει σκοπὸν τὸν δεικτικὸν τοῦ μηδὲν εἶναι σῶμα ἁπλοῦν αἴσθησιν ἔχον, τουτέστι μηδὲ ζῷον εἶναι. πάν γὰρ ζῷον αἰσθητικόν. πέντε γὰρ ὄντων ἁπλῶν τὸ μὲν θεῖον πάσης ἐξαιρεῖ αἰσθήσεως, καὶ οὐδὲ προὔκειτο περὶ ἐκείνου τι νῦν, ἐπειδὴ περὶ τῆς ἐν θνητοῖς ζῴοις ψυχῆς ἐξ ἀρχῆς ἦν ὁ λόγος· περὶ δὲ τῶν ἄλλων ἑκάστου ποιεῖταί τινα λόγον, οὐ μόνον ὡς εἰλικρινῶς ἄπλουν μένον οὐχ ἕξει ἁφήν, ἀλλὰ καὶ τὸ ἐν τῇ πρὸς τὰ ἄλλα μίξει ἄγαν ἐπικρατοῦν, ὡς ἐν τοῖς φυτοῖς ἡ γῆ. πῶς οὖν δείκνυσι; πᾶν ζῷον ἀξιοῖ, ὡς καὶ ἐπιδέδεικται, πάντως ἁφὴν ἔχειν, μηδὲν δὲ ἀπλοῦν ἁπτικὸν εἶναι. τοῦτο δὲ οὕπω ἐν τούτοις δεδειγμένον κατασκευάζει, ἐπὶ ἑκάστου τῶν ὑπὸ σελήνην ἁπλῶν ποιούμενος τὸν λόγον, τὸ μὲν πυρεῖον καὶ ἀέριον καὶ ὑδραῖον συγχωρῶν ἐνταῦθα αἰσθητήριον γίνεσθαι, ἀλλ’ οὐχ ἁπτικά, τὴν δὲ γῆν οὐδὲ ἐπικρατοῦσαν ὅλως γίνεσθαι αἰσθητικήν. συγχωρεῖ δὲ τὸ πυρεῖον οὐχ ὡς δοκοῦν ἑαυτῷ, ἀλλ’ ἴσως ὡς ὑπὸ τοῦ Πλάτωνος λεγόμενον. ἐκεῖνος γὰρ τῇ ὄψει τὸ πυρεῖον ἀπονέμει, καθάπερ αὐτὸς τὸ ὕδωρ· ἐπεί, ὡς ἐν τῷ δευτέρῳ εἴρηκεν, τὸ πῦρ καθ’ αὑτὸ διὰ τὸ φθαρτικὸν μὴ γενέσθαι αἰσθητήριον, μιγνύμενον δὲ τοῖς ἄλλοις ἑκασταχοῦ. ὅπερ δὴ καὶ ἐκεῖ ἐνε οὐ παντελ οὖν μᾶλλον λε’ κόν ποτε γίνεσθαι τὸ προσπῖπτον τοῖς αἰσθητοῖς ρείσεως δεῖται καὶ οὐκ ἰσχύος εὐθὺς ὑπὸ τοῦ ἁπτοῦ διαλύεσθαι λεπτομερὲς ὄν· εὐπα|θὲς γὰρ τὸ λεπτομερές. διὸ τὰ ὅσα λεπτομερῆ 92r στοιχεῖα αἰσθητήρια μὲν γίνεται, οὐκ ἀμέσως δὲ τῶν αἰσθητῶν γνωριστικά, ἀλλὰ τῶν διὰ μέσου τινὸς αὐτῶν ἀντιληπτικά, ἵνα μὴ τὸ πάθος ἀσύμμετρον αὐτοῖς γινόμενον εὐπαθέσιν οὖσι διὰ λεπτομέρειαν, ἐν τῇ ἀμέσῳ τῶν αἰσθητῶν προσβολῇ πάντως τι δρώντων εἰς τὸ αἰσθητήριον, κολούῃ καὶ διαφθείρῃ τὴν ἁπτικὴν ἐνέργειαν. οὐκ ἔσται οὖν ἁπτικά. τὰ γὰρ ἁπτικὰ τῷ αὐτῶν ἅπτεσθαι τῶν αἰσθητῶν ἔστιν αὐτὸ τοῦτο ὅπερ λέγεται ἁπτικά, κριτικῶς δηλονότι αὐτῶν καὶ ἀμέσως ἐχόμενα, ὅθεν καὶ ὠνόμασται. ἡ γὰρ πρώτη θέσις τοῦ ὀνόματος ἐπὶ τῶν, ὡς ἐν τῇ Φυσικῇ διώρισται, παρακειμένων, ὧν τὰ πέρατα ἅμα, κἄν μὴ ζῶντα μηδὲ αἰσθανόμενα ᾖ τὰ οὕτω παρακείμενα. ἡ δὲ ὡς αἴσθησις λεγομένη ἁφὴ κριτικὴ μέν ἐστιν ἐνέργεια, ὀνομάζεται δὲ καὶ αὐτὴ ἐκ τῆς παραθέσεως τῆς τὰ πέρατα ἅμα τῶν παρακειμένων ποιούσης. ἡ γὰρ διὰ μέσου ἑτέρου αἰσθητικὴ γνῶσις προσβάλλουσα τῷ αἰσθητῷ δόξειε μὲν ἄν εἶναι κατ’ αὐτὴν τὴν προσβολὴν ἁφή τις καὶ αὐτή, οὐ μὴν κυρίως οὐδὲ ἀπλῶς· οὐ γὰρ τὰ πέρατα ἅμα τοῦ τε αἰσθητικοῦ καὶ τοῦ αἰσθητοῦ γίνεται τότε. ἡ μέντοι κυρίως ἁπτικὴ αἴσθησις ἐκεῖ προσθείς, ἐπειδὴ καὶ ἐπὶ τῆς ἁπτικῆς τὸ προηγούμενον οὐκ ἐν σαρκὶ οὐδὲ νεύροις οὐδὲ ἔν τινι μορίῳ προσεχῶς τοῦ ἁπτοῦ ἐφαπτομένῳ τίθεται, ἀλλ’ ἐν τῷ διὰ μέσων τούτων ἀντιληπτικῷ τοῦ ἁπτοῦ. διότι δὲ τὸ μέσον οὐκ ἔξωθεν, ὡς ἐπὶ τῶν κρειττόνων αἰσθήσεων. ζωτικὸν δὲ καὶ οἰκεῖον μόριον αὐτοῦ τοῦ ζῶντος σώματος, ὡς εἰ καὶ μὴ πρώτως, ἀλλὰ δευτέρως εἶναι αἰσθητικὸν καὶ τὸ δι’ οὗ, ἄμεσος λέγεται ἡ τοῦ αἰσθητικοῦ πρὸς τὸ αἰσθητὸν συναφὴ ἐπὶ ταύτης. συμπεραίνεται οὖν, ὡς τῶν λεπτομερῶν στοιχείων κἄν τινα ᾖ αἰσθητήρια, ἀλλ’ οὐκ ἂν γένοιτο τοιοῦτον αἰσθητήριον, οἷον τὸ τοῦ ὅλου ζῴου ἐστὶ σῶμα, ἀλλ’ οἷον τὸ καθ’ ἕν τι μόριον αἰσθητήριον, ὁρατικὸν φέρε ἢ ἀκουστικόν. κατὰ γὰρ μόριόν τι τοιοῦτον, τὸ δὲ καθ’ ὅλον πάντως ἁπτικόν· τὸ δὲ ἁπτικὸν στερεὸν εἶναι δεῖ, ὡς εἴρηται, καὶ οὐ λεπτομερές. ἀλλ’ ὅσον ἐπὶ τού· τῳ τῷ λόγῳ τὸ χθόνιον οὐδὲν ἐκωλύετο εἶναι ἁπτικόν. διὸ λοιπὸν ὅτι οὐδὲ χθόνιον ἢ ὡς πάντῃ ἁπλοῦν ἢ ὡς ἄγαν ἐπικρατοῦν, ἐπιδείκνυσιν ἐπάγων· p. 435a 21 Πάντων γὰρ ἡ ἁφὴ τῶν ἁπτῶν ἐστιν ὥσπερ μεσότης, καὶ δεκτικὸν τὸ αἰσθητήριον οὐ μόνον ὅσαι διαφοραὶ γῆς εἰσιν, ἀλλὰ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἁπτῶν ἁπάντων. Ἡ μὲν ἁφὴ δηλοῖ νῦν τὴν κριτικὴν αὐτὴν ἐνέργειαν τῆς τοιαύτης ζωῆς, τὸ δὲ αἰσθητήριον τὸ ὑποκείμενον αὐτῇ ὄργανον. μεσότης δὲ καὶ πᾶσα ἡ γνωστικὴ ἐνέργεια ἡ τῶν ἀντικειμένων οὖσα ἀντιληπτική· καὶ ὅταν μετ’ ὀργάνου ἐνεργῇ, χρὴ καὶ τὸ ὄργανον πρὸς τὴν ἐγγινομένην αὐτῷ ὑπὸ τῶν ἀντικειμένων ἐναντίαν πάθην μέσως ἔχειν, ὡς μηδὲν μᾶλλον τήνδε ἢ τήνδε προσίεσθαι, ἀλλ’ ὁμοίως ἀμφοτέρας, ἵν’ ἡ μὲν ἑκάτερον τῶν ἀντικειμένων ὁμοίως κρίνῃ, τὸ δὲ καὶ αὐτὸ ὡσαύτως ὑποδεχόμενον τὸ ἀμφοτέρων πάθος, ἐξ ἴσου τὴν ἐφ’ ἑκατέρου κρίσιν προκαλῆται. διότι οὖν τὰ ἁπτὰ οὐ μόνον ἐστὶ χθόνια, ἀλλ’ ἔνια μὲν χθόνια, ὡς τὸ ξηρὸν ἅμα καὶ ψυχρόν, ἔνια δὲ ἀέρια τὰ τούτοις ἀντικείμενα, ὡς τὸ θερμὸν ἅμα καὶ ὑγρόν, καὶ ὡς τὸ ὑγρὸν μὲν ἅμα καὶ ψυχρὸν ὑδραῖα, ὡς δὲ τὸ ξηρὸν ἅμα καὶ θερμὸν πυρεῖα, ἡ τούτων μεσότης οὐκ ἄν εἴη χθόνιος φύσει ψυχρὰ πάλιν οὖν · ἐν δευτέρῳ σχήματι τὸσυμπέρασμα ἀκολουθεῖ μὴ εἶναι ἁπτικὸν αἰσθητήριον, εἴ γε τὸ μὲν ἁπτικὸν μέσον θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ γῆ οὐ μέση, κατὰ θάτερα μόνα ἀφοριζομένη. εἶτα καὶ δεύτερον συνάπτει τούτῳ συλλογισμὸν ὡς ἀκόλουθον, τὸ ἁπτικὸν αἰσθητήριον ἀξιοῦντα δεκτικὸν εἶναι οὐ τῶν χθονίων μόνον ποιοτήτων, ἀλλὰ καὶ τῶν ἐν τοῖς ἄλλοις στοιχείοις· τὸ δὲ χθόνιον σῶμα, ἕως μὲν ἄν ᾖ ὅπερ ἐστί, μὴ δέχεσθαι τὰς τῶν ἄλλων στοιχείων, ἀλλὰ φθείρεσθαι ἐν τῇ ἐκείνων παρουσίᾳ. οὐκ ἄρα τὸ δεκτικὸν τῶν ἁπτῶν πασῶν ποιοτήτων χθόνιον οἷόν τε εἶναι· τὸ γὰρ δεκτικὸν ὑπομένειν δεῖ ἐν τῆ παρουσίᾳ πασῶν ὧν ἄν ᾖ δεκτικόν, ἵνα καὶ δέχηται. καὶ ἐκ τρίτου τὸ αὐτὸ συμπεραίνεται ἐκ τῆς ἐναργείας καὶ ἐξ ἐπαγωγῆς. φαίνεται γὰρ σαφῶς καὶ τῶν ἐν τοῖς ζῴοις μορίων ὅσα |μᾶλλον ἐπικρατοῦσαν ἔχει τὴν γῆν τῶν ἄλλων ἀμοιροῦντα αἰσθήσεως, οἷον ὀστᾶ, καίτοι ζῴων ὄντα μόρια, ὡς τοῦ χθονίου στοιχείου, οὐ μόνον τοῦ εἰλικρινοῦς στοιχείου, ἀλλὰ καὶ τοῦ μεμιγμένου μὲν ἐπικρατοῦντος δὲ φυτικῶς μὲν ἐνεργεῖν δυναμένου, αἰσθητικῶς δὲ ἀδυνατοῦντος· τὰ γὰρ τοιαῦτα μόρια τοῖς φυτοῖς ἔοικεν. ἐπιφέρει τοίνυν τὸ τοῦ ὅλου λόγου συμπέρασμα, ἄνευ μὲν ἁφῆς μηδὲν εἶναι ἀξιῶν ζῷον, ἐκ τῶν ἤδη προειρημένων τοῦτο λαμβάνων, ἁφὴν δὲ μὴ ἔχειν ποτὲ ἕν τι τῶν ἁπλῶν δύνασθαι, ἐκ τῶν νῦν ἀποδεδειγμένων ληφθέν. δέδεικται γὰρ ὡς οὕτε γῆς οὔτε ἐξ ἄλλου τινὸς τῶν ἁπλῶν ἐστι τὸ ἁπτικὸν ὄργανον, ἀλλ’ ἐν μεσότητι. ὡς γὰρ οὐ χθόνιον, ἐπειδὴ κατά τινας ὡρισμένας οὐσίωται καὶ οὐχὶ τῶν ἀντικειμένων ἐστὶ μέσον, τὸν αὐτὸν τρόπον οὕτε πυρεῖον οὔτε ὑδραῖον οἷόν τε εἶναι· οὐδὲ γὰρ τούτων τι ἐν μεσότητι οὐσίωται, ἀλλ’ ἔν τισιν ὡρισμέναις ἰδιότησι. καὶ συλλογιζόμενος μηδὲν εἶναι τῶν ἁπλῶν ζῷον, δηλονότι τῶν ἐν γενέσει καὶ φθορᾷ, οἷς καὶ αἰσθήσεως δεῖ πρὸς τὸ εἶναι ζῷα, καὶ ρον ὂν κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, ἐξ ἀνάγκης ἁφὴν ἔχει. τὸ μ. ζῶον γίνεται ἐξ ἀνάγκης. τὸ οὖν ἁφὴνἀναιροῦν ἀναιρεῖ τὸ ζῷον. ἀλλὰ καὶ ὁ μόνην ταύτην ἀναιρῶν ὡς ζῷον ἀναιρεῖ· μόνη γὰρ ἦν αὕτη ὡς ζῴου ἐξ ἀνάγκης συστατική. αἱ γὰρ πρότεραι τρεῖς εἶχον μέν τι καὶ ἀναγκαῖον καὶ αὗται, ἀλλ’ οὐχ ὡς ζῴου, ἀλλ’ ὡς πορευτικοῦ ζῴου συστατικαί, καθὰ ἤδη ὑπέμνησται· ἡ δέ γε γευστικὴ καὶ ὡς ζῴου συμπληρωτικὴ τὸ ἀναγκαῖον εἰσῆγε διὰ τὸ πρὸς τροφὴν χρήσιμον, ἀλλ’ οὐ διὰ τὸ τῶν κατ’ οὐσίαν συστατικῶν ποιοτήτων προηγουμένως γνωριστικόν. συστατικαὶ μὲν γὰρ αἱ παθητικαὶ ποιότητες, τούτων δὲ ἡ γεῦσις οὐ καθ’ αὑτήν, ἀλλὰ μόνων τῶν ἐγχύμων· καὶ καθὰ δὲ μετὰ ἁφῆς πάντως, γνωρίζει καὶ τὰς παθητικάς, οὐχ ὡς γεῦσις, ἀλλ’ ὡς ἁφή. μόνη οὖν καθ’ αὑτὴν ἡ ἁφὴ ἀναιρουμένη ἀναιρεῖ ὅλον τοῦ ζῴου τὸ ὄργανον. ἐνίοτε δὲ καὶ τῶν ἄλλων τις αἰσθήσεων συναναιρεῖ καὶ τὸ ὅλον, ἀλλ’ οὐ καθ’ αὑτήν, ὅταν συμβαίνῃ πρὸς τῇ ἀναιρέσει τοῦ οἰκείου αὐτῆς αἰσθητηρίου δι’ ἄλλην αἰτίαν ἀναιρεῖσθαι καὶ τὸ ἁπτικόν, οἷον εἰ ἐκ τοῦ βρονταίου ἤχου βλαβέντος τοῦ ἀκουστικοῦ ὀργάνου, συμβαίη διὰ τὴν ἀθρόαν καὶ σφοδρὰν τοῦ ἠχοῦντος πνεύματος τῷ ζῶντι σώματι πρόσπτωσιν καὶ αὐτὸ βλαβῆναι, οὐ διὰ τὸν ἦχον τὸ ὅλον βλαβέν, ἀλλὰ διὰ τὴν σφοδρὰν τοῦ ἠχητικοῦ πνεύματος πρὸς τὸ ὅλον ἁπτικὴν πρόσπτωσιν, ὡς ἁπτικὸν αὐτὸ ἀναιροῦσαν. οὕτω γὰρ ὁ ἰὸς ὁ θηριώδης τῇ γλώσσῃ προσπεσὼν φθείρει τὸ ὅλον, οὐχ ὡς πικρὸς οὐδὲ ᾗ γευστὸς ὅλως (τὴν γὰρ γεῦσιν ἄν μόνην διέφθειρεν), ἀλλ’ ᾗ ξηρὸς καὶ ᾗ ἀσύμμετρος τῷ ἁπτικῷ. ἃ δὴ καὶ Ἀριστοτέλης σαφῶς διαρθροῖ, ἕκαστον μὲν αἰσθητήριον ἀξιῶν ὑπὸ τῶν οἰκείων αἰσθητῶν ὑπερβαλλόντων φθείρεσθαι, οὐ μέντοι συναναιρεῖν πάντως καὶ τὸ ὅλον ζῷον, εἰ μὴ κατὰ συμβεβηκός, ὡς εἴρηται, τῷ καὶ τὸ ἁπτικὸν κατὰ συμβεβηκὸς ἕτερον τρόπον λυμαίνεσθαι, ὡς ἐπὶ ψόφου εἴρηται καὶ ὡς ἐπὶ τοῦ γευστοῦ. ἐπὶ μὲν ψόφου καὶ προσθεὶς τὸ κατὰ συμβεβηκὸς φθεῖρον τὴν ὦσιν, ἐπὶ δὲ ὄψεως καὶ ὀσμῆς ἀδιορίστως †ὑπὸ ἁπτόν, ὅταν τὸ δυνάμει ὂν ψυχρὸν ἢ ξηρὸν ἢ ἀπλῶς εἰπεῖν ἀσύμμετρον διὰ τὴν τῶν παθητικῶν ποιοτήτων ἀσυμμετρίαν φθεῖρον τὸ ὅλον, ἀλλ’ οὐχ ὡς δυσῶδες. οὕτω δὲ καὶ τὸ ὁρατὸν οἷον ἡ φλὸξ οὐχ ὡς φωτοειδὴς ἄγαν καὶ ἀσύμμετρος τῷ ὄμματι φθείρει τὸ ζῷον (ταύτῃ γὰρ μόνον τὸ ὁρατικόν), ἀλλ’ ὡς θερμὴ ἀθρόως ἐνίοτε προσπίπτουσα· προσπίπτει δὲ ὡς ἁπτὸν ἁπτικῷ τῷ ὅλῳ. περὶ δὲ τοῦ χυμοῦ εἴρηται ὅπως φθείρει, ὅτι καὶ αὐτὸς κατὰ συμβεβηκός. ἡ μέντοι τῶν ἁπτῶν ὑπερβολὴ καθ’ αὑτὴν καὶ οὐ κατὰ συμβεβηκὸς ἀναιρεῖ τὸ ζῷον. ὡς γὰρ καὶ τῶν ἄλλων τὸ οἰκεῖον αἰσθητήριον ἡ τοῦ οἰκείου αἰσθητοῦ ὑπερβολὴ φθείρει, οὕτω καὶ τὸ ἁπτικὸν ἡ τοῦ ἁπτοῦ ὑπερβολή, ἀλλ’ ἐπεὶ κατὰ τὸ ἁπτικὸν τῷ ζῴῳ ὡς ζῴῳ τὸ εἶναι, ἅμα τε ὡς ἁπτικὸν φθείρεται καὶ ὡς ζῷον. p. 435 b 19 Τὰς δὲ ἄλλας αἰσθήσεις ἔχει τὸ ζῷον, ὥσπερ εἴρηται, οὐ τοῦ εἶναι ἕνεκα, ἀλλὰ τοῦ εὖ, οἷον ὄψιν. Ὅτι μὲν ὄψιν καὶ ἀκοὴν καὶ ὄσφρησιν οὐ πρὸς τὸ εἶναι τὸ ζῷον ὡς ζῷον συντελούσας ἔχει, ἱκανῶς διὰ τῶν προειρημένων διώρισται, ἀλλὰ πρὸς τὸ εὖ. ὡς γὰρ πορευτικῷ συνετέλουν τῷ ζῴῳ· ὡς δὲ πορευτικὸν τοῦ ζῴου ἀπλῶς τελειότερον. ἡ δὲ γεῦσις καὶ ὡς ζῴω ἐδόκει εἶναι ἀναγκαία· νῦν δὲ ταῖς πρὸς τὸ εὖ εἶναι συντελούσαις συναριθμεῖται. καὶ γὰρ ἄμφω ἀληθῆ, ἐρῶ, διότι πρὸς τὸ διαμένειν μᾶλλον τῷ ζῴῳ καὶ πρὸς τὸ ἐπὶ πλέον εἶναι, ἀλλ’ οὐ πρὸς τὸ εἶναι ἁπλῶς συντελεῖ. ἐπεὶ δὲ τὸ εἶναι ἀληθεύει καὶ κατὰ τῶν κατὰ μίαν φέρε ὥραν ὄντων καὶ ὁποστονοῦν μόριον καὶ κατὰ τῶν ἐνιαυσιαῖον καὶ πλείονα χρόνον ζώντων, ἡ δὲ τροφὴ οὐ πρὸς τὸ ὡριαῖον εἶναι συντελεῖ, ἀλλὰ πρὸς τὸ ἐνιαυσιαῖον εἶναι, ᾗ μὲν ὅλως πρὸς τὸ εἶναι, ταύτῃ κοινωνεῖ τῇ ἁπτικῇ, ᾗ δὲ οὐχ ἁπλῶς πρὸς τὸ εἶναι, ἀλλὰ πρὸς τὸ ἐπὶ μέτρον χρόνου πλέον, ἐν ᾧ οὐ δυνατὸν ἄνευ τροφῆς ζῆν, ταύτῃ κρείττων τῆς ἁφῆς ἡ γεῦσις καὶ τελειοτέρα, διότι καὶ ἡ ἐπὶ πλέον τοῦ εἶναι μετουσία τελειοτέρα.