Ancient Greek · ~913 min
ΣIMnAIKI0T EIΣ TO Βݲ TΩN ΠEPI ΨΥΧΗΣ APISTOTEAOΥΣ ΥΠΟΜΝΗΜΑ
Simplicius, In Aristotelis libros de anima commentaria [Sp.?] (fort. auctore Prisciano Lydo) ΣIMnAIKI0T EIΣ TO Βݲ TΩN ΠEPI ΨΥΧΗΣ APISTOTEAOΥΣ ΥΠΟΜΝΗΜΑ.1
Not analysed yet
Ἐν τῷ πρώτῳ ἱστορήσας τε ἅμα τὰς τῶν παλαιοτέρων δόξας καὶ ἐπεξεργασάμενος, καὶ διὰ τῆς ἐπεξεργασίας, ὅτι τε οὐσία καὶ ὅτι ἀσώματος, καὶ ὅτι τὸ μέν τι αὐτῆς ἐστιν ὡς κινουμένου τοῦ ζῶντος σώματος ὁριστικόν, τὸ δὲ ὡς κινοῦν, καὶ ὅτι ἡ λογικὴ ψυχὴ ἔχει τινὰς μηδὲ ὡς ὀργάνῳ τῷ σώματι χρωμένας ἐνεργείας, εἶτα καὶ ὅτι ἀρχικὴ αὕτη μάλιστα, καὶ ὅπως γινώσκει οὐ κατὰ τὴν στοιχειώδη ἀλλὰ κατὰ τὴν εἰδητικὴν πρὸς τὰ γνωστὰ οἰκειότητα, ἐνδειξάμενος δὲ καὶ τὸ διάφορον τῆς τῶν ὅλων στοιχείων πρὸς τὰ μερικὰ ψυχώσεως, ὅτι τε μία ἡ ἐν ἑκάστῳ ψυχὴ ὑπομνήσας, αὐτὸς καθ’ αὑτὸν ἀπὸ τοῦ δευτέρου τὴν θεωρίαν ποιούμενος καὶ περὶ πάσης ψυχῆς τῆς τῶν θνητῶν ζῴων τὴν πραγματείαν ποιησάμενος, ζητεῖ προηγουμένως τί κοινὸν πάσαις ὑπάρχει, καθ’ ὃ πᾶσαι εἰσί τε καὶ λέγονται ψυχαὶ αἱ τῶν θνητῶν ὡς εἴρηται ζῴων. ἀλλ’ ἐπεὶ οὔτε ὁμοειδεῖς ἀλλήλαις, οὔτε τὸ κοινὸν αὐταῖς συνωνύμως ὑπάρχει, |οὐ μὴν οὐδὲ πάντῃ ὁμωνύμως, ἐπειδὴ καὶ μία πὼς ἡ τῆς ψυχικῆς ζωῆς ἔννοια, ἡ ἔνδοθεν κινητική, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ὁμωνύμων πλείους καθ’ ἕκαστον ἰδίως (ἄλλη γὰρ ἡ περὶ τοῦ χερσαίου κυνὸς παρὰ τὴν τοῦ θαλασσίου καὶ παρὰ τὴν τοῦ ἀστρῴου καὶ ἔτι παρὰ τὴν τοῦ ὡς σπασμοῦ ἔννοιαν· ἐπὶ δὲ τῆς ψυχῆς καὶ μία καὶ τὸ κοινὸν ἔχουσα παραλλάττον καθ’ ἕκαστον εἶδος, ὡς καὶ κατὰ βάθος πολλῆς γινομένης παραλλάξεως, καθάπερ ἔχει τὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα), ἀναγκαία ἐπὶ τούτων οὐχ ἡ κατὰ τὸ κοινὸν μόνον, οὐδὲ ἡ κατὰ μόνον τὸ παρηλλαγμένον, ἀλλ’ ἡ κατὰ τὸ συναμφότερον θεωρία, ἵνα ὡς ἔχει τὰ πράγματα οὕτως αὐτὰ γινώσκωμεν. ἔχει δὲ ὡς μήτε τὸ κοινόν ποτε ἄνευ τῆς εἰρημένης διαφορᾶς, μήτε τὸ παρηλλαγμένον ἄνευ τοῦ κοινοῦ ἄν ἢ εἶναι ἢ ἀκριβῶς θεωρεῖσθαι. ἀλλ’ ἐπειδὴ μεριστὴ οὖσα ἡ ἡμετέρα γνῶσις οὐκ ἰσχύει εὐθὺς ἐξ ἀρχῆς τὸ συναμφότερον ἑλεῖν, πρὶν ἰδίᾳ νοῆσαι ἑκάτερον, εἰκότως ὁ φιλόσοφος τί τὸ κοινὸν πρότερον θεωρεῖ, οὕτως ὂν κοινὸν ὡς τὰ πολλαχῶς λεγόμενα, ὡς τὸ ὄν, ὡς τὸ ἀγαθόν, ὡς τὸ ἕν, ὡς τὸ ὑγιεινόν· καὶ γὰρ οὐ τῶν συνωνύμων μόνων, ἀλλὰ καὶ τῶν οὕτω κοινῶν μία ἐστὶν ἐπιστήμη, ὡς αὐτὸς ἡμᾶς ἐν τῇ Μετὰ τὰ φυσικὰ διδάσκει πραγματείᾳ, καὶ ἕνα κοινὸν φέρε τοὐ ἑνὸς αὐτοῦ ἀποδίδωσι λόγον, καίτοι πολλαχῶς λεγομένου. οὕτω δὲ καὶ ἐν τῇ Φυσικῇ τῆς κινήσεως ἕνα ἀποδίδωσιν ὅρον. καὶ οὐ τοῦτο μεμπτὸν τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων ἀποδιδόναι ὅρον, ὅπερ καὶ πάντως ἀναγκαῖον ποιεῖν, ἀλλὰ τὸ ἀρκεῖσθαι τῷ κοινῷ, μὴ προστιθέναι δὲ καὶ τὸ καθ’ ἕκαστον ἴδιον, ἵνα τότε κατὰ τὸ κοινὸν ὁμοῦ καὶ τὸ ἰήιον τὴν ἀκριβῆ ἑκάστου ἕλωμεν γνῶσιν. πάλιν δὲ ὑπομνηστέον, ὡς περὶ τῆς ἐν τοῖς θνητοῖς ζῴοις ψυχῆς ὁ προηγούμενος αὐτῷ σκοπός, ὧν καὶ ἡ λογικὴ ἡμετέρα. p. 412 a 3 Τὰ μὲν δὴ ὑπὸ τῶν προτέρων παραδεδομένα περὶ Οὐ τὸ ἱστορήσθω μόνον δηλοῦντος τοῦ εἰρήσθω, ἀλλὰ καὶ τὸ ἐξειργάσθω, ἀναφανέντων ἐν τῇ ἐξεργασίᾳ τοῦ ἀσωμάτου πάσης ψυχῆς, τοῦ οὐσιώδους, τοῦ ἀρχικοῦ ὡς εἰδητικοῦ, τοῦ ἀμερίστως ἡνωμένου. ἐπαγγέλλεται δὲ διορίζειν καὶ τὸν κοινότατον ἀποδιδόναι τῆς ψυχῆς λόγον, ἵνα τὰ πάσῃ ψυχῇ τῇ περὶ ἧς ὁ λόγος κοινῇ τέως ὑπάρχοντα θεωρήσῃ, ὡς ὕστερον τὰ ἑκάστης προσθήσων ἴδια. p. 412a 6 Λέγομεν δὴ γένος ἕν τι τῶν ὄντων τὴν οὐσίαν. Περὶ τῆς ἐν τοῖς θνητοῖς ζῴοις ψυχῆς ὄντος τοῦ λόγου, οὐ πάσης οὔσης ὁμοειδοῦς πρὸς πᾶσαν, καὶ οὐδὲ συστοίχως μόνον ἀντιδιαιρουμένων, ἀλλὰ καὶ κατὰ βάθος πλείστης οὔσης διαφορᾶς ἐν αὐταῖς, ζητεῖ ὡς εἴρηται τὸ κοινῇ πάσῃ ὑπάρχον, εἰ καὶ μὴ συνώνυμον τὸ κοινόν, ἀλλὰ καθ’ ἕκαστον εἶδος ἐξαλλαττόμενον, ὡς μηδὲ αὐτὸ μένειν τὸ κοινὸν ἀνεξάλλακτον, οὐ κατὰ μόνας τὰς συστοίχως ἀντιδιαιρουμένας διαφοράς, ἀλλὰ καὶ κατὰ βάθος ἐξαλλαττόμενον, ὅτε καὶ αὐτὸ καθ’ αὑτὸ τὸ κοινὸν διαφορεῖται, κρειττόνως ἢ ὑφειμένως αὐτὸ τοῦτο ὂν ὅπερ εἶναι λέγεται. καὶ οὐχ ὥσπερ ἐπὶ τῶν συστοίχων ἡ ἀντιδιαίρεσις οὐ κατ’ αὐτὸ τοῦτο ἀλλὰ κατὰ τὰς διαφοράς· οὐδὲν γὰρ μᾶλλον ἢ πρώτως ἢ κυριώτερον τὸ χρῶμα ἐν τῷ λευκῷ ἢ ἐν τῷ μέλανι, τὸ δὲ ὂν κυριώτερον καὶ ὄντως ὂν ἐν τῇ οὐσίᾳ ἢ ἐν ταῖς ἄλλαις κατηγορίαις· καὶ τὸ ἀγαθὸν κυριώτερον ἐν τῆ θείᾳ αἰτίᾳ ἢ ἐν τοῖς αἰτιατοῖς, καὶ ἐν τούτοις μειζόνως ἐν τοῖς ἀιδίοις ἢ ἐν τοῖς φθαρτοῖς. διαφορεῖται μὲν γὰρ καὶ ἐν ἀνθρώπῳ καὶ ἐν ἵππῳ τὸ ζῷον, ἀλλὰ ταῖς διαιρεἐστὶν τικαῖς αὐτοῦ διαφοραῖς καὶ οὐ ταῖς συστατικαῖς, διὸ καὶ οὐχ ᾗ ζῷον· τὸ δὲ οὐράνιον καὶ τὸ χθόνιον καὶ ᾗ ζῷον. τὸ γὰρ ἄφθαρτον καὶ φθαρτὸν διαιρετικαὶ μὲν τοῦ ὄντος, συστατικαὶ δὲ τοῦ ζῴου διαφοραί, τὸ δὲ αὐθέδραστον ἢ μὴ διαφοραὶ τοῦ ὄντος, καὶ τὸ ἁπλῶς καὶ πῇ ἐφετὸν τοῦ ἀγαθοῦ συστατικαί. τὸ δὴ οὕτω κοινὸν καὶ ἐπὶ ψυχῶν πρόκειται εὑρεῖν. λαβὼν τοίνυν οὐσίαν πᾶσαν εἶναι ψυχήν, ἐπειδὴ ζωὴ ἡ ψυχή, ἡ δὲ ζωὴ οὐσία, διότι καὶ τὸ ζῷον, τοῦτο δὲ οὐσία, ὡς πρὸ τοῦ ζῴου τὴν ζωὴν εἶναι οὐσίαν, δι’ ἣν καὶ ᾗ ὁριζόμενον ζῷόν ἐστι (καὶ γὰρ ὡς ζῷον οὐσία καὶ τῶν ἐναντίων ὡς ζῷον δεκτικόν), καὶ τοῦ σώματος αὐτοῦ κατὰ τὴν ζωὴν συνεχομένου, λαβὼν οὖν ἐκ τούτων οὐσίαν εἶναι τὴν ψυχὴν καὶ οὔτε ὑλικήν, διότι ἀτελὴς οὐσία ἡ ὑλική, κατὰ ἀμυδράν τινα τοῦ εἴδους ἀποτελεύτησιν τὴν δεκτικὴν τῶν εἰδῶν ὑφισταμένη —δεῖ γὰρ καὶ τὸ δεκτικὸν τῶν εἰδῶν ἔχειν μέν τινα πρὸς αὐτὰ οἰκειότητα, οὐ μὴν αὐτὰ εἶναι. καὶ ἡ ζωτικὴ οὖν ὕλη ἀμυδρὰν ἔχει πρὸς ζωὴν οἰκειότητα ὡς δεκτική· διὸ δυνάμει μὲν αὐτῇ, τῇ δὲ ψυχῇ κατ’ ἐνέργειαν πάρεστι τὸ ζῆν. οὐκ ἄρα ὑλικὴ οὐσία τῶν ζῴων ἡ ψυχή. ἀλλ’ οὐδὲ ἡ σύνθετος αὐτῶν οὐσία· οὐ γὰρ πρώτως, ἀλλὰ δευτέρως καὶ κατὰ τὴν μέθεξιν τῆς ζωῆς οὐσιοῦται τὸ ζῷον, καὶ πᾶν τὸ σύνθετον κατὰ τὸ εἶδος ἔστι τε καὶ τόδε τί ἐστιν· ὡς τὸ εἶδος καὶ τόδε τι ὂν πρώτως εἶναι. καὶ ἡ ζωὴ ἄρα πρὸ τοῦ ζῴου καὶ οὐσία ἐστὶ καὶ ζωτικὴ οὐσία ὡς οὐ κατὰ μέθεξιν ζῶσα, ἀλλ’ ὡς αὐτὸ τοῦτο οὖσα ζωή. τοῦτο δὲ ἦν τὸ τῶν ζῴων εἶδος. οὔτε οὖν κατὰ τὴν ὕλην οὔτε κατὰ τὸ ἔμψυχον οὐσία ἡ ψυχὴ ὑπάρχουσα ὡς τὸ εἶδος ἔσται οὐσία. τῆς οὐσίας δὴ τὸ μὲν ὡς ὕλην φησίν, |p. 412a7 Ὃ καθ’ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι. Ὡρισμένης ὑπάρξεως τὸ τόδε δηλωτικόν (τὸ γὰρ ἐν περιγραφῇ τινι καὶ ὅρῳ καὶ οἷον ὑπὸ αἴσθησιν καὶ δεῖξιν πῖπτον), διὰ τῆς τοῦ τὶ προσθήκης καὶ τὸ μερικὸν δηλοῦν. μερικὸν δὲ ἅπαν τὸ σύνθετον καὶ οὐχ ὡς τὸ εἶδος τὸ μέν ἐστιν μερικὸν τὸ δὲ κοινῇ τῶν ὁμοειδῶν ὁριστικόν, ὡς ἐν ἄλλοις διώρισται. οὗτε οὖν ἡ ὕλη τόδε τι ὡς ἀόριστος διὰ τὴν ἀτελῆ καὶ δυνάμει καὶ δεκτικὴν μὲν ὅρου, οὔπω δὲ ὡρισμένην οὐσίαν, οὗτε τὸ εἶδος· ὅρος γὰρ τοῦτο καὶ τελειότης καὶ πρώτη καὶ καθ’ αὑτὴν οὐσία, ἀλλ’ οὐ τὸ ὁριζόμενον καὶ τέλειον καὶ τὸ οὐσιωμένον καὶ ἡ καθ’ ἕτερον οὐσία, ἐφ’ ἧς τὸ τόδε τι λέγομεν· ἥτις κατὰ τὸ εἶδος καὶ τὸ οὐσία εἶναι καὶ τὸ τοιάδε οὐσία ἔχει, ἐκ μὲν τῆς ὕλης τὸ ἀορισταίνειν πὼς καὶ τὸ δυνάμει ἔχουσα (φθαρτὸν γὰρ πᾶν τὸ ἔνυλον καὶ γενητόν, καὶ διὰ τοῦτο μὴ ὄν πὼς καὶ ὅταν ᾖ, ὡς ἐν τῷ νῦν εἶναι συνουσιωμένον ἔχον καὶ τὸ πρότερον μὴ εἶναι ὡς γενητὸν καὶ τὸ ὕστερον ὡς φθαρτόν, καὶ ἐφ’ ἑκάτερον τὴν τοῦ μὴ εἶναι δύναμιν), ἐκ δὲ τοῦ εἴδους τὸ εἶναι ὡρισμένως καὶ τελείως εἶναι καὶ τοιόνδε εἶναι. p. 412a9 Ἔστι δὲ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια. οὐ δήπου ὕλη δυνάμει ἐστίν, ἀλλ’ οὐσία δυνάμει, οὐχ ὡς ἐσομένη ποτὲ κατ’ ἐνέργειαν (μένει γὰρ ἀεὶ ὅπερ ἐστίν), ἀλλ’ ὡς κατὰ τὸ δεκτικὸν οὐσιωμένη καὶ τὴν ἀμυδρὰν παὶ ἀτελῆ οὐσίαν. τὸ δὲ εἶδος ἐντελέχεια, ὡς τελειότης καὶ ἐν τελειότητι ἔχον τὸ εἶναι, καὶ ὡς αὐτὸ ὃν καὶ τὸ σύνθετον ἐν τελειότητι συνέχον. p. 412a 10 Καὶ τοῦτο διχῶς, τὸ μὲν ὡς ἐπιστήμη, τὸ δὲ ὡς τὸ θεωρεῖν. Εἶδός τι μέλλων καὶ τὴν ψυχὴν τίθεσθαι, τὸ δὲ καθαρὸν καὶ πρώτως ὃν εἶδος ἀμέριστον ἅπαν εἰδώς, καὶ διὰ τοῦτο οὐδὲ τὴν ἐνέργειαν τῆς οὐσίας ἀπομερίζον ἀλλὰ τῇ οὐσίᾳ ὂν ἐνέργειαν, τὴν δὲ ψυχὴν ὡς πρώτως τοῦ ἀμερίστου ὑποβᾶσαν, καὶ διακεκριμένην ἔχουσαν ἀπὸ τῆς οὐσίας τὴν ἐνέργειαν, καὶ οὕτως ὡς μηδὲ ἀεὶ παροῦσαν ὅταν εἰς σῶμα νεύσῃ, διχῶς φησι τὸ εἶδος εἶναι, οὐ τὸ ἄυλον οὐδὲ τὸ τῶν ἀύλων ὁριστικόν, ἀλλὰ τὸ τῶν γενητῶν, ὧν καὶ αἱ ψυχαὶ τὴν αὐτὴν οὐκ ἀεὶ ἐνεργοῦσιν ἐνέργειαν, καὶ τὰ εἴδη πάντα ἄλλοτε ἄλλων ἐστὶν ὁριστικὰ ἁπάντων. ἐναργῶς δ’ οὖν ἡ τῶν θνητῶν ζῴων ψυχὴ οὐκ ἐν τῷ ἐνεργεῖν οὐσίωται, ὡς καὶ οὖσά ποτε καὶ οὐκ ἐνεργοῦσα, ἢ οὐχ ὡσαύτως ἐνεργοῦσα. διὸ κατὰ τὴν ἕξιν ἐστὶν ἐντελέχεια, καὶ οὐχ ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια. ἐπὶ τῶν ἀύλων γὰρ ἡ ταυτότης τῆς οὐσίας πρὸς τὴν ἐνέργειαν, καὶ ἐπὶ ψυχῆς, ὅσον αὐτῆς πάντῃ χωριστόν, δευτέρως καὶ διὰ τὴν πρὸς τὸν νοῦν συναφὴν συναιρούσης εἰς τὴν ἐνέργειαν. p. 412a11 οὐσίαι δὲ μάλιστα εἶναι δοκοῦσι τὰ σώματα καὶ τούτων τὰ φυσικά. τριχῶς εἶναι τὴν οὐσίαν παραδούς, καὶ τὴν μὲν ὡς ἀτελῆ καὶ οὔπω ὡρισμένην θέμενος, ὡς ἀορισταίνουσαν μέν πὼς ἀλλ’ οὐκ ἐναντίως τῷ ὅρῳ, ὡς δὲ δεκτικὴν καὶ ἐφιεμένην τοῦ ὅρου, τὴν δὲ ὡρισμένην οὐ καθ’ αὑτὴν ἀλλὰ καθ’ ἑτέραν, τὸ εἶδος, καὶ μετέχουσάν πὼς καὶ τοῦ ἀορίστου, ὅση γε ἐξ ὕλης, τὴν δὲ ὡς πρώτην καὶ ὅρον καὶ τελειότητα, εἴ γε κατ’ αὐτὴν καὶ τὸ σύνθετον καὶ εἴ γε ἐντελέχεια τὸ εἶδος, ζητεῖ ἐν τίνι τούτων τὴν ψυχὴν τακτέον, πρότερον ὅτι οὐσία ὑπομνήσας ἐκ τῶν κατ’ αὐτὴν ὁριζομένων· πρὸς ἡμᾶς γὰρ πρῶτα τὰ κατὰ φύσιν ὕστερα. ὁρίζεται δὲ τῇ ψυχῇ τὰ ἔμψυχα καὶ ζῶντα· ὅτι δὲ ταῦτα οὐσίαι, ἐπιστώσατο ἐκ τοῦ καὶ πάντα τὰ φυσικὰ σώματα. πρόδηλα δὲ ταῦτα πᾶσιν ὄντα οὐσίαι, ὡς μὴ ἐν ὑποκειμένῳ ὄντα καὶ ὡς τῶν ἐναντίων δεκτικά, διὰ τὸ καὶ τῇ αἰσθήσει εἶναι γνώριμα. δοκοῦσι μὲν οὖν εἶναι ἐνίοις καὶ τὰ μαθηματικὰ οὐσίαι, ὡς τοῖς Πυθαγορείοις, καὶ τὰ τεχνητά, ὥσπερ τοῖς πολλοῖς, οἷον κλίνη καὶ πλοῖον διὰ τὰ ὑποκείμενα αὐτοῖς ξύλα· τὸ δὲ ἀληθὲς μόνα ἐκ τούτων τὰ φυσικά ἐστι σώματα, ἅπερ καὶ δοκεῖ καὶ ἔστι. ταῦτα γὰρ τῶν ἄλλων ἀρχαὶ τῶν δοκούντων μὲν οὐκ ὄντων δέ, τῶν μὲν μαθηματικῶν ὡς ἐξ ἀφαιρέσεως τούτων εἰλημμένων, τῶν δὲ τεχνητῶν ὡς ἐν τοῖς φυσικοῖς τὸ εἶναι ἐχόντων. p. 412a13 τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει. οὐκ ἔχει μὲν τὰ ἀποσπάσματα τῶν στοιχείων καὶ ὅσα νενέκρωται· ἐνεργῆ δὲ τὰ ἔχοντα, οὐχ ὡς συμβεβηκότος τῆς ζωῆς μετασχόντα, καθάπερ τὸ ξύλον τοῦ σχήματος τῆς κλίνης. οὐσίαι γὰρ τὰ ζῶντα, ὥστε οὐσία καὶ ἡ ζωὴ καὶ κρείττων τῆς σωματικῆς, εἴ γε καὶ καθ’ αὑτὰ συνέχεται τὰ ὀργανικὰ τῶν ζῴων σώματα, καὶ εἴπερ τῶν ἐναντίων δεκτικά. καὶ ἄλλως δὲ τὸ ζῶν σῶμα μᾶλλον τοῦ ἀψύχου οὐσία, διὰ τὸ τὰ ζῶντα καὶ ἐγείρεσθαι οἴκοθεν πρὸς ἐνέργειαν καὶ γεννητικὰ εἶναι οὐσιῶν. καὶ οὐσίαι οὖν καὶ μειζόνως τῶν ἀψύχων οὐσίαι τὰ ζῶντα· ὥστε καὶ ἡ ζωή, καθ’ ἣν τὰ ζῶντα, οὐσία καὶ πρώτη καθ’ αὑτὴν οὐσία. καὶ ἔτι μειζόνως τῆς καθ’ ἣν ἡ ὑφ’ ἧς ζωοῦται τὰ ζῶντα. ψυχὴ δὲ ἡ |καθ’ ἣν καὶ μάλιστα ἡ ὑφ’ ἧς. ἡ γὰρ καθ’ ἣν μόριον ψυχῆς ἢ εἴδωλον ψυχῆς, τὸ δὲ κινοῦν ἡ κυρίως ψυχή. ζωὴν δὲ λέγομεν τὴν δι’ αὐτοῦ τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν, οὐ διότι ἐν μόνοις τούτοις τὸ ζῆν (καὶ γὰρ ἡ ὄρεξις καὶ ἡ αἴσθησις καὶ ὁ νοῦς ζωαί), οὐδ’ ὅτι πᾶν τὸ ζῶν τούτων κεκοινώνηκεν, ἀλλὰ μόνα τὰ θνητά, ἐπεὶ οὔτε τρέφεται οὔτε αὔξει οὔτε φθίνει τὰ οὐράνια· ἀλλ’ ἐπεὶ τῶν ἐμψύχων ἴδιον εἶναι βούλεται, ὡς καὶ Πλάτων, τὸ ἔνδοθεν κινεῖσθαι, τὴν ἐσχάτην ἐν τούτοις παρείληφε ζωήν, δεικνὺς καὶ ταύτην κινήσεως τινος κατάρχουσαν. μεταβολὴ γὰρ κατὰ ποιότητα καὶ ποσότητα τροφή τε καὶ αὔξησις καὶ φθίσις, ἡ μὲν ἀναπληροῦσα τὸ ἐλλεῖπον κατά τε δύναμιν καὶ τὸ ποσόν, ἡ δὲ καὶ ἐπὶ πλέον ἐπιρρωννῦσά τε καὶ προστιθεῖσα, ἡ δὲ ἀφαιοῦσα ἀμφοῖν. γίνεται μὲν οὖν καὶ ἐπὶ ἀψύχων πρόσθεσίς τε καὶ ἀφαίρεσις, ἀλλὰ τὸ δι’ αὐτοῦ τῶν ἐμψύχων ἰήιον. τὸ μὲν γὰρ πῦρ τὸ καυστικὸν καὶ διαμένει καὶ πλέον γίνεται τῷ ἐπινέμεσθαι καὶ ἄλλοτε ἄλλο γίνεσθαι, ἄλλοτε ἄλλης ἐπιλαμβανόμενον τῆς καιομένης ὕλης. διὸ οὐ τροφὴ ἥδε οὐδὲ αὔξησις· οὐ γὰρ ὑπομένει τὸ ἐξ ἀρχῆς· ἀλλὰ γένεσις καὶ φθορὰ πυρός, ἑτέρου μὲν φθειρομένου ἑτέρου δὲ γινομένου, ὑπ’ ἄλλου ἀεὶ τοῦ προτέρου τοῦ ἐφεξῆς γινομένου. τῇ δὲ κηρίνῃ σφαίρᾳ προσθέντες κατὰ τὴν ἐπιφάνειαν μικρὸν αὔξομεν τὸν πρότερον ὄντα ὄγκον, οὔτε αὐτοῦ τι ἐνεργοῦντος τοὐ κηροῦ πρὸς τὴν αὔξησιν ἀλλὰ πάσχοντος μόνον, οὔτε δι’ ὅλου ἑαυτοῦ ἐπιρρωννυμένου. ἀλλὰ καὶ εἰ ὕδωρ εἴη, ἐπιμένον τε ὁπόσον ἦν, καὶ πλέον γινόμενον τῷ τὰ παρακείμενα σήπειν καὶ μεταβάλλειν εἰς ὕδωρ, οὔτε τρέφεται οὔτε αὔξεται. οὐ γὰρ ἐπιρρώννυται τὸ ἤδη ὄν, ἀλλ’ ἑτέρου κἀνταῦθα συμβαίνει γένεσις. ἐν δὲ τοῖς φυτοῖς καὶ ὅλως ἐν τοῖς τρεφομένοις ἥ τε ἄκουσα τὴν τροφὴν δύναμις ἔνδον καὶ ἡ ἀλλοιοῦσα αὐτὴν καὶ τοῖς ἤδη οὖσι προσκρίνουσα μορίοις καὶ ὅλα δι’ ὅλων αὐτὰ ἐπιρρωννῦσα. ζῇ οὖν ταῦτα, ὅτι ἔνδον τὸ κινοῦν, καὶ τοῦτο δηλοῖ τὸ δι’ αὐτοῦ· καὶ γὰρ ἐν τῇ ἐσχάτῃ ζωῇ οὐ μόνον ἐστὶ τὸ ζωτικῶς κινούμενον, τουτέστι τρεφόμενον καὶ αὐξόμενον καὶ φθῖνον, ἀλλὰ καὶ τὸ κινοῦν καὶ ἡ ἀπεργαζομένη ταῦτα δύναμις καὶ οὐσία. τὸ μὲν οὖν ζῶν σῶμα οὐσία ὡς σύνθετος οὐσία ἐκ σώματος καὶ ζωῆς. ἡ δὲ ψυχὴ κατὰ τὴν ζωὴν καὶ οὐ κατὰ τὸ σῶμα· οὐδὲ γὰρ ἔμψυχον τὸ στερηθὲν σῶμα ζωῆς, οὔπω λέγω ψυχή· p. 412a18 Μαλλὸν δὲ ὡς ὑποκείμενον καὶ ὕλη. Οὐ γὰρ ὡς ἡ οὐσία τοῖς συμβεβηκόσιν, οὕτω τὸ σῶμα τῇ ζωῇ ὑπόκειται, ἀλλ’ ὡς ὕλη τοῖς εἴδεσιν, ὁριζομένη καὶ οὐσιωμένη αὐτοῖς κατ’ ἐνέργειαν. διὸ εἰπὼν ὡς ὑποκείμενον, ἵνα δηλώσῃ ὅπως ὑποκείμενον, ἐπήγαγε καὶ ὕλη. οὐ δὴ κατὰ τὸ σύνθετον ἡ ψυχή, ἐπειδὴ κατ’ αὐτήν, ἀλλ’ οὐκ αὐτὴ τὸ ἔμψυχον. ὡς εἶδος οὖν ἡ ψυχὴ p. 412a20 Σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος. ἐπεὶ γὰρ τὸ κοινῇ πάσῃ ὑπάρχον ἐπιζητεῖ ἐν τοῖς θνητοῖς ζῴοις ψυχῇ, οὐ τὸ χωριστὸν καὶ ἑαυτοῦ ὂν ἀποδίδωσιν αὐτῇ εἶδος, ἀλλὰ τὸ σώματος ὁριστικόν· τοῦτο γὰρ ἁπάσῃ κοινόν. καὶ μετὰ τὰ εἴδη μὲν ἡ ψυχή· ἀμέριστος γὰρ ἡ εἰδητικὴ οὐσία, ἀνειλιγμένη δὲ ζωὴ ἡ ψυχική δηλοῖ δὲ καὶ ἡ λογικὴ ἐνέργεια, ἀφισταμένη πὼς τῆς οἰκείας οὐσίας καὶ ἐπιστρέφουσα ὡς εἰς ἑτέραν πρὸς αὐτὴν, καὶ τοῖς γνωστοῖς κατὰ ἀπόστασίν τινα συναπτομένη)· μετὰ μὲν οὖν τὰ εἴδη ἡ ψυχή, ἀλλ’ ὅμως εἰς τὴν εἰδητικὴν ὑπάγεται αἰτίαν, ὥσπερ καὶ οἱ φυσικοὶ πάντες λόγοι. ὁρίζει γὰρ καὶ ἡ ψυχὴ καὶ οὐσιοῖ καθ’ αὑτήν καὶ τελειοῖ τὰ μετέχοντα· διὸ καὶ ἐντελέχεια. ἔστι μὲν οὖν καὶ εἴδη ἄττα μετὰ τὰ πρῶτα καὶ ἑαυτῶν πάντῃ ὄντα ἑτέρων ὄντα ὁριστικά, ὡς τά τε φυσικὰ πάντα, σωμάτων ὄντα πάντα, καὶ τὰ τῶν ψυχῶν, οἷος ὁ ὑπὸ τῆς ψυχῆς μετεχόμενος νοῦς· ἀλλὰ τὸ μὲν φυσικὸν εἶδος, εἰ καὶ μὴ πᾶν ἐστι ζωτικόν, διαφέρει καὶ τῷ ἀμερίστῳ τῆς ψυχῆς· ἀμέριστον γὰρ ἅπαν εἶδος· ἡ δὲ ψυχὴ λόγος τις περὶ τὸ εἶδος τὸ ζωτικόν, ἀνελίττων τὸ ἡνωμένως προειλημμένον ἐν τῷ εἴδει πλῆθος. τὸ δὲ τῆς χωριστῆς ψυχῆς ὁριστικὸν ἔστι μὲν καὶ αὐτὸ οὐχ ἑαυτοῦ πάντῃ, ἀλλ’ ἑτέρου τῆς ψυχῆς γενόμενον, οὐχὶ δὲ σώματος ἀλλὰ ψυχῆς. ἡ δὲ ψυχὴ ὅση ἑτέρου ἐστίν, ἐντελέχεια σώματός ἐστι πάντως καὶ τούτου τοῦ φυσικοῦ, ἐπειδὴ οὐσίας αἰτία, τὸ δὲ μαθηματικὸν οὐκ οὐσία· καὶ φυσικοῦ οὐχ ἁπλῶς, ἀλλὰ δυνάμει ζωὴν ἔχοντος. κατὰ γὰρ τὴν ψυχὴν ἡ ζωή, καὶ τὸ μεθέξον αὐτῆς ζωῆς εἶναι χρὴ δεκτικόν. καὶ οὐ πάντα ἁπλῶς τὰ φυσικά, ἀλλὰ τὰ ζῶντα τῆ ψύχῃ τελειοῦται, καὶ τοῦ δυνάμει ζῶντος σώματός ἐστιν ἐντελέχεια ἡ ψυχή. καὶ γὰρ ἤδη ζῶν τὸ θνητὸν σῶμα δυνάμει ἐστὶ ζῶν, ὡς οὐ συμφυῆ τῷ σώματι ἀλλ’ ἐπεισοδιώδη τῇ τῆς ψυχῆς παρουσίᾳ δεχόμενον τὴν ζωὴν τότε, καὶ ἐπιτήδειον γινόμενον κατὰ τοιάνδε κρᾶσίν τε καὶ διοργάνωσιν. ὁριστικὴ μὲν οὖν καὶ ἡ οὐρανία ψυχὴ τοῦ ἀιδίου σώματος, ἀλλ’ οὐ νεύουσα πρὸς αὐτὸ οὐδ’ ὡς ὀργάνῳ αὐτῷ χρωμένη. ἴσως δὲ τὸ οὐράνιον σῶμα οὐδὲ δυνάμει ζωὴν ἔχει· οὐ γὰρ ἐπικτήτως μόνον, ἀλλὰ καὶ συνουσιωμένην ἔχει ζωήν. διὸ ἕτερον τρόπον ἐκεῖνο ἔμψυχον, ὡς ἤδη ζῶν ἐνεργείᾳ, καὶ ὡς αὐτοκινήτως τρόπον τινὰ καὶ ἀφ’ ἑαυτοῦ πρὸς τὴν ψυχὴν ἀνατεινόμενον καὶ αὐτὸ ἐκείνης ὄν, οὐχὶ δὲ ἐκείνου τῆς ψυχῆς γινομένης, ἀλλ’ ἑαυτῆς ἐκεῖνο ποιούσης. ἡ δὲ τῶν θνητῶν ζῴων ψυχὴ ἐντελέχεια φυσικοῦ σώματος, οὐκ εἶδος οὖσα ἀλλὰ λόγος. καὶ οἱ λόγοι δὲ εἰδητικαί εἰσι δευτέρως αἰτίαι. λογικὴ οὖν ἐντελέχεια ἡ ψυχή, καὶ οὐχ ἑαυτῆς οὐδὲ μένουσα ἐν ἑαυτῇ ὅλη, ἢ ὅλη οὕτως οὐσίωται, ἐν τῷ σωμάτων εἶναι ὁριστικὴ ἀνεπίστροφος πρὸς ἑαυτήν, ἢ εἰ καὶ διττὰς ἔχει ζωάς, κατὰ τὴν εἰς σῶμα ῥοπὴν καὶ τὴν ἀφ’ ἑαυτῆς |ἔξω τεινομένην ἢ ὡς ζώουσαν τὸ σῶμα ἢ ὡς τῷ ζῶντι χρωμένην· καὶ γὰρ αὕτη ἐντελέχεια τοῦ φυσικοῦ δυνάμει ζωὴν ἔχοντος σώματος, καθάπερ ὁ κυβερνήτης τῆς νεώς, ὡς κινητικὴ καὶ ὡς χρωμένη τῷ ζῶντι σώματι. ὃ καὶ ὄργανον διὰ τοῦτο λέγεται ὡς τῇ χρωμένῃ ὑπηρετοῦν ψυχῇ, ἀλλ’ <οὐχ> ὡς τὰ ἄψυχα τῶν εἰδοποιούμενα μὲν καὶ αὐτά, οὐ μὴν ὡς ὀργανικά, ὅτι μὴ τὸ κινοῦν μηδὲ τὸ χρώμενον ἔχει ἔνδον· τοῦτο γὰρ τῶν ἐμψύχων ἴδιον, ὡς τὴν ψυχὴν τῶν ἄλλων διαφέρειν φυσικῶν εἰδῶν τῷ διχῶς εἶναι ἐντελέχειαν ὁριστικῶς τε καὶ κινητικῶς τοῦ ὀργάνου. φαίνεται δὲ πρότερον τὸ ὁριστικὸν παραδιδοὺς προστιθέναι ὕστερον τὸ κινητικὸν ὡς τελειότερον, ὅτε τὸ ὀργανικὸν τῷ θνητοειδῶς ζῶντι παντὶ ἀποδίδωσι σώματι. συντρέχει μὲν οὖν πάντως τὸ ὀργανικὸν τῷ δυνάμει ζωὴν ἔχοντι· οὐ μήν ἐστι τῷ λόγῳ ταὐτόν, οὐδὲ πρὸς τὴν αὐτὴν ἀπαραλλάκτως λέγεται ζωήν, ἀλλὰ ζωὴν μὲν ἔχει ὡς ζωτικῶς εἰδοποιούμενον καὶ καθ’ ἣν εἰδοποιεῖται ζωήν, ὄργανον δὲ γίνεται τῇ χρωμένῃ, ὑφ’ ἧς καὶ ζωοῦται, ἵνα καὶ συμφυῶς αὐτῷ χρῆται καὶ μόνῃ ὁρμῇ· ἐξήλλακται δὲ τὸ ὑφ’ οὗ κινεῖται τοὐ καθ’ ὅ, ὡς ποιητικὸν εἰδητικοῦ αἰτίου. μία μὲν οὖν ἡ ὅλη τοῦ ζῴου ψυχή, ἀλλὰ τὸ μέν τι ἔχουσα ἐξῃρημένον τὸ κινοῦν καὶ χρώμενον, τὸ δὲ ἐκτεινόμενον καὶ ἐκείνου γινόμενον ὡς ὁρίζον αὐτό. p. 412a21 Ἡ δὲ οὐσία ἐντελέχεια. τοιούτου ἄρα σώματος ἐντελέχεια. εἰπὼν καὶ θέμενος τὴν ψυχὴν οὐσίαν εἶναι ὡς εἶδος, προστίθησιν ὡς μείζονα πρότασιν τὴν οὐσίαν ἐντελέχειαν εἶναι, τὴν ὡς εἶδος δηλαδὴ οὐσίαν, ἐπειδὴ καὶ πολλάκις τὸ εἶδος οὐσίαν καλεῖ. ἐπεὶ οὖν εἰδητικὴ οὐσία ἡ 24r ψυχή, ἐντελέχεια ἔσται τοῦ τοιούτου σώματος, τοῦ δυνάμει ζωὴν ἔχοντος. εἴρηται δὲ ὡς τοῦ ἤδη μὲν ζῶντος δυνάμει δὲ λεγομένου ζῆν, ὅτι μὴ καθ’ αὑτὸ μηδὲ ὡς σῶμα ἄφθαρτον ζῇ. p. 412a22 Αὕτη δὲ λέγεται διχῶς, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δὲ ὡς τὸ θεωρεῖν. Τὸ κοινὸν πάσης τῆς τῶν θνητῶν ζῴων ἐκφαίνων ψυχῆς, οὐ τὸ χωριστὸν οὐδὲ τὸ τὴν ἐνέργειαν συναιροῦν εἰς τὴν οὐσίαν αὐτῇ ἀποδίδωσιν. ἴδιον γὰρ τοῦτο ψυχῆς τῆς νοερᾶς, καὶ ταύτης ὅταν χωρισθῇ, ἐπεὶ καὶ ἡ λογικὴ ἡμῶν κατὰ τὴν εἰς σῶμα ῥοπὴν μεριζομένην ἐκ τῆς οὐσίας ἔχει τὴν ἐνέργειαν, καὶ οὐδὲ ἀεὶ τελείαν οὐδὲ πᾶσαν ἀεὶ παροῦσαν. ἀπολείπει γοῦν ἐν τοῖς ὕπνοις ἡ αἰσθητικὴ ἐνέργεια, τυχὸν δὲ ἐν τοῖς κάροις καὶ ἡ φανταστική. μήποτε δὲ πᾶσα γνῶσις ἡ κατὰ τὴν ἑαυτῆς ἀφισταμένην τῆς ψυχῆς κατάστασιν καὶ τὴν ἔξω προιοῦσαν ῥοπὴν παραποδίζεται ἐν ταῖς παρὰ φύσιν τῶν ὀργάνων σφοδραῖς διαθέσεσιν. ἀλλὰ τοῦτο μὲν καὶ ὕστερον ζητήσομεν. εἰ δὲ κατὰ συνέχειαν τῷ ἐμψύχῳ πάρεστιν ἡ ψυχὴ ζωτικῶς ἐνεργοῦσα εἰς αὐτὸ, τὴν μὲν ζωτικῶς ὁριστικὴν τοῦ ὑποκειμένου αὐτῇ σώματος κατὰ συνέχειαν ἐνεργεῖ· τὴν δὲ γνωστικὴν οὐκέτι. ἐν γοῦν τοῖς ὕπνοις ἀπολείπει τὴν αἰσθητικήν, κἀν τοῖς κάροις τὴν φανταστικήν. διὸ οὔτε τῇ οὐσίᾳ ἐνέργειά ἐστι γνωστικὴ ἡ ψυχὴ οὔτε πάντως ἑπομένην ἔχει τῇ οὐσίᾳ τὴν γνωστικὴν ἐνέργειαν, ὅτε πρὸς σῶμα κοινωνεῖ, εἴ γε καὶ παροῦσά ποτε οὐκ ἐνεργεῖ. ἀναλογεῖ οὖν τῇ μὲν ἐπιστημονικῇ ἕξει ἡ οὐσία, τῇ δὲ θεωρίᾳ ἡ ἐνέργεια ἡ γνωστική. καὶ γὰρ ἐν τοῖς ἐπιστήμην κτησαμένοις ἡ μὲν ἕξις κατὰ συνέχειαν πάρεστιν, ἕως ἄν ἐπίστωνται, ἡ δὲ κατ’ αὐτὴν θεωρία οὐκ ἀεί, ἀλλ’ ἔστι καὶ ἐπιστάμενον μὴ ἐνεργεῖν. εἴληφε δὲ ὁ Ἀριστοτέλης ἀντὶ μὲν τῆς γνωστικῆς ἐνεργείας τὴν ἐγρήγορσιν, ἀντὶ δὲ τῆς ἀργίας τὸν ὕπνον. ζωτικὴ μὲν γὰρ ἐνέργεια καὶ ὁ ὕπνος, ἀναστολὴ οὖσα τῶν αἰσθήσεων, οὐ κατὰ πάρεσιν ἤ τινα ἀσθένειαν ἀλλὰ κατὰ δύναμιν (ἐρρωμένης γὰρ φύσεως καὶ ταύτης ζωτικῆς τὸ ὑπνοῦν), ἀλλ’ οὐ γνωστική, αὐτὸ δὲ τοῦτο ἀνασταλτικὴ τῆς γνώσεως ἐνέργεια. οὐκοῦν εἰ καὶ μὴ γνωστικῶς ἀεί, ὅμως ἐνεργεῖ τι ἡ ψυχή. διὰ τί οὖν πρώτη ἐστὶν ἐντελέχεια, ἀλλ’ οὐχ ἡ κατὰ τὸ ἐνεργεῖν; θεωρητικὴ μὲν γὰρ οὐκ ἔσται, ἁπλῶς δὲ ἐνεργητικὴ κατὰ φύσιν, καὶ ἐνεργοῦσα, ἵνα μὴ μάτην ᾖ· μάτην γὰρ τὸ μηδὲν ἐνεργοῦν, οὐδὲν δὲ μάτην ἢ φύσεως ἢ ἔτι μᾶλλον θεοῦ οἷόν τε εἶναι ἔργον. ἢ τάχα μὲν οὐ κατὰ πᾶσαν ἐνέργειαν ἠξίωται εἶναι ἡ πρώτη ἐντελέχεια, ἀλλὰ κατὰ μόνην τὴν θεωρητικήν, ὡς ταύτην οὐκ ἀεί, ὅταν ᾖ, ἐνεργοῦσα. ἴσως δὲ ἄμεινον ἐκεῖνο φάναι, διὰ τούτων ἐνδείκνυσθαι τὴν τῶν θνητῶν ζῴων ψυχὴν μεμερισμένην ἔχουσαν τὴν ἐνέργειαν τῆς οὐσίας, ἵνα κατὰ τὴν προβλητικὴν τῆς ἐνεργείας οὐσίαν τε καὶ δύναμιν τὸ εἶναι ἔχουσα ἄλλην ἔχῃ τὴν τελειότητα, ὅταν καὶ ἐνεργῇ, ταύτῃ τοῦ νοῦ διαφέρουσα, ὃς τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, καὶ τῆς εἰς νοῦν ἀναδραμούσης εἰς ἓν ψυχῆς καὶ ταύτῃ ἄμφω συναπτούσης καὶ εἰς τὴν οὐσίαν ἀναγαγούσης τὴν ἐνέργειαν. ἥ γε μὴν τῶν θνητῶν ζῴων ψυχὴ πᾶσαν ἔοικεν ἐνέργειαν ἀπομερίζειν τῆς οὐσίας. κἄν γάρ τινα παροῦσαν ἔχῃ ἀεὶ ὡς τὴν ζῳοποιόν, ἀλλὰ ὁποιασοῦν οἰκείας ἐνεργείας στερομένη ποτὲ οὐκ ἄν εἴη καθαρῶς ἀμέριστος. πρὸ γὰρ ἄλλου παντὸς μερισμοῦ τοῦ τε τοπικοῦ καὶ τοῦ χρονικοῦ καὶ τοῦ κατὰ τὴν τῶν διαφόρων ἰδιοτήτων ἐπικράτειαν, καθ’ ἣν τὰ πολλὰ ὑφίσταται ὁμοειδῆ ἄτομα, καὶ πρὸ τῆς εἰς τὰ συμβεβηκότα ἐκβάσεως ὁ τῆς ἐνεργείας ἀπὸ τῆς οὐσίας ἀναφαίνεται μερισμός. δῆλον δὲ ὡς μεμέρισται ἐπὶ τῆς τῶν θνητῶν ζῴων ψυχῆς, εἴ γε μὴ ἀεὶ καὶ ὁποιασοῦν ἀποδίδωσιν ἐνεργείας, ἃς ἐνεργεῖν πέφυκεν ἔχουσα ὡς ἔχει νῦν, ὅτε πρὸς σῶμα κοινωνεῖ. |p. 412a26 Προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ ἐπιστήμη. ἐπὶ γὰρ πάσης γενέσεως ἀπὸ τοὐ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἡ προκοπή, καὶ τὰ πρότερα τῶν ὑστέρων ἀτελέστερα καὶ ἡ ἄνευ τοῦ ἐνεργεῖν ἐπιστημονικὴ ἕξις ἧττον τελεία τῆς μετὰ τοῦ ἐνεργεῖν. τῇ μὲν οὖν φύσει καὶ τῇ οὐσίᾳ καὶ ὡς αἴτιον πρότερον τοῦ ἀτελοῦς τὸ τέλειον· ἐν δέ τῷ γίνεσθαι πρότερον κατὰ χρόνον τὸ ἀτελὲς τοῦ τελείου. καίτοι τότε ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἄμφω τό τε ἀτελὲς καὶ τὸ τέλειον θεωρεῖται, ἐπεὶ κἀν τῆ γενέσει ἄλλο τι δεῖ τέλειον προυπάρχειν, ἐξ οὗ τὸ ἐν ἄλλῳ ἀτελές, οἷον τὸ σπέρμα ἐκ τοῦ ἤδη τελείου τοῦ γεννῶντος αὐτὸ ζῴου. ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ τὸ ἀτελέστερον πρότερον· σπέρμα γὰρ πρότερον, εἶτα ἔμβρυον, εἶτα ζῷον. ἀλλ’ εἰ ἀγένητος ἡ ψυχή, πῶς κατὰ τὸ ἀτελέστερον οὐσιωμένη ὕστερόν ποτε τὸ τελειότερον ἴσχει, ὅταν ἐνεργῇ; σαφῶς γὰρ καὶ ὁ Ἀριστοτέλης τὸ οὕτω πρότερον τῇ γενέσει ἀπέδωκεν, καὶ διὰ τοῦτο τῇ ψυχῇ προσήκειν τὴν πρώτην ἐντελέχειαν ὡς μὴ παντελῶς τελείαν· καὶ οὐ δήπου ὡς Πλάτων’ τῷ τῆς γενέσεως ὀνόματι χρώμενος ἐπὶ τῆς ψυχῆς διὰ τὴν πρώτην εἰς μερισμὸν ὑπόβασιν, ἀλλ’ οὐχ ὡς ποτὲ οὕσης, ἀγενήτου καὶ ἀνωλέθρου αὐτῷ δεικνυμένης καὶ τῆς ἡμετέρας ψυχῆς, οὔπω λέγω τῆς κρείττονος, ἣν ἀρίστην προσαγορεύει τῶν γενητῶν· ἀλλ’ ὅ γε Ἀριστοτέλης ἐπὶ τῶν ποτὲ ὄντων τῷ γενητῷ χρῆται. ἢ εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατ’ ἐνέργειαν καὶ τελειότητα τὸ γενητὸν καὶ φθαρτὸν σαφὲς ἐπὶ τῆς ἀνθρωπίνης ψυχῆς, καὶ κακυνομένης καὶ πεδουμένης ποτέ. εἰ δέ, ὡς τῷ Ἰαμβλίχῳ δοκεῖ, οὐκ ἂν ἐξ ἀπαθοῦς καὶ τελείας οὐσίας διεστραμμένη καὶ ἀτελὴς προίοι ἐνέργεια, εἴη ἂν παθαινομένη πὼς καὶ κατ’ οὐσίαν· ὡς καὶ ταύτῃ εἶναι μέση οὐ τῶν μεριστῶν μόνον καὶ ἀμερίστων οὐδὲ τῶν μενόντων καὶ προεληλυθότων οὐδὲ τῶν νοερῶν καὶ ἀλόγων, ἀλλὰ καὶ τῶν ἀγενήτων καὶ γενητῶν, κατὰ μὲν τὸ μόνιμον ἑαυτῆς καὶ νοερὸν καὶ ἀμέριστον ἀγένητος οὖσα, κατὰ δὲ τὴν πρόοδον καὶ τὸ μεριστὸν καὶ τὴν πρὸς τὸ ἄλογον κοινωνίαν γινομένη, οὐδὲ τὸ ἀγένητον εἰλικρινὲς ἔχουσα, οἷον τὸ νοερόν, ἐπειδὴ οὐδὲ τὸ ἀμέριστον ἢ τὸ μόνιμον, οὐδὲ τὸ γενητὸν τοῖς ἐσχάτοις ὅμοιον, τοῖς ὅλως ποτὲ μὴ οὖσιν· ἀλλὰ τὸ μὲν οἷον ἐξίστασθαί πὼς ἑαυτοῦ ποτε τῇ πρὸς τὴν γένεσιν κοινωνίᾳ καὶ οὐχ ἀπλῶς ἔτι μένειν, ἀλλὰ τὸ συναμφότερον ὁμοῦ μένειν τε ὅπερ ἐστὶ καὶ γίνεσθαι, τὸ δὲ οὐδέποτε τοῦ ἀγενήτου ἀπολειπόμενον, ἀλλ’ ἀεὶ αὐτῷ συνηρτημένον καὶ ἔνδοθεν ἔχον τὸ διαμένειν καὶ οἷον ἐπιρρέον καὶ ἀναπληρωματικὸν τοῦ ἀπογινομένου. ἀλλὰ τὸ μὲν γενητὸν αὐτῆς καὶ προιὸν οὐδέποτε ἄνευ τοῦ μονίμου καὶ ἀγενήτου, τὸ δὲ ἀγένητον αὐτῆς ποτε πάσης ἀπαλλάσσεται τῆς πρὸς γένεσιν κοινωνίας ἐ. ν τῇ χωριστῇ ἀπὸ σωμάτων ζωῇ. διὸ καὶ ἀθάνατος ἡ ψυχὴ καὶ μόνιμος, ἀεὶ μὲν τῆς νοερᾶς ζωῆς ὑφειμένην ἔχουσα τὴν ἀθανασίαν καὶ μονιμότητα, καὶ πρὸς ἑαυτὴν δὲ ἡ ἡμετέρα διαφορουμένη· καὶ ἀκραιφνὲς μέν, ὅσον αὐτῇ προσήκει, τὸ ἀθάνατον καὶ μόνιμον καὶ ἀμέριστον ἀπολαμβάνουσα ἐν τῇ χωριστῇ καὶ νοερᾷ ζωῇ· χωρισθεῖσα γάρ, ὡς ἐρεῖ, ἔστιν ὅπερ ἐστίν· ἐν δὲ τῇ πρὸς τὰ ἔξω ῥοπῇ οὐ παντελῶς μὲν ἀπολείπουσα ἑαυτὴν μένει, δηλοῖ δὲ πᾶσα λογικὴ ἐνέργεια, οὐκ ἄνευ τῆς πρὸς ἑαυτὴν γινομένη ἐπιστροφῆς, ὅθεν καὶ ἡ πίστις μετὰ τὴν συγκατάθεσιν, τὸ γνωσθὲν ὅτι ἀληθὲς ἐπικρινούσης καὶ τότε συγκατατιθεμένης· τοῦτο γὰρ ἡ πίστις· δηλοῖ δὲ καὶ ἡ ἔνδοθεν αὖθις ἐπὶ τὸ κρεῖττον ἀνάκλησις καὶ ἡ ὑφ’ ἑαυτῆς τελείωσις), οὐ μὴν καθαρὸν τὸ ἑαυτῆς σώζουσα μόνιμον. διὰ γὰρ τὴν ἔξω ῥοπὴν ὁμοῦ ὅλη καὶ μένει καὶ πρόεισι, καὶ οὐδέτερον ἔχει παντελῶς οὐδὲ ἀπηλλαγμένον τοῦ λοιποῦ (ὅθεν καὶ τὸ ἀθάνατον αὐτῆς τότε ἀναπίμπλαται τοῦ θνητοῦ κατὰ πᾶν ἑαυτό, καὶ οὐ μένει μόνον ἀθάνατον, καὶ τὸ ἀγένητον γινόμενόν πὼς τυγχάνει ὄν, ὡς καὶ τὸ ἀμέριστον αὐτῆς μεριζόμενον), οὐκέτι · τῇ οὐσίᾳ οὖσα ἐνέργεια, καθ’ ὅσον αὐτῇ θέμις. κατὰ τὸ γενητὸν οὖν ἑαυτῆς ἡ πρώτη ἐστὶν ἐντελέχεια διὰ τὸν ἀπὸ τῆς οὐσίας τῆς ἐνεργείας μερισμόν, καὶ οὐ κατὰ τὸ ἐπιστάμενον (οὐ γὰρ ἦν τὸ σύνθετον), ἀλλ’ ὡς ἡ ἐπιστήμη ἤτοι ὡς τὸ εἶδος. p. 412a27 Σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος. εἴρηται ὡς διττὴ ἡ ψυχικὴ τῶν θνητῶν ζωή, ἡ μὲν καθ’ ἣν τὸ ὄργανον ὡς ὄργανον εἰδοποιεῖται, ἵνα καὶ ὄργανον ᾖ ψυχῆς, ἡ δὲ ὡς χρωμένη τῷ ἤδη ζῶντι ὀργάνῳ οὐχ ἑτέρα παντελῶς ζωή οὐ γὰρ ἄν αὐτοφυῶς ἐχρῆτο, καὶ ἐκινεῖτο ἑτέρωθεν ζῶν), ἀλλ’ ἔστι μία τὸ δυοειδὲς ἐμφαίνουσα, τὸ μὲν ὡς εἰδητικὸν τοὐ ὀργάνου οὐχ ὡς κινοῦν, ἀλλ’ ὡς κινουμένου ζωτικῶς χαρακτηριστικόν, τὸ δὲ ὡς κινοῦν καὶ χρώμενον. καὶ γὰρ πάσα ψυχὴ ἡ τῶν θνητῶν κατ’ ἄμφω ἐστὶν ἐντελέχεια, ἐπειδὴ καὶ ζωτικῶς κινεῖται, καὶ τὸ κινοῦν ἔνδον. καὶ τὸ διττὸν αὐτῆς ὁ Ἀριστοτέλης κατὰ τὴν ἐντελέχειαν παραδίδωσι, τὴν αὐτὴν καὶ τοῦ δυνάμει ζωὴν ἔχοντος λέγων καὶ σώματος ὀργανικοῦ. καὶ συντρέχει μὲν ἄμφω πάντως, ὡς καὶ τὸ δυνάμει ζωὴν ἔχον ὄργανον εἶναι ψυχῆς, καὶ τὸ ψυχῆς ὄργανον δυνάμει ζωὴν ἔχειν· ἀλλ’ οὐ ταὐτὸν ὅμως ἄμφω σημαίνει, ἀλλὰ τὸ μὲν τὴν ἐσχάτην μόνην ἐμφαῖνον ζωήν, καθ’ ἣν ὡς κινούμενον ζωτικῶς εἰδοποιεῖται, τὸ δὲ τὴν ὡς χρωμένην αὐτῷ καὶ κινοῦσαν. διὸ ἀμφοῖν δεῖ τῷ τελείῳ τῆς ψυχῆς ὅρῳ, ἵνα καὶ ὅτι ὡς ὀργάνῳ χρῆται τῷ σώματι δηλῶται. p. 412b1 Ὄργανα δὲ καὶ τὰ τῶν φυτῶν μέρη. |ἐπειδὴ ἐσχάτη οὖσα ἡ τῶν φυτῶν ψυχὴ ἐντελέχεια μέν ἐστιν ἐναργῶς τοῦ δυνάμει ζωὴν ἔχοντος, οὐ δήλως δὲ τὸ ὡς ὀργάνῳ χρώμενον οὐ γὰρ δοκεῖ ἐξῃρημένον τι ἔχειν, ἵνα καὶ κινῇ), πιστοῦται ὡς οὐ μόνον ζῇ τὰ τῶν φυτῶν μέρη, ἀλλὰ καὶ ὡς ὄργανα τῇ ψυχῇ ἄλλα πρὸς ἄλλων χρείαν ὑπηρετεῖ, ὡς καὶ ἐν τῇ φυτικῇ ψυχῇ τὸ χρώμενον εἶναι. οὐ γὰρ ἀπὸ ταὐτο- μάτου τὰ μὲν φύλλα σκέπει τὸ περικάρπιον, τοῦτο δὲ τὸν καρπόν, ἢ τὴν τροφὴν αἱ ῥίζαι ἀναλόγως στόματι ἕλκουσαι τῆς γῆς τῷ ὅλῳ διαπέμπουσι φυτῷ, κινούμεναι δὲ ὑπὸ τῆς ἐν αὐτῷ ψυχῆς ἕκαστα πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον συνταττούσης καὶ κινούσης ἔνδοθεν ἕκαστα πρὸς τὸ οἰκεῖον ἔργον. p. 412b4 Εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν. τῆς ἔξω δηλαδὴ τεινομένης πρὸς τὸ σῶμα νευούσης, ἣ καὶ ὡς ὀργάνῳ χρῆται τῷ σώματι· ὡς τήν γε ἐν αὑτῇ μένουσαν καὶ οὐ τοῦ σώματος τῆ πρὸς αὐτὸ ῥοπῇ γινομένην, ἀλλ’ ἑαυτῆς ἐκεῖνο ποιουμένην νοῦν προσαγορεύει. ἐπεὶ δὲ τὸ κοινὸν οὐ συνώνυμον, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς λεγόμενα, τῶν δὲ τοιούτων εἴρηται ὡς ἀδύνατον ἄνευ τοῦ καθ’ ἕκαστον ἰδίου ἀκριβῆ ἀποδοῦναι ὅρον, δεῖ δὲ ἑκάτερον καὶ τὸ κοινὸν καὶ τὸ ἰήιον γνωρίσαι, διὰ τοῦτο καὶ λέγει τό κοινῇ πάσῃ ὑπάρχον, καὶ μετά τινος ἐπιτιμήσεως ἐφιστάνει εἰ δεῖ λέγειν, ἐπειδὴ ἀναγκαῖον μὲν λέγειν, οὐκ ἀρκεῖ δὲ εἰ μὴ προστεθῇ καὶ τὸ ἴδιον. μνησθεὶς δὲ τοῦ κοινοῦ ὅρου παρῆκε τὸ δυνάμει ζωὴν ἔχον, ὡς πάντως τῷ τῆς ψυχῆς προσεχεῖ ὀργάνῳ συνεισαγόμενον· ζῆν γὰρ αὐτὸ ἀνάγκη, ἵνα διὰ τῆς ζωῆς τῇ κινούσῃ συναπτόμενον ψυχῇ ἀβιάστως καὶ μόνῃ τῇ ὁρμῇ τῆς ψυχῆς ἐγείρηται. p. 412b6 Διὸ καὶ οὐ δεῖ ζητεῖν, εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα. Ἀκριβέστερον ἐν τῇ Μετὰ τὰ φυσικὰ διήρθρωται, ἅπαν μὲν τὸ ὂν πάντως εἶναι καὶ ὅν, ἀλλὰ τὸ μὲν εἶδος καὶ ὂν καὶ ἓν πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχον. τὸ γὰρ σύνθετον κατὰ τὸ εἶδος· ὡς γὰρ τοῦ εἶναι, οὕτω καὶ τοῦ ἑνὶ εἶναι τὸ εἶδος τῷ συνθέτῳ αἴτιον, ἐπὶ πάντων μὲν ὡς τὸ καθ’ ὅ, ἐπὶ δὲ τῶν ἐμψύχων καὶ ὡς τὸ ὑφ’ οὗ, διότι διὸν τῶν ἐμψύχων παρὰ τὰ ἄλλα φυσικὰ σώματα τὸ ἐν αὐτοῖς ἔχειν τὴν τοῦ κινεῖν ἀρχήν. πλεοναχῶς μὲν οὖν καὶ τὸ ἓν καὶ τὸ εἶναι, ὅτι ἢ καθ’ αὑτὸ ἢ καθ’ ἕτερον ἢ ὡς ἀτελὲς καὶ δυνάμει, οἷον τὸ ὑλικόν, τόδε κυρίως ἡ ἐντελέχειά ἐστιν, ἐπειδὴ καθ’ αὑτὸ καὶ πρώτως καὶ αἴτιον καὶ τῷ συνθέτῳ ἐξ ἀνάγκης ὄντι τε καὶ ἑνὶ ὄντι, ὡς κατὰ τὸ καθ’ αὑτὸ ὄν τε καὶ ἓν ὁριζομένῳ. ὡς γὰρ τὸ τῇ λευκότητι χαρακτηριζόμενον λευκόν, οὕτω καὶ τὸ τῷ ὄντι καὶ τῷ ἑνὶ ὄν τε καὶ ἓν κατὰ μέθεξιν καὶ συνθέτως, ἀλλ’ οὐχ ἀπλῶς οὐδὲ καθ’ αὑτό, ἵνα ὃν ἔχει λόγον τὸ λευκὸν πρὸς τὴν λευκότητα, τοῦτον ἔχῃ καὶ τὸ ὁριζομένως ὄν τε καὶ ἓν πρὸς τὸ εἰδητικῶς ὄν τε καὶ ἕν, κἄν μὴ τὰ ὀνόματα ἐπὶ τούτων ᾖ διάφορα, ὡς ἐπὶ τῆς λευκότητος καὶ τοῦ λευκοῦ. p. 412b9 Καθόλου μὲν οὖν εἴρηται τί ἐστιν ψυχή· οὐσία γὰρ ἡ κατὰ τὸν λόγον. τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι. Ἔστι μὲν οὖν τοῦτο συμπέρασμα τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ προειρημένων. τὸ δὲ καθόλου οὐχ ὡς τὸ συνωνύμως κατηγορούμενον ἀκουστέον, ἀλλ’ ὡς τὸ κοινὸν ἅμα καὶ ἐξηλλαγμένον. τὸ δὲ οὐσία γὰρ ἡ κατὰ τὸν λόγον ἀντὶ τοῦ ἡ κατὰ τὸ εἶδος εἴρηται. καὶ ἁρμόζει μᾶλλον ἐπὶ τῆς ψυχῆς τὸ κατὰ τὸν λόγον φάναι ἢ κατὰ τὸ εἶδος, διὰ τὴν εἰς ἀνέλιξιν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν. πρὸς δὲ τῆς εἰδητικῆς ἐστιν αἰτίας καὶ ὁ λόγος, ἀλλ’ ἐπεὶ καὶ εἴδη καὶ λόγοι οἱ μέν εἰσι χωριστοὶ πάντῃ σωμάτων, οἱ δὲ ἀχώριστοι, οὐχ ὡς οὐσιούμενοι ἐν αὐτοῖς (οὐσίαι γὰρ πρῶται τὰ εἴδη) ἀλλ’ ὡς σωμάτων ὁριστικοὶ καὶ ταύτῃ ἀχώριστοι, οὐ χωριστὸν εἶδος ἢ λόγον εἶναι συμπεραίνεται τὴν ψυχήν, ἀλλ’ ὡς τὸ τί ἦν εἶναι τῷ τοιῷδε οὖσαν (τοῦτο τοῦτο γὰρ ὀργανικοῦ ἦν σώματος ἐντελέχεια), ἐπειδὴ τοῦτο ἦν κοινὸν καὶ τῇ λογικῇ ἐν ἡμῖν ζωῇ πρὸς τὰς ἄλλας ψυχάς. τὸ δὲ κοινὸν ἰδεῖν ἐβουλόμεθα πρῶτον. τὸ γὰρ ὅσον τῆς λογικῆς ψυχῆς χωριστὸν καὶ ἤδη ἐν τῷ πρώτῳ ᾐνίξατο καὶ ὕστερον ἐν τῇ ἰδία θεωρίᾳ παραδώσει. μεμνῆσθαι δὲ χρή, ὡς τὸ τί ἦν εἶναι τοῦ φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος σώματος διττόν, τὸ μὲν ὡς τὸ χρώμενον καὶ κινοῦν, τὸ δὲ ὡς τὸ καθ’ ὅ ἐστι ζωτικὸν ὄργανον καὶ ζωτικῶς κινούμενον. p. 412b11 Καθάπερ εἴ τι τῶν ὀργάνων φυσικὸν ἦν σῶμα, οἷον πέλεκυς Ὄργανα τῆς ψυχῆς οὐ τὰ κατ’ αὐτὴν ζῶντά ἐστι σώματα μόνα, ἀλλὰ καὶ ἄψυχα· τὰ μὲν φυσικὰ οἷον λίθοι καὶ ξύλα τὰ ἐκκοπέντα, τὰ δὲ τεχνητά, ὡς τὰ φυσικὰ μὲν καὶ αὐτά, οὐχ ᾗ δὲ φυσικά, χρείαν τινὰ τῇ χρωμένῃ παρεχόμενα ψυχῇ, ἀλλὰ κατὰ τέχνην εὖ παρεσκευασμένα ὡς ἀσπὶς καὶ ξίφος. ὃς. εἴ τι οὖν τῶν τεχνητῶν ὀργάνων, φησί, (ταῦτα γὰρ νῦν ὄργανα καλεῖ, ὡς καὶ τὸ τοῦ πελέκεως δηλοῖ |ὑπόδειγμα) φυσικὸν ἦν σῶμα, ὅπερ ὀργανικὸν φυσικὸν σῶμα δυνάμει ζωὴν ἔχον ἐν τῷ τῆς ψυχῆς ἔλεγεν ὁρισμῷ, εἰ τοιοῦτον ἦν ὁ πέλεκυς, ἦν ἄν τοῦτο τὸ εἶναι πελέκει. εἴωθε δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῶν εἰδοποιουμένων αὐτὸ μὲν τὸ εἰδοποιούμενον προσαγορεύειν, τὸ δὲ εἶδος δηλοῦν τῷ εἶναι αὐτῷ. σημανεῖ δὲ αὐτῷ καὶ ἡ οὐσία πολλαχοῦ τὸ εἶδος, ὥσπερ καὶ νῦν ἑρμηνεύων τὸ τί ἦν εἶναι τῷ πελέκει τὴν οὐσίαν εἶπε, τουτέστι τὸ εἶδος. ἦν δ’ ἄν τοῦτο ἡ ψυχή, εἰ τὸ δυνάμει ζωὴν ἔχον ὁ πέλεκυς ἦν, καὶ ἦν ἄν καὶ ζωτικὸν ὄργανον καὶ τὸ χρώμενον ἔνδον ἔχον, καὶ χωρισθείσης ἐκείνης οὐκέτι ἔμενεν ὅπερ ἦν. κατὰ γὰρ τὸ εἶδός ἐστιν ἕκαστον ὅπερ ἐστί, τὰ μὲν ἀπλῶς φυσικὰ τὸ τοῦ κινεῖσθαι ἄρχον, τὰ δὲ ἔμψυχα τὸ καὶ τοῦ κινεῖσθαι ζωτικῶς καὶ αὐτὸ ὂν κινητικόν. ἐπιστῆσαι δὲ δεῖ ὡς οὐ πάντως φθείρεσθαι βούλεται ἀφισταμένην τοῦ σώματος τὴν ψυχήν· ὁ γὰρ χωρισμὸς ἐπὶ τῶν καὶ μετὰ τὴν διάλυσιν ὑφισταμένων λέγεται μᾶλλον. ἀλλ’ ἢ ὁμωνύμως φησί, διὰ τὸ καὶ τὰ τῶν τεθνεώτων ζῴων σώματα ὁμωνύμως τοῖς ζῶσι λέγεσθαι, κύνα φέρε καὶ ἵππον, καὶ τὰ μέρη ὡσαύτως, κεφαλὴν τυχὸν ἱππείαν. p. 412b15 Νῦν δ’ ἐστί πέλεκυς καὶ τὰ ἑξῆς. Ἐκ τῆς ἀντιπαραθέσεως τῶν ἀψύχων καὶ ὀργάνων ὁποῖόν ἐστι τὸ ζωτικὸν ὄργανον δηλοῖ. τὸ μὲν γὰρ ἄψυχον, καὶ αὐτὸ τῇ ψυχῇ πρός τινα ὑπουργοῦν χρῆσιν, καὶ χωρισθείσης τῆς χρωμένης οὐδὲν ἧττον τὴν ἑαυτοῦ ἔχει δύναμιν, ὅτι μὴ κατ’ αὐτὴν ὡρίζετο· τὸ δὲ ζωτικὸν καὶ ἔμψυχον οὐκέτι, ὅπερ φυσικὸν μέν ἐστι σῶμα καὶ οὐ τεχνητὸν ᾗ τοιοῦτον, δεῖ δὲ ὡς δυνάμει ζωὴν ἔχον καὶ ὡς ζωτικῶς εἰδοποιούμενον ὀργανικὸν εἶναι τῇ ψυχῇ, εἴ γε τὸ τί ἦν εἶναι αὐτοῦ καὶ ὁ λόγος ἡ ψυχή, καὶ ὡς ὄργανον αὐτῇ ὑπηρετοῦν. ἐν αὐτῷ γὰρ ἡ τῆς κινήσεως καὶ στάσεως ἀρχὴ ὡς κινοῦσα καὶ ἱστῶσα, ὅπερ τῶν ἐμψύχων ἴδιον. οὕτω μὲν οὖν διὰ τῆς τῶν ἀνομοίων παραθέσεως τῶν ἀψύχων ὁποῖον τὸ τῶν ἐμψύχων παρέστησεν. ἐφεξῆς δὲ διὰ τῶν ὁμοίων· διὰ γὰρ τῶν μερῶν αὐτοῦ ὁποῖον καὶ τὸ ὅλον σαφηνίζει. p. 412b17 Θεωρεῖν δὲ καὶ ἐπὶ τῶν μερῶν δεῖ τὸ λεχθέν. Ἀντὶ μὲν τοῦ ὅλου ζῴου τὸν ὀφθαλμὸν λαβών, ἀντὶ δὲ τῆς πάσης ψυχῆς τοὐ ζῴου τὴν ὄψιν. αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος, ὁ δὲ ὀφθαλμὸς ὕλη ὄψεως. οὐχ ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται, ὀφθαλμὸν νῦν λέγει τὸ σῶμα μόνον ἄνευ τῆς ὄψεως (εὐθὺς ἐπάγει ὡς ἀπολιπούσης τῆς ὄψεως οὐκέτι ἐστὶν ἀλλ’ ἡ ὄψις διχῶς ἐστιν εἶδος τοῦ ὀφθαλμοῦ, πῇ μὲν ᾗ ὀργάνῳ χρῆται αὐτῷ ζωτικῷ, πῇ δὲ ᾗ ὄργανον αὐτὸν ἀποτελεῖ ζωτικόν· καὶ ὁ σὺν τῇ τοιαύτῃ ὄψει ὀφθαλμὸς ὕλη ἐστὶ τῆς χρωμένης ὄψεως, καὶ ἀπολιπούσης τῆς χρωμένης οὐκ ἔστιν ὀφθαλμός, ὅτι συναπολείπει καὶ ἡ ὡς ὄργανον αὐτὸ χαρακτηρίζουσα ὄψις. ἡ γὰρ χρωμένη καὶ ταύτης ἐνδοτικὴ παροῦσα, καὶ ἀφισταμένη κἀκείνην συναφίστησιν. εἰλήφθω τοίνυν, ὡς ἡ ὄψις πρὸς τὸν ὀφθαλμόν, οὕτως ἡ ὅλη αἴσθησις πρὸς τὸ ὅλον σῶμα τὸ αἰσθητικόν, καθὸ αἰσθητικόν. καὶ τοῦτο, ὡς σαφῶς καὶ αὐτὸς ἐπάγει, τὸ ἤδη ζῶν. οὐ γὰρ τὸ ἀποβεβληκὸς τὴν ψυχὴν ἢ ὡς τὸ σπέρμα εἴρηται τὸ δυνάμενον ζῆν, ἀλλὰ τὸ ἤδη ἔχον τὴν ζωήν· ἐπεὶ τὸ σπέρμα οὐ δυνάμει ζωὴν ἔχει, ἀλλὰ δυνάμει τοιόνδε ἐστὶ σῶμα, ὃ προσεχῶς ἐστι ζωῆς δεκτικὸν καὶ διὰ τοῦτο δυνάμει ζωὴν ἔχον, διὰ τὸ τῇ ζωῇ ὡς ὕλη ὑπεστρῶσθαι, τῇ τε ὡς ὄργανον αὐτὸ ὁριζούσῃ καὶ τῇ ὡς ὀργάνῳ αὐτῷ χρωμένῃ. καὶ γὰρ αὕτη εἶδος τοῦ ζῶντος σώματος, ὡς καὶ ὁ πλωτὴρ τοῦ πλοίου, ὅτι μὴ ἑαυτῆς οὖσα ζωοῖ καὶ κινεῖ τὸ σῶμα, καθάπερ τὸ οὐράνιον ἡ θειοτέρα ψυχή, ἀλλὰ ῥοπῇ καὶ νεύσει τῇ πρὸς αὐτό, καὶ πρὸς τὸ χρήσιμον κινοῦσα, ἀλλ’ οὐ διὰ μόνον τὸ ἤδη εἶναι ἐν τελειότητι. εἰκότως οὖν καὶ ὁ ὀφθαλμὸς ὕλη εἴρηται τῆς ὄψεως, καὶ τὸ ὅλον αἰσθητικὸν σῶμα καθὸ αἰσθητικόν, καὶ ἤδη ὂν αἰσθητικόν, ὕλη τῆς αἰσθήσεως τῆς ὡς ὀργάνῳ αὐτῷ χρωμένης. p. 412b27 Ὡς μὲν οὖν ἡ τμῆσις καὶ ἡ ὅρασις, οὕτω καὶ ἡ ἐγρήγορσις ἐντελέχεια. τοῦτο ἐκείνου ἐστὶ τοῦ λόγου συμπέρασμα, δι’ οὗ ἐδείκνυτο ἡ ψυχὴ οὐχ ἡ δευτέρα οὖσα τοῦ σώματος ἐντελέχεια, ἀλλ’ ἡ προτέρα καὶ ἤδη μεριζομένη καὶ διισταμένην ἔχουσα τῆς οὐσίας τὴν ἐνέργειαν. ὑποδείγμασι δὲ δύο πρὸς τὴν τοῦ ζῴου οὐσίαν χρησάμενος, τῷ πελέκει καὶ τῷ ὀφθαλμῷ, εἰκότως καὶ τῇ τμήσει καὶ τῇ ὁράσει ἐνταῦθα ὡς τῇ ἐγρηγόρσει ἐπὶ τοῦ αἰσθητικοῦ χρῆται. ταῦτα μὲν οὖν δῆλα. ὁ δὲ ὀφθαλμὸς ἡ κόρη εἶναι καὶ ἡ ὄψις εἴρηται καὶ τὸ ζῷον ἡ ψυχὴ καὶ τὸ σῶμα κατὰ τὴν εἰς τὰ προσεχῆ αἴτια ἀναφοράν· ὡς γὰρ ἐξ ἀμφοῖν ὄν, ἐπειδὴ οὐδέποτε τὸ σύνθετον ἡ ὕλη ἔστι καὶ τὸ εἶδος, ἀλλ’ ἐκ τούτοιν. |p. 413a4 Ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν οὐκ ἄδηλον. Διὰ τοῦδε τοῦ ῥητοῦ ὅτι καὶ πάσῃ τῶν θνητῶν ψυχῇ, περὶ ἧς ὁ λόγος, τὸ ἀχώριστον σώματος προσήκει, καὶ ὅτι τῇ λογικῇ καὶ τὸ χωριστόν, καὶ ὅτι πλεοναχῶς τὸ ἀχώριστον ἐνδείκνυται. καὶ πρός γε ὅτι οὐκ εἰ τὸ αὐτὸ καὶ χωριστὸν εἴη καὶ ἀχώριστον, μεριστὸν ἔσται, ἵνα κατὰ διάφορα μέρη ἔχῃ τὰ ἀντικείμενα, ἀλλ’ ἕτερον τρόπον καὶ οὐχ ὡς τὰ σώματα ὂν μεριστόν. διὸ καὶ ἐξ ὑποθέσεως ἔφη εἰ μεριστὴ πέφυκεν· οὐχ ὡς ἀγνοῶν ἢ ὡς μήπω δεδειχὼς ὅτι οὐ μεριστή, ἀλλ’ ὡς τρόπον μέν τινα ἀμέριστον πᾶσαν ψυχὴν καὶ εἰδὼς καὶ δεικνύς, ἐπειδὴ καὶ ἀσώματον (σῶμα γὰρ τὸ ἁπλῶς μεριστόν), τρόπον δὲ ἄλλον μέρη ἔχουσαν, εἰς τὴν ἐνέργειαν ἀπὸ τῆς οὐσίας διισταμένην βλέπων, καὶ εἰ τὸ μόνιμον τῆς λογικῆς καὶ <τὸ> προϊὸν ὡς διάφορα καταριθμοίη μέρη, ὅλης ἅμα ἐν τῇ προβολῇ τῆς γενεσιουργοῦ ζωῆς καὶ προιούσης καὶ μενούσης. οὕτω δὲ καὶ ἡ ὅλη σωμάτων ἀχώριστος λέγεται ἡ μέρη τινά, ἐπειδὴ καὶ τούτων ἑκάτερόν πὼς ἀληθὲς ἐπὶ τῆς λογικῆς, ὅλης τε ῥεπούσης καὶ προιούσης εἰς σῶμα καὶ ὡς ὀργάνῳ αὐτῷ υπηρετουντι χρωμένης, καὶ αὖ μέρους τινὸς ὡς καὶ νῦν ἐχούσης τὸ μόνιμον, καὶ τούτου ὄντος χωριστοῦ· ἀλλὰ τὸ μὲν χωριστὸν ἴδιον τῆς λογικῆς, τὸ δὲ ἀχώριστον πάσης κοινὸν τῆς τῶν θνητῶν ψυχῆς, οὐχὶ ἑκάστης μόνως οὔσης ἀχωρίστου, ἀλλὰ τῆς λογικῆς τῆς καὶ τὸ χωριστὸν ἐχούσης. καὶ τὸ ἀχώριστον δὲ οὐχ ὡσαύτως ὑπάρχει ταῖς τε τῶν ὀργάνων ὡς ἀργάνων ὁριστικαῖς ζωαῖς καὶ ταῖς τούτοις χρωμέναις, οὐδὲ ταῖς φυτικαῖς τε καὶ ταῖς αἰσθητικαῖς· καὶ ἐν ταύταις δὲ πολὺ τὸ πρὸς ἀλλήλας διάφορον, καὶ ἔτι μειζόνως πρὸς πάσας τὸ ἐν ταῖς λογικαῖς ἀχώριστον, ἀρχικὸν ὂν τοῦτο καθαρῶς σωμάτων, ὅπερ οἶμαι καὶ αὐτὸς δηλῶν ἐπιφέρει· p. 413a5 ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν. ἐνίων γὰρ λέγων ψυχῶν οὕτως ἔχειν τὴν ἐντελέχειαν, ὡς αὐτῶν τῶν σωματικῶν οὖσαν μερῶν, ὁποῖαι αἱ τῶν ὀργάνων ὡς ὀργάνων ὁριστικαὶ καὶ αἱ τοῖς φυσικοῖς πλησιάζουσαι εἴδεσιν ἐναργέστερον ἔχουσι τὸ εἶναι σωμάτων ἐντελέχειαι ἀχώριστοι· αἱ γὰρ χρώμεναι τοῖς ζῶσιν ὡς ὀργάνοις ἧττόν εἰσιν ἀχώριστοι καὶ μᾶλλον ἐμφαίνουσαι τὸ κατ’ οὐσίαν ὑπερέχον. δι’ ὧν ἅμα καὶ τὸ διάφορον τοῦ ἀχωρίστου ἐνδειξάμενος, ἐφεξῆς ὅτι καὶ πάντῃ χωριστή ἐστιν ἡ τῆς ψυχῆς οὐσία σαφῶς ὑπέμνησε, καὶ τὴν αἰτίαν προσθείς. p. 413a6 Οὐ μὴν ἀλλ’ ἔνιά γε οὐθὲν κωλύει διὰ τὸ μηθενὸς εἶναι σώματος ἐντελεχείας. Ἔνια δηλαδὴ μέρη, ἐπειδὴ ἡ ὅλη ψυχὴ ἅμα τε μένει καὶ προέρχεται, καὶ θεωρεῖ οὐδὲν τοῦ σώματος δεομένη, κἀν πράττουσά τι χρῆται τῷ σώματι. μέρη δὲ τρόπον τινὰ αὐτῆς τὸ μόνιμόν τε καὶ τὸ θεωρητικὸν καλεῖται, καὶ ὖ τὸ προιόν τε καὶ τὸ πρακτικόν. οὐδὲν δὲ κωλύειν ἔφη διὰ τὸ πᾶσαν ψυχὴν σώματος ἐντελέχειαν εἰρῆσθαι· ἐκώλυε γὰρ ἄν, εἰ καὶ καθ’ ὅλην αὑτὴν καὶ κατὰ πᾶσαν ἐνέργειαν ἑαυτῆς σώματος ἦν ἐντελέχεια. οὐδὲν δὲ κωλύει, εἰ ἔστι μέν, μὴ καθ’ ὅλην δὲ ἑαυτὴν μηδὲ κατὰ πάσαν ἐνέργειαν· ἔσται γὰρ ταύτῃ οὐδενὸς σώματος ἐντελέχεια. ὁ γὰρ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν, ὡς ἐν τῷ πρώτῳ εἶπε, [καὶ] ἐπειδὴ ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, οὐδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι ὁ θεωρητικός. διὸ οὐδὲ ἀμβλύνεται πρὸς τὴν τῶν ἐλασσόνων γνῶσιν ὑπὸ τῆς τῶν μειζόνων, ὡς ἡ αἴσθησις. p. 413a8 Ἔτι δὲ ἄδηλον, εἰ οὕτως ἐντελέχεια τοῦ σώματός ἐστιν ἡ ψυχή, ὥσπερ πλωτὴρ πλοίου. Διὰ τοῦ “ἐνίων ἐνίων γὰρ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν’’ τὴν πάντων σωμάτων ἀχώριστον παραδοὺς ζωήν, διὰ δὲ τοῦ “οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας τὴν πάντῃ χωριστήν, διὰ τούτων ἐπὶ τῆς αὐτῆς τὸ συναμφότερον ὁρᾷ. ἡ γὰρ ὡς χρωμένη ἐντελέχεια καὶ ἀχώριστός πῃ τῷ ὅλως χρῆσθαι καὶ χωριστή πῃ ὡς ἐξῃρημένως ὑπηρετοῦντι τῷ ὀργάνῳ χρωμένη· εἰ δὲ καὶ πῇ μὲν χρῆται, πῇ δὲ μηδ’ ὅλως, ὡς τὸ τοὐ πλωτῆρος δηλοῖ παράδειγμα, τὸ μὴ χρώμενον αὐτῆς πάντῃ ἐστὶ χωριστόν. διὰ τί οὖν ἄδηλον ἔτι εἶπεν, εἰ καὶ πλάσαι χαλεπόν; καὶ γὰρ ἐναργῶς ἡ θεωρητικὴ οὐδὲ ὡς ὀργάνῳ χρῆται. ἢ ἐπεὶ τὸ χρῆσθαι ὑπάρχει καὶ ταῖς ἀλόγοις, ἄδηλόν ἐστι πρὶν ἑκάστῃ ἰδιοτρόπως ἐπελθεῖν, τίνι τε διακριτέον τὸ χρήσιμον ἐπ’ αὐταῖς παρὰ τὸ τοῦ ὀργάνου ὁριστικὸν, καὶ ἐπὶ τίνων δεῖ καὶ χωριστὰς ἐνεργείας ζητεῖν. p. 413a9 τύπῳ μὲν οὖν ταύτῃ διωρίσθω. τύπον καλεῖ καὶ ὑπογραφὴν τὸν ἀποδοθέντα τῆς ψυχῆς λόγον, ἐπειδὴ μόνον ἀπεδίδου τὸ κοινῇ πάσῃ ὑπάρχον, ὁ δὲ ἀκριβὴς λόγος κατὰ τὴν ἑκάστου ἴδιον ἀποδίδοται οὐσίαν. ἴδιος δὲ ἡ καὶ τὸ κοινὸν ἰδιοτρόπως ὁρίζουσα. p. 413a11 ἐπεὶ δ’ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίγνεται τὸ σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον. ἐπεὶ οὐ τὸ ἀκριβὲς εἶχεν ὁ ἀποδοδεὶς λόγος διὰ τὸ μόνον ἐκφαίνειν τὸ κοινῇ πάσῃ ὑπάρχον, καὶ τοῦτο οὐχ ὡσαύτως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς λεγόμενα, ὅθεν καὶ ἀδύνατον πασῶν ὁμοῦ τὸν ἀκριβῆ ἀποδοθῆναι λόγον, ἅτε μὴ συνωνύμων οὐσῶν, ἀλλὰ καθ’ ἑκάστην ἐπεξιέναι ἀνάγκη, εἰ τοὐ ἀκριβοῦς |ἀντεχοίμεθα, πρὶν ἐπεξιέναι, τὸν τρόπον τῆς διδασκαλίας ἀφορίζεται ἐκ τῶν αἰτιατῶν εἰς τὰ αἴτια ἐπανιόντα. οὗτος γὰρ τοῖς μήπω τε- λείοις ἀλλ’ ἔτι ζητοῦσι σύμμετρος ὁ τρόπος. φύσει μὲν γὰρ καὶ τῷ ἑπομένῳ τῇ φύσει ἐπιστημονικῷ λόγῳ σαφέστερα τὰ αἴτια, πρὸς αἴσθησιν δὲ καὶ πρὸς ἡμᾶς τοὺς μήπω τελείους τὰ αἰτιατά, ὡς καὶ ἐν ἀρχῇ τῆς Φυσικῆς εἴρηται ἀκροάσεως. καὶ νῦν ἐκ τῶν ἀσαφῶν μέν, φησί, (ἐλλείπει δὲ τῇ λέξει τὸ τῇ φύσει καὶ τῷ λόγῳ) φανερωτέρων δὲ (καὶ πάλιν ἐλλείπει τὸ ὡς πρὸς ἡμᾶς καὶ τὴν αἴσθησιν) γίνεται τὸ σαφές· παρεῖται δὲ πάλιν τὸ τῇ φύσει, εἴρηται δὲ τὸ καὶ κατὰ τὸν λόγον γνωριμώτερον. p. 413al2 Πειρατέον πάλιν οὕτως ἐπανελθεῖν. Τὸ μὲν πάλιν εἰπὼν ὡς ἤδη τινὰ ἀπογραφικὸν ἀποδοὺς λόγον, τὸ δὲ οὕτ’ ὡς ἐπανελθεῖν, ἐπειδὴ κρείττω καὶ ἀνώτερα τὰ τῷ λόγῳ γνώριμα τῶν πρὸς αἴσθησιν. p. 413a13 Οὐ γὰρ μόνον τὸ ὅτι δεῖ τὸν ὁριστικὸν λόγον δηλοῦν. τοῦ ἐπανελθεῖν τὴν αἰτίαν ἐπάγει, διὸ καὶ τῷ αἰτιολογικῷ χρῆται συνδέσμῳ, ἐπειδὴ μὴ ἐμμένειν δεῖ τοῖς αἰτιατοῖς, ἀλλ’ ἐντεῦθεν εἰς τὰ αἴτια ἀνάγεσθαι. εἴρηται δὲ ἐν τοῖς δευτέροις Ἀναλυτικοῖς, ὡς ὁ μέν τίς ἐστιν ὁρισμὸς συμπέρασμα ἀποδείξεως, ὁ δὲ μέσος ὅρος τοῦ συλλογισμοῦ, ὁ δὲ ὅλος συλλογισμὸς θέσει διαφέρων τῆς ἀποδείξεως. καὶ διώρισται ὡς ὁ μὲν κατὰ τὸ συμπέρασμα τοῦ αἰτιατοῦ καὶ τοῦ εἰδοποιουμένου ἐστὶν ὁρισμός, ὅπερ νῦν πρᾶγμα καλεῖ, ὁ δὲ κατὰ τὸν μέσον ὅρον τοῦ εἴδους καὶ τοῦ αἰτίου, ὁ δὲ θέσει τῆς ἀποδείξεως διαφέρων ὁ τὸ αἰτιατὸν ἅμα λέγων καὶ τὸ αἴτιον. οἷον ὁ ἄνθρωπος ζωῇ χαρακτηρίζεται λογικῇ, πεπερασμένα ἐχούσῃ μέτρα· τοῦτο δέ ἐστι ζῷον λογικὸν θνητόν, καὶ ἔστιν οὗτος τοῦ συνθέτου ὅρος, ἡ δὲ πεπερασμένα ἔχουσα μέτρα λογικὴ ζωὴ τὸ εἶδος τὸ καὶ τοῦ συμπεράσματος καὶ τοῦ πράγματος αἴτιον, τοῦ συνθέτου φημί. καὶ ἐφ’ οὗ αὐτὸς χρῆται παραδείγματος, ἐπειδὴ ἐὰν τρεῖς ὦσιν εὐθεῖαι ἀνάλογον, τὸ ἀπὸ τῆς μέσης ἀναγραφόμενον τετράγωνον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ἄκρων περιεχομένῳ ὀρθογωνίῳ, ἑτερομήκει δηλαδὴ ὄντι, ὁ μὲν τὸ τετραγωνίσαι ἑτερόμηκες ὁριζόμενος, τῷ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον αὐτὸ τὸ ἀποτελούμενον καὶ δεικνύμενον ὁρίζεται, ὃ δὴ συμπέρασμα καλεῖ ὡς γεωμετρικῶς ἀποδεικνύμενον· ὁ δὲ μέσης τῶν τοῦ ἑτερομήκους ἀνίσων πλευρῶν εὕρεσιν αὐτὸ ὁριζόμενος τὴν αἰτίαν λέγει, δι’ ἧς καὶ γίνεται ἑτερομήκει ἴσον τετράγωνον καὶ δείκνυται, ὡς οὐ τοῦ συμπεράσματος μόνου εἰρῆσθαι τὴν αἰτίαν, ἀλλὰ καὶ τοῦ πράγματος. p. 413a20 Αέγομεν οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν. τὸν τρόπον τῆς διδασκαλίας ὁρίσας ὡς ἀπὸ τῶν πρὸς ἡμᾶς σαφῶν ἐπὶ τὰ τῇ φύσει τοιαῦτα ἐπανιόντα, καὶ ὅτι χρὴ τὸν καλῶς ἔχοντα ὅρον τῆς αἰτίας ἔχεσθαι ὑπομνήσας, καὶ ταύτης ἀκριβῶς, ἀλλ’ οὐ τύπῳ τινὶ καὶ ὑπογραφικῶς, διὰ μὲν τὸν τῆς διδασκαλίας τρόπον ἀπὸ τῶν τῇ αἰσθήσει γνωρίμων τῆς περὶ ψυχῆς ἄρχεται θεωρίας, ὅπερ καὶ εὐθὺς ποιεῖ τῷ τὸ ἔμψυχον τοῦ ἀψύχου διωρίσθαι τουτέστι διαφέρειν τῷ ζῆν· διὰ δὲ ἰῆς εἰς τὸ αἴτιον ἀναδρομῆς οὐ τῷ ἐμψύχῳ ἐμμένει, ἀλλ’ εἰς τὸ αἴτιον αὐτοῦ τὴν ψυχὴν ἀναγόμενος. ἵνα δὲ μὴ τύπῳ ἔτι ἀλλὰ ἀκριβεῖ αὐτὴν θεωρῇ ὅρῳ, 26v οὐ κοινῶς ἀλλ’ ἕκαστον εἶδος ψυχῆς ἰδίᾳ ὁρίζεται· ἐπεὶ καὶ ὁ κοινὸς ἀποδοθεὶς τῆς αἰτίας εἴχετο ἡ γὰρ ἐντελέχεια εἶδος καὶ αἰτία τοῦ κατ’ αὐτὴν τελειουμένου), ἀλλ’ οὐδὲ εἰ τὸ κοινὸν συνωνύμως κατηγορεῖτο, οὐδ’ οὕτως ἡ τοῦ κοινοῦ θεωρία ἱκανὴ πρὸς ἀκρίβειαν χωρὶς τοῦ ἰδίου. ἀλλὰ πῶς τὸ ἔμψυχον διορίζεται τοῦ ἀψύχου τῷ ζῆν; διὰ τὸ ἔνδοθεν κινεῖσθαι, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ καὶ ἡ ἐνάργεια δηλοῖ. καὶ τὸ κινοῦν τοίνυν ἔνδοθεν. ἀλλ’ εἰ τοῦτο, πῶς οὐκ αὐτοκίνητος ψυχὴ ἡ ἀφ’ ἑαυτῆς ἐγειρομένη; κίνησις γάρ τις ἡ ἔγερσις. ἢ ἐπειδὴ πράγματα μὲν τὰ αὐτὰ καὶ ὡσαύτως ὁ Ἀριστοτέλης νοεῖ τῷ Πλάτωνι, ὀνομάζει δὲ τὴν συνήθειαν ἐνίοτε ὑπειδόμενος οὐχ ὡσαύτως· οὐ γὰρ αὐτοκίνητον τὴν ψυχήν, ἐπειδὴ μηδὲ κίνησιν αὐτῆς προσαγορεύει τὴν ἐνέργειαν. ὀρθὸν οὖν καὶ κατ’ αὐτὸν ἀποδιδόναι αὐτῇ τὸ αὐτενέργητον ὡς ὑφ’ ἑαυτῆς ἐγειρομένῃ. ἐνέργεια δέ τις ἡ ἔγερσις· τὸ δὲ οἷον ζέον καὶ ὑφ’ ἑαυτοῦ βράττον ἡ ζωὴ δηλοῖ. p. 413a22 Πλεοναχῶς δὲ τοῦ ζῆν λεγομένου. Τὸ πλεοναχῶς ἢ ἐπὶ τῶν ὁμωνύμων, ἢ ἐπὶ τῶν ὡς ἀφ’ ἑνὸς εἴωθε λέγειν. ἀλλ’ ὁμωνύμως οὐκ εἴρηται νῦν ἐπειδὴ καὶ ὡς πράγματος ἑνὸς μίαν τοῦ ζῆν προβαλλόμεθα ἔννοιαν. ἐν δὲ τοῖς ἀφ’ ἑνὸς λεγομένοις, ὅσα μὲν τελείως, κἀν δευτέρως ἢ τρίτως ἢ ἐσχάτως, τελείως δὲ μετέχει, καὶ τῷ τῆς φύσεως τοῦ πράγματος προηγουμένως δηλωτικῷ καλεῖται ὀνόματι καὶ τῇ ἐξ αὐτοῦ παραγομένῃ μεθέξει· ὅσα δὲ ἀτελῶς μετέχει, τῇ μὲν ἀπ’ αὐτοῦ μεθέξει προσαγορεύεται, οὐ μὴν ἔτι τῷ τοῦ |πράγματος προηγουμένως σημαντικῷ ὀνόματι. οἷον τὸ ἔτι γινόμενον εἶναι μὲν λέγομεν, ὂν δὲ οὐ φαμέν, καὶ λελευκάνθαι μὲν τὸ ἀτελὲς ἔτι, οὐχὶ δὲ λευκόν· καὶ ἰατρεύειν καὶ κιθαρίζειν τοὺς ἔτι μανθάνοντας, οὐ μὴν ἰατροὺς καὶ κιθαριστὰς, καὶ τρέχειν μὲν καὶ γράφειν τοὺς παῖδας, οὐ δρομέας δὲ καὶ γραφέας. τοὺς μέντοι τελείους ὄντας καὶ εἶναι λέγομεν κιθαριστὰς καὶ κιθαρίζειν, καὶ τὰ ἄλλα ὡσαύτως. οὕτω δὴ καὶ ζῷα μὲν καλεῖ ὁ φιλόσοφος, ὅσα κατὰ τελείαν τὴν ἀφ’ ἑαυτῶν ἐγειρομένην χαρακτηρίζεται ζωήν, καὶ τὰ μὲν πρώτως ὡς <ἀφ᾿> ἑαυτῶν εἰς ἑαυτὰ ἐνεργοῦντα, τὰ δὲ δευτέρως ὡς ἀφ’ ἑαυτῶν ἄλλα, τὰ δὲ μέσως ὡς ἐφ’ ἑκάτερα, καὶ ταῦτα κατὰ διάφορα μέτρα· ἅπερ ἅπαντα καὶ ζῷα καὶ ζῆν λέγει. ὅσα δὲ ἀτελῆ καὶ οὐκ εἰλικρινῆ τὴν ἔνδοθεν ἔχει ἔγερσιν, ἀλλὰ μέσην ταύτης τε καὶ τῆς τοῦ πάντῃ ἑτεροκινήτου, ἵνα μὴ καὶ ἀμέσως τὸ ἀφ’ ἑαυτοῦ τῷ ἑτέρωθεν συνεχίζηται (τοιαῦτα δὲ τὰ κατὰ τὴν φυτικὴν ζῶντα ψυχήν), ζῆν μὲν λέγει, οὐ μὴν ἔτι ζῷα προσαγορεύει. διὸ καὶ τὴν διαφορὰν ὑποδεικνὺς τῶν ἐμψύχων πάντων πρὸς τὰ ἄψυχα τῷ ζῆν αὐτὰ διακρίνει, ὃ κοινὸν τῶν ὁπωσοῦν ζώντων ἐστίν· ὡς ὅταν γε ἀντιδιαιρῇ τὸ ζῆν πρὸς τὸ ζῷον, πρόδηλον ὅτι τὸ κατὰ τὴν ἀτελῆ 27r μέθεξιν τῆς ζωῆς παραλαμβάνει ζῆν· τὸ γὰρ κατὰ τὴν τελείαν καὶ τῷ ζῴῳ προσήκει. p. 413a22 Κἄν ἕν τι τούτων ἐνυπάρχῃ μόνον, ζῆν λέγομεν, οἷον νοῦς αἴσθησις καὶ τὰ ἑξῆς. Ζῆν γὰρ ἐκεῖνο λέγομεν, ᾧ ἄν ἕν τι τούτων ὑπάρχῃ. εἴληπται δὲ ὁ μὲν νοῦς ὡς τὴν λογικὴν δηλῶν ζωήν, ᾗ καὶ ἡ βούλησις συνείληπται, ἡ δὲ αἴσθησις οὐχ ὡς μόνης τῆς ἀλόγου καλουμένης σημαντικὴ γνώσεως, ἀλλὰ καὶ τῆς συμφυοῦς αὐτῇ ὀρέξεως. νοῦς μὲν οὖν καὶ αἴσθησις ζωῆς εἰσι προηγουμένως δηλωτικά, αἱ δὲ κινήσεις ἐνεργειῶν ζωτικῶν, ἡ μὲν κατὰ τόπον πρώτως τοῖς τελειοτέροις τῶν ζῴων ὑπάρχουσα, ἡ δὲ κατὰ τὴν θρεπτικὴν ἀλλοίωσιν ἅπασι τοῖς θνητοῖς. p. 413a25 Διὸ καὶ τὰ φυόμενα πάντα δοκεῖ ζῆν. Διὰ τὴν τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν· καὶ τὸ δοκεῖ χώραν ἔσχε διὰ τὸ ἀτελὲς τῆς ζωῆς καὶ τὸ τῶν ζώντων τε καὶ μὴ ζώντων μεταίχμιον· ὅθεν καὶ παραμυθίας ἐδεήθη πρὸς πειθὼ τοῦ ζῆν τὰ φυόμενα. εἰ γὰρ πάντα τὰ προσθήκην τινὰ ὑπ’ ἄλλων δεχόμενα καθ’ ἕν τι δέχεται μόριον, καὶ οὐ κατὰ πάντα ὁμοίως τὰ ἀντικείμενα (καὶ γὰρ εἰ σφαιροειδῶς τι τῷ χαλκῷ προστιθείης, ἀλλ’ οὐχὶ καὶ κατὰ βάθος αὐτὸν αὐξήσεις), δῆλον ὡς τὰ κατὰ πὰν ὁμοίως αὐξόμενα ἔνδοθεν ἕξει τῆς προσθήκης αἰτίαν. κίνησις δέ τις ἡ αὔξησις. κινήσεως οὖν ἔνδοθεν ἔχοντα ἀρχὴν ὀρθῶς ἀξιοῦμεν ζῆν. τὴν δὲ μεσότητα αὐτῆς πάλιν ἐνδεικνύμενος δύναμιν ἔφη καὶ ἀρχήν, διὰ μὲν τῆς ἀρχῆς τὸ ἡγεμονικόν, διὰ δὲ τῆς δυνάμεως τὸ ἀτελὲς αὐτῆς καὶ ὑφ’ ἑτέρου ἐγειρόμενον παριστῶν· ἐπὶ τούτων γὰρ εἴωθεν ὁ φιλόσοφος τὰ πλεῖστα τῷ τῆς δυνάμεως χρῆσθαι ὀνόματι. καὶ δεῖ τῆς τοιαύτης ζωῆς πᾶσι τοῖς θνητοῖς. ταύτῃ γὰρ γεννᾶταί τε καὶ τρέφεται καὶ διαμένει, σωματοειδεστάτῃ οὔσῃ ζωῇ καὶ συμμέτρῳ αὐτοῖς, καὶ διὰ τοῦτο ἐσχάτῃ καὶ οὐκ εἰλικρινεῖ ζωῇ. ἀλλ’ εἰ μὴ τὸ ὅλον ὑφ’ ἑαυτῶν ἐγείρεται, καὶ ὑφ’ ἑτέρου δὲ τὰ οὕτω ζῶντα, τί τὸ ἔξωθεν ἐγεῖρον; ἢ ταύτῃ τοῖς ἑτεροκινήτοις ἐοικότα κινοῖτο ἄν καὶ αὐτὰ ὡς τὰ στοιχεῖα κατὰ φύσιν ὑπὸ τοῦ ὑποστήσαντος ὡς ἑτέρωθεν καὶ ἔξωθεν· ἐπεὶ καὶ τὰ ἔνδοθεν ὅλα ἐγειρόμενα καὶ ὑπὸ τοῦ ὑποστήσαντος ἐγείρεται. ἀλλὰ ταῦτα μὲν διὰ τῆς πρὸς αὐτὸ συναφῆς, καὶ ὅσῳ μειζόνως συνάπτεται τῷ αἰτίῳ, μειζόνως ἐστὶν αὐτενέργητον, τὰ δὲ ἑτεροκίνητα διὰ τὴν ἀπόστασιν ἔχει τὴν δι’ ἑτερότητος παραδοχὴν τῆς ἐγέρσεως. p. 413a31 Χωρίζεσθαι δὲ τοῦτο μὲν τῶν ἄλλων δυνατόν, τὰ δὲ ἄλλα τούτου ἀδύνατον ἐν τοῖς θνητοῖς. φανερὸν δέ. τοῦτο μὲν γὰρ ἀμέσως τὸ τῆς ζωῆς εἶδος τοῖς σώμασιν ἐφεστὼς τοῖς φθαρτοῖς διὰ τῆς ἐπιρροῆς αὐτὰ ἀναπληροῖ, τὰ δὲ ἄλλα οὐκ ἄνευ τούτου τοῖς θνητοῖς παραγίνεται, ὅτι καὶ γεννᾶται καὶ τρέφεται διὰ τούτου. p. 413b1 Τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει πᾶσι τοῖς ζῶσι. οὐχ ἀπλῶς τὸ ὁπωσοῦν ζῆν ἦν γὰρ καὶ τὸ κατὰ νοῦν καὶ κατ’ αἴσθησιν ζῆν), ἀλλὰ τὸ ἀντιδιαιρούμενον πρὸς τὸ ζῷον, τουτέστι τὸ ἀτελῶς καὶ ἡ ἐσχάτη ζωή. ἀντιδιαιρεῖ γὰρ λέγων τὸ μὲν ζῆν διὰ ταύτην, τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως. p. 413b4 Αἰσθήσεως δὲ πρῶτον ὑπάρχει πᾶσιν ἁφή. |Σωματοειδεστάτη οὖσα τῶν αἰσθήσεων καὶ παθητικωτάτη, διὸ καὶ τῶν πλησίον ἀντιλαμβάνεται μόνων. τῇ γὰρ ἁφῇ συνείληπται καὶ ἡ γεῦσις καὶ ἔστιν ἀναγκαιοτάτη τοῖς ζῴοις, ὡς καὶ τοῦτο ῥηθήσεται ὕστερον. p. 413b 10 Νῦν δ’ ἐπὶ τοσοῦτον εἰρήσθω μόνον, ὅτι ἐστὶν ἡ ψυχὴ τῶν εἰρημένων τούτων ἀρχή. τῶν εἰρημένων μὲν λέγει νοῦ τε καὶ αἰσθήσεως καὶ τῆς κινητικῆς τε καὶ θρεπτικῆς ζωῆς, ἀρχὴν δὲ τὴν εἰδητικὴν αἰτίαν. ἡ δὲ ψυχὴ τοιαύτη ὡς οὐ τὸ μετέχον αὐτῶν οὖσα, ἀλλ’ ὡς αὐτὸ δὴ τὸ νοητικόν τε καὶ αὐσθητικὸν πέρας. ἐπεὶ δὲ οὐ τὸ ἀμέριστόν ἐστιν εἶδος ἡ ψυχὴ οὐδὲ ὁ πρώτιστος ὅρος, εἰς λογικὴν δὲ ὑπέβη ἀνέλιξιν, οὐ μόνον αὐτὴν τούτων ἀρχήν, ἀλλὰ καὶ ὡρίσθαι τούτοις ἔφη. τὸ γὰρ συναμφότερον αὐτῇ ὁμοῦ ἐκ τῶν ἄκρων ἐπιτρέπει, τὸ οὕτως ἄρχον ὡς ὁριζόμενόν πὼς· ὧν ἡ μὲν ἀρχὴ τοῖς πρὸ αὐτῆς, τὸ δὲ ὡρίσθαι τοῖς μετ’ αὐτὴν κυρίως προσήκει. τῷ δὲ διανοητικῷ ἀντὶ τοῦ νοῦ χρώμενος δηλοῖ καὶ πρότερον διὰ τοῦ νοῦ τὸν λόγον σημαίνων. p. 413b13 Πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόριον ψυχῆς. ἐπειδὴ ἐν τοῖς λογικοῖς ζῴοις πάσαι αἱ εἰρημέναι ὑπάρχουσι ζωαί, προτίθεται μὲν ἐπισκέψασθαι, εἰ διαφόρων ἐστὶν ἑκάστη σωματικῶν μορίων ἐντελέχεια, ὡς ὁμοίως τὴν ψυχὴν τῷ σώματι μεμερίσθαι· ἐπειδὴ καὶ ἐπὶ τῷ τέλει τοῦ πρώτου οὐ ψυχὴν ἑκάστην, ἀλλὰ μόρια πάσας μιᾶς ἐτίθετο ψυχῆς, διὰ δὲ τὸ τέλειον τῆς διαιρέσεως καὶ αὐτὸ τοῦτο ὅπερ ἤδη διακέκριται προτείνει, πότερον ἑκάστη τούτων αὐτοτελής ἐστι ψυχὴ ἢ μόριον ψυχῆς. ἀλλὰ πρὸς θάτερον οὐδὲν ἀποκρινόμενος, ὡς ἐκεῖ διακρίνας ἱκανῶς, τὸ λοιπὸν ἐπεξεργάζεται, εἰ οὕτως ἐστὶ μόρια, ὡς μὴ τῷ λόγῳ μόνῳ τουτέστι τῇ ἰδιότητι διωρίσθαι ἀλλήλων, ἀλλὰ καὶ τῷ τόπῳ, τῶν διαφόρων ζωῶν διαφόροις τοῦ σώματος μορίοις ὡς ἐν τόποις ἱδρυμένων, ὡς δοκεῖ ὁ Τίμαιος τῇ μὲν κεφαλῇ τὸν λόγον, τῇ δὲ καρδίᾳ τὸν θυμόν, τῷ δὲ ἥπατι τὸ ἐπιθυμητικὸν ἐνοικίζων· αὐτὸς τὸν μὲν θεωρητικὸν λόγον καὶ παντελῶς χωρίζων τοῦ σώματος, τὰς δὲ λοιπὰς ζωὰς διὰ τὸ τὰ σωματικὰ μόρια ἐνίοτε πρὸς ὑποδοχὴν διαφόρων ζωῶν παρεσκευάσθαι μὴ καὶ αὐτὰς ὁμοίως ἐκείνοις νομίζων ἀπ’ ἀλλήλων μεμερίσθαι, δυναμένας τῷ αὐτῷ μορίῳ καὶ ἅμα πλείους ὑπάρχειν. ἄλλος γὰρ ὁ ψυχικὸς μερισμός, εἰ δεῖ καὶ μόρια λέγειν ἐπ’ αὐτῆς, παρὰ τὸν σωματικόν, καὶ ἅμα μὲν τὴν πρὸς τὰ εἴδη ὕφεσιν διὰ τὸν ὁποιονοῦν μερισμόν, ἅμα δὲ τὴν πρὸς τὰ σώματα ὑπεροχὴν τῆς ψυχῆς διὰ τὴν τῶν πασῶν ὁμοῦ ἐν ἑνὶ παρουσίαν δηλοῖ. p. 413b15 Περὶ μέν τινων τούτων οὐ χαλεπὸν ἰδεῖν, ἔνια δὲ ἀπορίαν ἔχει. οὐχὶ τῷ Ἀλεξάνδρῳ ἑπόμενος οἶμαι λέγειν αὐτὸν ἀπορίαν ἔνια ἔχειν διὰ τὸν νοῦν. ἐκεῖνον γὰρ διαρρήδην καὶ πρότερον ἀπεφήνατο μὴ συνέχειν τι σῶμα, καὶ ἐπάγει εὐθὺς μήπω μὲν εἶναι φανερὰ τὰ περὶ τῆς θεωρητικῆς δυνάμεως ὡς οὔπω τῆς τελέας περὶ αὐτῆς παραδεδομένης θεωρίας, εἶναι δέ τι ψυχῆς γένος ἕτερον καὶ χωρίζεσθαι καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ. ἀλλ’ ἐπ’ ἐνίων μὲν ῥᾳδίαν εἶναι ἰδεῖν τὴν ἕνωσιν, τῶν τε φυτικῶν δυνά- μεων τῆς τε θρεπτικῆς καὶ αὐξητικῆς καὶ γεννητικῆς καὶ ἐπὶ τῶν ζῴων τῆς αἰσθητικῆς καὶ ὀρεκτικῆς· καὶ γὰρ ἐν τοῖς φυτοῖς διαιρουμένοις ἡ ὅλη φυτικὴ ἐνυπάρχει ψυχή, καὶ τῶν ἐντόμων ἑκάτερον μόριον μέχρι τινὸς αἰσθάνεταί τε καὶ κινεῖται· ἔνια δὲ ἀπορίαν ἔχει, ὄψις ἀκοὴ ὄσφρησις γεῦσις, ἐπειδὴ διωρισμένοις χρῶνται ὀργάνοις. ἢ πρῶτον μὲν ἄν τις ἐκ τῶν ἄλλων καὶ περὶ τούτων τεκμήραιτο, ὡς οὐ καθ’ ἑαυτὰς ἀλλὰ διὰ τὰ ὄργανα διεστᾶσι μεριστῶς ἄλλο πρὸς ἄλλην γεγονὸς αἴσθησιν· ἔπειτα δὲ δηλοῖ τὸ ἡνωμένον καὶ τούτων πρὸς ἀλλήλας ἡ εἰς ἓν πασῶν συνδρομή, ὃ καὶ ξανθὸν καὶ γλυκὺ καὶ εὐῶδες ἐρεῖ τὸ μέλι. p. 413b 18 Ως οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχεία μὲν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δὲ πλειόνων. δοχήν, ἐπειδὰν φυτευθῇ. δυνάμει οὖν πλείους αἱ ἐν ἑνὶ φυτῷ ὡς διαιρε- θέντι κατὰ κλάδους καὶ φυτευθέντι πλείους ἐνυπάρξουσαι. p. 413b19 οὕτως ὁρῶμεν καὶ περὶ ἑτέρας διαφορὰς τῆς ψυχῆς. Τὸ οὕτως οὐ πρὸς τὸ πλείους εἶναι δυνάμει ψυχὰς ἀποδίδοται (οὐκέτι γὰρ ὡς ἐπὶ τῶν φυτῶν τοῦτο συμβαίνει) ἀλλὰ πρὸς τὸ διαιρούμενα καὶ αὐτὰ ζῆν τὴν ὅλην ἑκάτερον μόριον ζωήν. |p. 413b22 Εἰ δὲ αἴσθησιν, καὶ φαντασίαν. Εἰ γὰρ καὶ μὴ διηρθρωμένην, ἀλλ’ ἀόριστον καὶ τὰ ἔσχατα ἔχει ζῷα φαντασίαν, ἵνα καὶ ὀρέγηται τοῦ ἀπόντος. p. 413b24 Περὶ δὲ τοὐ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερὸν. ἐπειδὴ νοῦν οἶδε καὶ τὴν καθαρῶς ἀμέριστον ὑπὲρ τὴν ψυχὴν οὐσίαν, νοῦν δὲ καλεῖ καὶ τὸν παθητικὸν ἐν συμπλοκῇ τῆς λογικῆς προιούσης ζωῆς καὶ τῶν σωματοειδῶν ζωτικῶν δυνάμεων συνιστάμενον, καὶ πρός γε τὸν πρακτικὸν τὸν χρώμενον λόγον ταῖς τοιαύταις ζωαῖς, ἀλλ’ οὐκ ἐξ αὐτῶν συνεστῶτα, ἵνα τὸν μηδὲ χρώμενον αὐταῖς δηλώσῃ λόγον, νοῦν τε αὐτὸν καλεῖ καὶ θεωρητικὴν αὐτῷ ἀποδίδωσι δύναμιν, διὰ μὲν τῆς δυνάμεως τὴν ὕφεσιν αὐτοῦ πρὸς τὸν κρείττονα σημαίνων νοῦν, ἐπειδὴ τῇ δυνάμει οὐ πάνυ ἐπὶ τῆς ἀμερίστου χρῆται οὐσίας ὁ Ἀριστοτέλης, ἀλλὰ τῇ ἐνεργείᾳ, διὰ δὲ τοῦ θεωρητικοῦ τὴν εἰς ἑαυτὸν καὶ εἰς τὰ κρείττω τοῦ λόγου δηλῶν ἐπιστροφήν. περὶ δὴ τούτου οὐδὲν εἶναι λέγει φανερόν, ὡς μηδὲ τοῦ ἀποδεδομένου τῆς ψυχῆς ὅρου τῷ τοῦ θεωρητικοῦ λόγῳ ὡς θεωρητικῷ προσήκοντος, οὐδὲ τῷ] πρὸς τὰς σωματικὰς ζωὰς ἡνωμένῳ· τοὐναντίον γὰρ ἐν τῷ χωρίζεσθαι ἀπ’ αὐτῶν ἡ θεωρία. ᾧ καὶ δῆλόν ἐστιν, ὡς ἕτερον γένος ἐστὶ ψυχῆς ὁ λόγος παρὰ τὰς ἀχωρίστους σωμάτων ὁ χωρίζεσθαι πεφυκώς, καὶ νῦν μὲν μίαν μετ’ αὐτῶν συμπληρῶν οὐσίαν, ὡς καὶ μετὰ σώματος τὴν σύνθετον, ποιὲ δὲ πάσας ἀπολείπων τὰς δευτέρας. καὶ τὸ ἔοικεν οὐκ ἀμφιβόλως εἴρηκεν, ὡς τῷ Ἀλεξάνδρῳ δοκεῖ (οὐδὲ γὰρ πολλὴ ἡ τοιαύτη τοῦ ἔοικε παρὰ τοῖς παλαιοῖς χρήσις), ἀλλ’ ἀντὶ τοῦ πρέπει καὶ φαίνεται. ἑτέρα τε κατ’ οὐσίαν ἡ λογικὴ ψυχὴ τῶν λοιπῶν καὶ πάντῃ αὐτῶν ποτε χωριζομένη καὶ ἀίδιος οὖσα ἐκείνων φθειρομένων, ὅσαι τοῦ φθαρτοῦ σώματος ἰδίως εἰσὶν ἐντελέχειαι. τό γε μὴν χωριστὸν καὶ ἀπὸ πασῶν ἔχει τῶν ὁποιουοῦν σώματος ἀχωρίστων. ἡ γὰρ θεωρία χωριστή ἐστιν ἐνέργεια, αὕτη δὲ οὐσίας χωριστῆς καὶ δι’ ὅλης ζώσης μᾶλλον δὲ αὐτὸ τοῦτο ζωῆς οὔσης καὶ ὅλην ἑαυτὴν τῇ θεωρίᾳ ἀποπληρούσης καὶ οὔτε μεριστῆς (τοῦτο μὲν γὰρ οὐδ’ ἄλλο τι εἶδος, καὶ οὐχ ἥκιστα γνωστικόν) ἀλλ’ οὐδὲ μεριστῷ χρωμένης, διὰ τὸ καθ’ ὅρους βαίνειν καὶ διὰ τὴν εἰς ἑαυτὴν καὶ εἰς τὸ ἀμέριστον σύννευσιν. ὅθεν καὶ ἀίδιος δείκνυται· οὔτε γὰρ ὡς μεριστὴ διαιρεθήσεται, ὅτι οὐ μεριστή, οὔτε ὡς σύνθετος διαλυθήσεται διὰ τὸ ἁπλοῦν, οὔτε ὡς τὰ μεριστὰ εἴδη τῆς ὕλης ἀναρμοστούσης διὰ τὸ χωριστόν. μόνος οὖν χωριστὸς ὁ λόγος, ἐπειδὴ αἱ ἄλλαι ζωαὶ σωματοειδεῖς πάσας ἔχουσι τὰς ἐνεργείας. p. 413b27 Τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστὰ καθάπερ τινές φασι. τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερὸν. Μόρια μὲν οὐχ οἷα τὰ σωματικά (τοῦτο γὰρ δέδεικται), ἀλλὰ διὰ τὴν ἀπὸ τοῦ ἀμερίστου ὑπόβασιν. τὰ δὲ λοιπὰ εἶπεν, ὡς καὶ τοῦ θεωρητικοῦ νοῦ μορίου ὄντος ἐν τῇ πρὸς τὰ ἔξω ῥοπῇ καὶ πρὸς τὰ χείρω συμπλοκῇ. οὐκ ἔστι δὲ ἐκεῖνα, ὡς ὁ Τίμαιος λέγει, ἀλλήλων χωριστὰ τόπῳ διαφόροις ἐνοικοῦντα τοῦ σώματος μορίοις. καλῶς δὲ καὶ τὴν διάφορον τῶν συνπαρχουσῶν ζωῶν πιστοῦται ἰδιότητα ἐκ τῶν διαφόρων ἐνεργειῶν· εἰ γὰρ τὸ αἰσθάνεσθαι τοὐ δοξάζειν ἕτερον, καὶ τὸ αἰσθητικὸν τοῦ δοξαστικοῦ, καὶ ἡ αἴσθησις τῆς δόξης. ποιεῖ δὲ διαφορὰν τῶν ζῴων τὸ ἢ πάσας ἐνυπάρχειν τὰς ζωάς, ὡς ἐπὶ τῶν ἀνθρώπων, ἢ οὐ πάσας μὲν πλείους δέ, ὡς ἐπὶ τῶν ἄλλων ζῴων, ἢ μίαν μόνην τὴν φυτικήν, ὡς ἐπὶ τῶν φυτῶν. δι’ ὧν μοι δοκεῖ καὶ ἑκάστης ζωῆς διαφορὰν αὐτῆς πρὸς ἑαυτὴν αἰνίττεσθαι. οὐ γὰρ ὁμοία οὐδὲ πάντῃ ἀδιάφορος ἡ μετὰ λόγου αἴσθησις τῆς ἄνευ λόγου, ἀλλ’ οὐδὲ ἡ ὡρισμένην κινοῦσα φαντασίαν τῆς ἀορίστως φαντασιουμένης. διὸ καὶ πολλὴ καὶ ἡ κατὰ βάθος ἐν ἑκάστῃ ζωῇ διαφορά, καὶ ἐν τῇ φυτικῇ ζωῇ πολὺ τὸ διάφορον, ἢ λογικοῦ ὀργάνου οὔσῃ θρεπτικῇ, ἡ ἀλόγου μὲν κινουμένου δὲ κατὰ τόπον, ἢ μόνου αἰσθητικοῦ, ἢ τοῦ ἀναισθήτως ζῶντος καὶ κατερριζωμένου ἐν τῇ γῇ. τὴν δὲ αἰτίαν τούτων ἐρεῖ μετ’ ὀλίγον. p. 414a4 ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ ᾧ αἰσθανόμεθα διχῶς λέγεται, καθάπερ ᾧ ἐπιστάμεθα. ἐπειδὴ κεῖται εἶδός τι εἶναι ἡ ψυχή, οὐχ οἷον τὸ ἑαυτοῦ ὂν καὶ ἄυλον ἥ γε τῶν θνητῶν, ἀλλὰ σώματος ὀργανικοῦ, διὰ τούτων ὅτι ζωτικόν ἐστιν εἶδος ἐκ τοῦ ταύτῃ τὸ ἔμψυχον τοῦ ἀψύχου διαφέρειν λαβὼν διορίζει μὲν τὰ αἴτια καὶ τὰ αἰτιατὰ κὰν τοῖς αἰτίοις τίθεται τὴν ψυχήν, οὐ |τοῖς ὑλικοῖς, ἀλλὰ τοῖς εἰδητικοῖς, οἷς καὶ τὰ ποιητικά τε καὶ τελικὰ συντρέχει, ἀφορίζει δὲ καὶ τὸ κατ’ αὐτὴν αἰτιατὸν καὶ ἐκφαίνει τὴν πρώτην οὐσίαν ἐν τοῖς ζῴοις τὴν ψυχὴν ὑπάρχουσαν. οὐσίαι μὲν γὰρ καὶ τὸ φυσικὸν σῶμα, ὅπερ ὡς ὕλη ἐν τοῖς ζῴοις, κυριωτέρα δὲ τὸ ἔμψυχόν τε καὶ ζῷον, ἧς πρώτη28v καὶ κρείττων ἅτε καθ’ αὑτὴν οὐσία ἡ ψυχή· καὶ γὰρ πᾶν εἶδος ἡ πρώτη οὐσία ἐστὶ καὶ καθ’ αὑτήν, καὶ μειζόνως τὸ ζωτικόν. διορίζων δὴ τὸ εἰδητκὸν αἴτιον τοῦ κατ’ αὐτὸ εἰδοποιουμένου ἐπὶ τῶν εἰς θεωρίαν νῦν προκειμένων διχῶς λέγεσθαί φησι τὸ ᾧ ζῶμεν, οὐ τῇ ὕλῃ λέγων· οὐ γὰρ ᾧ ζῶμεν, ἀλλ’ ᾧ δυνάμεθα ζῆν τὴν ὕλην φαμέν, ἐπειδὴ τὸ δυνάμει ἡ ὕλη εἰσάγει, τὸ δὲ ᾧ ζῶμεν τοῦ ἐνεργείᾳ ζῆν δηλωτικόν· ἀλλὰ διχῶς ἢ τῷ εἴδει ἢ τῷ συνθέτῳ, τῷ μὲν ὡς τῇ ἐνεργείᾳ καὶ τελειότητι τῷ εἴδει, τῷ δὲ ὡς τῷ ἐνεργείᾳ καὶ τελείῳ ὄντι τῷ συνθέτῳ. οὕτω γὰρ καὶ ἐπίστασθαι λέγομεν ἢ τῇ ἐπιστήμῃ ὡς τῶ εἴδει ἢ τῆ ψυχῇ, οὐ τῇ μήπω ἀλλὰ τῇ ἤδη ἐπιστημονικῇ ,καὶ ὑγιαίνειν τῇ ὑγείᾳ ὡς τῷ εἴδει ἢ τῷ ὑγιαίνοντι σώματι, ἀλλ’ οὐ τῷ μὴ μετέχοντι πεφυκότι δὲ μετέχειν, εἰ μὴ κατὰ τὸ δυνάμει. p. 414a8 τούτων δ’ ἡ μὲν ἐπιστήμη τε καὶ ὑγεία μορφὴ καὶ εἶδός τι καὶ λόγος. τοῦτο σαφῶς εἰπὼν ὅτι ἡ ἐπιστήμη καὶ ὑγεία ἀντὶ τοῦ εἴδους εἴληπται καὶ διὰ τοῦτο καὶ τὸ ζῶν τῇ ψυχῇ ὡς τῷ εἴδει ζῇ, οὐκέτι σαφῶς δοκεῖ λέγειν, τίνι δὲ τῷ λοιπῷ, ἅτε μηδὲν πρὸς τὸν μὲν σύνδεσμον ἀποδούς. ἀλλ’ εἰ καὶ τῇ λέξει ἐνδεῖ τι, τὰ πράγματα ἀνελλιπῶς ἡρμήνευται. τὸ γὰρ εἶδος τοῦτο ἐνέργειαν τῶν δεκτικῶν εἰπών, ὡς οὐχ ἑαυτοῦ ὂν ἀλλ’ ἑτέρου, ἐπάγει τί τὸ δεκτικόν, ὅτι τὸ ἐπιστημονικὸν καὶ ὑγιαστόν, τὰ ἤδη δηλονότι ἐνεργείᾳ τοιαῦτα, ἃ καὶ δεκτικὰ ὡς κατὰ τὸ δεδεγμένον ὡρισμένα. καὶ δῆλον ὡς κατὰ θάτερον τρόπον τούτοις τῷ μὲν ἐπιστάμεθα ,τῷ δὲ ὑγιαί- νομεν. τοῦτο δὲ καὶ πάσχον καὶ διατιθέμενον καλεῖ τὸ εἰδοπεποιημένον, ὡς κατ’ ἄλλο ὡρισμένον καὶ τέλειον· τὸ δὲ τούτων ὁριστικὸν εἶδος ποιητικόν, ὡς εἰς τὸ προιὸν ἀποτεινόμενον καὶ ἐνέργειαν μὲν καὶ τελειότητα ὄν, ἑτέρου δέ. ὡς οὖν ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστημονικόν, οὕτως ἡ ψυχὴ πρὸς τὸ ζῶν. ὥστε λόγος τις αὐτοῦ καὶ εἶδος ὅν εἴη, ἀλλ’ οὐχ ὡς ὕλη καὶ τὸ ὑποκείμενον· μένον· ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἐναργέστερον τὸ εἶδος τῶν ζώντων ἀποδιδοὺς τῇ ψυχῇ· οὔτε γὰρ τὴν μήπω ζῶσαν ὕλην οὔτε τὴν ἤδη ζῶσαν, ἣν ὑποκείμενον εἶπεν, σημαίνων τὸ ἀρχόμενον καὶ δεύτερον καὶ ὑποτεταγμένον αὐτῆς. τὸ γὰρ πρώτως ἐναργῶς τῇ ψυχῇ ἀποδέδοται, ὡς οὔσῃ ζωῇ καὶ πρώτῃ καὶ καθ’ ἑαυτὴν οὐσίᾳ, τῶν δὲ ἐμψύχων κατ’ ἐκείνην καὶ ὑπ’ ἐκείνης ζώντων τε καὶ οὐσιωμένων. p. 414a16 τούτων δ’ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια. Καλῶς ἄρα οὐ τὴν ὕλην τὸ ᾧ ζῶμεν ἠκούομεν· ἐν τελειότητι γὰρ τὸ ζῆν, ἡ δὲ ὕλη δύναμις ὡς ἀτελὴς οὖσα φύσει. ἀλλὰ τίνος ἐντελέχεια ἡ ψυχή ; τοῦ ἐμψύχου φησί. τοῦτο γὰρ τὸ ἐξ ἀμφοῖν, καὶ ὡς τὸν ἰατρὸν χαρακτηρίζομεν τῇ ἰατρικῇ καὶ τὸν ὑγιαίνοντα τῇ ὑγείᾳ, οὕτω καὶ ἀπὸ τοῦ ἐμψύχου ὡς εἰς ὅρον τὴν ψυχὴν ἀναγόμεθα. καὶ γὰρ ἢ εἰς τὸ σῶμα ἢ εἰς τὴν ψυχήν· ἀλλὰ τὸ σῶμα ἀόριστον καὶ ἀντικειμένως ἔχει πρὸς τὸ ἔμψυχον καθ’ αὑτὸ ἀπολειφθέν. μάλιστα δ’ ἄν εἴη τελειότης, εἰ καθ’ ἑαυτὴν μὲν ἀπολείποιτο ἡ ψυχή, ἀλλ’ αὐτὴ σώματός τινος τοῦ ἐμψύχου δηλαδή. ἐπαινεῖ οὖν εἰκότως τοὺς μήτε σῶμα τὴν ψυχὴν μήτε ἄνευ σώματος νομίσαντας. καὶ γὰρ ὅσον τῆς λογικῆς χωριστὸν μάλιστα μὲν νοῦς προσαγορεύεται ὑπ’ αὐτοῦ, ἔπειτα δὲ καὶ αὐτὸ καὶ σωμάτων ἐστὶν ἐν τῇ ἔξω ῥοπῇ ἐντελέχεια οὕτως, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἐπεὶ δὲ ἡ ζωτικὴ ἐντελέχεια διττή, ἡ μὲν ὡς τοῦ ὀργάνου χαρακτηριστική, ἵνα ὄργανον ᾖ, ἡ δὲ ὡς τῷ ὀργάνῳ χρωμένη, διχῶς καὶ τὸ μὴ ἄνευ σώματος νοεῖν ἀνάγκη καὶ τὸ σώματός τι εἶναι, καὶ ἐν σώματι ὑπάρχειν οὐ τῷ τυχόντι ἀλλ’ ὀργανικῷ, καὶ οἰκείως ἑκάστῃ ζωῇ ὀργανικῷ· καὶ γὰρ τὸ δυνάμει ἑκασταχοῦ τοιοῦτον ὁποία ἡ ἐντελέχεια, καὶ ὁ λόγος οὗτος ἀναγκαιότατος τὴν ἑκάστου ἐντελέχειαν τῷ οἰκείῳ ἐνυπάρχειν δυνάμει. ἐφ’ οἷς πάλιν ἡμᾶς τῶν ζωτικῶν δυνάμεων ὑπομνήσας, ὅσαι τε καὶ οἷαι, καὶ ὡς ἓν μόνον οἷόν τέ τισιν ὑπάρχειν τὸ θρεπτικόν, τοῖς δὲ ζῴοις πρὸς τούτῳ καὶ τὸ αἰσθητικόν, καὶ ὡς τούτῳ καὶ ὄρεξίς τις ἀκολουθεῖ, ἐπειδὴ καὶ ἡδονὴ καὶ λύπη καὶ τὸ ἡδύ τε καὶ λυπηρὸν προσπίπτει, αἱ μὲν ὡς πάθη ἄττα τοῦ αἰσθητικοῦ, τὰ δὲ ὡς ποιητικὰ τῶν παθῶν, ἑκατέρων δὲ κριτικὴ ἡ αἴσθησις, εἰπὼν δὲ καὶ ποία ὄρεξις πᾶσιν ἕπεται οἷς καὶ αἴσθησις, ὅτι ἡ ἐπιθυμία, οὐ τοῦ ἀγαθοῦ οὖσα ὥσπερ ἡ βούλησις, οὐδὲ νίκης ἢ τιμῆς ἡ ἀντιλυπήσεως ὡς ὁ θυμός, ἀλλὰ τοὐ κατ’ αἴσθησιν ἡδέος, καὶ τὴν αἰτίαν προσθεὶς διότι τῆς τροφῆς αἴσθησιν ἔχουσι, τῇ μὲν τροφῇ ἡδονῆς τῇ δὲ ἀτροφίᾳ λύπης ἑπομένης, αὐτὸ δὴ τοῦτο πιστοῦται, ὅτι τὰ ζῷα τροφῆς ἔχει αἴσθησιν τὴν ἁφήν, ἣ καὶ πάσι πάρεστι τοῖς ζῴοις. p. 414b7 Ξηροῖς γὰρ καὶ ὑγροῖς καὶ θερμοῖς καὶ ψυχροῖς τρέφεται τὰ ζῷα ἅπαντα. Καὶ γὰρ πάντα τὰ ἐν γενέσει σώματα τούτων μετέχει τῶν ποιοτήτων, καὶ κατὰ ταύτας αἵ τε γενέσεις καὶ αἱ φθοραὶ αἵ τε ἀλλοιώσεις αὐξήσεις τε καὶ μειώσεις. ἡ δὲ ἁφὴ πρόδηλον ὡς τῶν παθητικῶν ἐστιν ἀντιληπτικὴ ποιοτήτων. p. 414b9 τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός. ἐστι μὲν καὶ ἡ ἁφὴ αἴσθησις κατὰ συμβεβηκὸς τῶν ἄλλων αἰσθητῶν, οἷον ψόφων καὶ χρωμάτων. οὐ μὴν τοῦτο λέγειν οἶμαι βούλεται, ἀλλὰ κατὰ συμβεβηκὸς τροφίμων τῶν ἄλλων ὄντων αἰσθητῶν ἡ αἴσθησις ἀντι- λαμβάνεται. δηλοῖ δὲ τοῦ εἰρημένου αἰτιώμενος αὐτὸ τοῦτο, τὸ μηδὲν εἰς τροφὴν τὰ ἄλλα συμβάλλεσθαι. ἐπεὶ δὲ τρόφιμος ὁ γλυκύς ἐστι χυμός, ἐπιφέρει πρῶτον μὲν ὅτι τῶν ἁπτῶν καὶ ὁ χυμός (καὶ γὰρ ἡ γεῦσις ὡς καὶ πᾶσιν ὑπάρχουσα οἷς καὶ ἁφή), ἔπειτα δὲ ὅτι καὶ τρόφιμα μὲν καθ’ αὑτὰ τὸ ξηρὸν καὶ ὑγρὸν καὶ τὰ ἁπτά, οἱ δὲ χυμοὶ συντελοῦσι πρὸς τὴν τροφὴν ὡς ἡδύσματα τῶν ἁπτῶν. p. 414b14 Διασαφητέον δὲ περὶ αὐτῶν ὕστερον. οὐκ ἐν μόνοις τοῖς ἐν τῷδε τῷ βιβλίῳ ῥηθησομένοις, ἀλλὰ καὶ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀκριβέστερον γὰρ ἐκεῖ περὶ τῶν χυμῶν διορίζεται. ὅτι δὲ αἱ παθητικαὶ ποιότητες τρόφιμοι πρότερον ἐκ τοῦ κατ’ αὐτὰς γίνεσθαι τὰς ἀλλοιώσεις πιστωσάμενος τὸ αὐτὸ καὶ ἐκ τῆς ὀρεκτικῆς τῶν τροφῶν μαρτύρεται ζωῆς. πεῖνα γὰρ καὶ δίψα αἱ τῆς τροφῆς ὀρέξεις, ὧν ἡ μὲν κατὰ τὸ ἐπικρατοῦν ξηροῦ καὶ θερμοῦ, ἡ δὲ ψυχροῦ καὶ ὑγροῦ. καὶ γὰρ ὅσα τῶν ἐδεσμάτων ψυχρὰ καὶ ὑγρά, πρὸς τοσαῦτα καὶ δίψα κινεῖται, καὶ τῶν ξηροτέρων καὶ θερμοτέρων βρωμάτων ἀντέχεται ἡ πεῖνα. ἄδηλον δὲ περὶ φαντασίας, οὐχ ὅτι μὴ ὑπάρχει πᾶσι τοῖς ζῴοις, εἴ τις φαντασίαν καὶ τὴν ἀόριστον καὶ ἀδιάρθρωτον καλοίη τῶν ἀπόντων ἁπτῶν συναίσθησιν, ἀλλὰ ἄδηλον διὰ τὸ ἐνίοτε φαντασίαν μόνην τὴν ὡρισμένην καὶ μνημονευτικήν, ἐνίοτε δὲ καὶ μόνην τὴν συνεθίζεσθαί τινα δυναμένην προσαγορεύεσθαι. εἰπὼν δὲ τοῖς ἁφὴν ἔχουσι καὶ ὄρεξιν ὑπάρχειν προστέθεικε καὶ τὸ κατὰ τόπον κινητικόν, οὐκ ἐν πᾶσι δηλαδή, ἀλλ’ ὅτι ἐν τοῖς αἰσθητικοῖς καὶ τοῦτο ὡς καὶ τὸ διανοητικόν. p. 414b18 οἷον ἀνθρώποις καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν ἢ καὶ τιμιωτερον. τοιοῦτον μὲν ἕτερον ἡ τοῦ στερεοῦ τούτου χωρισθεῖσα σώματος ψυχὴ ἀνθρωπεία, ἔτι δὲ παθητῷ λεπτομερεστέρῳ χρωμένη σώματι· τιμιώτερον δὲ εἰ καὶ δαιμόνιον ὑποτεθείη γένος ποτὲ καὶ αὐτὸ εἰς παθητὸν προιὸν σῶμα. εἰ δὲ ζῷα καὶ τὰ οὐράνια, καὶ αἴσθησιν ἔχει καὶ ὄρεξιν οὐ παθη- τικὴν οὐδὲ ὑπὸ τῶν ἔξωθεν αἰσθητῶν προσπιπτόντων ἐγειρομένην, ἀλλ’ ἔνδοθεν γινώσκουσάν τε τὰ αἰσθητὰ πάντα καὶ διακοσμοῦσαν, εἴη ἄν τὸ τιμιώτερον οὐκ ἐπὶ δαιμονίων μόνον, ἀλλὰ καὶ ἐπὶ θείων ἀκούειν ζῴων. p. 414b 19 Δῆλον οὖν ὅτι τὸν αὐτὸν τρόπον εἷς ἂν εἴη λόγος ψυχῆς τε καὶ σχήματος. Φθάνομεν ἤδη διορίσαντες, ὡς ἐπὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἀναγκαῖον μὲν κοινόν τινα ἀποδοῦναι λόγον, οὐκ ἀρκεῖν δὲ τοῦτον ἄνευ τοὐ καθ’ ἕκαστον εἶδος ἰδίου πρὸς τὴν ἀκριβῆ θεωρίαν. |οὕτω δὲ καὶ τὸ σχῆμα τῶν ὑποκειμένων αὐτῷ κατηγορεῖται, οὐ μόνον τὸ ἁπλῶς ἀλλὰ καὶ τὸ εὐθύγραμμον σχῆμα, τῶν τριγώνων μὲν πρώτως, τῶν δὲ πολυγώνων δευτέρως, ἐπειδὴ ἐν πάσι τοῖς ἄλλοις τὸ τρίγωνον. ἀλλὰ καὶ ἡ ψυχὴ τῶν διαφόρων οὕτω κατηγορεῖται ψυχῶν. ἀχώριστα μὲν οὖν τῶν ὑποκειμένων αὐτοῖς καὶ τὰ συνωνύμως κατηγορούμενα, ἀλλ’ ἐν τούτοις εἰ καὶ μὴ χωριστή, κοινὴ ὅμως μία τις φύσις ἐστὶν ἑτέρα τῶν ὧν κατηγορεῖται, ἀπαράλλακτος πρὸς ἑαυτὴν καὶ διὰ τὸ μία εἶναι καὶ ἑνὶ οὖσα λόγῳ περιληπτή. ἐν οἷς δὲ τὸ πρῶτον καὶ δεύτερον, οὐκ ἔστι τὸ κοινὸν ἀπαράλλακτον, ἀλλὰ καθ’ ἕκαστον διαφορούμενον. καὶ διὰ τοῦτο μηδὲ εἶναι μίαν φύσιν τὴν κατηγορουμένην, ἀλλὰ τὸ ὅλον τοῦτο †μίαν πολλήν, μηδὲ ἕνα τοῦ κοινοῦ εἶναι ὁριστικὸν λόγον, ἀλλὰ πρὸς τῷ κοινῷ καὶ τῆς ἰδίᾳ καθ’ ἕκαστον δεῖσθαι διακρίσεως. διὸ καὶ ἀποδέδωκε τὸν κοινὸν λόγον Ἀριστοτέλης, ἐπειδὴ οὐ πάντῃ ἦν ὁμώνυμα τὰ ἀφ’ ἑνός, καὶ οὐκ ἀποδέχεται αὐτὸν ὡς ἀκριβῆ, ἀλλὰ μᾶλλον τὸν τὸ καθ’ ἑκάστην ψυχὴν ἴδιον ὡς τὸ κοινὸν ἰδιοτρόπως ἀποδιδόντα. p. 414b21 οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τὸ τρίγωνόν ἐστι καὶ τὰ ἐφεξῆς. οὐκ ἐπειδὴ μὴ χωριστόν, ἀλλ’ ἐπειδὴ μὴ μία φύσις ἐν πᾶσιν ἀπαράλλακτος. οὔτε ἐνταῦθα ἡ ψυχὴ παρὰ τὰς εἴρη τὰς οὐ γὰρ ἑκάστη ὁμοίως ἐστὶ ψυχή, ἐπειδὴ οὔτε ὁμοίως ἐντελέχεια οὔτε ἀχώριστοί εἰσι σωμάτων ἢ χωρισταὶ ὁμοίως. ἆρα οὖν οὐδὲ τὸ ζῷον συνωνύμως κατηγορεῖται ἀνθρώπων τε καὶ ἵππων, ἐπειδὴ μετὰ διαφορῶν; ἢ ἐνταῦθα διαιρετικαὶ τοῦ ζῴου αἱ διαφοραί, τὸ λογικὸν φέρε καὶ ἄλογον, ἐκεῖ δὲ τὸ μὴ συνώνυμο. ν, ὅταν τὰ συστατικὰ τοῦ κατηγορουμένου διαφορούμενα ᾖ ὡς ἐπὶ τοὐ φθαρτοῦ ἢ ἀφθάρτου ζῴου, διότι τὸ φθαρτὸν καὶ ἄφθαρτον οὐκ ἦσαν ζῴου διαιρετικαὶ διαφοραί, ἀλλὰ τῆς μὲν οὐσίας διαιρετικαί, τῶν δὲ ὑπ’ αὐτὴν συστατικαί· καὶ τὸ φθαρτὸν οὖν τοῦ ἀφθάρτου συστατικῇ κεχώρισται διαφορᾷ. οὕτω δὴ καὶ τὸ χωριστὸν ἢ ἀχώριστον, καὶ τὸ πῇ μὲν χωριστὸν πῇ δὲ ἀχώριστον ἢ πάντῃ ἀχώριστον, καὶ τὸ ὡς ὀργάνῳ χρώμενον ἀχώριστον ὂν ἢ ὡς τοῦ ὀργάνου χαρακτηριστικὸν οὐ διαιρετικαὶ ἀλλὰ συστατικαί εἰσι τῶν ψυχῶν διαφοραί· τῆς γὰρ ἀσωμάτου ἁπλῶς οὐσίας διαιρετικαί. ὁ δὴ κοινὸς ἐπὶ τῶν τοιούτων λόγος πᾶσι μὲν ἐφαρμόσει, καθ’ ὅσον οὐ πάντῃ ὁμώνυμα, ἰήιος δὲ οὐδενὸς ἔσται· οὔτε γὰρ ὁτουοῦν τῶν εἰδῶν ὡς εἴδους (οὐ γὰρ ἄν καὶ τοῖς ἄλλοις ἐφήρμοζεν) οὔτε ἑνὸς τοῦ πάντων κοινοῦ, ἐπεὶ μηδὲ ἔστι τὸ κοινὸν μία φύσις διὰ τὸ μὴ συνώνυμον τῆς κατηγορίας· p. 414b25 Διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπὶ τούτων καὶ ἐφ’ ἑτέρων, ὃς οὐδενὸς ἔσται τῶν ὄντων ἴδιος λόγος, οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, ἀφέντα τὸν τοιοῦτον. οὐχ ἁπλῶς βούλεται γελοῖον εἶναι τὸ ζητεῖν τὸν κοινὸν λόγον, ἀλλὰ τὸ ζητεῖν τὸ κοινὸν ἀφέντα τὸ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος. ἐπὶ μὲν γὰρ τῶν συνωνύμων κατηγοριῶν καὶ καθ’ αὑτὸν ὁ κοινὸς ζητητέος λόγος, ὅτι ἑνός τινος ἴδιος ἦν τοὐ κοινῇ κατηγορουμένου· ἐπὶ δὲ τούτων οὐδενός, ἐὰν μὴ πρὸς τῷ κοινῷ καὶ τὸ ἰήιον παραλαμβάνηται· οὔτε γὰρ τοῦ κοινοῦ, ὅτι μηδὲ ἔστιν ἕν, οὔτε τῶν ἀτόμων εἰδῶν τινος. p. 414b28 Παραπλησίως δ’ ἔχει τῷ ἐπὶ τῶν σχημάτων καὶ τὰ κατὰ ψυχήν. ’Ev πᾶσι μὲν τοῖς ἀφ’ ἑνὸς τὸ πρῶτόν ἐστι καὶ δεύτερον καὶ τρίτον· καὶ τὸ ἐν τῷ πρώτῳ καὶ ἐν τοῖς ἐφεξῆς ὑπάρχει, εἰ καὶ ἐξαλλαττόμενον καὶ ἑτέρως ἀεὶ καὶ ἑτέρως. τὸ δὲ πρώτως μετασχὸν τοὐ κοινοῦ οὐκ ἔστι πάντως καὶ αὐτὸ ἐν τοῖς ἐφεξῆς· ἡ γοῦν οὐσία πρώτως οὖσα ὂν οὐκ ἔστιν ἐν τοῖς συμβεβηκόσιν. ἐπὶ δὲ τῶν σχημάτων τὸ τρίγωνον ἐν τῷ τετραγώνῳ, καὶ τὸ θρεπτικὸν ἐν τῷ αἰσθητικῷ. οὐδὲ ἐν τούτοις ὡσαύτως· οὔτε γὰρ ἐν τῷ τετραγώνῳ τὸ τρίγωνον ἐνεργείᾳ, οἷον ἦν καθ’ αὑτό, οὔτε ἐν τῷ αἰσθητικῷ τὸ θρεπτικὸν ὡς καθ’ αὑτό. πάντῃ μὲν γὰρ ἀχωρίστως ἐν τοῖς φυτοῖς, ἐν δὲ τοῖς ζῴοις ἐναργέστερον τὸ χρώμενον ἐμφαῖνον καὶ συμμέτρως πρὸς αἴσθησιν ἔχον. ὅλη γὰρ δι’ ὅλης ἑαυτῆς ἡ τῶν ἄλλων ψυχὴ αἰσθητικῶν, ὥστε καὶ τὸ θρεπτικὸν αὐτῆς οἷον τῷ αἰσθητικῷ συμφύεσθαι. καλῶς οὖν συμπεραίνεται δεῖν τὸν ἴδιον καθ’ ἕκαστον εἶδος ἀποδοῦναι λόγον, ἵνα μὴ μόνῳ τῷ κοινῷ ἐπαναπαυώμεθα. μέλλων δὲ ἑξῆς τὴν αἰτίαν ἐπάγειν, ὥσπερ ἐν τοῖς προτέροις ὑπέσχετο, δι’ ἣν ἔνιαι μὲν τῶν ζωτικῶν δυνάμεων χωρὶς ὑφίστανται τῶν λοιπῶν, αὗται δὲ οὐκ ἄνευ ἐκείνων, πρότερον τίνος ἑκάτεραι ἀποδίδωσι. καὶ ἔστι σαφῆ τὰ λεγόμενα. ἐπεὶ δὲ λογισμοῦ μετέχει καὶ τὰ ἀίδια, δηλοῖ δὲ τὸν πρακτικὸν νοῦν ὁ λογισμός, πράττειν δὲ καὶ τὰ οὐράνιά φησιν αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ, δῆλον δὲ ὡς οὔτε λογισμὸς ἐν ἐκείνοις ἀτελής, οὕτε χρείας ἕνεκεν ἡ πρᾶξις, ὀρθῶς οὐκ ἐν πᾶσι τοῖς λογισμὸν ἔχουσι τὰ λοιπὰ ὑπάρχειν ἀποφαίνεται, ἀλλ’ ἐν μόνοις τοῖς φθαρτοῖς· p. 415a10 Ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασία· Φαντασίαν νῦν προσαγορεύων τὴν ὡρισμένην καὶ μνήμης μετέχουσαν καὶ συνεθίζεσθαι δυναμένην. p. 415a11 Περὶ δὲ τοὐ θεωρητικοῦ νοῦ ἕτερος λόγος· Οὐ περὶ τοῦ ἐν ἀφθάρτοις λέγει θεωρητικοῦ, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν. καὶ γὰρ περὶ τοὐ λογισμοῦ ἐπέστησεν, ὡς ὁ ἐν τοῖς · φθαρτοῖς οὐκ ἄνευ τῶν λοιπῶν, ὡς οὐδὲ περὶ λογισμοῦ τοῦ ἐν τοῖς ἀφθάρτοις ταῦτα φιλοσοφῶν, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν. εἴη γὰρ ἄν τις καὶ ἐν ἐκείνοις λογισμὸς οὐχὶ ἀτελὴς οὐδὲ βουλευτικὸς καὶ ἀμφίβολος, καθάπερ καὶ Πλάτων’ χρῆται ἐπ’ αὐτοῦ τοὐ δημιουργοῦ. ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν λέγει θεωρητικοῦ, ὡς οὔτε ἐν τοῖς ἀφθάρτοις ὄντος τούτου οὕτε ὁμοίως ἔχοντος τῷ πρακτικῷ ἐν ἡμῖν ἡ τῷ παθητικῷ νῷ, ὧν ὁ μὲν παθητικὸς συμπλέκεται ταῖς λοιπαῖς ζωαῖς, ὁ δὲ πρακτικὸς χρῆται· ὅ γε μὴν θεωρητικὸς οὐδέτερα. διὸ ὁ περὶ αὐτοῦ λόγος ἕτερος καὶ τοῦ περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς καὶ τοῦ περὶ τῶν ἐν ἡμῖν ἄλλων ζωτικῶν δυνάμεων, ὡς ὄντος μὲν ἐν ἡμῖν, οὐ μὴν τῆς ἐντελεχείας αὐτῷ προσηκούσης. συμπερανάμενος δὲ τὸν ἀκριβέστατον περὶ ψυχῆς εἶναι λόγον τὸν ἴδιον περὶ ἑκάστης ὅρον, ἐπειδὴ καὶ τὸ κοινὸν ἰδιοτρόπως καθ’ ἑκάστην παραληφθήσεται, τὸν τρόπον ἑξῆς τῆς περὶ ἑκάστην θεωρίας παραδίδωσιν. p. 415a14 Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιεῖσθαι. Σκέψιν τὴν ἐπιστημονικὴν καλεῖ γνῶσιν. αὕτη γὰρ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι προηγουμένως νοοῦσα ἐντεῦθεν καὶ τὸ ὁριζόμενον καὶ τὰ καθ’ αὑτὸ τούτῳ ὑπάρχοντα ἐπισκοπεῖ. σημαίνει δὲ τὸ μὲν εἶδος τῷ τί ἐστι, τοῖς ἐχομένοις δὲ τὰ ὁριζόμενα, ὡς τοῖς ἄλλοις τὰ ὑπάρχοντα. ἀλλὰ πῶς τὸ τί ἦν εἶναι ἑκάστου εἰσόμεθα; ἀπὸ τῆς ἐνεργείας φησὶ καὶ πράξεως· καὶ γὰρ ὅτι ζῷον ἀπὸ τῶν ζωτικῶν ἴσμεν ἐνεργειῶν καὶ ὅτι λογικὸν ἀπὸ τῶν λογικῶν, καὶ τί τὸ ζῷον καὶ τί τὸ λογικόν. εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι’ ἣν ἀπὸ τῶν ἐνεργειῶν εἰς τὴν οὐσίαν ἀναπεμπόμεθα. p. 415a18 Πρότεραι γάρ εἰσι τῶν δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις κατὰ λόγον. Ὡς πρὸς ἡμᾶς γὰρ πρότερα τὰ εἰδοποιούμενα τῶν εἰδῶν, καὶ εἰς τὸ εἰδοποιούμενον ἀποβλέψαντας δεῖ τὸ τί ἦν εἶναι ἑκάστου ἑλεῖν. ἀλλὰ τὸ εἰδοποιούμενον, ὁτὲ μὲν ἐνεργοῦν ὁτὲ δὲ οὐχί, δῆλον ὡς ἐνεργοῦν αὐτό τέ ἐστι τελειότερον καὶ σαφέστερον γίνεται τῷ γινώσκοντι. τὸ γὰρ δυνάμει καὶ ἀτελέστερον τοὐ ἐνεργείᾳ καὶ οὔπω γνώριμον, καὶ τῷ μὲν χρόνῳ πρότερον ἐφ’ ἑκάστου τῶν γενητῶν, τῷ δὲ λόγῳ ὕστερον, ἐπειδὴ ἐκ τοῦ τελείου καὶ τὸ ἀτελὲς γνωριζόμενόν τε καὶ ἑρμηνευόμενον. εἰ δὲ οὕτως· εἰ δὲ ἀπὸ τῶν ἐνεργειῶν ἡ τοῦ τί ἐστιν εἴδησις ἡμῖν ἐγγίνεται, καὶ τὰς ἐνεργείας ἀπὸ τῶν περὶ ἃ ἡ ἐνέργεια γινώσκομεν (ἡ μὲν θρεπτικὴ ἀπὸ τῆς τροφῆς ὡς ταύτης ἀλλοιωτική, ἡ δὲ γεννητικὴ καὶ ἡ γνωστικὴ ὡς κατὰ τὸ εἶδος ἐνεργοῦσαι ἡ μὲν τοῦ γεννωμένου ποιητικῶς, ἡ δὲ τοῦ γνωστοῦ κριτικῶς), ἀναγκαῖον περὶ ἐκείνων προδιαλαβεῖν, ἃ καὶ ἀντικείμενα κατὰ τὴν πρός τι δηλαδὴ ἀντίθεσιν. οὕτω γὰρ ἀντίκειται τὸ τρέφον πρὸς τὴν θρέψιν καὶ τὸ γνωστὸν πρὸς τὴν γνῶσιν. ὡς γὰρ ἐν Κατηγορίαις εἴρηται, ὡς μὲν αἰσθητὸν ἅμα τῇ αἰσθήσει τὸ χρῶμα, ὡς δὲ χρῶμα πρότερον φύσει. ἀλλὰ τοῦτο μὲν ἐπιστάσεως ἄξιον· κἀν τοῖς πρός τι δὲ τὸ αἴτιον τοὐ αἰτιατοῦ πρότερον, ὡς καὶ τοῦτο ἐν ἐκείνοις εἴρηται. τὸ δὲ γνωστὸν ὡς ἐφετὸν ἐφιεμένου καὶ ὡς ὅρος ὁριζομένου προτερεύει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν πρὸ τῆς δυνάμεως ἡ ἐνέργεια, καὶ τὸ γνωστὸν πρὸ τῆς γνώσεως· ὡς γὰρ τῇ φύσει πρότερον. κάτωθεν δὲ ἀρχομένοις ἡ φυτικὴ πρώτη ἀναφαίνεται ψυχὴ καὶ κοινοτάτη διὰ τὸ πάσι τοῖς θνητοῖς ἐξ ἀνάγκης ὑπάρχειν, καὶ καθ’ ἣν τὸ ζῆν ἅπασι τὸ ὡς πρότερον εἴρηται ἀντιδιαιρούμενον τῇ τῶν ζῴων ζωῇ. p. 415a25 Ἧς ἐστιν ἔργα γεννῆσαι καὶ τροφῇ χρήσασθαι· φυσικώτατον γὰρ τῶν ἐν τοῖς ζῶσιν ἔργων |ὅσα τέλεια καὶ μὴ πηρώματα ἢ τὴν γένεσιν αὐτόματον ἔχει, τὸ ποιήσαι ἕτερον οἷον αὐτό, ζῷον μὲν ζῷον. Συμπεριλαβὼν τῇ τροφῇ καὶ τὴν αὔξησιν. συντελεῖ μὲν οὖν πρὸς τὸ εἶναι καὶ ἡ τροφή, ἀλλὰ φυσικώτατον τῆς φυτικῆς ζωῆς ἔργον ἡ γέννησις, τουτέστι πρῶτον καὶ κράτιστον, ὡς πρὸς τὸ ἀεὶ εἶναι, ᾗ δυνατόν, τοῖς θνητοῖς συντελοῦν, ὃ δὴ θεῖον καλῶς ὕμνηται. τῷ γὰρ εἶναι καὶ μειζόνως τῷ ἀεὶ εἶναι μετέχει τοῦ θείου τὰ ὄντα. διὸ τοῦ θείου πάντα ἐφιέμενα καὶ τῆς ἀιδιότητος ὡς οἷόν τε αὐτοῖς πάντα ὀρέγεται. ἀλλ’ ἔνια μὲν πηροῦσθαι τῶν ὑπό τι εἶδος ἀτόμων ἡ φύσει βεβλαμμένα ὡς τὰ στεῖρα ἢ ἔξωθεν ὡς τοὺς εὐνούχους οὐ θαυμαστόν· τὸ δὲ ὅλα εἶναι εἴδη αὐτομάτην ἔχοντα τὴν γένεσιν, οὐδενός ποτε ἀτόμου ἐν αὐτοῖς συντελοῦντος εἰς τὴν ἑτέρου γένεσιν, ἐπιστάσεως ἄξιον. εἴη γὰρ ἂν διὰ τὴν ἐσχάτην ἀποτελεύτησιν καὶ ὅλα εἴδη ζῴων προιόντα οὕτως, ὡς πάντα ἄγονα τὰ κατ’ αὐτὰ γίνεσθαι ἄτομα καὶ οἷον εἶναι ὡς ἐν ζῴοις ὅλα πηρώματα. καὶ τὰ φυτὰ δὲ ὀρέγεται τοῦ θείου κατ’ αὐτὴν τὴν ζωτικῶς ἐγηγερμένην τοῦ αἰτίου ἀντίληψιν. οὑ γὰρ δεῖ πάντως γνωστικὴν ἀκούειν τὴν ὄρεξιν, ἀλλὰ καὶ κατὰ δύναμιν οὐσιώδη τοῦ κρείττονος κατοχήν, εἴ γε καὶ ἡ ὕλη τοῦ θείου ἐφίεσθαι εἴρηται. p. 415b2 Τὸ δὲ οὗ ἕνεκα διττόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ. Ὥσπερ τὸ ᾧ ζῶμεν διττόν, τὸ μὲν ὡς τὸ εἶδος, τὸ δὲ ὡς τὸ εἰδοπεποιημένον, οὕτω καὶ τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τὸ μὲν ὡς ἡ τελειότης καὶ ἡ ἀγαθότης, τὸ δὲ ὡς τὸ τέλειον καὶ τὸ ἀγαθυνθέν· ὧν τὸ μὲν ὡς ἡ ἀρετὴ καὶ ἡ ὑγεία, τὸ δὲ ὡς ὁ σπουδαῖος καὶ ὁ ὑγιαίνων, καὶ τὸ μὲν ὡς τὸ οὗ, οὗ ἡ τεῦξις, τὸ δὲ ὡς τὸ ᾧ, ᾧ γίνεται καὶ ἡ μέθεξις. τὰ δὲ ἑξῆς δῆλα, ὡς κατ’ εἶδος ἀίδια καὶ οὐ τῇ συνεχείᾳ τὰ φθαρτά, διὰ τὸ μὴ κατ’ ἀριθμὸν τὰ αὐτὰ διαμένειν, μεμερίσθαι δὲ ἀπ’ ἀλλήλων· p. 415b7 Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος αἰτία καὶ ἀρχή. τετραχῶς μὲν τὰ αἴτια· παρὰ δὲ τὸ ὑλικὸν κατὰ τὰ ἄλλα τρία τὴν ψυχὴν αἰτιᾶται τῶν ζώντων. p. 415b12 Ὅτι μὲν οὖν ὡς οὐσία δῆλον. Τουτέστιν ὡς εἶδος. τὸ γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία. πρὸς γὰρ τὸ εἶναι ἅπαντα συντελεῖ τὰ αἴτια οὗ ἄν ᾖ αἴτια, ἀλλὰ τὸ μὲν ὑλικὸν ὡς δεκτικὸν καὶ οὗ οὐκ ἄνευ, τὸ δὲ ποιοῦν ὡς διὰ γενέσεως εἰς τὸ εἶναι ἀγωγόν, τὸ δὲ τελικὸν ὡς τοῦ τελείως καὶ κατὰ φύσιν, ἀπλῶς δὲ τοῦ εἶναι τὸ εἶδος, ἐπειδὴ κατὰ τὸ εἶδος τῷ συνθέτῳ τὸ εἶναι, ὡς κατὰ τὴν ζωὴν τῶ ζῶντι καὶ κτὰ τὴν ψυχὴν τῷ ἐμψύχῳ. ἐπεὶ οὖν τὸ αἴτιον τοῦ εἶναι ἀπλῶς ἄνευ προσθήκης ἢ τοῦ τελείως εἶναι ἢ τοῦ διὰ γενέσεως, ἀλλὰ καθ’ αὑτὸ τοῦ εἶναι τὸ εἶδός ἐστι, τοῖς δὲ ζῶσιν τὸ εἶναι ἄνευ προσθήκης τὸ ζῆν, τοῦ δὲ ζῆν αἴτιον ἡ ψυχή, ἔσται ἄρα ὡς τὸ εἶδος αἴτιον τοῖς ζῶσιν ἡ ψυχή. ἀλλὰ καὶ ἐκ τοῦ ἀποδοθέντος αὐτῆς ὁρισμοῦ τὸ αὐτὸ ὑπομιμνήσκει. ἡ γὰρ τοῦ δυνάμει ὄντος ὁτιοῦν ἐντελέχεια εἰδητικόν ἐστιν αἴτιον· δυνάμει γὰρ αἰτιατὸν τὸ σύνθετον, ἡ δὲ ἐντελέχεια τὸ εἶδος. τοῦ δὲ δυνάμει ζῶντος ἐντελέχεια ἡ ψυχή· ὥστε καὶ τὸ εἶδος ὅπερ οὐσίαν προσαγορεύει. δείκνυσι δὲ καὶ ὡς τέλος τὴν ψυχὴν τῶν ζώντων αἰτίαν, προλαβὼν τὸ μὴ ἐν μόνοις τοῖς κατὰ λόγον καὶ νοῦν ὑφ’ ἡμῶν πραττομένοις τὸ οὗ ἕνεκα, ἀλλὰ καὶ ἐν τοῖς φύσει γινομένοις, ὡς ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως δέδειχεν, ὅτι τὸ οὗ ἕνεκά ἐστι τὸ τέλος. p. 415b17 τοιοῦτον δ’ ἐν τοῖς ζῴοις ἡ ψυχὴ καὶ κατὰ φύσιν. τοιοῦτον μὲν ἀντὶ τοῦ οὗ ἕνεκα καὶ τέλος, ὅπερ ἔδειξε διὰ τοῦ τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν σώματα τῆς ψυχῆς εἶναι ὄργανα· τὰ γὰρ ὄργανα τοῦ χρωμένου εἰσὶν ἕνεκα, ἵνα ἐκεῖνο ἐνεργῇ. τὸ δὲ καὶ κατὰ φύσιν πρόσκειται ἑτέρας τοῦ αὐτοῦ παρέχον ἀποδείξεως ἀφορμήν. ἐν γὰρ τοῖς φύσει συνεστῶσι τὸ τέλειον καὶ ἡ τελειότης τὸ ἀγαθόν· τὸ δὲ τέλειον κατὰ φύσιν φαμέν. ἐπεὶ δὲ τὸ ἄριστον ἐν τοῖς ζῶσι φυσικῶς ἡ ψυχὴ καὶ διὰ τοῦτο κατὰ φύσιν, τοῦτο δὲ τέλος, ἡ ψυχὴ ἄν εἴη ἐν τοῖς φυσικῶς ζῶσι τὸ τέλος. |p. 415b20 Διχῶς δὲ τὸ οὗ ἕνεκα, τό τε οὗ καὶ τὸ ᾧ. Πάλιν τούτων ὑπέμνησεν, ἵνα ὡς αἰτίαν τὴν ψυχήν, ἀλλὰ μὴ ὡς τὸ ἄριστον τῶν ἀποτελεσμάτων τέλος τιθῶμεν. καὶ γὰρ τοῦτο τέλος ὡς τὸ ᾧ, ἡ δὲ ψυχὴ ὡς τὸ οὗ, ἐπειδὴ οὐ τοῦ ζῆν μόνου, ἀλλὰ καὶ τοῦ τε- λείως ζῆν αἰτία τοῖς ζῶσιν ἡ ψυχή. p. 415b21 Ἀλλὰ μὴν καὶ ὅθεν πρῶτον ἡ κατὰ τόπον κίνησις, ἡ ψυχή. Ἔστι μὲν τὸ ποιητικὸν τὸ διὰ γενέσεως ὑποστατικόν, ὡς τὸ ἄνευ γενέσεως οὐ ποιητικὸν ἀλλὰ τὸ τελικὸν ὁ Ἀριστοτέλης προσαγορεύει. ζητήσας δὲ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως, τί τὸ τὰ στοιχεῖα τὴν κατὰ φύσιν κινοῦν κίνησιν, τὸ ὑποστῆσαν εἶναι ἀποφαίνεται. ᾧ ἀκολουθεῖ τὸ ἀνάπαλιν τὴν ψυχὴν κατὰ φύσιν κινοῦσαν τὰ ζῷα ἔνδοθεν καὶ μόνῃ ὁρμῇ ὑποστατικὴν αὐτῶν τυγχάνειν οὖσαν· οὐ γὰρ ἄν αὐτοφυῶς αὐτὰ καὶ μόνῃ ἐκίνει ὁρμῇ μὴ καὶ ὑποστατικὴ αὐτῶν ὑπάρχουσα. μὴ ἀιδίων δὲ τῶν θνητῶν ὄντων σωμάτων δῆλον ὡς διὰ γενέσεως ἐστιν ὑποστατική. καὶ ποιητικὴν οὖν τῶν ζώντων αἰτίαν δείκνυσι τὴν ψυχὴν ἐκ τοῦ κατὰ φύσιν αὐτὰ ὡς ζῶντα κινεῖν, πάντα μὲν ὡς αὐξόμενά τε καὶ μειούμενα καὶ ἀπλῶς εἰπεῖν τρεφόμενα, ἃ καὶ κατὰ ποσὸν [καὶ ποιὸν] κινεῖται, τὰ δὲ ζῷα πάντα <καὶ> κατὰ τὸ ποιόν (αἰσθητικὰ γὰρ ἅπαντα καὶ ἀλλοιοῦται ἐν τῷ αἰσθάνεσθαι), τὰ δὲ πλεῖστα καὶ τὴν κατὰ τόπον ἔνδοθεν κίνησιν. ἀλλ’ ὅτι μὲν ἥ τε ἔνδοθεν τοπικὴ κίνησις καὶ ἡ αἰσθητικὴ ἀλλοίωσις ὑπὸ ψυχῆς ἐναργές· ἡ δὲ τροφὴ δόξειεν ἄν οὐχ ὑπὸ ψυχῆς, διὰ τὸ δοκεῖν καὶ ἄψυχα ἔνια τρέφεσθαι, ἐπειδὴ καὶ αὔξεσθαι καὶ μειοῦσθαι, καὶ διὰ τὸ ἐνίους τοῖς στοιχείοις τὴν τῆς τροφῆς ἀποδιδόναι αἰτίαν. ἃ συναίτια μὲν θετέον, οὐ μὴν κινητικά, ἀλλὰ τὴν ψυχήν. ὡς γὰρ καὶ ἤδη εἴρηται, οὐδὲν τρέφεται ὃ μὴ κοινωνεῖ ζωῆς, ἐπειδὴ μὴ κατὰ πᾶν τοῖς ἀψύχοις γίνεται ἡ πρόσθεσις. ἀλλ’ οὐδὲ ἐν τοῖς ζῶσι διὰ τὴν τῶν στοιχείων φορὰν ἡ αὔξησις, ὡς ἐν τοῖς φυτοῖς δοκεῖ λέγειν Ἐμπεδοκλῆς διὰ μὲν τὴν γῆν κάτω κινουμένην τὴν ῥίζωσιν, διὰ δὲ τὸ πῦρ τὴν ἐπὶ τὸ ἄνω αὔξησιν. πρῶτον μὲν γὰρ οὐ τὸ αὐτὸ ἔν τε τῶ παντὶ καὶ τοῖς ζῶσι τὸ ἄνω καὶ τὸ κάτω. εἰ γοῦν ἐν τοῖς φυτοῖς τὸ ἄνω αἱ ῥίζαι, εἴ γε τῇ κεφαλῇ ἀναλογοῦσιν τῶν ζῴων καὶ τοῖς ἡγεμονικοῖς μορίοις, ἐχρῆν ἐπὶ τὸ κάτω ὡς ἐ· ν τοῖς φυτοῖς τὴν γῆν ἰέναι, τὸ δὲ πῦρ ἐπὶ τὸ στέλεχος· καὶ γὰρ ἐν τοῖς ζῴοις ἐπὶ τὰ ὀστέα τὸ γεῶδες, ἐπὶ δὲ καρδίαν καὶ ἧπαρ τὸ θερμόν. ἔπειτα δὲ πῶς οὐ διασπᾶται ἀπ’ ἀλλήλων τὸ μὲν ἄνω φερόμενον, τὸ δὲ κάτω; διὰ τί γὰρ οὐχὶ καὶ ἀπολείψει τὸ φυτόν, τὸ μὲν ἐπὶ τὸ ἄνω, ἡ δὲ γῆ ὑπὸ τὰς ῥίζας; ἢ τί τὸ συνάγον ἄμφω εἰς ἕκαστον μόριον; ἢ τί τὸ ὁρίζον μέχρις ὅτου αὔξεσθαι δεῖ; εἰ δὲ ἔσται, τοῦτό ἐστιν ἡ ψυχή. ἅπαν μὲν γὰρ εἶδος συνεκτικὸν ὡς τὸ καθ’ ὅ, ἡ δὲ ψυχὴ οὐχ ὡς εἶδος μόνον τῶν ζώντων αἴτιον, ἀλλὰ καὶ ὡς ποιητικόν. p. 416a9 Δοκεῖ δέ τισιν ἡ τοῦ πυρὸς φύσις ἁπλῶς αἰτία τῆς τροφῆς καὶ τῆς αὐξήσεως εἶναι. Ὁ μὲν Ἐμπεδοκλῆς, εἰ καὶ μὴ σαφῶς, ἀλλὰ δῆλός ἐστιν ὡς συναίτια τὰ στοιχεῖα τῆς τροφῆς αἰτιώμενος· τὰ γὰρ σώματα ᾐτιᾶτο. ἔνιοι δὲ οὐ τὸ πῦρ ἀλλὰ τὴν τοῦ πυρὸς φύσιν, τουτέστι τὸ ὁρίζον αὐτὸ εἶδος, οὐχ ὡς συναίτιον, ἀλλ’ ἀπλῶς καὶ κυρίως αἰτιῶνται τῆς τροφῆς, τεκμαιρόμενοι τῷ μόνον αὐτὸ τρέφεσθαι τῶν στοιχείων. ὡς γὰρ τῆς ἄνω φορᾶς τὸ πυρεῖον αἰτιώμεθα εἶδος, οὕτω καὶ τροφῆς, εἰ καθ’ αὑτὸ τρέφεται τὸ πῦρ, ὡς καὶ τὰ φυτὰ καὶ τὰ ζῷα διὰ τὴν τοῦ πυρὸς μετουσίαν τρέφεσθαι. ἀλλ’ οὐδὲ τρέφεται τὸ πῦρ, ὅτι μηδὲ ἐπιμένει, γίνεται δὲ ἀεὶ καὶ πλεῖον ἐνίοτε ἢ πρότερον, ὅταν πλείονος ἐπιλαμβάνηται ὕλης· οὔτε ἁπλῶς καὶ κυρίως ἐστὶν αἴτιον, ἀλλὰ συναίτιον μᾶλλον τῆς τροφῆς· χρῆται γὰρ αὐτῷ ἡ ψυχὴ ὡς αὐτὴ κινοῦσα. ἅμα γὰρ ὅτι τε καθ’ αὑτὸ οὐ τρέφεται τὸ πῦρ, καὶ ὅτι τῶν ἐμψύχων τοῦτο ἴδιον, ὡς καλῶς αἰτιᾶσθαι ἡμᾶς τὴν ψυχήν, δείκνυσιν ἐκ τοῦ τὸ μὲν πῦρ ἀορίστως τῷ καίειν πλεονάζειν. p. 416a16 τῶν δὲ φύσει συνισταμένων πέρας ἐστὶ καὶ λόγος. |Οὐ γὰρ τῶν ἐμψύχων μόνον ἀλλὰ καὶ πάντων τῶν φυσικῶν τὸ εἶδος τῶν τε ἄλλων τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων καὶ τοῦ μεγέθους αἰτιατέον, καὶ τὴν λογικὴν παρὰ τὸ εἶδος ἀνέλιξιν εἰς μερισμὸν ἀπὸ τοῦ ἀμερίστου προιοῦσαν. διὰ γὰρ τῶν μεταξὺ ἡ πρόοδος. πέρας μὲν οὖν τὸ εἶδος ὡς ἀμέριστος ὅρος, ἡ δὲ μεταξὺ συναγωγὴ ἅμα καὶ διάκρισις ὁ λόγος. ἐπὶ δὲ αὐξήσεως οὐ πῦρ μόνον **φυσικόν, ἀλλὰ καὶ λόγον αἰτιατέον ψυχικόν· λόγου γὰρ μᾶλλον ἢ ὕλης ἡ αὔξησις. ἔστι δὲ ὑλικὴ μὲν αὐτῆς αἰτία τὸ πῦρ, ὡς δὲ λόγος ἡ ψυχή, κυριωτέρα δὲ ἥδε· διὸ μᾶλλον. τὸ μὲν γὰρ κινεῖται, ἡ δὲ τὸ πρῶτον κινοῦν. p. 416a18 ἐπεὶ δ’ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητική, περὶ τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον. Ὅτι οὐ τὰ σώματα οὐδὲ τὰ φυσικὰ τῶν σωμάτων εἴδη θρεπτικά, ἀλλά τις ψυχὴ ἡ ἐσχάτη δεδειχώς, προλαμβάνει ὡς εἰ καὶ ἡ αὐτὴ καὶ γεννητική, ἀλλ’ ὡς περὶ θρεπτικῆς πρῶτον λεκτέον, ἐπειδὴ καὶ ἀπὸ τῶν ἐσχάτων ἀρχόμεθα, τελειοτέρα δὲ ἐνέργεια ἡ γέννησις, καὶ ἐπειδὴ τῇ τροφῇ τὸ σπέρμα ἕπεται, εἴτε περίττωμα ὂν τῆς τροφῆς, εἴτε μόριόν τι τοῦ σώματος, ὡς οἱ αἷμα ἢ μυελὸν αὐτὸ εἰπόντες, εἴτε ἄλλο τῆς φύσεως ἔργον, αὐτὸ δὴ τοῦτο γέννημα ἀτελές. ἐπεὶ οὖν περὶ τῆς θρεπτικῆς δυνάμεως ὁ λόγος, περὶ τροφῆς πρῶτον ῥητέον. αὕτη γὰρ ἀντὶ τοῦ τρέφοντος ἀκουομένη ἀντίτεκμαιρόμενον κεῖται τῇ θρέψει ὡς τὰ πρός τι, ἵνα ἡ θρέψις ἀντὶ τοῦ τρεφομένου ἀκούηται· 31v ἀφορίζεται δὲ ἀπὸ τῶν ἀλῶν ψυχικῶν δυνάμεων τῷ ἔργῳ τούτῳ τῇ θρέψει καὶ τῷ τρέφειν. p. 416a21 Δοκεῖ δὲ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ· Διχῶς ὡς ἐρεῖ λεγομένης τῆς τροφῆς τῆς πεπεμμένης καὶ τῆς ἀπέπτου, καὶ τῆς μὲν ὁμοίας τῆς δὲ ἀντικειμένης τῷ τρεφομένῳ, ταύτην καὶ ἐναντίαν καλεῖ, οὐχ ὡς εἶδος εἶδος (οὐσίαι γὰρ ἄμφω καὶ τὸ τρέφον καὶ τὸ τρεφόμενον) ἀλλ’ ὡς τῷ τρέφοντι τῆς στερήσεως τοῦ τρεφομένου παρυφισταμένης· δυνάμει γάρ ἐστι τὸ τρεφόμενον, καὶ ἔστιν ὡς στέρησις καὶ εἶδος τὰ ἐναντία. δεῖ μὲν οὖν καὶ τὸ τρεφόμενον ἐκ τοῦ ἐναντίου μεταβάλλειν, οὐ διὰ τοῦτο δὲ πᾶν τὸ ἐξ ἐναντίου μεταβάλλον τρέφεται. οὐ γὰρ τροφὴ ἡ ἐκ τοῦ μὴ λευκοῦ εἰς λευκὸν ἢ ἐκ νόσου εἰς ὑγείαν μεταβολή, ἀλλὰ δεῖ μὴ κατὰ μόνον ποιόν, καὶ κατὰ ποσὸν δὲ καὶ οὐσιώδη γενέσθαι μεταβολήν· τοῦτο γὰρ ἡ συναύξησις. ἀλλ’ οὐδὲ αὕτη τροφή, ἐὰν μὴ τὸ μὲν τρέφον ὑλικώτερον ᾖ, τὸ δὲ τρεφόμενον εἰδικώτερον· καὶ τοῦτο πιστοῦται ἐκ τῶν ἀκύρως τῷ τρέφεσθαι χρωμένων ἐπὶ τῶν στοιχείων· τὸ γοῦν πῦρ τρέφεσθαι λέγουσιν, ἀλλ’ οὐχὶ καὶ τὸ ὕδωρ, καίτοι ἐξ ἀλλήλων γινόμενα. ἀλλὰ τὸ εἰδικώτερον, εἰ κυρίως μέλλοιμεν χρῆσθαι τῷ τρέφεσθαι, ἐπὶ τῶν ὅλῳ γένει ὑπερεχόντων ἀκούειν, ᾗ τὸ ἔμψυχον τοῦ ἀψύχου διενήνοχε. τὸ μὲν γὰρ ἔμψυχον εἶναι δεῖ τὸ τρεφόμενον, τὸ δὲ τρέφον οὐκέτι. ἔσται οὖν ἡ τροφὴ κατὰ τὴν ἐξ ἐναντίου μεταβολήν, οὐ κατὰ ποιὸν μόνον ἀλλὰ καὶ κατὰ ποσὸν καὶ κατ’ οὐσίαν εἰς ἔμψυχον εἶδος, δρῶντος μὲν τοῦ τρεφομένου κατὰ τὴν ζωήν, πάσχοντος δὲ καὶ ἐξομοιουμένου τοῦ τρέφοντος τῷ τρεφομένῳ. δεῖ γὰρ ἄπεπτον μὲν ἔτι ὂν τὸ τρέφον ἐναντίως ἔχειν πρὸς τὸ τρεφόμενον, ἵνα καὶ πάσχειν καὶ μεταβάλλειν δύνηται ὑπὸ γὰρ τοῦ ἐναντίου ἡ μεταβολή), ἐξομοιωθῆναι δὲ πεφθέν, ἐπειδὴ ὀστοῦν ὀστέῳ καὶ σὰρξ σαρκὶ καὶ ἀπλῶς εἰπεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον ἐν τῇ τροφῇ προσ- τίθεται· ἀλλὰ καὶ δρᾶν τὸ τρεφόμενον εἰς τὸ τρέφον, τὸ ἐν αὐτῷ δυνάμει τελειοῦν καὶ εἰς ζωτικὸν μεταβάλλον ὑποκείμενον. ἐπεὶ δὲ δοκεῖ καὶ τὸ νῦν τρεφόμενον ἐκ τοῦ μὴ τρέφεσθαι μεταβάλλειν εἰς τὸ τρέφεσθαι, οὐχ ὑπὸ τρέφοντος γίνεσθαι λέγει τὴν μεταβολὴν οὐδὲ ὅλως κατὰ πεῖσιν, ἀλλὰ κατ’ ἐνέργειαν καὶ ἔνδοθεν, τῆς θρεπτικῆς ζωῆς ἐξ ἀργίας εἰς ἐνέργειαν μεθισταμένης. p. 416b10 Ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμψυχόν ἐστι καὶ οὐ κτὰ συμβεβηκός. ’H μὲν τροφὴ ἀντὶ τοῦ τρέφοντος εἴληπται. ἐπεὶ δὲ τὸ τρέφον καὶ 32r τὸ τρεφόμενον ὡς τὰ πρός τι ἀλλήλοις ἀντίκειται, τρέφεται δὲ τὸ ἔμψυχον ὡς ἔμψυχον, τὸ θνητὸν δηλαδή, λέγοιτο ἄν τὸ τρέφον καθ’ αὑτὸ πρὸς τὸ 32r ἔμψυχον καὶ οὐ κατὰ συμβεβηκὸς ὡς δοῦλος ἀνθρώπου. ὡς γὰρ τῷ ἥπατι οὐσιῶδες τὸ δεξιόν, οὕτω καὶ τῷ ἐμψύχῳ τὸ τρέφεσθαι· διὸ καὶ τρεφόμενόν ἐστιν ᾗ ἔμψυχον. p. 416b11 Ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι. Πάντως μὲν τὸ τρέφον καὶ κατ’ οὐσίαν μεταβάλλει καὶ κατὰ ποσὸν προστίθεται. καὶ κατ’ οὐσίαν μὲν μεταβάλλει ὡς τὸ αὐτὸ κατ’ οὐσίαν τῶ τρεφομένῳ γενόμενον. ἀλλὰ ταύτῃ μὲν τρέφει, κατὰ δὲ τὸ ποσὸν προστιθέμενον αὔξει. καὶ γὰρ τρέφεται μὲν τὸ ἔμψυχον ὡς τὸ αὐτὸ κατ’ οὐσίαν διὰ τῆς προσθήκης σωζόμενον, διὰ δὲ τὴν τοῦ ποσοῦ μετὰ τὴν ἀπορροὴν πρόσθεσιν αὔξεται. ἐναργῶς μὲν ὅταν πλείων ἡ ἐπιρροὴ τῆς ἀπορροῆς ᾖ. ἤδη δὲ κἄν ἴση κἄν ἐλάττων διὰ τὴν ὁποιανοῦν μετὰ τὴν ἀπορροὴν πρόσθεσιν κατὰ μέγεθος. p. 415b15 Καὶ γενέσεως δὲ ποιητικόν. Ὅτι καὶ κατ’ οὐσιώδη μεταβολὴν ἡ τροφὴ ἐντεῦθεν σαφές· γίνεται γάρ, εἰ καὶ μὴ τὸ τρεφόμενον ἦν γὰρ καὶ πρότερον), ἀλλ’ ὅμοιον τῷ τρεφομένῳ. ἡ μὲν οὖν θρεπτικὴ τῆς ψυχῆς δύναμις σωστικῶς ἐνεργεῖ. παρασκευάζει δὲ αὐτὴν ἐνεργεῖν ἡ τροφή, οὐχ ὡς κινοῦσα τὴν ζωτικὴν δύναμιν, ἀλλ’ ὡς ὕλη ἐπιτηδεία πρὸς τὴν ἐνέργειαν παρακειμένη καθάπερ τὰ ξύλα τῷ τέκτονι· οὐ γὰρ ἄνευ μὲν τῆς τροφῆς, ἔνδοθεν δὲ ἐφ’ ἑαυτῆς ἐνεργεῖ ἡ ψυχή. διὸ τὸ τρέφον ἐστὶν ἡ πρώτη ψυχή, πρώτη οὖσα διὰ τὸ τοῖς σώμασι προσεχές, τρέφουσα δὲ ὡς τῆς ὅλης ἄρχουσα ἔνδον ἐνεργείας, δι’ ἣν καὶ τὸ τρεφόμενον τῷ ἔχειν αὐτὴν τρέφεται καὶ ἡ τροφὴ μεταβάλλεται καὶ προσκρίνεται καὶ εἰδοποιεῖται ὁμοίως τῷ τρεφομένῳ, ἡ αὐτὴ καὶ σώζουσα τὸ ὑποκείμενον καὶ αὔξουσα καὶ τοῦ ὁμοίου οὖσα γεννητική· τῷ γὰρ δύναμιν ἀτελεῖ διδόναι τῷ σπέρματι πρὸς τὴν τοῦ αὐτοῦ εἴδους ὑποδοχήν· καὶ τοῦτο τῆς τοιαύτης ψυχῆς τὸ ἄριστον ἔργον ὡς καὶ τῆς ἐνδεχομένης αἴτιον ἀιδιότητος. p. 416b25 ἐστι δὲ ᾧ τρέφεται διττόν. Ὅτι μὲν ἡ τροφή ἐστιν ᾧ τρέφεται σαφῶς προείρηται. ἐπεὶ δὲ πέττεσθαι δεῖ τὴν τροφὴν τῷ θερμῷ, οὐκ αὐτῷ ὄντι τῷ τρέφοντι προηγουμένως (προείρηται γὰρ ὡς ἡ ψυχὴ τὸ αἴτιον τῆς τροφῆς, τὸ δὲ πῦρ συναίτιον) τριῶν οὖν κατηριθμημένων, τοῦ τρέφοντος, τοῦ ᾧ τρέφεται καὶ τοῦ τρεφο- μένου, καὶ διττοῦ λεγομένου τοῦ ᾧ τρέφεται, τὸ θερμὸν ἐν τούτῳ τετάξεται. οὐχὶ οὖν θάτερον τὸ ᾧ τρέφεται ἀκουστέον τὴν ψυχήν· καὶ γὰρ καὶ τὰ παραδείγματα ἡ χεὶρ καὶ τὸ πηδάλιον μέσα τῆς ψυχῆς ὡς κινούσης καὶ ὡς κινουμένου τοῦ πλοίου. ἀλλ’ εἰ μέσα τὰ οἷς τρέφεται, ἥ τε τροφὴ καὶ 32r τὸ θερμόν, πῶς οὐκ ἄμφω κινούμενα ὑπὸ τῆς θρεπτικῆς ζωῆς; καὶ γὰρ καὶ ἡ χεὶρ καὶ τὸ πηδάλιον ὑπὸ τῆς τοῦ κυβερνήτου ψυχῆς. διὰ τί οὖν τὸ μὲν λέγει κινεῖν, τὸ δὲ κινεῖν καὶ κινεῖσθαι; ἢ ἄμφω μὲν ὑπὸ τῆς θρεπτικῆς κινεῖται ζωῆς, ἀλλ’ ὡς ἐν αὐτοῖς τοῖς οἷς τρέφεται τὸ μὲν ἔσται κινητικόν, ὡς τὸ θερμὸν τὸ ἐν τῷ ζῶντι, θατέρου οἷον τοῦ σιτίου, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ τοῦ θερμοῦ, κινοῦν δὲ τὸ τρεφόμενον ὡς προσεχῶς αὖξον καὶ σῶζον. p. 416b30 τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται. Ὅτι ἐναντία πὼς τῷ τρεφομένῳ οὖσα ἔτι ἄπεπτος, πεφθεῖσα δὲ ὁμοία, καὶ ὅτι ἀντίκειται ὡς τὸ πρός τι τῷ ἐμψύχῳ, ᾗ σώζεταί τε καὶ αὔξεται τὸ τρεφόμενον ἔμψυχον ὄν, καὶ ᾗ χρῆται εἰς τὸ ὅμοιον γεννῆσαι, ὑπὸ μὲν τῆς ψυχῆς προηγουμένης κινουμένῃ ὑπὸ δὲ τοῦ θερμοῦ πεσσομένῃ. p. 416b30 Διασαφητέον δ’ ἐστὶν ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις. Τουτέστιν ἐν τῇ Περὶ ζῴων γενέσεως, εἰρηκὼς ἤδη καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. p. 416b32 Διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως. Μετὰ τὴν περὶ τῆς φυτικῆς θεωρίαν ψυχῆς ἐπὶ τὴν προσεχῶς αὐτῆς ἐπαναβεβηκυῖαν τὴν αἰσθητικὴν χωρεῖ καὶ χρήσεται μὲν τῷ προτέρῳ τρόπῳ τῆς διδασκαλίας, ἀρχόμενος, ὡς προεῖπον, ἐκ τῶν ἀντικειμένων καὶ διὰ μέσων τῶν ἐνεργειῶν ὡς τὴν οὐσίαν αὐτῆς παραπεμπόμενος. τέως δὲ τὰ πρὸς τὴν προκειμένην αὐτῷ θεωρίαν χρήσιμα προλαμβάνει. ἐπεὶ γὰρ ἐν τῷ πάσχειν ἡ αἴσθησις, ὡς φθάνει εἰρηκώς, ὅτε τὴν ψυχὴν κατὰ ποιότητα κι- νοῦσαν ἔφασκε τὸ σῶμα ὡς τῶν αἰσθήσεων |ἀλλοιώσεων οὐσῶν, προδιορίζεται ὡς τὸ πάσχον ὑπό του δυνάμει μὲν ὅμοιον εἶναι βούλεται τῷ ποιοῦντι, οὐχὶ δὲ ἐνεργείᾳ ἐν τῷ πάσχειν, ἀλλ’ ἐν τῷ πεπονθέναι. καὶ ἐντεῦθεν ὅτι οὐκ ἄλλως οἵα τε ἐνεργεῖν, εἰ μὴ ὑπὸ τῶν ἔξωθεν κινουμένη, συμπεραίνεται. εἰ γὰρ παθεῖν δεῖ τὸ αἰσθανόμενον, οὐδὲν δὲ πάσχον ἐστὶν ὑπὸ τοῦ ὁμοίου οὐδὲ ἔτι μᾶλλον ὑφ’ ἑαυτοῦ, οὐδ’ ἂν ἡ αἴσθησις καθ’ ἑαυτὴν ἄνευ τοῦ ποιοῦντος ἐνεργοίη, ὡς πρὶν ἐκεῖνο ποιεῖν δυνάμει εἶναι ἀλλ’ οὐκ ἐνεργείᾳ τὸ αἰσθητικόν, γίνεσθαι δὲ ἐνεργείᾳ παρόντος τοῦ ποιοῦντος· διττοῦ δὲ ὄντος τοὐ ποιητικοῦ, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ, ὡσαύτως ἔχειν καὶ τὴν αἴσθησιν καὶ τὸ αἰσθάνεσθαι, ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ. οὗτος μὲν οὖν ὁ ὅλος τοῦ προκειμένου σκοπός, τὰ δὲ κατὰ μέρος 32v ὧδε διερμηνευτέον. p. 416b32 Λέγωμεν, φησί, κοινῇ περὶ πάσης αἰσθήσεως. Ἐρεῖ μὲν γὰρ ἰδίᾳ καὶ περὶ ἑκάστης, πρότερον δὲ ἁπλῶς περὶ αἰσθήσεως λέγων κοινὴν πασῶν ποιεῖται τὴν θεωρίαν. p. 416b 33 Ἡ δὲ αἴσθησις ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν συμβαίνει οὐκ αὐτὴν τὴν αἰσθητικὴν ζωήν (ἐνεργείᾳ γάρ ἐστι κριτική) ἀλλ’ ἐν τῷ κινεῖσθαι τὸ αἰσθητήριον, διὸ καὶ οὕτως ἔφη ἐν τῷ κινεῖσθαί τι τὸ ὄργανον δηλαδή. καὶ ἐπεὶ ποιὰ πάντα τὰ ἴδια αἰσθητά, ὑφ’ ὧν προηγουμένως κινεῖται τὸ αἰσθητήριον, εἰκότως καὶ πάσχειν καὶ ἀλλοιοῦσθαι λέγεται· πεῖσις γὰρ καὶ ἀλλοίωσις ἡ κατὰ ποιότητα κίνησις. p. 416b34 Δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι. Τὸ δοκεῖ, ἐπεὶ οὐκ αὐτή ἐστιν ἀλλοίωσις ἡ αἴσθησις, φαίνεται δὲ τοῖς τὸ τοῦ αἰσθητηρίου πάθος ἐπὶ τὴν συμπλεκομένην αὐτῷ καὶ χρωμένην μετάγουσιν ἐνέργειαν. p. 4161535 Φᾶσί δέ τινες καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν. οὕτω κἀν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἱστορῶν καὶ διακρίνων τὸν λόγον οὐ περὶ τοὐ θρεπτικῶς ἢ αἰσθητικῶς, ἀλλὰ καθόλου καὶ ἀπλῶς περὶ τοῦ ποιεῖν τε καὶ πάσχειν. διὸ καὶ νῦν οὕτως εἶπεν εἰρῆσθαι ἐν τοῖς καθόλου περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγοις. οὐ γὰρ ἀπλῶς τὸ περὶ γενέσεως σύγγραμμα καθόλου καλεῖ, ἀλλὰ τοὺς ἐκεῖ ῥηθέντας περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγους. p. 417a2 ἔχει δὲ ἀπορίαν, διὰ τί οὐ καὶ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις. Πρὸς τὸ εἴρηται μὲν ἀποδέδοται οἶμαι τὸ ἔχει δὲ ἀπορίαν· κοινῶς μὲν γάρ φησιν ἐν ἐκείνοις περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἴρηται, τὴν δὲ δοκοῦσαν ἐπὶ τῶν αἰσθήσεων συμβαίνειν ἀπορίαν διὰ τῶν αὐτῶν λυτέον λόγων. ἀλλὰ τίς ἡ ἀπορία, καὶ διὰ τί δοκεῖ εἶναι ἀπορία; ἢ ὅτι ζωτικὴ καὶ γνωστικὴ οὖσα ἐνέργεια οὔτε ἑαυτῆς οὔτε τῶν ὀργάνων ἐστὶν ἑαυτῆς, ἀφ’ ἑαυτῆς ἐγειρομένη, καὶ ἐὰν μὴ κινηθῇ τὸ αἰσθητήριον παθὸν ὑπό τινος τῶν ἔξωθεν πρότερον. ζωτικὸν γὰρ τὸ ἔνδοθεν καὶ ἀφ’ ἑαυτοῦ ἐνεργεῖν καὶ τὸ κινεῖν τὰ σώματα, ἀλλ’ οὐκ αὐτὸ κινουμένων ἐκείνων πρὸς 32v τὴν οἰκείαν δεῖσθαι ἐνέργειαν. διὰ τί γὰρ οὐ τῶν αἰσθήσεων αὐτῶν γινεται αἴσθησις; οὐκ ἀντὶ τῶν αἰσθητηρίων εἰπὼν τῶν αἰσθήσεων, ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται· οὗτε γὰρ ἀντὶ τοῦ ὀργάνου εὔλογον τὸ χρώμενον εἰπεῖν, καὶ ἐπάγει τοῦτο ζητῶν· p. 417a3 Καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν ἐνόντος πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων στοιχείων. ἔνεστι δὲ δηλαδὴ ἐν τοῖς ὀργάνοις τὰ στοιχεῖα, ἀλλ’ οὐχ ὡς τῷ Πλουτάρχῳ δοκεῖ πρὸς Ἐμπεδοκλέα ἀποτείνεται, ἐν ταῖς αἰσθήσεσιν αὐταῖς τὰ στοιχεῖα τιθέμενον. φθάνει τε γὰρ τοῦτο ἐλέγξας, καὶ νῦν πρὸς τῷ μὴ ἐλέγχειν καὶ ἀπολογεῖται ὑπὲρ τῆς δοκούσης ἀπορίας. ἔστιν οὖν ἡ ἀπορία, διὰ τί γνωστικὴ οὖσα ἡ αἰσθητικὴ ζωὴ οὐχ ἑαυτῆς ἐστι γνωστική, αὐτὴ ὑφ’ ἑαυτῆς εἰς ἑαυτὴν ἐγειρομένη, ἀλλὰ μόνων σωμάτων, καὶ ὑπ’ ἐκείνων κινουμένη. εἰ δὲ καὶ τῶν αἰσθητῶν σωμάτων ὄντων δεῖται, ἵνα διαναστῇ πρὸς τὴν αὐτῶν τῶν αἰσθητῶν γνῶσιν, διὰ τί μὴ πρὸς παρόντα τὰ αἰσθητήρια ἐγείρεται, αἰσθητὰ ὄντα καὶ τάδε διὰ τὸ ἐκ τεττάρων εἶναι στοιχείων; διὰ τί γάρ φησι μἡ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις; πρῶτον τοῦτο ἀπορῶν, διὰ τί μὴ ἑαυτῶν εἰσιν ἀντιληπτικαί, ἔπειτα καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, τουτέστι διὰ τί οὐκ ἐνεργοῦσιν αἰσθητικῶς (τοῦτο γὰρ τὸ τὰς αἰσθήσεις ποιεῖν αἴσθησιν), καίτοι παρόντων αἰσθητῶν, κἄν τῶν ἔξω τι μὴ παρῇ, τῶν στοιχείων ἐνόντων ἐν τοῖς αἰσθητηρίοις. p. 417a5 ὃν ἐστιν ἡ αἴσθησις καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις· τῶν γὰρ στοιχείων ἐστὶν ἡ αἴσθησις ἢ κατὰ τὰ καθ’ αὑτὰ αὐτοῖς ὑπάρχοντα ἢ κατὰ τὰ ἄλλως αὐτοῖς συμβεβηκότα. καὶ γὰρ τῆς ἀντιτυπίας αἰσθανόμεθα τῆς γῆς καθ’ αὑτὸ αὐτῇ συμβεβηκυίας, καὶ τοῦ ὁποιουοῦν αὐτῆς χρώματός τε καὶ μεγέθους. p. 417a6 Δῆλον οὖν ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν ἐνεργεία, ἀλλὰ δυνάμει μόνον. |Λύει διὰ τούτων τὴν δοκοῦσαν ἀπορίαν. τὸ γὰρ ἀφ’ ἑαυτῆς εἰς ἑαυτὴν ἐγείρεσθαι τῆς τελείας ἐστὶ καὶ κατ’ ἐνέργειαν ἑστώσης ζωῆς. ὅση δὲ μὴ ἀφ’ ἑαυτῆς ἐγείρεται ἢ πρὸς τὰ ἔξω ἀποτείνεται, οὐκ αὐτάρκης ἀλλ’ ἐνδεὴς ἑτέρου καὶ δυνάμει ἀτελής πὼς διὰ τοῦτο, ὡς πρὸς τὴν ἐνέργειαν ἑτέρου ἐνδεὴς ἢ τοῦ πρὸς ὃ ἢ τοῦ ὑφ’ οὗ. ἀλλ’ ἡ κατὰ θάτερον μόνον οὖσα ἐνδεής, ἐγειρομένη μὲν ἐξ ἑαυτῆς, πρὸς δὲ τὰ ἔξω φερομένη, ἢ ὑπὸ δυνάμει· ἡ δὲ καὶ ὑπό τινος τῶν ἔξω κινουμένη καὶ μόνων οὖσα τῶν ἐκτὸς ἀντιληπτικὴ ὡς κατ’ ἄμφω ἐνδεὴς μόνον ἐστὶ δυνάμει. ἐσχάτη γὰρ οὖσα γνωστικὴ ζωὴ ἡ αἰσθητικὴ καὶ ἑτέρων ἐστὶν ἀλλ’ οὐχ ἑαυτῆς προηγουμένως γνωστική, καὶ ὑπὸ τῶν ἔξω κινεῖται οὐχ ὡς τὰ ἄψυχα, ἀλλ’ ὡς ἔνδοθεν μὲν ἐγειρομένη, ἵνα καὶ ζωτικὴ ᾖ ἐνέργεια, προηγησαμένῳ δὲ τῷ περὶ τὸ αἰσθητήριον ἐγγινομένῳ ὑπὸ τοῦ ἐκτὸς πάθει ἐπακολουθοῦσα καὶ περὶ αὐτὸ ἐγειρομένη ἔνδοθεν, καὶ τελειομένη μὲν κατὰ τὴν ἔνδοθεν τῶν λόγων προβολήν, ὑπὸ δὲ τῶν ἐκτὸς λεγομένη τελειοῦσθαι, ὡς περὶ τὸ ὑπ’ αὐτῶν ἐν τῷ αἰσθητηρίῳ γινόμενον πάθος τελείως οἴκοθεν ἐγειρομένη· ὡς τὸν ἄρτον κινητικόν φασιν τῆς ὀρέξεως, οὐ δρῶντα τι εἰς αὐτήν, ἀλλὰ περὶ αὐτὸν ἀφ’ ἑαυτῆς ἐκείνης ἐγειρομένης· καὶ ὡς τὸ σῶμα τῆς ψυχικῆς κακίας αἰτιᾶται Πλάτων’, οὐ ποιοῦν εἰς αὐτήν τι, ἀλλ’ ἐκείνης διὰ τὴν ἄγαν περὶ τὸ σῶμα στροφὴν ὑφ’ ἑαυτῆς κακυνομένης. ἔστι μὲν οὖν καὶ ἡ φαντασία μόνων τῶν ἐκτὸς ἀντιληπτικὴ καὶ ὑπὸ τῶν τοῦ αἰσθητηρίου κινουμένη παθῶν τὴν ἀρχήν, ἀλλὰ μετὰ τὴν πρώτην κίνησιν καὶ ἀφ’ ἑαυτῆς προβάλλει τοὺς τύπους καὶ ἐνεργεῖ καὶ μὴ παρόντων τῶν ἔξωθεν. ἡ δὲ αἴσθησις ἀεὶ παρόντων δεῖται, ἵνα ἐνεργήσῃ. διὸ μόνον δυνάμει καὶ οὐχὶ καὶ ἐνεργεία τὸ αἰσθητικόν, ὡς οὐδέποτε καθ’ ἑαυτὸ ἄνευ τῶν ἔξω παρόντων ἐνεργοῦν. διὰ τί οὖν μὴ ἔστι τῶν αἰσθήσεων αἴσθησις; ὅτι ἐνεργείας ἐστὶν αὐτοτελοῦς ἡ πρὸς ἑαυτὸ ἐπιστροφή, δυνάμει δὲ μόνον ἡ αἴσθησις. διὰ τί δὲ μὴ τῶν ἐν τῷ αἰσθητηρίῳ ἀντιλαμβάνεται στοιχείων; ἐπειδὴ παθεῖν τε δεῖ τὸ αἰσθητήριον ὑπὸ τοὐ αἰσθητοῦ, ἵνα κινηθῇ εἰς ἐνέργειαν ἡ αἴσθησις, πάσχει δὲ οὐδὲν ὑφ’ ἑαυτοῦ, ὡς οὐδὲ τὸ καυστὸν καίεται ἄνευ τοῦ καυστικοῦ. ἀπήντησεν οὖν καὶ πρὸς τὴν δευτέραν ἀπορίαν διὰ τῶνδε, ὅτι ὡς οὐδὲ τὸ καυστὸν ἄνευ τοῦ καυστικοῦ καίεται, οὕτω δηλαδὴ οὐδὲ τὸ αἰσθη- τήριον πάθοι ἄν ὑφ’ ἑαυτοῦ. ἀλλ’ ἐνεργείᾳ ὂν φέρε τὸ πῦρ ἐν τῷ αἰσθητηρίῳ πῶς οὐ κινεῖ τὴν αἴσθησιν; ὅτι οὐδὲ τὸ ἔξω πῦρ εἰς αὐτὴν δρᾷ τὴν αἴσθησιν, ἀλλ’ εἰς τὸ αἰσθητήριον, αὐτὸ δὲ οὐδὲν εἰς ἑαυτὸ δρᾷ. p. 417a9 Ἐπειδὴ ἐπειδὴ δὲ τὸ αἰσθάνεσθαι λέγομεν διχῶς. Ὡς τὸ αἰσθάνεσθαί φησι διττόν, δυνάμει τε καὶ ἐνεργεία, οὕτω διχῶς λέγεται καὶ ἡ αἴσθησις. δηλοῖ δὲ αὐτῷ ἡ μὲν αἴσθησις τὴν οὐσίαν τῆς τοιαύτης ψυχῆς, τὸ δὲ αἰσθάνεσθαι τὴν ἐνέργειαν. καὶ ὀρθῶς ὁποία ἡ οὐσία ἐκ τῆς ἐνεργείας τεκμαίρεται. ἔσται οὖν καὶ ἡ οὐσία ἢ δυνάμει ἢ ἐνεργείᾳ, οὐ κτὰ τὸ πρότερον καὶ ἀτελέστατον δυνάμει (ἐν στερήσει γὰρ ἐκεῖνο) ἀλλὰ κατὰ τὸ δεύτερον, οἷα τὰ κατὰ τὸν ἐπιστήμονα μὲν οὐκ ἐνεργοῦντα δέ· ἤδη γὰρ τῷ αἰσθητικῷ χαρακτηρίζεται εἴδει. ἀτελὲς δὲ καὶ τὸ τοιοῦτον δυνάμει· ἐν γὰρ τῇ ἐνεργείᾳ ἡ τελειότης, καὶ τελεία οὐσία ἡ κατὰ φύσιν ἐνεργοῦσα, ἡ δὲ μὴ ἐνεργοῦσα ποτὲ τῆς ἁπλῶς ἀπολείπεται τελειότητος. p. 417a13 Ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι. ’Ex τῆς ἐνεργείας ἐπὶ τὴν οὐσίαν ἀναπεμφθεὶς ὡς ἐξ αἰτιατοῦ εἰς τὸ αἴτιον, ἀξιοῖ καὶ ἐπιστημονικώτερον ἐκ τοῦ αἰτίου ὁρᾶν τὸ αἰτιατὸν καὶ ἐκ τῆς οὐσίας τὴν ἐνέργειαν. p. 417a14 Πρῶτον μὲν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἐνεργεῖν λέγομεν. εἰρηκὼς τὸ αἰσθάνεσθαι πρότερον μὲν ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνειν, ὑποκατιὼν δὲ πρὸς τὸ δυνάμει ἀντιδιαιρούμενον ἤδη ἐνεργοῦν φάμενος καὶ ἐπὶ τοῦ αὐτοῦ ἐπὶ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως τῷ τε κινεῖσθαι καὶ τῷ πάσχειν καὶ τῷ ἐνεργεῖν χρησάμενος, αὐτό τε τοῦτο ἐπισημαίνεται καὶ ἀπολογεῖται ὑπὲρ τῆς ἐνεργείας, ὡς καλῶς αὐτῇ τρόπον τινὰ καὶ ἐπὶ τῆς κινήσεως χρώμενος, διὰ τὸ καθάπερ ἐν τῇ Φυσικῇ ἀκροάσει εἴρηται τὴν κίνησιν ἀτελῆ εἶναι ἐνέργειαν (ἡ γὰρ τελεία καὶ ἀμέριστος δῆλον ὅτι οὐ κίνησις), οὐκέτι δὲ περὶ τοῦ πάσχειν καὶ κινεῖσθαι ὅπῃ ἀλλήλων διαφέρετον διορισάμενος. εἰ μὲν οὖν ἰδίως ἐπὶ τῆς κατὰ τὴν παθητικὴν ποιότητα λέγοι τὸ πάσχειν, δῆλον ὡς ἡ κίνησις ἔστι ἐπὶ πλέον· εἰ δὲ κατὰ τὴν ἀπλῶς τροπὴν ὑφ’ ἑτέρου πάντως ἐγγινομένην, εἰς ταὐτὸν ἄν δόξειεν ἄγεσθαι τὸ πάσχειν τῷ μεταβάλλειν· καὶ γὰρ ὑφ’ ἑτέρου καὶ ἐν τροπῇ ἅπασα μεταβολή. μήποτε δὲ ἡ μὲν κατ’ οὐσίαν καὶ ποιὸν καὶ ποσὸν ἐν τροπῇ πάντως, καὶ ὅση γε ποιητικὴ ἢ ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἢ ἀνάπαλιν γίνεται· ἐν τροπῇ ἡ καθ’ ὅλον μεταβαλλομένου τινὸς διὰ τὸ ἄλλοτε ἄλλοις συντάττεσθαι· ὅση δὲ καὶ τὴν αὐτὴν φυλάττει πρὸς τὰ ἄλλα σύνταξιν, καὶ ἐν τῷ κατὰ φύσιν μένει, οὐ πάσχοντος ἀλλ’ ἐνεργοῦντος τὴν διάφορον τῶν τόπων μετάστασιν τοῦ |κινουμένου, ὡς ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως ἡμῖν εἴρηται, οὐκ ἄν ἐν τῷ πάσχειν εἴη, ὅτι μηδὲ ἐν τροπῇ. ἀλλὰ τοῖς Ἀριστοτέλους προσεκτέον. p. 417a17 Πάντα δὲ πάσχει καὶ κινεῖται ὑπὸ τοὐ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος. τοῦτο δηλαδὴ ἐνεργείᾳ ὄντος, ὅπερ τὸ πάσχον τέως μὲν δυνάμει, ὕστερον δὲ γίνεται ἐνεργείᾳ, εἴ γε ἐν τῷ πεπονθέναι ὁμοιοῦται τῷ ποιοῦντι. ἀλλ’ οὔτε ἡ τρίψις ἔχει θερμότητα, καίτοι ἐμποιοῦσα, οὔτε μάστιξ μώλωπας. οὔτε γὰρ πάσχειν δεῖ τὸ ποιοῦν ὅπερ ποιεῖ, ἀλλ’ ἐνεργεῖν, καὶ ταύτῃ ἐστὶ τῇ ἐνεργείᾳ τὸ ποιοῦν οἷον τὸ ἐν τῷ πάσχοντι ἀποτελούμενον, οὐ παθητικῶς ἀλλ’ ἐνεργητικῶς. οὐ κατὰ Πλάτωνα ἄρα μόνον, ἀλλὰ καὶ κατὰ Ἀριστοτέλην ἐν τῷ ποιητικῷ αἰτίῳ τὰ εἴδη προείληπται τῶν ἀποτελουμένων, οὐ παθητικῶς δηλαδὴ ἀλλ᾿ ἐνεργητικῶς καὶ οὐσιωδῶς, ἐν οἷς ἡ ἐνέργεια 33v ἡ αὐτὴ τῇ οὐσίᾳ. p. 417a18 Διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὕπο ἀνομοίου· Τὸ γὰρ ἔτι πάσχον δυνάμει ἐστὶν ὅμοιον ἀλλ’ οὐκ ἐνεργείᾳ τῷ ποιοῦντι, τὸ δὲ πεπονθὸς ἁπλῶς ὅμοιον. p. 417a21 Διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας. Ἐξ ὧν καὶ τὸ πάσχειν διακριθήσεται, ὅτι ἐν τροπῇ καὶ τῇ ἄλλοτε ἄλλῃ διαθέσει, ἀλλ’ οὐκ ἐν τῇ κατ’ ἐνέργειαν μεταβολῇ. p. 417a22 Νῦν γὰρ ἀπλῶς λέγομεν, ἃ λέγομεν περὶ αὐτῶν. Ἀντὶ τοῦ ἀδιορίστως. ἐφ’ οἷς διὰ παραδείγματος τοῦ ἐπιστήμονος τὸ διττὸν παραδίδωσι τοῦ δυνάμει· τὸ μὲν πρὸς γένεσιν τὴν ἀτελῆ παρέχον ἐπιτηδειότητα, τὸ δὲ πρὸς ἐνέργειαν κατὰ τὴν ἤδη μὲν παρεσκευασμένην εἰς τὸ ἐνεργεῖν ἕξιν, οὐ μὴν ἐνεργοῦσαν καὶ ταύτῃ ἀπολειπομένην τῆς τελειότητος. ἐν γὰρ τοῖς τρισὶ τὸ τέλειον, ἐν οὐσίᾳ, δυνάμει, ἐνεργείᾳ. ἅπας μὲν οὖν ἄνθρωπος δυνάμει ἐπιστήμων ὡς πεφυκὼς γίνεσθαι διὰ μαθήσεως, καὶ τῷ γένει τοῦτο τουτέστι τῇ ἀνθρωπίνῃ ὑπάρχει φύσει, καὶ ὑλικὸν τὸ τοιοῦτον δυνάμει ὡς τῷ γίνεσθαι καὶ τῷ ἑτέρωθεν δέχεσθαι τελειούμενον· διὸ πρόσκειται τὸ καὶ ὕλη. ὁ δὲ ἤδη τὴν ἐπιστημονικὴν ἀπειληφὼς ἕξιν μὴ ἐνεργῶν δὲ οὐδὲ πρὸς τὸ αὐτό ἐστι δυνατός· οὐ γὰρ πρὸς γένεσιν, ἀλλὰ πρὸς θεωρίαν, οὐ κατὰ τὴν ὑλικὴν δύναμιν, ἀλλὰ κατὰ εἰδητικὴν μέν, μεριστῶν δὲ πραγμάτων, οὐ τῷ διεσπάσθαι μόνον ἀπὸ τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ μειζόνως μεριζομένην καὶ τῷ μὴ ἀεὶ ἐνεργεῖν ἢ τῷ μὴ βούλεσθαι ἢ τῷ ὑπό τινος κωλύεσθαι. ἅπερ ἄμφω καὶ αὐτὸς ἐδήλωσε διὰ τοὐ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἐὰν μή τι κωλύῃ· δῆλον γὰρ ὡς καὶ βούλεται ἐνίοτε καὶ βουληθεὶς κωλύεται. ἀλλ’ εἰ καὶ τῆς ἀμερίστου ὁ τοιοῦτος ἀπολείπεται τελειότητος καὶ τοῦ ἀεὶ εἶναι ἐν τέλει, ποτὲ ὅμως κατὰ τὰ αὐτῷ πρέποντα μέτρα γίνεται τέλειος, ὁπότε ἤδη θεωρεῖ. οἱ δὲ πρῶτοι δύο ἐπιστήμονες ἀτελεῖς πὼς καὶ κατὰ δύναμιν ἀμφότεροι, ἀλλ’ ὁ μὲν τελειούμενος ἀλλοιώσει τῇ διὰ τῆς μαθήσεως, γενέσει τινὶ οὔσῃ οὐ τῆς ψυχῆς ἀλλοιουμένης (ουνεχὴς γὰρ καὶ πάντῃ διαιρετὴ κίνησις ἡ ἀλλοίωσις, ἡ δὲ ψυχὴ καθ’ ὅρους ἀεὶ ἵσταται), ἀλλὰ ταύτης μὲν ἀθρόως, εἰ καὶ ποτέ, κατὰ τὴν ἔνδοθεν προβολὴν ἐν τῇ ἐπιστημονικῇ γινομένης ἕξει, περὶ δὲ τὸ ζῷον ὁρωμένης τῆς ἀλλοιώσεως, ὡς ἐν τῷ ἑβδόμῳ ταῦτα τῆς Φυσικῆς εἴρηται ἀκροάσεως. τὸ δὲ καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν ἕξεως εἴρηκεν ἢ διὰ τὸ κατὰ πλείους μερικωτέρων λόγων προβολὰς καὶ πλεονάκις γενομένας ἀθρόαν ὕστερον τὴν τελείαν ἐπιγίνεσθαι ἕξιν, ἢ ἀντὶ τοῦ ἐνίοτε τοῦ πολλάκις λεγομένου, ὃ καὶ μᾶλλόν μοι ἀρέσκει. σαφῶς γὰρ ἐν τοῖς Ἀποδεικτικοῖς τὴν μὲν εἶναι λέγει κατὰ ἀπόφασιν ἄγνοιαν, τὴν δὲ ἐναντίαν, τὴν μὲν τοῦ ἀληθοῦς μόνου ἐστερημένην, τὴν δὲ καὶ τὸ ἀντικείμενον προσιεμένην ψεῦδος. ἐνίοτε οὖν ἡ εἰς ἐπιστήμην μεταβολὴ ἐκ ψευδο- δοξίας γινομένη καὶ ἐξ ἐναντίας γίνεται ἕξεως. p. 417a32 Ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν γραμματικήν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν ἄλλον τρόπον. Πρὸς μὲν γὰρ τὸ ἐπιστημονικῶς ἐνεργῆσαι οὐδὲ ὅλως ἀλλοιωθῆναί τι δεῖ τὸ ὄργανον, ἐὰν μὴ ἐν μέθαις ἢ νόσοις ἢ ὕπνοις ᾖ· πρὸς δὲ τὸ αἰσθητικῶς παθεῖν μέν τι δεῖ, οὐ μὴν οἷον τὸ ἐπὶ τῆς οὐσιώδους γενέσεως πάθος, ἵνα γένηται αἰσθητικόν, κατὰ τὰς οὐσιώδεις μεταβαλλόμενον ἐμφάσεις, ἀλλὰ κατὰ συμβεβηκυίας τινὰς καὶ ταύτας παθητικὰς μεταβαλλόμενον ποιότητας· διὸ ἄλλον τρόπον. πρὶν δὲ αὐτὸ σαφηνίσαι τὸ πῶς ἄλλον τρόπον, ἐπειδὴ διττὸν ἔθετο τὸ δυνατόν, τέως ὅτι καὶ τὸ πάσχειν |διττὸν ὑπομιμνήσκει· περὶ γὰρ ἀμφοῖν πρόκειται λέγειν. τὸ μὲν γὰρ φθορά τις καὶ μεταβολὴ ἀπὸ εἴδους εἰς στέρησιν, καὶ ὑπὸ τοῦ ἐναντίου μεταβαλλόμενον, ὑπὸ ψυχροῦ φέρε τὸ θερμόν, ἵνα εἰς τὴν τοὐ θερμοῦ ἐλθὸν στέρησιν ἐξομοιωθῇ τῷ δρῶντι ψυχρῷ, ᾧ ἡ τοὐ θερμοῦ συμπέφυκε στέρησις. p. 417b3 Τὸ δὲ γένεσις καὶ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος. Ἀκριβῶς τὸ μᾶλλον προσθείς, ἐπειδὴ κἀν τῇ γενέσει συντρέχει τι τελειωτικόν, καὶ τὸ πάσχον ὑπὸ τούτου μεταβάλλεται τοῦ ἐνεργείᾳ ὄντος τοῦτο, ὅπερ δυνάμει ἐστὶ τὸ πάσχον. διὸ ὅμοιον τῷ ποιοῦντι τὸ πάσχον, ἀλλ’ ὡς δυνάμει ὂν ἐντελεχείᾳ ὄντι. οὕτω δὲ τὴν διπλόην τοῦ πάσχειν ἐν μέσῳ ἐμφήνας ἐξηγήσεται λοιπόν, ὅπως τὸ ἔχον τὴν ἕξιν ἄλλον τρόπον ἀπὸ τοῦ μὴ ἐνεργεῖν ἔρχεται εἰς τὸ ἐνεργεῖν. p. 417b5 Θεωροῦν γὰρ γίγνεται τὸ ἔχον τὴν ἐπιστήμην. ταῦτα συντακτέον πρὸς τὸ εἰς τὸ ἐνεργεῖν δὲ ἄλλον τρόπον. περὶ δὲ ἀμφοῖν ἀνωτέρω εἰπὼν τοῦ τε κατ’ αἴσθησιν ἐνεργοῦντος καὶ τοῦ κατὰ γραμματικὴν καὶ ἁπλῶς κατ’ ἐπιστήμην τὸ ἄλλον τρόπον, τέως ὅπως ὁ ἐπιστήμων ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει παραδί- δωσιν, ὕστερον περὶ τοῦ αἰσθητικοῦ ἐρῶν καὶ τὸ διάφορον αὐτοῖν προσθήσων. οὐ δὴ ἔστιν ἡ ἐκ τῆς ἐπιστημονικῆς ἕξεως εἰς θεωρίαν ἄφιξις ἀλλοίωσις, διότι σωματικὴ κατὰ ποιότητα μεταβολὴ ἡ ἀλλοίωσις, ἐν δὲ τῇ κατ’ ἐπιἕξεως στήμην θεωρίᾳ οὐδὲν τῆς σωματικῆς δεῖ μεταβολῆς, εἰ μὴ ἢ νοσεῖν ὡς εἴρηται ἢ καθεύδειν ἢ μεθύειν αὐτῷ συμβῇ, ὅτε οὐχ ὡς συνεργῆσον ἀλλ’ ὡς μὴ ἐμποδίσον μεταβαλεῖν χρή, ἀλλὰ μόνης τῆς ψυχικῆς ἐπιδόσεως εἰς ἐνέργειαν ἐκ τῆς μὴ ἐνεργούσης ἕξεως. καὶ τοῦτο δῆλον. εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν, αὐτοῦ τοῦ ἔχοντος τὴν ἐπιστήμην εἰς αὐτὸ τὸ ἐνεργεῖν τελειουμένου ὑφ’ ἑαυτοῦ, ἀπαθοῦς τοῦ σώματος μένοντος. διὸ ἡ τοιαύτη μεταβολὴ οὐκ ἀλλοίωσις ἢ ἕτερον γένος ἀλλοιώσεως, διότι αὐτὸς οὔτε ἀλλοίωσιν οὕτε κίνησιν ὅλως τὴν ψυχικὴν μεταβολὴν προσαγορεύει· εἰδὼς δὲ Πλάτωνα καλοῦντα οὐ κατὰ τὰς σωματικὰς κινήσεις ἢ καὶ ἀλλοιώσεις, φησὶν ἕτερον γένος ἀλλοιώσεως. ἀλλὰ τὸ μὲν φρονοῦν, ὅταν φρονῇ, μὴ ἀλλοιοῦσθαι οὐ θαυμαστόν, ὅτε ψυχῆς καθ’ αὑτὴν ἡ ἐνέργεια. πῶς δὲ οὐχὶ ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ; ἢ ὅτι οὗτος, εἰ καὶ τῇ τοπικῇ χρῆται τοῦ σώματος κινήσει, οὔ τι γε τῇ κατὰ ποιότητα. εἰ οὖν καὶ ὁ τῷ σώματι χρώμενος οὐκ ἀλλοιοῦται, μειζόνως ὁ μηδὲ χρώμενος. εἶτα καὶ τὸ διάφορον ἐπάγει τῆς εἰς ἐπιστήμην ἐξ ἀγνοίας τῆς ψυχῆς μεταβάσεως τῆς ἀπὸ ἕξεως εἰς ἐνέργειαν, ὅτι ἡ μὲν κατὰ διδασκαλίαν καὶ μάθησιν ἐπιτελεῖται, ᾗ ἕπεται καὶ σωματική τις μεταβολή, ὡς ἐν τῷ Η τῆς Φυσικῆς λέγεται ἀκροάσεως, ἡ δὲ κατὰ τὴν ἀφ’ ἑαυτῆς ἀθρόαν τῶν λόγων προβολήν. ἕπεται μὲν οὖν ἀλλοίωσίς τις σωματικὴ τῇ μαθήσει διὰ τὴν ἀπὸ αἰσθήσεως διὰ μνήμης εἰς τοὺς λόγους ἀναφοράν, οὐ μὴν ἡ μάθησις ἀλλοίωσίς ἐστι· κατὰ γὰρ τὴν τῆς ψυχῆς γίνεται καὶ αὐτὴ κατὰ λόγους ἐνέργειαν. καὶ ἡ σωματικὴ δὲ ἀλλοίωσις ἡ τῇ μαθήσει ἀκολουθοῦσα οὐ πεῖσις, ἐὰν ἐπὶ μόνης φθορᾶς καὶ τῆς εἰς στέρησίν τις ἀκούῃ μεταβολῆς τὸ πάσχειν, ὡς ἡ πολλὴ ἔχει συνήθεια, ἢ κατὰ τὸν ἕτερόν ἐστι τρόπον πεῖσις, ἐάν τις καὶ τὸ ἐπὶ ἕξιν ἢ εἶδος ἢ τὸ κατὰ φύσιν κατάστημα μεταβάλλον πάσχειν προσαγορεύῃ. ταῦτα περὶ τοῦ ἐπιστημονικοῦ διορισάμενος ἐπιφέρει καὶ περὶ τοῦ αἰσθητικοῦ. p. 417b16 τοῦ δὲ αἰσθητικοῦ ἡ μὲν πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος. Ὅτι ἡ αἰσθητικὴ αὕτη ζωὴ οὐκ ἦν ἀπλῶς τῆς ψυχῆς, ἀλλὰ τῆς σώματι συμπεπλεγμένης. διὸ τῷ ζῴῳ συνυφίσταται, καὶ ἡ ἐκείνου γένεσις ἡ πρώτη τοῦ αἰσθητικοῦ μεταβολὴ εἰς τὸ εἶναι αὐτὸ ἄγουσα, ἀναλογοῦσα τῇ μαθήσει, ὡς καὶ τὸν γεννηθέντα ἀναλογεῖν τῷ ἀπειληφότι τὴν ἕξιν. καὶ τὸ αἰσθάνεσθαι κατ’ ἐνέργειαν λέγεται ὁμοίως τῷ θεωρεῖν· ὁμοίως μὲν ὅτι κατὰ ταὐτὰ ἡ τελειότης ἐπ’ ἀμφοῖν, καὶ ὅτι καὶ ἐπὶ τοῦ αἰσθάνεσθαι ἡ κρίσις ψυχική, καὶ ἔνδοθεν καὶ κατὰ λόγων γίνεται προβολήν. ταύτῃ μὲν οὖν ὁμοίως. p. 417b19 Διαφέρει δὲ ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν. Τουτέστιν ὅτι δεῖ τι παθεῖν τὸ αἰσθητήριον ὑπὸ τῶν αἰσθητῶν ἔξω καὶ οὐκ ἐν τῷ αἰσθανομένῳ ὄντων· ἅπερ ποιητικὰ τῆς ἐνεργείας λέγεται, οὐχ ὡς ἐμποιοῦντα τὴν κρίσιν, ἀλλ’ ὡς πάθος τι ἐν τῷ |αἰσθητηρίῳ, ἐφ’ ὧ ἡ κριτικὴ ἐγείρεται ἐνέργεια. οὐκέτι δὲ τὰ ἐπιστητὰ ποιητικά εἰσιν· οὐ γὰρ εἰς πάθος ἀποτελευτᾷ ἢ ἔξωθέν ἐστι τοῦ ἐπιστημονικοῦ· τῶν γὰρ καθ’ ἕκαστα ἡ αἴσθησις, τῶν δὲ καθόλου ἡ ἐπιστήμη· ἔστι δὲ τὰ μὲν καθ’ ἕκαστα σωματικὰ καὶ μεριστὰ ὄντα καὶ αἰτιατὰ πάντῃ ἔξωθεν τῆς ψυχῆς ἀσωμάτου οὔσης καὶ οὐ μεριστὴς καὶ αἰτίας τῶν ζῴων, τὰ δὲ καθόλου ἐν τῇ ψυχῇ, οὐ τὰ κατηγορούμενα τῶν καθ’ ἕκαστα· ταῦτα γὰρ ἐν αὐτοῖς ἐστι τοῖς καθ’ ἕκαστον καὶ κατὰ μόνην ἐπίνοιαν ὑπὸ τῆς ψυχῆς χωρίζεται, τὰ δὲ ἐπιστητὰ πολλοῖς τῶν αἰσθητῶν ὑπερῆρται μέτροις, ὅσῳ καὶ ἐπιστήμη αἰσθήσεως· ἐπιστητὰ δὲ τὰ ἐν ψυχῇ. ἀλλὰ καθόλου οὕτω λέγει τὰ ἐπιστητά, ὡς ἐν τῷ E τῆς Μετὰ τὰ φυσικὰ τὴν πρώτην φιλοσοφίαν καθόλου εἶναι ἀποφαίνεται, καίτοι περὶ χωριστὰ καὶ ἀκίνητα αὐτὴν θέμενος, καὶ ἐπάγων “εἰ δέ ἐστί τις οὐσία ἀκίνητος, αὕτη προτέρα καὶ φιλοσοφία καθόλου, ὅτι οὕτω πρώτη.’’ καὶ τὰ ἐν ψυχῇ οὖν καθόλου ὡς πρῶτα καὶ αἴτια τῶν μερικῶν. ἀλλ’ ἐπεὶ πρῶτα μάλιστα καὶ αἴτια τὰ νοητά ἐστιν εἴδη, ἅπερ ἀμέριστοι καὶ πάντη ἑαυτῶν εἰσιν οὐσίαι, τὰ δὲ ἐν ψυχῇ κατὰ λογικὴν οὐσίωται ἀνέλιξιν, οὐκ ἀμερίστως ἡνωμένα, καὶ δευτέρως ἐστὶν αἴτια, διὰ τοῦτο καθόλου τὰ πάντων πρώτιστα αἴτια τὰ νοητά, εἰς ἃ διὰ νοῦ καθορμίζεται ἡ ἐπιστήμη. νῷ γὰρ τοὺς ὅρους γινώσκομεν, ὅροι δὲ τὰ εἴδη. ταῦτα δὲ οὐ πρώτως ἐν τῇ ψυχῇ, ἀλλὰ δευτέρως καὶ ὡς ἐν συνημμένῃ τοῖς νοητοῖς. διὰ τοῦτο ἐν αὐτῇ πὼς εἶναι εἴρηται, ὅτι κατὰ τὴν πρὸς τὸν νοῦν συναφήν. p. 417b24 Διὸ νοήσαι μὲν ἐπ’ αὐτῷ ἐστιν, ὅταν βούληται· τῷ νοητικῷ, εἴτε αὐτῷ τῷ ἐν τῇ ψυχῇ νῷ, εἴτε τῇ εἰς νοῦν ἀνε- γειρομένῃ ψυχῇ, εἴτε τῷ ἐπιστήμονι ἀνθρώπῳ, διὰ τὸ ἔνδοθεν ἔχειν τὰ νοητὰ εἴδη, ἀφ’ ὧν ὡς ἐξ αἰτίων καὶ τὰ δεύτερα γινώσκεται ἐπιστημονικῶς· p. 417b24 Αἰσθάνεσθαι δὲ οὐκ ἐπ’ αὐτῷ· τῷ αἰσθητικῷ δηλαδή, ὅτι ὑπάρχειν δεῖ τὸ αἰσθητὸν ἄτομον ὂν καὶ ἔξωθεν, καὶ οὐ μόνον εἶναι ἀλλὰ καὶ παρεῖναι τῷ αἰσθητικῷ, ἵνα καὶ δράσῃ τι εἰς τὸ αἰσθητήριον καὶ ἐπὶ τῷ τούτου πάθει ἡ αἰσθητικὴ ψυχὴ προβαλλομένη τοὺς ἐν αὐτῇ τῶν αἰσθητῶν κοινοὺς λόγους οἰκείως τῳ πάθει γνωρίσῃ τὸ αἰσθητὸν κατ’ οἰκείαν ἐνέργειαν, κατὰ τὸ τοῦ αἰσθητοῦ 34v στᾶσα εἶδος. p. 417b26 Ὁμοίως δὲ τούτῳ ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν. Ὅσαι οὐ τοῖς εἴδεσιν ἢ τοῖς λογικοῖς ἀρκοῦνται μόνοις, ὥσπερ αἱ θεωρητικαί, ἀλλὰ συμπεριλαμβάνουσι καὶ τὰ καθ’ ἕκαστα καὶ ἔξωθεν, ὁποῖαι αἵτε πρακτικαὶ ἐπιστῆμαι καὶ αἱ ποιητικαὶ τέχναι· καὶ γὰρ αὗται παρόντων δέονται τῶν αἰσθητῶν. p. 417b28 Ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἄν καὶ εἰσαῦθις. Περὶ τοὐ πῶς τὰ καθόλου καὶ τὸ θεωρεῖν ἐφ’ ἡμῖν· σαφέστερον δὲ περὶ αὐτῶν ἐν τῷ τρίτῳ ἐρεῖ. ἐφ’ οἷς συμπεραίνεται ὡς κατὰ τὸ δεύτερον δυνάμει τὸ αἰσθητικὸν ἐν τοῖς ζῴοις ὃν πάσχειν λέγεται καὶ ἀλλοιοῦσθαι οὐ κυρίως διὰ τὸ μηδὲ τὴν ψυχὴν εἶναι τὴν πάσχουσαν ἢ ἀλλοιουμένην, τὸ δὲ ὄργανον· οὐδὲ τοῦτο κατὰ τὴν φθαρτικὴν πάθην, ἀλλὰ τὴν κατὰ γένεσιν οὐ τὴν οὐσιώδη, τὴν δὲ πρὸς ὑποδοχὴν τῆς ἐνεργείας αὐτοτελῆ οὖσαν, ὥσπερ ἡ οὐσιώδης πρὸς τὴν τῆς οὐσίας τῆς αἰσθητικῆς προῆγεν ὑποδοχὴν τὸ σῶμα. ἔσται οὖν τὸ αἰσθητικὸν δυνάμει οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ. τοῦτο μὲν γὰρ οὐ δυνάμει ἀλλ’ ἐνεργείᾳ ὥρισταί τινι εἴδει. τὸ δὲ αἰσθητικὸν οὔπω πρὶν ἐνεργεῖν, ἀλλὰ δυνατὸν ὂν κατὰ τὸ δεύτερον δυνάμει, ὕστερον ἐν τῷ ἐνεργεῖν κατὰ τὸ εἶδος ἵσταται τοῦ αἰσθητοῦ οὐ παθητικῶς (οὐ γὰρ λευκαίνεται ἢ θερμαίνεται) ἀλλ’ ἐνεργητικῶς, οὐ ποιεῖν ὡς τὰ ποιητικὰ αἴτια, ἀλλὰ κριτικῶς καὶ γνωστικῶς· τὸ δὲ ὁποῖον πάθος ἐν τῷ αἰσθητηρίῳ μένει. ἀλλ’ ἐπειδὴ κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ἐν τῇ κατ’ ἐνέργειαν αἰσθήσει ἵσταται τὸ αἰσθητικόν, κατὰ τὴν εἰς ἓν συναίρεσιν καὶ τὴν ἀμέριστον τοῦ γνωστοῦ παντὸς περίληψιν ἀπάσης ἱσταμένης γνώσεως, προηγεῖσθαι δὲ χρὴ τὸ τοῦ αἰσθητηρίου πάθημα διὰ τὴν ἔξω τῆς αἰσθητικῆς ζωῆς ῥοπήν, οὐ δυναμένης ἢ ἄνευ τῶν ὀργάνων ἐνεργεῖν ἢ προηγουμένως αὐτῆς ἐγειρομένης καὶ κινούσης τὸ ὄργανον, δῆλον ὡς οὐχὶ τῶν ἐν τοῖς αἰσθητηρίοις ἐστὶ παθῶν, σὺν δὲ τούτοις τῶν ἐν τοῖς σώμασιν εἰδῶν ἀντιλαμβάνεται. κἀκεῖνο δὲ φανερόν, ὅτι μὴ ὡς τὰ ἄψυχα πάσχει ὑπὸ τῶν ἐκτὸς τὸ αἰσθητήριον· ὡς γὰρ ζῶν πάσχει. διὸ οὐδὲ πάθος τὸ ὅλον οὐδὲ ἔξωθεν πάντῃ, ἀλλὰ καὶ κατ’ οἰκείαν ἐνέργειαν, καὶ ἅμα κινεῖταί τε καὶ ἐνεργεῖ. καὶ τὸ τοιοῦτον ὁμοῦ πάθημα καὶ ἐνέργημα ὑπό τε τῶν αἰσθητῶν καὶ κατὰ τὴν πρὸς αὐτὰ τῆς ἐν τῶ αἰσθητηρίῳ ζωῆς διέγερσιν ἐγγινόμενον ὁμοιοῦται τοῖς ἐν τοῖς αἰσθητοῖς εἴδεσιν. ἀλλ’ οὔπω τοῦτο ἡ αἴσθησις, οὐ καθαρὸν ἐνέργημα καὶ μεριστὸν καὶ σωματοειδὲς ὑπάρχον καὶ χρόνῳ παρατεινόμενον · |ἀμερίστως γὰρ ἡ αἴσθησις ἀρχὴν καὶ μέσα καὶ τέλη τοῦ αἰσθητοῦ περιλαμβάνει, καὶ ἐνέργειά ἐστι κρίσις οὖσα τελεία καὶ ἐν τῷ νῦν ἅμα ὅλη ἑστῶσα κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ, οὐκ ἔξωθεν ἐντιθέμενον ὡς ἡ σφραγὶς ἐν τῷ κηρῷ (οὐ γὰρ ζωτικὸν τοῦτο) διὰ βάθους ἰόν, οὐδὲ ἔτι μᾶλλον κατὰ γνωστικὴν ἑστὼς ἐνέργειαν, ἀλλ’ ἔνδοθεν προβαλλόμενον ὑπὸ τοῦ ἐν τῇ ψυχῇ προειλημμένου τῶν αἰσθητῶν λόγου (οὐχὶ τῇ τὸ ὄργανον ὡς ὄργανον ζωούσῃ, ἀλλὰ τῇ ἤδη ζῶντι αὐτῷ χρωμένῃ, ἵνα διὰ τὸ ἐξῃρῆσθαι τοῦ σώματος καὶ ἀμερίστως ἐνεργῇ καὶ γνωστικὴ ᾖ τῶν αἰσθητῶν), ἑνὸς μέν, οὐ κατὰ τὴν ἀπεστενωμένην δὲ ἐν τοῖς ἀτόμοις ἕνωσιν, ἀλλὰ κατὰ τὴν εἰδητικὴν τῶν ἀτόμων αἰτιωδῶς περιληπτικὴν οἰκείως ἑκάστῳ ἐφαρμόζοντος. τῷ γὰρ ἑνὶ τοῦ λευκοῦ λόγῳ τῶν κατὰ μέρος πάντων λευκῶν αἰσθανομένης τῆς ψυχῆς τὸ γὰρ κρῖνον ἡ ψυχὴ κατὰ τὴν οἰκείαν τοῦ γνωστοῦ ἐπαφήν, οἰκεία δὲ ἡ κατὰ τὴν τῆς αὐτῆς ἰδιότητος οὐσιώδης αὐτῆς πρόληψις), ὁμοιοῦται τοίνυν τοῖς αἰσθητοῖς ἡ ψυχὴ οὐ τῷ δέχεσθαί τι ἀπ’ αὐτῶν, ἀλλὰ τῷ κατὰ τὸν οἰκεῖον αὐτοῖς λόγον ἐνεργεῖν. τούτων κοινῇ ἐπὶ πάσης διωρισμένων αἰσθήσεως ἐπὶ τὰ ἑξῆς ἰτέον. p. 418a7 Λεκτέον δὲ καθ’ ἑκάστην αἴσθησιν περὶ τῶν αἰσθητῶν πρῶτον· ἐπειδὴ ἀπὸ τῶν ὡς πρός τι ἀντικειμένων ἡ περὶ ἑκάστης αὐτῶν πρόεισι θεωρία, κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν εἰκότως περὶ τῶν αἰσθητῶν ὑπομιμνήσκει πρῶτον, καὶ ὅτι λέγεται τριχῶς, ἵνα τὰ κατὰ συμβεβηκὸς χωρίσας περὶ μόνων ποιήσηται τὸν λόγον τῶν καθ’ αὑτά, καὶ τούτων τίνα μὲν πρώτως, τίνα δὲ δευτέρως ἑκάστῃ τούτων γινώσκεται αἰσθήσει διδάξῃ. ἄμφω μὲν γὰρ καθ’ αὑτὰ καὶ τὰ ἴδια καὶ τὰ κοινά, ἀλλὰ πρώτως μὲν τὰ ιοια, ἐπειδὴ καὶ πρὸς ταύτα ἰδιοτρόπως ἡ ἑκάστης τέταται οὐσία, δευτέρως δὲ τὰ κοινά, ὅτι σὺν τοῖς ἰδίοις πάντως καὶ προηγουμένως καὶ πληκτικωτέρως δρῶσιν εἰς τὸ αἰσθητήριον. ἀλλὰ πῶς τὰ κοινὰ πασῶν εἶναι λέγει; μεγέθους γὰρ καὶ σχήματος μόναι ἀντιλαμβάνονται ὄψις καὶ ἁφή. ἴσως μὲν οὖν τὸ πασῶν ἀντὶ τοῦ πλειόνων εἴρηται. μήποτε δὲ καὶ μεγέθους ἡ μὲν ἀκοὴ ἐναργῶς, καὶ ὅτι μέγα ἢ μικρὸν τὸ κατενεχθὲν σὺν τῷ ἤχῳ κρίνουσα· ἤδη δὲ καὶ ἡ ὄσφρησις καὶ ἡ γεῦσις, τῷ κατὰ πλείω ἢ ἐλάττω μόρια μεταφερομένη ἡ μὲν τοῦ εὐώδους ἡ δὲ τοῦ γλυκέος ἀντιλαμβανομένη. ἀλλὰ καὶ τοῦ σχήματος ἴσως, εἰ καὶ μὴ ἀκριβῶς, τῇ μεταφορᾷ ἢ τῶν αἰσθήσεων ἢ τῶν αἰσθητῶν γένοιτο ἄν καὶ κατὰ ταύτας γνῶσις, ὅτι ἐξισάζουσί πὼς αἱ διαστάσεις ἢ μία τις ὑπερέχει πολύ. ταύτῃ οὖν διαφέρει ἀλλήλων τὰ διὰ καὶ τὰ κοινὰ αἰσθητά, τῷ τὰ μὲν μιᾶς εἶναι τὰ δὲ πλειόνων αἰσθήσεων, καὶ τῷ τὰ μὲν ἀνεξαπατήτως κινεῖν τὴν περὶ αὐτὰ αἴσθησιν κατὰ φύσιν δηλαδὴ ἔχουσαν καὶ ἀπὸ συμμέτρου τοῦ διαστήματος ἐνεργοῦσαν καὶ μὴ παραποδιζομένην ὑπὸ τοῦ μεταξὺ σώματος, ὡς ὑπὸ παθετέον, χυνομένου ἀέρος ἡ ὄψις ἢ ἀπλῶς ὑπὸ τῶν ἔξωθέν τινος (ταῦτα γὰρ παραθετέον, μὴ σαφῶς ὑπὸ τοὐ Ἀριστοτέλους νῦν λέγηται), τὰ δὲ οὐχ οὕτως ὑποπίπτειν ἀκριβῶς, ἐπειδὴ καὶ προηγουμένως τῶν ἰδίων οὖσα ἑκάστη σὺν ἐκείνοις καὶ τῶν κοινῶν ἀντιλαμβάνεται, καὶ οὐχ ὥσπερ τὸ λευκὸν ἡ ὄψις οὕτω καὶ τὸ μέγεθος τοῦ ὁρωμένου κρίνει, ἀλλὰ καὶ ἀκριβῶς τοῦ χρώματος ἀντιλαμβανομένη τὸ σχῆμα παχυμερῶς γνωρίζει, ἐνίοτε καὶ ἀπατωμένη, τὸ περιφερὲς εὐθὺ ὁρῶσα καὶ κεκλασμένον τὸ ὀρθόν. καὶ μή. ποτε ὡς παθητικώτερα καὶ σωματικώτερα τὰ ἴδια συμμετρότερον προσπίπτει σωματοειδεῖ γνώσει οὔσῃ τῇ αἰσθήσει ἐξῃρημένα τοῦ φωτὸς διὰ τὴν πλείστην ἐκείνου ἐνέργειαν, ἀκριβῶς τῇ ὄψει ἐκείνου γινωσκομένου, τὰ δὲ κοινὰ αἰσθητὰ εἰδητικώτερα **ἀσυμμετρότερα εἶναι τῇ αἰσθήσει, οὐχ ὡς μηδ’ ὅλως τῇ αἰσθήσει, τῷ δὲ λόγῳ μόνῳ γνωριζόμενα ὥσπερ ἡ οὐσία, ἀλλ’ ὡς καὶ τῇ αἰσθήσει μέν, οὐχ οὕτω δὲ ἐναργῶς ὡς τὰ ἰήια. p. 418a13 Ἡ δ’ ἁφὴ πλείους μὲν ἔχει διαφοράς. Ὅτι τῶν παθητικῶν ποιοτήτων αὕτη μάλιστα ἀντιληπτική, ἅτε καὶ παθητικωτάτη οὖσα τῶν αἰσθήσεων. πολλαὶ δὲ αἱ παθητικαὶ ποιότητες, ὧν ἡ ἁφὴ ὡς ἰδίων αἰσθητῶν γνωριστική, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, σκληρότης μαλακότης, τραχύτης λειότης, βαρύτης κουφότης, εἴπερ καὶ αὗται παθητικαί. p. 418a16 Ἀλλὰ τί τὸ κεχρωσμένον ἢ ποῦ. τίς μὲν ἡ κεχρωσμένη οὐσία ἀπατᾶται, διότι κατὰ συμβεβηκὸς ἡ οὐσία τῇ αἰσθήσει γνωστή, ποῦ δέ, διότι δευτέρως τὸ τοῦ διαστήματος αὐτῆς καταλαμβάνεται μέγεθος, ἅτε κοινὸν ὂν αἰσθητόν. |p. 418a20 Κατὰ συμβεβηκὸς δὲ λέγεται εἶναι αἰσθητά, Ὅσα ὑπάρχει μὲν τοῖς αἰσθητοῖς, αὐτὰ δὲ ἢ οὐδ’ ὅλως ἐστὶν αἰσθητά, ὡς τὸ Διάρους εἶναι υἱὸν καὶ ἡ οὐσία τῶν πραγμάτων, ἢ οὔ τι γε τῇ νῦν ἐνεργούσῃ αἰσθήσει, ὡς τὸ γλυκὺ τοῦ μέλιτος τῇ ὄψει. ταῦτα κατὰ συμβεβηκός ἐστιν αἰσθητὰ ὡς ἐν τοῖς αἰσθητοῖς ὑπάρχοντα· ὥσπερ καὶ τὸν φαλακρὸν ἰατρεύειν φαμέν, διότι τῷ ἰατρῷ τὸ φαλακρῷ εἶναι ὑπάρχει. καὶ οὐ τὸ συμβεβηκὸς μόνον τῷ καθ’ αὑτὸ τοιῷδε, ἀλλὰ καὶ τὴν ὑποκει- μένην οὐσίαν, ἄν μὴ καθὸ οὐσία ᾖ τοιαύτη, κατὰ συμβεβηκὸς λέγομεν· ὥσπερ καὶ τὸν δεσπότην ἄνθρωπον κατὰ συμβεβηκὸς καὶ τὸν ἀνδριαντοποιὸν λέγομεν, ὅτι οὐχ ᾗ ἄνθρωπος. οὕτως οὖν καὶ ἡ οὐσία κτὰ συμβεβηκὸς αἰσθητή, ὅτι οὐ καθὸ οὐσία. ἀλλὰ πῶς τῷ λευκῷ, οὗ αἰσθανόμεθα, συμβεβηκέναι ἡ οὐσία ῥηθείη ἄν εὐλόγως; τοὐναντίον γὰρ ἀληθές. ἡ καὶ ἀληθέστερόν γε τοῦτο. κατ’ αὐτὸ γὰρ τὸ εἶναι καὶ ὡς τοῦ εἶναι διὰ τῆς οὐσίας μεταλαγχάνον τὸ λευκὸν συμβέβηκεν αὐτῇ, ἡ δὲ οὐσία τῷ λευκῷ κατὰ τὸ αἰσθητόν, προηγουμένως καὶ καθ’ αὑτὸ ὄντι αἰσθητῷ, τῷ δὲ συνυπάρχειν τῷ λευκῷ καὶ αὐτὴ τοῦ αἰσθητοῦ παραπολαύουσα, οὐ γινομένη δευτέρως αἰσθητὴ ὡς τὰ κοινὰ αἰσθητά, ἀλλὰ διὰ τὸ συνυπάρχειν τῷ αἰσθητῷ τοῦ λόγου ἐγειρομένου εἰς τὴν δοξαστικὴν περὶ αὐτῆς γνῶσιν. οὕτω δὲ καὶ ὁ ἄνθρωπος συμβεβηκέναι τῷ δεσπότη ἐν Κατηγορίαις εἴρηται. p. 418a23 Διὸ καὶ οὐδὲν πάσχει ᾗ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ. οὐδὲν πάσχει τὸ αἰσθανόμενον ὑπὸ τοῦ λευκοῦ, ᾗ ὁ λευκὸς Διάρους ἐστὶν υἱός, ὅτι οὐδὲ δευτέρως οὐδὲ ὅλως τὸ Διάρους εἶναι υἱὸν καθ’ αὑτὸ αἰσθητόν. εἰ δὲ πρώτως καθ’ αὑτὰ αἰσθητὰ τὰ ἴδια (τὰ γὰρ κοινὰ εἰ καὶ καθ’ αὑτά, ἀλλὰ δευτέρως, καὶ αἴτια τὰ ἴδια τοῖς κοινοῖς τοῦ εἶναι αἰσθητοῖς), κυρίως ἄν εἴη αἰσθητὰ τὰ ἴδια· καὶ δι’ ὅ, αὐτὸς προστίθησιν, ὅτι ἡ ἑκάστης αἰσθήσεως οὐσία πέφυκε πρὸς ταῦτα. πέφυκε μὲν γὰρ καὶ πρὸς τὰ κοινά, ἀλλ’ οὐχ ὡς ἑκάστη, κατὰ δὲ κοινοτέραν οὐσίαν· ὡς δὲ αὐτὴ καὶ κατὰ τὴν ἴδιον ἑαυτῆς οὐσίαν πρὸς τὰ ἴδια. διὸ καὶ ἀναγκαίως εἰς τὴν ἑκάστης οἰ- Κείαν οὐσίαν οὐκ ἐκ τῶν κοιν. ῶν, ἀλλ’ ἐκ τῶν ἰδίων εἰς τὴν ἑκάστης ἀνα- πεμπόμεθα οὐσίαν, ὅτι πρὸς ταῦτα καθ’ αὑτὴν πέφυκεν. οὐ γὰρ πρὸς μέγεθος ὡς ὄψις, ἀλλὰ πρὸς χρῶμα, ἐνεργείᾳ μὲν κατὰ τὸ εἶδος αὐτοῦ ἐν τῷ ὁρᾶν ἱσταμένη, πρὶν δὲ τῷ δύνασθαι χαρακτηριζομένη, οὔτε ἀφ’ ἑαυτῆς μόνης καὶ ἔνδοθεν τελειουμένη, οὔτε ἔξωθεν μόνον ὑπὸ τοῦ αἰσθητοῦ, ἀλλ’ ὑπὸ μὲν τούτου πάσχοντος τοὐ αἰσθητηρίου ὅμοιον τῷ δρῶντι πάθος, ζωτικῶς δὲ τοῦ αἰσθητηρίου πάσχοντος καὶ τοῦ πάθους εἰς εἰδητικὴν ἐνέργειαν ἀποτελευτῶντος, κατὰ προβολὴν λόγων γνωριζούσης τῆς αἰσθητικῆς ψυχῆς τὸ αἰσθητὸν καὶ κατὰ τὸ εἶδος αὐτοῦ ἱσταμένης. ἐπεὶ δ’ οὖν καὶ ἡ τελειότης ἑκάστης αἰσθήσεως καὶ ἡ δύναμις κατ’ αὐτὸ τὸ τοῦ αἰσθητοῦ ὁρίζεται εἶδος, ζωτικῶς δηλαδὴ καὶ ἐνεργητικῶς καὶ γνωστικῶς καὶ διὰ ταῦτα οὐσιωδῶς τοῦτο οὔσης (οἰκεία γὰρ ἡ κατὰ φύσιν ἐνέργεια τῇ οὐσίᾳ), εἰκότως ἐκ τῶν ἰδίων αἰσθητῶν εἰς τὴν ἑκάστης ἴδιον ἀναπεμπόμεθα οὐσίαν, ὡς ἐξ ἐναργεστέρου τοῦ συμβεβηκότος καὶ σωματοειδοῦς ἐπὶ οὐσιῶδες καὶ ζωτικὸν καὶ ἀσώματον καὶ λόγῳ ληπτὸν ἀπὸ τοῦ αἰσθητοῦ. ἀπὸ δὲ τῆς ὄψεως ἀρχόμενος ὡς ἐναργεστάτης καὶ τιμιωτάτης αἰσθήσεως διὰ τὸ ἀθρόον τῆς ἐνεργείας, διὰ τὸ ἐνεργητικὸν καὶ ἐπ’ ἐλάχιστον παθητικόν, διὰ τὸ φωτοειδὲς καὶ τὴν πρὸς ἥλιον ἀναλογίαν, ἐπειδὴ τοῦ ὁρατοῦ ἡ ὄψις, τί τὸ ὁρατὸν παραδίδωσιν. p. 418a26 Ὁρατὸν δέ ἐστιν χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν. ἐπειδὴ σῶμα πάντως τὸ αἰσθητόν, δῆλον ὡς καὶ τὸ ὁρατόν. τὸ δὴ ὁρατὸν σῶμα ἢ ἐν ἑαυτῷ ἔχει τὸ καθ’ ὃ λέγεται ἰδίως ὁρατόν, ὃ καθ’ αὑτὸ λέγει ὁρατόν, ἢ ἐπικτήτως τὸ αἴτιον αὐτῷ τοὐ ὁρᾶσθαι δέχεται, ὡς ὁ ἀὴρ διὰ τὸ φῶς ὁρώμενος. καὶ τὸ ἐν αὑτῷ τὴν τοῦ ὁρᾶσθαι ἔχον αἰτίαν τὸ μὲν ἐν φωτὶ μόνως ὁρᾶται, ὡς τὰ χρώματα καὶ ὅσα οὕτως λαμπρά, ὡς ἱκανὰ τὸ μεταξὺ διαφανὲς κατ’ ἐνέργειαν τελειοῦν· τὸ δὲ μόνως ἐν σκότει, ὅσα τινὰ μὲν ἔχει λαμπρότητα, οὐχ οἵαν δὲ καὶ φῶς ἀποδιδόναι, ὡς λεπίδες τινῶν ἰχθύων καὶ μύκητες καὶ ξύλα ἔνια σηπόμενα καὶ κέρατα· τὸ δὲ καὶ ἐν φωτὶ καὶ ἐν σκότει, ὡς πῦρ ἐν σκότει μὲν ὁρώμενον, ὅταν μήτε ἀλλαχόθεν παρῇ φῶς. μήτε αὐτὸ ἱκανὸν ᾖ πάντα τὸν μεταξὺ φωτίζειν ἀέρα, ἐν δὲ φωτί, ὅταν τὸ διαφανὲς ὑπ’ αὐτοῦ γίνηται ἐνεργείᾳ διαφανές, ἢ καὶ ἐν ἡλιακῷ ὁρᾶται φωτί, κἂν μὴ συνιελγ͂ τι αὐτὸ πρὸς τὸ ὁρᾶσθαι τὸ ἡλιακὸν φῶς. ἔσται οὖν πᾶν τὸ ὁρώμενον ἤδη ἢ κατὰ ἐπίκτητόν τινα ὁρώμενον τελειότητα ὡς τὰ κατ’ ἐνέργειαν διαφανῆ, ἢ συμφυὲς ἔχον τὸ ὁρώμενον· καὶ τοῦτο ἢ οὐκ αὔταρκες, ἀλλὰ φωτὸς πρὸς τὸ ἐνεργείᾳ ὁρᾶσθαι δεόμενον ὡς τὰ κεχρωσμένα, ἢ αὔταρκες ὡς πᾶν τὸ λαμπρὸν καὶ πυρῶδες. ἀλλὰ καὶ τούτου τὸ μὲν οἷον μὴ ἀποδιδόναι φῶς, τὸ δὲ οἷον ἀποδιδόναι, καὶ τούτου τὸ μὲν πρὸς τὸ πᾶν τὸ μεταξὺ τελειοῦν ἱκανόν, ὡς ὁ ἥλιος ἀπὸ ἴσης ἀεὶ διαστάσεως ὁρώμενος καὶ οὐκ ἀμυδρούμενός ποτε καθ’ αὑτόν, τὸ δὲ ὡς ποτὲ μὲν τελειοποιὸν τοῦ μεταξὺ πάντως διὰ τὸ μήτε ἠμυδρῶσθαι καὶ μικρὸν εἶναι τὸ μεταξύ, ὡς ἐν τῷ οἰκείῳ ὁρᾶσθαι φωτί, ποτὲ δὲ ἢ δι’ ἀμυδρότητα |ἢ διὰ τὴν πόρρω θέσιν οὐ φωτίζον τὸ μεταξὺ πᾶν· διὸ αὐτὸ καὶ ἐν σκότει ὁρᾶται. ἔοικε δὴ πᾶν τὸ ὁρώμενον ἢ φῶς εἶναι ἢ συγγενῶς ἔχειν πρὸς τὸ φῶς, τὸ μὲν πῦρ καὶ ὁ ἥλιος διὰ τὸ γεννητικὸν τοῦ φωτός, καὶ πρὸς πᾶν δὲ τὸ λαμπρὸν τοὐ φωτὸς συγγένεια καὶ ἐκ τῆς αἰσθήσεως ἐναργής· ὡς εἰ ἐξ ὑποθέσεως ἐπιταθείη τὸ ἐν κέρασι καὶ τοῖς τοιούτοις λαμπρόν, κἂν αὐτὸ φῶς ἀποδοίη. ἤδη γοῦν ὤφθη ξύλον ἐν νυκτὶ σεληναῖον εἰς τὸ ὅλον οἴκημα ἀποδιδὸν φῶς. ἀλλὰ καὶ τὰ χρώματα ὡς φῶτά τινα κατὰ Πλάτωνα καὶ ὡς πέρατα τοῦ ἐν τοῖς στερεοῖς διαφανοῦς κατὰ Ἀριστοτέλην καὶ ὡς κινητικὰ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ ὡς οὐκ ἄλλως ὁρώμενα ἢ τῷ καὶ αὐτὰ ὑπὸ τοὐ φωτὸς καταλάμπεσθαι δηλοῖ τὴν πρὸς τὸ φῶς αὐτῶν οἰκειότητά τε καὶ συγγένειαν. ἀλλ’ ἐπὶ τὴν λέξιν ἰτέον. p. 418 a 26 Ὁρατὸν δέ ἐστι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν. Περιείληπται διὰ τούτων πᾶν τὸ καθ’ αὑτὸ ὁρατόν, ὁποῖον τό τε χρῶμα καὶ ὃ λέγει ἀνώνυμον. τὸ γὰρ λαμπρὸν καὶ πυρῶδες τοῦ φωτιστικοῦ ἐστι σημαντικόν, τοὐ δὲ ἐν σκότει μόνῳ φαινομένου τοῦ ἐν μύκησι καὶ λεπίσιν οὐκέτι. διὸ οὐκ ὠνόμασται πᾶν τὸ παρὰ τὸ χρῶμα ὁρατὸν καθ’ αὑτό, εἴτε μετὰ φωτὸς ἀεί, εἴτε ἐν μόνῳ σκότῳ, εἴτε καὶ ἐν φωτὶ καὶ ἐν σκότω. p. 418 a 29 Τὸ γὰρ ὁρατόν ἐστι χρῶμα. ‘Αντὶ τοῦ τὶ ὁρατὸν εἴρηται νῦν τὸ ὁρατόν. ἐπὶ δὲ αὐτοῦ σαφηνίζει πάν τὸ καθ’ αὑτὸ ὁρατόν. τοῦτο γάρ ἐστι, φησί, τὸ ἐπὶ τοῦ καθ’ αὑτὸ ὁρατοῦ. οὐ γὰρ τὸ χρῶμα ἢ ἡ λαμπρότης ,ἀλλὰ τὸ κεχρωσμένον κατὰ τὸ χρῶμα καὶ τὸ λαμπρὸν κατὰ τὴν λαμπρότητα ὁρᾶται. καὶ ἔστιν ἑκάτερον τὸ κεχρωσμένον τε καὶ τὸ λαμπρὸν καθ’ αὑτὸ ὁρατόν, οὐ τῷ λόγῳ, διότι μήτε ἐν τῷ τοῦ κεχρωσμένου ὅρῳ τὸ ὁρατὸν ὡς οὐσιῶδες αὐτοῦ παραλαμβάνεται μήτε ἀπάπαλιν ὡς ἐπὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων, ἀλλ’ ὅτι ἐν αὐτῷ ἔχει τὸ αἴτιον τοῦ εἶναι ὁρατὸν πρὸς ἀντιδιαστολὴν τοῦ διαφανοῦς, τοῦ μὴ κατά τι ἑαυτῷ συμφυὲς ἀλλὰ κατὰ τὸ ἐπίκτητον ὁρωμένου φῶς. αἴτιον μὲν γὰρ εἰδητικὸν τοῦ ὁρᾶσθαι τῷ κεχρωσμένῳ τὸ χρῶμα οὐχ ὡς χρῶμα, ἀλλ’ ὡς κινητικὸν τοῦ διαφανοῦς, συμφυῶς δὲ αὐτῷ ὑπάρχον. αἴτιον δὲ καὶ τὸ φῶς τοῦ ὁρᾶσθαι τῷ ἀέρι, ἀλλὰ ποτὲ ἐπιγινόμενον καὶ αὖ ἀπογινόμενον μένοντος τοῦ ἀέρος. ἐφ’ οἷς τῶν καθ’ αὑτὰ ὁρατῶν τὰς διαφορὰς παραδιδοὺς περὶ χρώματος λέγει πρότερον ὁριζόμενος αὐτό, οὐχ ᾗ χρῶμα, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἀλλ’ ᾗ ὁρατὸν διαφερόντως τῶν ἄλλων ὁρατῶν ὡς κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τοῦ περὶ αὐτὸ δηλαδή, ὅτε συμβαίνει καὶ αὐτὸ πεφωτίσθαι κατ’ ἐνέργειαν. διαφανὲς δέ ἐστι τὸ δι’ ὅλου ἑαυτοῦ ποτὲ μὲν ἀφώτιστον ὄν, ποτὲ δὲ παρουσίᾳ τοῦ φωτίζοντος φωτιζόμενον. καὶ τοῦτο κατ’ ἐνέργειαν διαφανές, δυνάμει δὲ πρὶν ἢ δέξασθαι τὸ φῶς. τὸ δὴ χρῶμα περιχεθὲν ὑπὸ τοῦ ἐνεργείᾳ διαφανοῦς καὶ τῷ φωτὶ καὶ αὐτὸ τελειωθὲν κινεῖ τὸ ἐνεργείᾳ διαφανές ,οὐχ ὡς ἀλλοιοῦν αὐτὸ ἢ τρέπον ἢ πάθος ἑμποτοῦν. ἰήιον γὰρ τοῦτο τῶν παθητικῶν ποιοτήτων τὸ κατὰ τροπὴν καὶ πάθος ἐγγίνεσθαι τοῖς δεχομένοις· ὧν καὶ τὰ γινόμενα δεῖται πάντα, ἵνα πρὸς τὴν τῶν εἰδῶν ὑποδοχὴν ἀποτελεσθῇ ἐπιτήδεια, ἀποτελεσθέντα δὲ οὐ κατὰ πάθος ἔτι, ἀλλὰ κατὰ τὴν ἐνεργητικὴν παρουσίαν ὑπὸ τῶν εἰδῶν τελειοῦται· ὡς ἡ ζωὴ παραγίνεται τῷ σώματι, ὡς τὸ σχῆμα τῷ οἴκῳ, ὡς ἡ ὑγίεια, ὡς ἡ ἐπιστήμη τοῖς τούτων δεκτικοῖς, καθάπερ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως διακέκριται. ἵνα μὲν οὖν γένηται πρὸς καταδοχὴν φωτὸς ἐπιτήδειόν τι σῶμα, τῶν παθητικῶν δεῖται ποιοτήτων · γίνεται δέ, ὅτε καὶ ἀὴρ ἢ ὕδωρ ἢ ὕαλος γίνεται· ἤδη δὲ ὃν ἐπιτήδειον, εἰ παρείη τὸ φωτίζον, ἀπαθῶς καὶ κατ’ ἐνέργειαν τελειοῦται. αὐτὸ γὰρ τοῦτο ἐνέργειαι καὶ τελειότητές εἰσι τὰ εἴδη, ὡς αἵ γε ποιότητες αἱ παθητικαὶ οὐχ ἀπλῶς εἰσιν εἴδη, ἀλλὰ παθητικά, εἴπερ ἄρ, εἲδη, ὡς ἐν τῇ γενέσει συμπεφυρμένα καὶ ἐν τῇ μεταβολῇ ἀναφαινόμενα καὶ τοῦ ἀτελοῦς ἀνάπλεα· διὸ καὶ τῇ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον μεταβολῇ συναναφαίνεται. ὅσα δὲ εἴδη καὶ τελειότητες ,ταῦτα ἐπιγίνεται καὶ κατ’ ἐνέργειαν καὶ ἀθρόως. διόπερ οὐχ ὁρατὸν φωτός. πεφώτισται γὰρ τὸ κατ’ ἐνέργειαν διαφανές, οὗ κινητικὸν τὸ χρῶμα, ἀλλ’ οὐχὶ τοῦ δυνάμει διαφανοῦς. μὴ γὰρ φωτισθὲν μηδ’ ὑπὸ τοῦ κατ’ ἐνέργειαν περιεχόμενον διαφανοῦς οὐχ ὁρᾶται. εἴρηται δὲ καὶ ὅπως κινητικόν, ὅτι οὐ κατὰ πάθος καὶ τροπήν, ἀλλὰ κατ’ ἐνέργειαν καὶ τελειότητα καὶ εἰδητικὴν παρουσίαν, οὐκ οὐσιώδη, ὁποία ἡ τῆς ζωῆς, ἀλλὰ κατὰ τὴν ἀπὸ τῆς οὐσίας καὶ μετὰ τὴν οὐσίαν προιοῦσαν ἐνέργειαν, ὁποῖαι αἵ τε διαθέσεις καὶ ἕξεις. p. 418b3 Διὸ περὶ φωτὸς πρῶτον ληπτέον. Ἴσως μὲν γάρ, ὡς ἤδη ἔφαμεν, καὶ πᾶν τὸ ὁρώμενον ἢ φῶς ἐστι ἢ συγγενές ἐστι πρὸς τὸ φῶς. τὸ δ’ οὖν χρῶμα ἐν φωτὶ πάντως ὁρώμενον ἀναγκαῖον τὸν περὶ αὐτοῦ λόγον δείκνυσι τοῖς περὶ ὁρατοῦ τε καὶ |ὂψεως μαθησομένοις. ἀλλ’ ἐπεὶ τὸ φῶς τοὐ διαφανοῦς ἐστι τελειότης, προληπτέον τί τὸ διαφανές. οὐ γάρ ἐστι τὸ φῶς, ὡς ἡ νόησις, ἐμμένουσα τῇ προαγούσῃ αὐτὴν οὐσίᾳ καὶ ἡ αὐτὴ οὖσα τῇ οὐσίᾳ· ἀλλ’ ἐνέργεια μὲν καὶ τὸ φὼς, οὔτε ’δε ἡ αὐτὴ τῳ ἐνεργοῦντι οὔτε μένουσα ἐν αὐτῷ, οὐ μὴν οὐδὲ ἀπεσπασμένη, ἀλλ’ ἅμα τε τοὐ προιόντος αὐτὴ ἐχομένη καὶ ἑτέρῳ ἐνδιδομένη, οὐ κατὰ πάθος ἀλλὰ κατὰ ἀθρόαν τελειότητα, οἰκειότητος πανταχοῦ θεωρουμένης τῷ δεκτικῷ πρὸς τὸ ἐγγινόμενον, ὡς ἀφ’ ἑκατέρου τὸ λοιπὸν γνωρίζεσθαι. δυνάμει γοῦν ἐστι τὸ δεκτικὸν τοῦτο, ὅπερ ἐνεργείᾳ τὸ δεδεγμένον· ἐνέργεια δὲ καὶ ὅρος καὶ τελειότης ἡ καθ’ ἣν τὸ δεδεγμένον ὁρίζεται φύσις, τοῦτο μὲν ἐνεργείᾳ, δυνάμει δὲ τὸ δεκτικόν, οἷον ἡ ὑγίεια, καθ’ ἣν καὶ τὸ ὑγιαῖνον καὶ τὸ ὑγιασθῆναι δυνάμενον, τοῦτο μὲν ἀτελῶς ἐκεῖνο δὲ τελείως, ὡς καὶ τὸ δεκτικὸν καὶ τὸ δεδεγμένον τῇ ἐνδοθείσῃ ἐνεργείᾳ ὁρίζεσθαι. καὶ ἡ μὲν ἐπιστήμη ἀκολούθως τῇ φύσει ἐκ τοῦ ὅρου καὶ τὰ ἐνεργείᾳ ὁριζόμενα γινώσκει καὶ τὰ δεκτικὰ ὡς κατὰ ἀτελὲς αὐτοῦ ἴχνος χαρακτηριζόμενα· ὁ δὲ ζητῶν ἔτι ἀπὸ τῶν αἰτιατῶν καὶ ὡς πρὸς ἡμᾶς πρώτων ἐπὶ τὰ φύσει πρῶτα καὶ αἴτια ἀνιὼν καὶ ἐκ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια, ἀπὸ τούτων γνωρίζει τὴν τελειότητα. ἐκ δὴ τοῦ διαφανοῦς ὡς ὕλης ὑπεστρωμένου τῷ φωτὶ καὶ κατ’ αὐτὸ τελειουμένου, ὅτε καὶ ἐνεργείᾳ γίνεται διαφανές, ὁποῖον τὸ φῶς γινώσκομεν ,ὅτι τῷ πεφωτισμένῳ ἀλλ’ οὐ τῷ εἴδει προηγουμένως προσβάλλει ἡ αἴσθησις. ἐρεῖ δὲ καὶ αὐτὸ τὸ εἶδος ἐναργέστατα · τί γὰρ ἄν εἴη φωτὸς ἐναργέστερον ; ἡ μὲν οὖν ἁπλῆ τοῦ φωτὸς ἰδιότης καὶ τῇ νοήσει ἡμῶν κατὰ ἀπλῆν ἐπιβολὴν ἐκ τῆς αἰσθήσεως γίνεται γνώριμος· ὅτι δὲ ἀσώματον καὶ ὅτι οὐ πάθος ἀλλ’ ἐνέργεια, συλλογιζόμεθα, τὸ μὲν δι’ ὅλου τοῦ διαφανοῦς ἰὸν αὐτὸ ὁρῶντες, τὸ δὲ διὰ τὴν ἄχρονον ἀπουσίαν καὶ παρουσίαν. τὰ γὰρ πάθη ἐν χρόνῳ παραγίνεταί τε καὶ ἀπογίνεται, καὶ τὰ σώματα δι’ ἀλλήλων οὐ χωρεῖ τά γε ἔνυλα· ἔνυλον δέ, εἴπερ σῶμα, τὸ ἀπὸ τοῦ φωτὸς πῦρ, ἀλλὰ καὶ τὸ δεκτικὸν αὐτοῦ ὁ ἀήρ· ἆρα οὖν οὐσί ὡς ἡ ἀπὸ τῆς ψυχῆς τῷ σώματι ἐνδιδομένη ζωή ; ἀλλ’ εἰ καὶ ἡ ζωὴ ἀθρόως ἐγγίνεταί τε καὶ αὐτὴ τῷ σώματι καὶ αὖ ἀπογίνεται, προηγεῖσθαι ὅμως ἀνάγκη τὴν διεξοδικὴν τοῦ συνθέτου γένεσιν, καὶ τῇ ἀπουσίᾳ ἕπεσθαι τὴν φθοράν. ἀλλὰ καὶ τῶν ἐναντίων δεκτικὴ ἡ ζωή· καὶ ἐναργῶς δὲ τὸ ζῷον οὐσία, ὥστε καὶ τὸ ὁριστικὸν αὐτοῦ εἶδος ἡ ζωή. οὔτε δὲ ὁ πεφωτισμένος ἀὴρ ὡς πεφωτισμένος οὐσία, καθάπερ οὐδὲ ὁ ἐπικτὴτως θερμανθείς, οὐδὲ τῶν ἐναντίων ἡ αὐτὸς δεκτικὸς ἢ τὸ φῶς, οὐδὲ προηγεῖταί τις τῆς παρουσίας αὐτοῦ μεταβολὴ ἢ τῇ ἀπουσίᾳ ἐπακολουθεῖ· ἀλλ’ ἔστιν αὐτὸ τοῦτο ἐνέργεια, οὐχ ὡς ἐν ὑποκειμένῳ ἐγγινομένη τῷ διαφανεῖ χωριστῶς δὲ αὐτῷ παροῦσα καὶ τελειοῦσα αὐτὸ, οὐδέποτε τοῦ προάγοντος αὐτὴν χωριζομένη, ἀλλ’ ἐκείνῳ ἐνιδρυμένη, καὶ ἐκείνου ἐχομένη. διὸ καὶ τούτῳ μὲν μεθισταμένῳ συμμεθίσταται, οὐκέτι δὲ τῷ δεχομένῳ ὁπωσοῦν μεταβαλλομένῳ συμμεταβάλλεται. p. 418 b 4 Διαφανὲς δὲ λέγω, ὃ ἔστι μὲν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ὁρατον· Ὁρᾶται μὲν τῷ φωτὶ οὐ τὸ διαφανὲς μόνον, ἀλλὰ καὶ τὸ κεχρωσμένον. ἡ διαφορὰ δὲ ὅτι τὸ μὲν ὡς πεφωτισμένον ὁρᾶται μόνον τὸ διαφανές, καθὸ διαφανές, τὸ δὲ καὶ ὡς κεχρωσμένον. διὸ τοῦτο μὲν καθ’ αὑτὸ ὁρατόν, ὡς ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ χρῶμα, ὅπερ ἦν ἐν τῷ φωτὶ ὁρώμενον, τὸ δὲ διαφανὲς οὐ καθ’ αὑτό, διότι ἐπίκτητον αὐτῷ τὸ φῶς, ὅπερ ἦν μόνον ὡς ἐν διαφανεῖ ὁρώμενον. κἄν τὸ αὐτὸ γὰρ διαφαίνῃ καὶ κέχρωσται ὡς κέρας καὶ γύψος, ἀλλ’ ὡς διαφανῆ καὶ ταῦτα μόνως ὁρᾶται τῷ φωτί. ἀλλὰ τίς ἡ φύσις τοῦ διαφανοῦς; οἶδε μὲν ὁ Ἀριστοτέλης ἐν ἑτέροις καὶ τὸ ὡρισμένον διαφανές, ἐνταῦθα δὲ ὁ λόγος αὐτῷ περὶ τοῦ ἀορίστου διαφανοῦς, ὅπερ ἐστὶ τὸ ἐπικτήτως δι’ ὅλου ἑαυτοῦ ἢ καὶ ἀφ’ ἑαυτοῦ δεχόμενον τὸ φῶς καὶ οὕτω γινόμενον ὁρατόν. καὶ αὕτη ἡ τοῦ διαφανοῦς φύσις, ἡ πρὸς φωτὸς ὑποδοχὴν δι’ ὅλων τῶν ταύτῃ πεφυκότων ἐπιτη- δειότης. p. 418 b 9 Φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανες. οὕτως αὐτοῦ ὡς τελειωτική, ἀλλ’ οὐχ ὡς ἀπ’ αὐτοῦ πάντως προἰοῦσα· τὸ δὲ ᾗ διαφανές, ἐπειδὴ ὡς τοιούτου τελειότης τὸ φῶς. p. 418 b 10 Δυνάμει δὲ ἐν ᾧ ἐστι, καὶ τὸ σκότος. Ἐν ᾧ τῶν διαφανῶν τὸ δυνάμει, ἐκεῖ καὶ τὸ σκότος, ἐπειδὴ καὶ τὸ οὐράνιον σῶμα διαφανὲς εἴρηταί τε καὶ ἔστιν, ὃ ἀεὶ ἐνεργείᾳ ἐστίν, ὡς ἐν αὑτῷ καὶ τὴν φωτὸς ποιητικὴν ἔχον αἰτίαν· ἅμα γὰρ φωτιστικόν τε καὶ διαφανὲς τὸ οὐράνιον. διὸ καὶ εἰ ὑπὸ τοῦ κώνου τῆς γῆς παραποδίζεταί τι μόριον αὐτοῦ τῷ ἡλιακῷ καταλάμπεσθαι φωτί, ἀλλ’ οὔ τι γε ἐν σκότει διὰ τὸ οἰκεῖον φῶς. ἐν ᾧ δὲ τὸ δυνάμει ὡς ἐν ἀέρι, ἐν τούτῳ οὐ τὸ φῶς μόνον ἀλλὰ καὶ τὸ σκότος. εἰ μὲν οὖν στέρησις φωτὸς τὸ σκότος, οὐ κατὰ δύο δυνάμεις τὸ διαφανὲς ὁτὲ μὲν τῷ φωτὶ ὁτὲ δὲ τῷ σκότει ὑπέστρωται ,ἀλλὰ κατὰ τὴν αὐτὴν τῷ μὲν τελειοῦσθαι τῷ φωτί, τῷ δὲ μὴ τῷ σκότει· εἰ δὲ μὴ στέρησις, ἀλλὰ καὶ αὐτὸ ἐνέργεια τῆς γῆς, οὐ τῷ ἀντιφράττειν ποιούσης τὸ σκότος, ἀλλὰ τῷ τινὰ ἰδιότητα ἐνδιδόναι ἐναντίαν τῷ φωτί, καθάπερ ἔχει τὸ ψυχρὸν πρὸς τὸ θερμὸν καὶ τὸ μέλαν πρὸς τὸ λευκόν, διτταὶ καὶ αἱ δυνάμεις ἀμφοῖν ἔσονται, ἡ μὲν κατὰ τὴν πρὸς τὸ φω|τίζεσθαι, ἡ δὲ κατὰ τὴν πρὸς τὸ σκοτίζεσθαι ἐπιττηδειότητα· οὐ γὰρ ἐν ἀπουσίᾳ μόνῃ τοῦ φωτὸς τὸ σκότος, ἀλλὰ καὶ πα- ρουσίας τινὸς δεήσει. ὁ δὲ Ἀριστοτέλης στέρησιν αὐτὸ τίθεται. κἄν γὰρ ἐναντίον αὐτὸ λέγῃ, οὐχ ὡς εἶδος εἴδει ἀντιτιθείς, ἀλλ’ ἵνα μὴ ὡς στέρησιν ἕξει, ὡς δὲ στέρησιν εἴδει ἀντιτιθῶμεν αὐτό. πῇ μὲν γὰρ ἄμφω εἰς ἄλληλα μεταβάλλει ἥ τε στέρησις καὶ τὸ εἶδος, πῇ δὲ ἀδύνατον ἡ ἀπὸ στερήσεως εἰς ἕξιν. p. 418b11 Τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς. Διότι ὡς τὰ κεχρωσμένα κατὰ τὸ χρῶμα οὕτω τὰ διαφανῆ κατὰ τὸ φῶς ὁρᾶται. οὐ χρῶμα δὲ ὅμως, ἀλλ’ οἷον χρῶμα, διότι μὴ ὡς τὸ χρῶμα τοῖς κεχρωσμένοις συμφυές, οὕτω τοῖς διαφανέσι τὸ φῶς, ᾗ διαφανῆ, ὑπὸ δὲ πυρὸς ἢ τοῦ κρείττονος ἐγγίνεται σώματος. ὡς γὰρ ἐλέγομεν, οὐκ ἦν τοῦ δ. ιαφανοῦς ἐνέργεια ὡς ὑπ’ αὐτοῦ, ἀλλ’ ὡς τελειωτικὴ αὐτοῦ. τὸ δὲ οὐράνιον εἰ καὶ ἅμα φωτιστικόν τέ ἐστι καὶ διαφανές, ἀλλ’ ἕτερον αὐτῷ τὸ διαφανεῖ τε εἶναι καὶ φωτιστικῷ. p. 418 b 14 Ὃτι οὔτε πῦρ οὐθ’ ὅλως σῶμα. Ού περὶ τοῦ διαφανοῦς, ἀλλὰ περὶ τοῦ φωτὸς τοῦτο ἐπάγων καὶ πρὸς τὸν Τίμαιον ἀποτεινόμενος · παρ’ ᾧ ὅπως πυρὸς εἶδος λέγεται τὸ φῶς, καὶ ὅπως τὸ μεθημερινόν τε φῶς καὶ τὸ τῆς ὄψεως ῥεῦμα συμπαγὲς γενόμενον ἓν σῶμα συνίστασθαι λέγεται, ἐκ τῶν Ἰαμβλίχου ληπτέον εἰς τὸν Τίμαιον ὑπομνημάτων. p. 418 b 16 Ἀλλὰ πυρὸς ἢ τοιούτου τινὸς παρουσία ἐν τῷ διαφανεῖ. Τὸ μὲν τοιούτου τινὸς κατὰ μόνον ἀκουστέον τὸ φωτιστικόν, τὴν δὲ παρουσίαν οὐ τοπικὴν ἀλλὰ τελειωτικὴν τοῦ δεχομένου κατὰ τὴν δραστήριον τοῦ φωτίζοντος ἐνέργειαν, οὐκ εἰς πάθος ἀποτελευτῶσαν ἀλλ’ εἰς ἐνέργειαν. p. 418 b 17 οὐδὲ γὰρ δύο σώματα δυνατὸν ἅμα ἐν τῷ αὐτῷ εἶναι. Ὡμολογημένως τὰ ἔνυλα. πῶς οὖν ἐν τῷ ἀέρι τὸ πυρεῖον φῶς; οὐδὲ γὰρ κατακερματιζόμενα διὰ τῶν πόρων ἀλλήλων δίεισιν, ὡς ὁ Πρόκλος ὑποτίθεται, καὶ ὅτι καὶ ὅλος πεφωτισμένος ὁρᾶται ὁ ἀὴρ δι’ ὅλου ἑαυτοῦ, καὶ ὅτι οὐκ ἂν ἡ τοῦ φωτὸς ἐσώζετο πρὸς τὸ αἴτιον ἑαυτοῦ συνέχεια, καὶ ὅτι οὐ κατὰ πᾶν ἂν ἑαυτοῦ μόριον τὸ φωτίζον ἐνήργει παραποδιζόμενον ὑπὸ τοῦ ἀντιτυποῦντος, οὔτ’ ἄν ἡ ὅλη αὐτοῦ ὑφ’ ἡμῶν ἐβλέπετο ἐπιφάνεια, ἀθρόως καὶ τῶν ἡμετέρων, ὥς φασιν, ἀκτίνων διὰ τῶν πόρων τοῦ διαφανοῦς ἰουσῶν. τίς δ’ ἄν καὶ εἴη κατὰ φύσιν τοῦ φωτὸς κίνησις; σῶμα γὰρ ὂν ἕξει τινά. ἀλλ’ οὔτε ἡ κύκλῳ· μάλιστα γὰρ ἡ ἐπ’ εὐθείας αὐτῷ προσήκειν δοκεῖ· οὔτε μὴν ἡ ἐπ’ εὐθείας· ἐναντίαι γὰρ αἱ ἄνω καὶ αἱ κάτω καὶ οὐκ ἄμφω τῷ αὐτῷ ,τὸ δὲ φῶς καὶ ἄνω καὶ κάτω καὶ εἰς τὰ πλάγια ὁμοίως. πῶς γὰρ ἄν καὶ ἄχρονός τις εἴη κίνησις; εἴη γὰρ ἄν θάττων καὶ τῆς τοῦ ὅλου οὐρανοῦ, ἐν τέτταρσιν ὥραις ἐκείνης τὴν ἑξάγωνον περιφερομένης, φερομένης, τοῦ δὲ ἀστρῴου φωτὸς ἅμα τῇ ἀνατολῇ ἀνεπαισθήτως, ὡς ἂν αὐτοὶ φαῖεν, ἐπεὶ κατὰ ἀλήθειαν, ἀθρόως πανταχοῦ ὄντος. p. 418 b 18 Δοκεῖ τε τὸ φῶς ἐναντίον εἶναι τῷ σκότει. Καὶ τοῦτο τείνει πρὸς τὸ τὴν φύσιν ἐμφῆναι τοῦ φωτὸς οὐ σωματικὴν οὖσαν, ἀλλ’ ἐν τελειότητι τὸ εἶναι ἔχουσαν. ἐν ἀπουσίᾳ μὲν γὰρ καὶ στερήσει ὁ σκότος, ἀλλ’ οὐ σώματος· οὔτε γὰρ ἐλάττονα κατέχει τόπον ὁ σκοτισθεὶς ἀὴρ οὔτε μανότερος γεγονὼς φαίνεται, οὔτ’ ἄν ἀθρόα ἐν τῇ καταδύσει τοῦ ἡλίου ἢ ἐν τῇ κατασβέσει τοῦ πυρὸς ἐγίνετο σώματος τοπικὴ μετάστασις· ἀλλ’ ὡς ὁ σκότος φωτός ἐστι στέρησις, ὃ δὴ ἕξιν καλεῖ ὡς τελειότητα τοῦ μετέχοντος, ἐν ἀπουσίᾳ τοῦ φωτίζοντος, οὕτω τὸ φῶς ἡ τούτου παρουσία ἐστί, παρουσία μὲν ἡ ἕξις καὶ τελειότης λεγομένη, τούτου δὲ τοῦ πυρὸς ἤ τινος τοιούτου (πρὸς γὰρ ἐκεῖνο ἀποδέδοται), διότι κατὰ τὴν δραστήριον αὐτοῦ πρόεισιν ἐνέργειαν. εἰπὼν δὲ τὸ φῶς οἷον χρῶμα εἶναι τοῦ διαφανοῦς, αὐτὸ καθ’ αὑτὸ ἂχρουν εἶναι λέγει τὸ διαφανές· οὕτω γὰρ ἄν καὶ δέχοιτο καλῶς τὸ ἐπίκτητον οἷον χρῶμα, οὐ παραποδίζοντος τοῦ οἰκείου τῷ ἐπεισιόντι. οὐ μόνον δὲ ἂχρουν, ἀλλὰ καὶ ἀόρατον ἢ μόλις ὁρώμενον εἶναι λέγει τὸ διαφανὲς χωρὶς φωτός, ὅτε καὶ σκοτεινὸν αὐτὸ φαμέν, ἀόρατον μὲν ὑπάρχον ὡς κατ’ ἐπιβολὴν οὐχ ὁρώμενον· ἐπεὶ δὲ ὅλως ὅτι σκότος ἡ ὄψις ἐστὶν ἡ κρίνουσα, ὥσπερ καὶ πᾶσα αἴσθησις 37 r τὴν στέρησιν τοῦ οἰκείου αἰσθητοῦ, οὐ τῷ ὁρᾶν τι τὸ σκότος ἡ ὄψις κρίνουσα, ἀλλ’ αὐτῷ τῷ μὴ ὁρᾶν ἐν τῷ πειρᾶσθαι |ὁρᾶν συναισθανομένη ν αὐτοῦ, διὰ τοῦτο μόλις ὁρώμενον. καὶ τοῦτο ἲδιον τοῦ ἄνευ φωτὸς διαφανοῦς τὸ ὁπωσοῦν ὁρᾶσθαι, εἰ καὶ μὴ κατ’ ἐπιβολήν· ὡς τά γε χρώματα ἀόρατα μὲν καὶ αὐτὰ χωρὶς φωτός, ἁλλ’ οὐδὲ πειρωμένοις ὁρᾶν παρέχεται ὁποιανοῦν ἑαυτῶν συναίσθησιν. p. 418 b 31 Ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ἐστιν. Ἡ αὐτὴ μὲν φύσις ἡ τοῦ διαφανοῦς. ἔστι δὲ ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ὡς δεκτικὴ παρὰ μέρος ἑκατέρου. p. 418 a 1 Οὐ πάντα δὲ ὁρατὰ ἐν φωτί. Τὰ γὰρ λαμπρὰ μέν, οὐχ οἷα δὲ καὶ φῶς ἐκπέμπειν, ἅπερ ἀνώνυμα ἔλεγεν, ἐν σκότει ὁρᾶται. ἀλλὰ πῶς μόνον τὸ οἰκεῖον ἑκάστου χρῶμα ἐν φωτὶ ὁρᾶσθαι λέγει ; καίτοι καὶ τὸ διαφανὲς φωτισθὲν ὁρᾶται. ἢ τὸ διαφανὲς οὐχ ὡς ἐν ἄλλῳ ἄλλο ὁρᾶται τῷ φωτί, καθάπερ τὸ χρῶμα, κατ’ αὐτὸ δὲ τὸ φῶς ἐντελέχειαν ὃν τοῦ διαφανοῦς. εἰρηκὼς δὲ ὅπως καὶ τὸ διαφανὲς ὁρᾶται, ὅταν ᾖ ἐντελεχείᾳ διαφανές, καὶ ὅπως τὰ χρώματα, ἐφεξῆς καὶ τὰ ἐν σκότει ὁρώμενα παραδίδωσιν, οἷον τὰ πυρώδη, φησί, καὶ λάμποντα, οὐχ ὥστε φῶς ποιεῖν (οὐκέτι γὰρ ἄν ἐν σκότει ὁρῷτο), ἀλλ’ ὡς ἄνθρακες καὶ νέφη ἐρυθρὰ καὶ αἱ πυγολαμπίδες καὶ ὅσα ἄλλα ἄνευ τοῦ φῶς ἀφιέναι ἐν σκότει διαλάμπει. ὧν οὐδενὸς οὐδὲ τὸ οἰκεῖον ὁρᾶται χρῶμα, μόνον δὲ τὸ λαμπρόν, ἐπειδὴ καὶ τὸ τούτων χρῶμα ἐν φωτὶ ὁρᾶται, λάμπει δὲ ταῦτα ἄνευ φωτός. p. 418 a 6 Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται, ἄλλος λόγος. Αὐτὸς μὲν οὐ προστίθησι νῦν τὴν αἰτίαν, δήλη δέ · διὰ γὰρ τὸ προηγουμενως ὁρατὸν εἶναι τὸ φῶς καὶ τὸ τοῦ φωτὸς ἀποδοτικὸν λαμπρόν. τὸ μὲν οὖν οὕτω λαμπρὸν καὶ αὐτό ἐστιν ὁρατὸν καὶ διὰ τοῦ φωτὸς καὶ τῷ διαφανεῖ καὶ τοῖς ἐν φωτὶ ὁρωμένοις αἴτιον τοῦ ὁρᾶσθαι γίνεται· τὰ δὲ μὴ τοιαύτην ἔχοντα τὴν λαμπρότητα ὡς δυνατὴν ἀποδιδόναι φῶς ἄλλοις μὲν τοῦ ὁρᾶσθαι οὐ γίνεται αἴτια, αὐτὰ δὲ διὰ τὴν λαμπρότητα ὁρᾶται καὶ ἐν σκότει μόνῳ, διὰ τὸ ὑπὸ τοῦ φωτὸς καταλαμπόμενα τὴν οἰκείαν μὴ ἐκφαίνειν λαμπρότητα. ὡς προηγουμένως μὲν ὁρᾶσθαι τὸ καὶ φωτὸς αἴτιον λαμπρόν, δευτέρως δὲ τὸ φῶς καὶ τὰ ἐντελεχεία διαφανῆ ,καὶ τρίτως τὰ κεχρωσμένα · καὶ ταῦτα ὑπὸ τοῦ φωτὸς τελειούμενα κατὰ τὴν πρὸς αὐτὸ συγγένειαν, εἴτε φῶτα ἄττα καὶ τὰ χρώματα κατὰ Πλάτωνα ὄντα, εἴτε πέρατα τοῦ ὡρισμένου ὑπάρχοντα διαφανοῦς· ἐπὶ δὴ τούτοις ἄλλως τὰ ἐν σκότει ὁρώμενα, καὶ ἐπὶ πᾶσιν ἄλλον τρόπον αὐτὸ τὸ σκότος. συμπεπαινόμενος νόμενος δὲ τὰ περὶ χρώματος παραδεδομένα γράφει καὶ τάδε. p. 418 a 9 τοῦτο γὰρ ἦν αὐτῷ τὸ χρώματι εἶναι τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. Ὡς ὁρατῷ δηλαδὴ ἀλλ’ οὐχ ὡς χρώματι, ἀπλῶς δὲ ὁρατῷ τῷ χρώματι καὶ τοῦτο ὅταν καὶ αὐτὸ ὑπὸ φωτὸς τελειῶται, ἐπεὶ τὸ ἐν σκότει κείμενον τὸν ἔξωθεν πεφωτισμένον οὐ κινεῖ ἀέρα. τὸ δὲ φωτισθὲν κινεῖ οὐ παθητικῶς, ἀλλ’ ὡς καὶ τὸ φωτίζον κατ’ ἐνέργειαν. καὶ γὰρ τὸ χρῶμα τελειωθὲν τῷ φωτὶ ἐνεργεῖ καὶ αὐτὸ εἰς τὸ ἐνεργείᾳ διαφανὲς οὐ κατὰ πάθος ἀλλὰ κατ’ ἐντελέχειαν ,οἷον φωτοειδῆ τινα ἐνδιδὸν αὐτῷ ἐνέργειαν. ἐνδίδωσι δὲ καθ’ αὑτὸ τελειωθὲν ὑπὸ τοῦ φωτὸς καὶ τελειωθέντι τῷ δια φανεῖ, ὡς διὰ μέσου τοῦ ἐνεργείᾳ διαφανοῦς τὴν ὄψιν ἀλλ’ οὐ πρώτως κινεῖν, διὰ τὸ συνεργεῖν καὶ τὸ διαφανὲς πρὸς τὴν τῆς ὄψεως κίνησιν ὑπὸ τοῦ ὁρωμένου χρώματος, καθάπερ καὶ ὁ μοχλὸς πρὸς τὴν τοῦ λίθου ὑπὸ τῆς χειρὸς κίνησιν. καὶ τούτου σημεῖον τὸ ἐπιτεθὲν αὐτῇ τῇ ὄψει τὸ κεχρωσμένον μὴ ὁρᾶσθαι, ὡς ἄνευ τοῦ διαφανοῦς μὴ οἷόν τε ὂν κινεῖν τὴν ὄψιν. p. 418 a 13 Ἀλλὰ τὸ μὲν χρῶμα κινεῖ τὸ διαφανές, οἷον τὸν ἀέρα, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον. Κινεῖται μὲν ὑπὸ τοῦ χρώματος τὸ διαφανὲς ὡς μεταλαμβάνον τῆς ἀπ’ αὐτοῦ ἐνεργείας, καὶ κινεῖ τὸ αἰσθητήριον ὡς μεταδοτικὸν τῆς αὐτῆς ἐνεργείας, ἀλλ’ οὐχ ὡς καθ’ αὑτὸ ἄνευ τοῦ χρώματος ἐνεργοῦν καὶ κινοῦν τὴν ὄψιν, καθάπερ ὁ θερμανθεὶς σίδηρος καὶ μὴ παρόντος ἔτι τοῦ θερμάναντος πυρός, ἀλλ’ ὡς διαβιβάζον τὴν ἐνέργειαν τοῦ χρώματος καθάπερ ὁ μοχλὸς τὸν λίθον ὑπὸ τῆς χειρὸς κινούμενος. διὸ καὶ τὸ διαφανὲς ἀποστάντος τοῦ χρώματος οὐκέτι κατ’ ἐκεῖνο κινεῖ |τὴν ὄψιν. εἰ δὲ καθ’ αὑτὸ ἐκίνει τὴν ὄψιν τὸ διαφανές, αὐτοῦ ἐχρῆν εἶναι τὴν αἴσθησιν ἀλλ’ οὐ τοῦ κεχρωσμένου. νῦν δὲ ἐκείνου καὶ τοῦ μεταξὺ διαστήματος ἀντιλαμβανόμεθα. καὶ σαφέστερόν. μοι ταῦτα ἐν τῇ ἐπιτομῇ τῶν Θεοφράστου Φυσικῶν διώρισται. ἀλλὰ νῦν τὸ Ἀριστοτελικὸν ῥητὸν καθιστάντες, τὸ μὲν χρῶμά φαμεν κινεῖν τὸ διαφανὲς προσεχῶς, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος φησὶν οὐ τῇ ὄψει μόνον ἀλλὰ καὶ τῷ χρώματι, ἵνα διὰ τῆς συνεχείας τὴν προσεχῆ καθ’ ἑκάτερον πέρας δηλώσῃ κίνησιν. κινεῖται δὲ ὑπ’ αὐτοῦ τὸ αἰσθητήριον· οὐ μὴν τοῦ μεταξὺ ὡς πεφωτισμένου ἀντιλαμβανόμεθα, ὡς καθ’ αὑτὸ κινοῦντος, τὰ δὲ λαμπρὰ ἢ τὰ χρώματα δι’ αὐτοῦ ὁρῶμεν, οὐ καθ’ ἑαυτὸ κινοῦντος τὴν ὄψιν· ἀλλ’ οὕτως ὑπὸ τούτου ὡς συνεργοῦντος τῷ ὁρατῷ καὶ ὡς διαβιβάζοντος τὴν ἐνέργειαν ἐκείνου. καὶ ὅτε ἐπάγει μετὰ τὴν πρὸς Δημόκριτον ἀντίρρησιν ὑπ’ αὐτοῦ μὲν τοῦ ὁρωμένου χρώματος ἀδύνατον, λείπεται δὲ ὑπὸ τοῦ μεταξύ, προσυπακουστέον τὸ προσεχῶς ,ἐπεὶ ὑπὸ χρώματος κινεῖται τὸ αἰσθητήριον τῷ διαφανεῖ ἐποχουμένην τὴν εἰς τὸ αἰσθητήριον ἐνδιδόντος ἐνέργειαν, χωριστῶς καὶ ἀμιγῶς τῷ μεταξὺ ἐποχουμένην. διὸ καὶ ἀθρόως πάρεστι καὶ ὁμοῦ ὅλη, καὶ αἱ τῶν διαφόρων χρωμάτων ἐν ταὐτῷ. ἀλλὰ διὰ τί ἀδύνατον τὸ αἰσθητικὸν ὑπ’ αὐτοῦ κινηθῆναι τοῦ ὁρωμένου χρώματος προσεχῶς; ἢ ὅτι φωτὸς δεῖ καὶ τῷ ὁρῶντι πρὸς τὴν τῶν χρωμάτων ἀντίληψιν, καὶ τῷ χρώματι πρὸς τὸ κινεῖν τὴν ὄψιν. ἐμπεριέχεσθαι οὖν ἄμφω δεῖ τῷ φωτί. διὸ καὶ μεταξὺ εἶναι τὸ ἐνεργείᾳ δεῖ διαφανές, ὡς ἑκάτερον ὑπ’ αὐτοῦ τελειοῦσθαι. ὅθεν οὐ πᾶν ἀπλῶς ἀπαγορεύει τὸ ὁρώμενον ἐπιτεθὲν τῇ ὄψει ὁρᾶσθαι, ἀλλὰ τὸ ἔχον χρῶμα· τὸ γὰρ λαμπρὸν βλέποιτο ἄν, εἰ μὴ διὸ τὸ ἀσύμμετρον ἐκπλήσσοι αὐτήν. p. 418 a 20 Κενοῦ δὲ γενομένου οὐχ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐδὲν ὀφθήσεται. τῶν τῷ κενῶ μεταξὺ διαλαμβανομένων δηλαδή, οὐχὶ τὸ κεχρωσμένον μόνον ἀλλ’ ὅλως οὐδέν. ἐπειδὴ γὰρ φῶς ἐστιν ἡ τοῦ διαφανοῦς ἐντελέχεια, οὐδ’ ἄν τὸ μεταξὺ ὁρῷτο· διαφανὲς γὰρ εἶναι δεῖ ἐνεργείᾳ τὸ μεταξὺ ὁρώμενον. ἀλλ’ οὐδὲ τὸ κεχρωσμένον, ὅτι μὴ ἔστι τὸ καταλάμπον τήν τε ὄψιν καὶ τὸ χρῶμα ἐντελεχείᾳ διαφανὲς κενοῦ ὄντος τοῦ μεταξύ. ἀλλ’ οὐδέ τι τῶν λαμπρῶν· καὶ γὰρ ἡ τούτων ἀφεστώτων ἐνέργεια τῷ μεταξὺ διαφανεῖ ὄντι ἢ δυνάμει ἢ ἐντελεχείᾳ διαβιβάζεται. p. 418 a 23 Πύρ’ δὲ ἐν ἀμφοῖν ὁρᾶται καὶ ἐν σκότει καὶ ἐν φωτί. Τὰ μὲν γὰρ ἀμυδρῶς ἔχοντα τὸ λαμπρὸν καὶ οὐχ οἷα φωτίζειν, ἐν μόνῳ σκότῳ τὸ δυνάμει διαφανὲς κινοῦντα οὐ τῷ φωτίζειν, ἀλλὰ τοσοῦτον ὡς ὁρᾶσθαι δι’ αὐτοῦ, ταύτῃ τῶν χρωμάτων πλεονεκτοῦντα τῷ ἄνευ φωτὸς κινεῖν τὸ διαφανές, διὰ δὲ τὸ ἀμυδρὸν τῆς λαμπρότητος οὐκέτι ἐν φωτὶ ὁρᾶται · οὐ τῶν λαμπρῶν οἶμαι μὴ ἐνεργούντων εἰς τὸ πεφωτισμένον διαφανές, ἀλλὰ τῆς ὄψεως διὰ τὸ ὑπὸ πλείονος φωτὸς ἐγγινόμενον πάθος οὐκέτι τὸ ἀμυδρὸν ἰσχυούσης ὁρᾶν. τὸ δὲ πῦρ διὰ τὴν μείζονα λαμπρότητα, ὡς καὶ φωτὸς εἶναι ἀποτελεστικήν, ἐν φωτὶ ὁρᾶται, εἴτε ἐν ἡμερινῷ καὶ ὅλως ἑτέρου ὄντος τοῦ φωτίζοντος, οὐ κωλυόμενον ἀπὸ συμμέτρου διαστήματος ὁρᾶσθαι, εἴτε ἐν τῷ ἀφ’ ἑαυτοῦ ἀποτελουμένῳ φωτί, ὡς ἐν νυκτὶ οἱ πλησίον ὄντες αὐτὸ θεῶνται, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ ἀντιλαμβανόμενοι. πρὸς ὃ καὶ ἐπῆκται τὸ καὶ τοῦτο ἐξ ἀνάγκης, τὸ ἐν φωτὶ ὁρᾶσθαι, ὅταν δηλαδή (τοῦτο γὰρ προσθετέον) ἐν τῷ οἰκείῳ βλέπηται φωτί, ἐπειδὴ τοιοῦτον τὸ πῦρ, οἷον εἰς τὸ ἐνεργείᾳ διαφανὲς τὸ δυνάμει ἄγειν καὶ αὐτό. ὁρᾶται δὲ καὶ ἐν σκότει τοῖς πόρρωθεν οὖσιν ἐν νυκτὶ τὸ πῦρ. ἐπεὶ δὲ ἢ παρεῖναι δεῖ τὸ κινοῦν τῷ κινουμένῳ ἢ διακομίζεσθαι εἰς αὐτὸ τὴν τοῦ κινοῦντος ἐνέργειαν, οὐκ ἂν οὖν κενοῦ ὄντος τοῦ μεταξὺ τὸ μὲν κινοίη τὸ δὲ κινοῖτο, οὔτε μόνη ἡ ἐπιτηδειότης πρὸς τὸ παθεῖν ἀρκέσει. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος τῷ Ἀριστοτέλει ὡς δοκοῦντι περὶ μόνων εἰρηκέναι τῶν ὁρατῶν, οὐκέτι δὲ καὶ περὶ τῆς ὁρατικῆς ἐνεργείας, περὶ ἧς προέκειτο λέγειν, καὶ ἀπολογεῖται ὑπὲρ αὐτοῦ ὡς εἰρηκότος κινεῖσθαι τὴν ὁρατικὴν δύναμιν ὑπὸ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καὶ †γινομένης ἐνεργείᾳ τοῦτο ὃ ἦν ὁρατόν· καὶ πρὸς τῷ τέλει δὲ τοῦ βιβλίου τούτου λέγειν αὐτὸν καθόλου περὶ πάσης αἰσθήσεως ὡς δεκτικῆς τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης. ταῦτα μὲν οὖν καλῶς· προσδιοριστέον δὲ ὅτι εἰ καὶ τῷ αἰσθητηρίῳ μετὰ πάθους ἡ ἐνέργεια, ἀλλ’ ἐν αὐτῇ τῇ αἰσθητικῇ ζωῇ κατ’ οἰκείαν ἐνέργειαν ἡ τῶν αἰσθητῶν ἀνάληψις, οὐκ ἔξωθεν δεχομένῃ, ἀλλὰ λόγων προβολῇ κατὰ τὰ εἲδη τῶν αἰσθητῶν ἱσταμένῃ, οὐ πασχούσῃ ὑπὸ τῶν αἰσθητῶν, ἀλλ’ ἐνεργούσῃ κατ’ αὐτὰ γνωστικῶς καὶ οὐχὶ ποιητικῶς. p. 418 a 25 Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν. Ὁ αὐτός, καθ’ ὅσον, ὡς εὐθὺς ἐπιφέρει, διὰ μέσου τινὸς ἔξωθεν κἀπὶ τούτων ἡ ἐνέργεια διαβιβάζεται. p. 418 a 27 Ἀλλ’ ὑπὸ μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτου τῶν αἰσθητηρίων ἑκάτερον. |εἴρηται ὅπως ὑπὸ τοῦ μεταξύ, ὡς οὐ καθ’ αὑτὸ κινοῦντος ,ἀλλ’ ὡς διαβιβάζοντος τὴν ἀπὸ τοῦ αἰσθητοῦ ποίησιν. διὰ τί οὖν ἐπ’ αὐτῶν τῶν αἰσθητηρίων κειμένων τῶν αἰσθητῶν οὐκ αἰσθανόμεθα; διὰ τὸ ἀσύμμετρον ἴσως, ἢ καὶ ἐπειδὴ καὶ τοῦ δι’ οὗ δεῖ, ὡς καὶ τοῦ μοχλοῦ ἔν γε τῇ τοῦ λίθου ὑπὸ τῆς χειρὸς κινήσει. p. 418 a 30 Περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως. Καὶ γὰρ ἐπὶ τούτων μεταξύ τι εἶναι βούλεται, οὐ φαίνεσθαι δέ, ὅτι ἔνδοθεν οὐκ ἔξωθεν τὸ μέσον. p. 418 a 32 Τὸ δὲ μεταξὺ ψόφου μὲν ἀήρ. Ὡς ἐναργέστερον ἔχων τὸ διηχὲς ὁ ἀὴρ νῦν ἠξίωται μνήμης, ἐπεὶ καὶ τὸ ὕδωρ, εἰ καὶ ἧττον, διαβιβαστικὸν τοῦ ψόφου, ὡς ἐρεῖ. p. 418 a 32 Ὁσμῆς δὲ ἀνώμυμον. Ὃ καλοῦσι τινὲς δίοσμον, τὸ τῆς ὀσμῆς διαβιβαστικόν, ἀνάλογον ὃν τῷ διαφανεῖ. ὡς γὰρ τοῦτο τῇ τοῦ φωτὸς καὶ τοῦ χρώματος καὶ ὅλως τῶν ὁρωμένων ἐνεργείᾳ εἰδοποιεῖται, οὕτως τὸ διηχὲς μὲν πρὸς τὴν τῶν ἤχων ὑποδοχήν, τὸ δὲ δίοσμον πρὸς τὴν τῶν ὀσμῶν ἐπιτήδειον· καὶ ἐν ἀέρι δὲ καὶ ἐν ὕδατι τὸ δίοσμον. ἐν δὲ τῷ ἀλλ’ ὁ μὲν ἄνθρωπος, εἰ καὶ μὴ ἀνταποδέδωκε πρὸς τὸν μέν, δῆλον ὅμως τὸ ἀνταποδοθησόμενον, τὸ τὰ δὲ μὴ ἀναπνέοντα. διὰ τί δὲ ταῦτα μὲν καὶ μὴ ἀναπνέοντα ὀσφραί- νεται, τὰ δὲ ἀναπνέοντα οὐχί, ὕστερον ἐρεῖ τὴν αἰτίαν. p. 418 b49 Νῦν δὲ περὶ ψόφου καὶ ἀκοῆς διορίσωμεν. ἐπειδὴ μετὰ τὴν ὄψιν τελεωτέρα τῶν ἄλλων ἥδε πορρωτέρω ἐκτεινο- μένη. ἔστι δὲ διττὸς ὁ ψόφος· ὁ μὲν γὰρ ἐνεργείᾳ τις, ὁ δὲ δυνάμει. τὸ δὲ δυνάμει καὶ τὸ ἐνεργείᾳ ποιὲ μὲν πρὸς τὸ εἶναι τῶν ὑποκειμένων λέγεται, ποτὲ δὲ οὐχ ὡς ὄντων ἀλλ’ ὡς αἰσθητῶν. ὁ μὲν γὰρ ἤδη λευκὸς κηρός, ἐνεργείᾳ ὢν λευκός, δυνάμει ἐστὶν ἐνίοτε ὁρατός, ὁ δὲ ἔτι ξανθὸς καὶ λευκός ἐστι δυνάμει, ὁ δὲ καὶ ὢν λευκὸς καὶ ὁρώμενος κατ’ ἄμφω ἐστὶν ἐνεργείᾳ. οὕτω δὴ καὶ ψόφος ὁ μέν τις δυνάμει ἐστὶ καὶ αὐτὸ τοῦτο ψόφος, ὅταν ᾖ στερεὰ καὶ λεῖα τὰ ὑποκείμενα καὶ οἷα ψοφεῖν, ὡς ἐπὶ τῶν μὴ τοιούτων οὐδὲ δυνάμει· ὁ δὲ ἐνεργείᾳ ὁ ἤδη γινόμενος, κἄν μηδεὶς ἀκούῃ, ψόφος ὢν ἐνεργείᾳ, δυνάμει δὲ ὡς ἀκουστός, ὡς ὅταν γε ἐπακούηται, ἐνεργείᾳ ὢν καὶ αἰσθητός. καὶ περὶ τοῦ κατ’ ἄμφω ἐνεργείᾳ εἴρηται τὸ τοῦτο δέ ἐστιν αὐτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ. p. 418 b 9 Γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος ἀεί τινος πρός τι καὶ ἔν τινι. τινὸς μὲν τοῦ πλήττοντος, πρός τι δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ διηχεῖ τῷ τὴν ἐκ τῆς πληγῆς ἐνέργειαν δεχομένῳ καὶ διαβιβάζοντι, ὅταν καὶ ἄμφω στερεὰ ᾖ ἢ θάτερον τῶν προσπιπτόντων ἀλλήλοις, καὶ μᾶλλον ἐὰν καὶ λεία καὶ σφοδρὰ καὶ τραχεῖα γένηται ἡ πρόσπτωσις, καὶ τὸ μεταξὺ δέχεσθαι ἱκανὸν ᾖ καὶ διαβιβάζειν τὴν ἀποδεδομένην ἐξ αὐτῶν ἐνέργειαν· διὸ οὔτε ἐν κενῷ ἄν γένοιτο, ἐπειδὴ σῶμα εἶναι δεῖ τὸ διαβιβάζον, οὔτε ἐν τῳ μὴ διηχοῦντι. p. 418 b 13 Πληγὴ δ’ οὐ γίνεται ἄνευ φορᾶς. Δεῖ γὰρ τὸ πλῆσσον ἑτέρωθεν προσελθεῖν τε καὶ προσπταῖσαι τῷ πλησσομένῳ, ὡς εἶναι τοῦ μέλλοντος πλήσσειν καὶ πλήσσεσθαι μεταξύ τι σῶμα, ἐπειδὴ μὴ ἔστι τι κενόν· καὶ τοῦτό ἐστι τὸ ἐν ᾧ ὁ ψόφος, ὅταν ᾖ διηχὲς καὶ ἀθρόως ἐναποληφθὲν διὰ τὴν ταχυτῆτα τῆς φορᾶς ἄθρυπτον μείνῃ· τότε γὰρ δέχεται τὴν ἐκ τῆς πληγῆς ἐνέργειαν. p. 418 ab 15 Ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα καὶ κοῖλα. Οὐ τὰ ἠχητικὰ ἀπλῶς, ἀλλὰ τὰ εὔηχα νῦν παραδίδωσιν · ἅπερ στερεά τε εἶναι δεῖ, ὡς καὶ τὸ τοῦ χαλκοῦ δηλοῖ παράδειγμα, καὶ λεῖα διὰ τὸ τὸν ἀπολαμβανόμενον μεταξὺ ἀέρα, κατὰ μίαν ἐπιφάνειαν προσπίπτοντα τῷ ἠχητικῷ, ἄθρυπτον τηρεῖσθαι καὶ ἐν ἑνὶ τῷ ὅλῳ τὴν ἐνέργειαν δέχεσθαι· τὰ δὲ κοῖλα διὰ τὸ πλεονάκις γίνεσθαι τὴν πληγὴν τοῦ ἐναπολαμβανομένου ἀέρος, διὰ τὴν τοῦ πλήξαντος · ὀξεῖαν φορὰν μείναντός τε ἀθρύπτου καὶ σφοδρῶς κινηθέντος καὶ ἐνειλουμένου τε τοῖς κοίλοις καὶ πολλάκις αὐτὰ πλήσσοντος διὰ τὸ δυσδιεξόδευτον. |p. 418 b 18 Ἒτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι, ἀλλ’ ἧττον. Τὸ μὲν ταῖς μήνιγξιν ἐναπειλημμένον τῆς ἀκοῆς ὄργανον ἀήρ, τὸ δὲ ἔξωθεν διαβιβαστικὸν τοῦ ἤχου σῶμα οὐ μόνον ἀὴρ ἀλλὰ καὶ ὕδωρ, εἰ καὶ ἧσσον ἀέρος ὡς καὶ παχυμερέστερον καὶ ὡς ἐμφράττον τοὺς τῆς ἀκοῆς πόρους. οὐκ ἔστι δὲ ψόφου κύριος ἀὴρ οὐδὲ τὸ ὕδωρ. ὡς γὰρ δεκτικὰ τὰ μέσα αἴτια τῷ ψόφῳ, οὐχ ὡς ποιητικά · κύρια δὲ ταῦτα. τὰ γὰρ δεκτικὰ ὑλικά, εἰ μὴ ἄρα ὅτι καὶ αὐτὸς ὁ ἀὴρ ὑπὸ μάστιγος ἡ ῥάβδου πλησσόμενος ψοφεῖ, ὅτε καὶ δύο ἀναδέχεται λόγους, τόν τε ὑφ’ οὗ ὁ ψόφος καὶ τὸν ἐν ᾧ, καὶ ἔστι κύριος ὡς ὑφ’ οὗ, ἀλλ’ οὐχ ὡς δεκτικός. ὡς δὲ περὶ δεκτικῶν εἴρηται τὸ μὴ εἶναι κύρια. p. 418 b 19 Ἀλλὰ δεῖ στερεῶν γενέσθαι πληγὴν πρὸς ἄλληλα καὶ πρὸς τὸν ἀέρα. Διχῶς οἶμαι τὸ ῥητὸν νοητέον. καὶ γὰρ δύο στερεῶν πλησσόντων ἄλληλα καὶ τὸν μεταξὺ ἐν τῇ φορᾷ ἀπολαμβανόμενον ἀέρα, εἰ μέλλοι γίνεσθαι ἦχος, πληγῆναι ἀναγκαῖον καὶ ὑπομεῖναι καὶ μὴ διαχυθῆναι διὰ τὴν ταχυτῆτα καὶ σφοδρότητα τῆς πληγῆς, νικησάσης τῆς τοῦ ῥαπίζοντος κινήσεως τὴν τοῦ ἀέρος θρύψιν, ὡς ἐπὶ τῆς τῶν πεπληρωμένων ἐκπωμάτων ταχείας περιφορᾶς μὴ ἐκχεομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, καὶ τοῦ στομίου πολλάκις κάτω γινομένου, νικώσης τῆς ἐν τῇ περιφορᾷ ταχυτῆτος τὴν τοῦ ὑγροῦ ἔκχυσιν· καὶ ὡς αὐτὸς ἔφη ἐπὶ τυπτομένου σωροῦ, οἷον σίτου κειμένου καὶ ἄλλου τινὸς ὁμοίου ἢ φερομένου ὁρμαθοῦ ἄμμου ἢ σίτου, ἐὰν πρὸς τῷ σφοδρῷ καὶ τὸ ταχὺ ἡ τύψις σχῇ καὶ διὰ τοῦτο νικήσῃ τὸν σκορπισμὸν τῶν τέως ἐν ἀλλήλοις ὄντων ψαμμίων (σκορπίζει μὲν γὰρ αὐτὰ ἡ πληγή, ἡ δὲ σφοδρὰ καὶ ταχεῖα διὰ μὲν τὴν ταχυτῆτα φθάνει τὸν σκορπισμὸν καὶ ὡς ἑνὶ τῷ σωρῷ ἢ τῷ ὁρμαθῷ προσπίπτει, διὰ δὲ τὸ σφοδρὸν τὸν ἦχον ἀποδίδωσιν)· οὕτω τε οὖν τὸ προκείμενον νοητέον ῥητόν, ὡς ἅμα τῶν στερεῶν ἄλληλα καὶ τὸν μεταξὺ πλησσόντων ἀέρα, καὶ ἔτι ὡς ἰδίᾳ ποτὲ μὲν τῶν στερεῶν ἄλληλα πλησσόντων, ποτὲ δὲ τῶν στερεῶν τὸν ἀέρα, ὡς ἡ ὑπὸ τῆς μάστιγος τοῦ ἀέρος πληγὴ ὑπομείναντος καὶ μὴ διαχυθέντος· καὶ τὰ ἄλλα ὁμοίως τοῖς εἰρημένοις. p. 418 b 25 Ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ τοῦ ἀέρος ἑνὸς γενομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ ὥσπερ σφαῖρα. Δοκεῖ μὲν ὁ Ἀριστοτέλης ἐπὶ τῆς ἠχοῦς λέγειν τὸν ἐξ ἀρχῆς πληγέντα ἀέρα φερόμενον μέχρι τινὸς σΤερεοῦ λείου τε καὶ κοίλου καὶ οἷον ἀγγείου γινομένου διὰ τὴν κοιλότητα, μείναντα ἕνα καὶ ἄθρυπτον καὶ ἀθρόως προσπεσόντα τῷ λείῳ καὶ κοίλῳ στερεῷ εἰς τοὐπίσω ὥσπερ σφαῖραν ἐκεῖθεν ἀνακλασθέντα φέρεσθαι· καὶ τοῦτο εἶναι τὴν ἠχώ. ἀξιοῖ δὲ οἶμαι καλῶς ὁ Ἀλέξανδρος ὑπολαμβάνειν γίνεσθαι τὴν ἠχὼ μήτε ὡς αὐτοῦ τοῦ πρώτου πληγέντος ἀέρος φερομένου μέχρι τοῦ ἀγγείου, μήτε πάλιν ἀπὸ τοῦ ἀγγείου αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος. τοῦτο μὲν οὖν ὀρθῶς ἀξιοῖ· οὔτε γὰρ εὔλογον ταχεῖαν οὕτω γίνεσθαι διὰ πληγὴν τὴν τοῦ ἀέρος φοράν, καὶ δεῖ, ὡς ἐπὶ τῶν ῥιπτουμένων ἠξίωται, παρεῖναι ἀεὶ τῷ κινουμένῳ τὸ κινοῦν. ἀλλ’ ἐκεῖνο σκεπτέον εἰ καλῶς δοκιμάζει· γράφει δὲ ὧδε. “ἀλλ’ ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας, τὸν μετ’ αὐτὸν σχηματίζει τῇ ὁμοίᾳ πληγῇ, ὡς αὐτὸς ὑπὸ τῆς πληγῆς ἐσχηματίσθη, οὗτος δὲ πάλιν τὸν μετ’ αὐτόν, καὶ οὕτω κατὰ συνέχειαν μέχρι τοὐ ἀγγείου ἡ πρόοδος γίνεται. μέχρι γὰρ ἄν ἰσχυροτέρα ἡ διαδιδομένη πληγὴ τῆς θρύψεως τοῦ ἀέρος ἡ, μέχρι τότε μένει, ἄλλου παρ’ ἄλλου σχηματιζομένου, ὃ ἐδείχθη γινόμενον καὶ ἐπὶ τῶν ῥιπτουμένων. ὁ δὴ τελευταῖος ὁ πρὸς τῷ ἀγγείῳ πληγείς τε καὶ σχηματισθείς, κωλυθεὶς ἐπὶ τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου, ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθεὶς ὡς σφαῖρα ὑπὸ στερεοῦ τινος, τὸν ἐπὶ τάδε αὐτοῦ πάλιν ἔπληξέ τε καὶ ἐσχημάτισε, καὶ οὕτω πάλιν ἡ διάδοσις ἐπὶ τὰ αὐτὰ τῆς πληγῆς καὶ τοῦ ψόφου γίνεται.” οἷς ἅπασι τοῦ Ἀλεξάνδρου οὖσιν ἐπιστήσειεν ἄν τις ὡς ἐν σχήματι τὸν ἦχον τιθεμένοις καὶ ὡς μὴ διορίζουσι τὴν τῆς πληγῆς διάδοσιν, πότερον ὁ πρῶτος πληγεὶς ἀὴρ τὸν μετ’ αὐτὸν πλήττει, ὥσπερ καὶ σχηματίζειν λέγεται σαφῶς, καὶ τις ἄν γένοιτο ἀέρος ὑπὸ ἀέρος συνεχοῦς καὶ ἑνὸς μένοντος πληγὴ καὶ ἠχητικὴ πληγή, ἢ τοῦ πλήξαντος στερεοῦ τὸν πρῶτον ἀέρα καὶ τὸν μετ’ αὐτὸν καὶ τὸν αὖ μετ’ ἐκεῖνον πλήττοντος. ἀλλ’ εἰ ὅλως διαίρεσιν ἐπινοοῦμεν, οὔτε μένει εἰσέτι ἄθρυπτος ὁ ψοφῶν ἀὴρ καὶ παρεῖναι ἑκάστῳ ἔδει τὸ πλῆττον. οἶμαι οὖν ὅτι οὐχ ὥσπερ ἡ τοῦ φωτίζοντος παρουσία ἐν τῷ διαφανεῖ καὶ ἡ τοῦ χρώματος ἐν τῷ ἐνεργείᾳ διαφανεῖ εὐθὺς ἐνήργει τὸ γενησόμενον ὁρατόν, οὕτω καὶ ἡ τοῦ στερεοῦ μόνη παρουσία ἐν τῷ διηχεῖ τὸν ψόφον ἐνεργεῖ, ἀλλὰ πλῆττον ἐνεργεῖ, τουτέστι πάθος ἐμποιοῦν· πάθος γὰρ ἡ πληγή. ὁ δὲ ἦχος οὐ πάθος ἀλλ’ ἐνέργεια τῶν πληξάντων ἀπολύτως τῷ διηχεῖ ἐπὶ τῷ πάθει παροῦσα. διὸ προηγεῖται τὸ πάθος καὶ ὅλος μὲν ὁ ἀὴρ πέπονθεν, ἐφ’ ὅσον καὶ ἡ ἐνέργεια διατείνει, ὁ καὶ μείνας εἷς τε καὶ συνεχὴς καὶ ἄθρυπτος, ἀλλ’ οὐ καθ’ ὅλον ἑαυτὸν προηγουμένως, κατὰ δὲ τὸ πρὸς τῷ στερεῷ ἑαυτοῦ μόριον, τοῖς δὲ |λοιποῖς οἷον συμπάσχων, μᾶλλον μὲν καὶ πρότερον τοῖς προσεχέσι τοῦ πρωτοπαθοῦς μορίου, ἧττον δὲ καὶ ὑστερίζουσι τοῖς ἀπωτέρω. διὸ καὶ μᾶλλον καὶ θᾶττον οἱ ἐγγυτέρω ἀκούουσι τῶν ἀπωτέρω· κατὰ γὰρ τὰ μέτρα τῆς πάθης καὶ τὸ σφοδρὸν καὶ ἡ ταχυτὴς καὶ τὰ ἐναντία ὁρίζεται. οὐχὶ οὖν πλήττεται ἢ σχηματίζεται τὰ δεύτερα μόρια ὑπὸ τῶν προτέρων, ἀλλὰ συμπάσχει καὶ συνειδοποιεῖται ὑπὸ τοῦ ἐξ ἀρχῆς πλήξαντός τε καὶ ἐνεργήσαντος, διὰ τὸ μεριστὸν τῶν πασχόντων σωμάτων ὄντων μεριστῶς τῆς πάθης διαδιδομένης, καὶ τῶν προτέρων οὐ πληττόντων τὰ ἐφεξῆς, ἀλλὰ μεταβιβαζόντων τὴν πληγήν. καὶ τῷ παθόντι τὴν πληγὴν ἀέρι ὅλῳ ἀπολύτως ἡ ἠχητικὴ πάρεστιν ἐνέργεια· οὐ γὰρ ἂν ἄλλως ὅλη ἑκασταχοῦ ἡ αὐτὴ ὑπῆρχεν, ἐφ’ ὅσον διικνεῖται ὁ ἦχος. διικνεῖται δὲ ἐφ’ ὅσον ἀέρα καὶ τὸ ἀπὸ τῆς πληγῆς μεταβιβάζεται πάθος, ἄθρυπτον καὶ συνεχῆ καὶ ἕνα διαμένοντα. ὅταν οὖν ὁ εἷς οὗτος ἀὴρ στερεῷ τινι προσπελάζων οὐκέτι κατ’ εὐθεῖαν ὁμοίως τοῖς προτέροις μορίοις τὴν συνέχειαν σώζων διὰ τὴν ὑπὸ τοῦ στερεοῦ ἀντίφραξιν, ἀλλὰ ἢ κατ’ αὐτὸν τὸν παθόντα καὶ τὴν ἐνέργειαν σώζοντα ἢ κατὰ τὸν παρακείμενον αὐτῷ ἐπὶ τάδε τοῦ στερεοῦ μέρη] φέρηται ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια, ἡ λεγομένη ἀποτελεῖται ἠχώ, οὐ τοῦ στερεοῦ πληττομένου καὶ ποιοῦντος τὸν ἦχον, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος συνεργῷ πρὸς τὴν ἀνάκλασιν χρωμένου τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ, διὰ μὲν τὴν λειότητα ἄθρυπτον τὸν ἀέρα φυλάττοντι ὁμοῦ πλείονα συνηγμένον τὸν τῷ ἤχῳ εἰδοποιούμενον καὶ οὐ διαχεόμενον καὶ διὰ τοῦτο ἐναργέστερον εἰδοποιούμενον, διὰ δὲ τὴν ἀντιτυπίαν κωλύοντι τὴν εἰς τὸ πρόσω τῆς ἐνεργείας διέξοδον καὶ τῆς εἰς τὸ ἐπὶ τὰ αὐτὰ ἀνακλάσεως συναιτίῳ γινομένῳ. οὕτως οὖν καὶ τὸ Ἀριστοτελικὸν νοητέον, τὸ πάλιν ὁ ἀὴρ ἀπωσθῇ ὥσπερ σφαῖρα· οὐχ ὡς ἀὴρ κατὰ φορὰν κινούμενος, ἀλλ’ ὡς ἐνεργεία ἠχητικὸς κατ’ αὐτὴν τὴν ἠχήν. p. 418 b 27 ἔοικε δὲ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής. Ὃταν ὅλως δηλαδὴ ψοφῇ τι· καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ ἀνακλᾶται. ἀνάκλασιν καλῶν οὐ τὴν ἀπὸ στερεῶν μόνων κατὰ ἴσας γωνίας ἐπὶ τὰ ἀντικείμενα τοῦ φωτὸς ἐνέργειαν, ἀλλὰ καὶ τὴν ἀπὸ ὑγρῶν καλουμένην παρὰ τοῖς νεωτέροις διάκλασιν. ἐξ ἀμφοῖν γὰρ πάντῃ τὸ φῶς, ἀλλ’ οὐκ ἐν μόνοις τοῖς ἡλιουμένοις, εἰ καὶ μὴ τοιοῦτον πάντως οἷον σκιὰν ποιεῖν, ὡς τὸ ἀπὸ ὕδατος ἢ χαλκοῦ ἀνακλώμενον. μιμεῖται δὲ τὴν μὲν διάκλασιν τοὐ φωτὸς ἡ εἰς τὰ πλάγια φερομένη ἀπήχησις · ὅτι γὰρ καὶ ὁ ἦχος ὡς καὶ τὸ φῶς κατ’ εὐθεῖαν πρόεισι μᾶλλον, δηλοῖ τὸ τοῖς κατ’ εὐθεῖαν τὸ οὖς παραβάλλουσιν ἐξάκουστον μᾶλλον γίνεσθαι· τὴν δὲ ἀνάκλασιν ἡ ἠχὼ μιμεῖται, τὴν μὲν σκιὰν ἀποτελοῦσαν ἡ ἐξάκουστος, τὴν δὲ ἄσκιον ἡ μὴ ἀκουομένη δι’ ἀμυδρότητα. τὸ δὲ κενὸν ὀρθῶς λέγεται κύριον τοῦ ἀκούειν κατὰ τοὺς κενὸν τὸν ἀέρα καλοῦντας, καὶ ὡς αὐτὸς ἐπιφέρει, καὶ κύριον οὐχ ὡς ποιητικόν (τοῦτο γὰρ ἀπείπατο) ἀλλ’ ὡς διαβιβαστικόν, καὶ ταύτῃ ποιεῖ ἀκούειν. ὑπομιμνήσκει δὲ καὶ ὅτι λεῖον εἶναι δεῖ τὸ πληγὲν πρὸς τὸ ψόφον γενέσθαι. ἐὰν γὰρ λεία ἡ ἐπιφάνεια τοῦ πληττομένου ᾖ, εἷς καὶ ὁ ἐναπολαμβανόμενος μένει ἀήρ, οὐ καταθραυόμενος τῖς ἐξοχαῖς καὶ εἰσοχαῖς τοῦ πληττομένου. p. 418 a 3 Ψοφητικὸν μὲν οὖν τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχείᾳ μέχρις ἀκοῆς. Ψοφητικὸν μὲν εἶπε τὸ κινητικὸν ἑνὸς ἀέρος, οὐ τὸ δυνάμει μόνον ἀλλὰ καὶ τὸ ἐνεργείᾳ κινοῦν· ἑνὸς δ’ ἀέρος, ὡς ἀθρύπτου μένειν τοὐ κινουμένου ὀφείλοντος, εἴτε ἀὴρ εἴτε ὕδωρ τοῦτο εἴη, ἀλλὰ τὸ μάλιστα διηχὲς νῦν εἴρηται. καὶ ὅπως ἑνός, δηλοῖ διὰ τῆς συνεχείας· οὐ γὰρ ὡς τὸ ἀδιαίρετον ἓν ὁ ἀὴρ οὐδὲ ὡς τῷ λόγῳ ἕν, ἀλλ’ ὡς τὸ συνεχές. τὸ δὲ μέχρι ἀκοῆς οὐ τὸν πάντως ἀκουόμενον, ἀλλὰ τὸν ἱκανὸν ἀκούεσθαι σημαίνει, κἄν μὴ ὁ ἀκούων ᾖ. ἀκοῇ δὲ συμφυὴς ὁ ἀήρ, οὐχ ὁ ἔξωθεν (οὐδὲ γὰρ συμφυής) ἀλλ’ ὁ συνηρτημένος αὐτῇ κατὰ φύσιν ὡς ὄργανον· τοιοῦτος δὲ ὁ καὶ ζῶν καὶ κατὰ τὴν ἀκουστικὴν εἰδοποιούμενος ζωήν, ὡς τὸ ἐν ὀφθαλμοῖς ὑγρὸν κατὰ τὴν ὁρατικὴν. p. 418 a 4 Διὰ δὲ τὸ ἐν ἀέρι εἶναι κινουμένου τοῦ ἔξω ὁ εἴσω κινεῖται. Διὰ τὸ ἐν ἀέρι εἶναι δηλαδὴ τὴν ἀκοήν· ταύτῃ γὰρ ἦν συμφυὴς ὁ εἴσω ἀήρ. καὶ ἐν τούτῳ ἡ ἀκουστικὴ ζωή ,ἡ μὲν ὡς ζωτικοῦ ὀργάνου οὖσα χαρακτηριστική (συμφυοῦς τουτέστι ζωτικοῦ), ἡ δὲ ὡς χρωμένη τῷ τοιούτῳ ὀργάνῳ. διὰ οὖν τὸ ἐν ἀέρι εἶναι τουτέστιν ἐν διηχεῖ, κινουμένου τοῦ ἔξω καὶ ἐνεργείᾳ γινομένου διηχοῦς κινεῖται καὶ αὐτὸς συμμεταλαμβάνων τοῦ ἤχου, ὑπὸ μὲν τοῦ πρώτου πλήξαντος καὶ τοῦ αἰσθητηρίου πάσχοντος, μεταβιβαζομένης δὲ τῆς ἐνεργείας τῆς ἀπὸ τοῦ πλήξαντος διὰ τοῦ ἔξω διηχοῦς ἐπὶ τὸ συμφυὲς τοιοῦτον. |p. 418 a 5 Διόπερ οὐ πάντῃ τὸ ζῷον ἀκούει, ἀλλ’ ὅπου τὸ ζωτικὸν τῆς ἀκοῆς ὄργανον. οὐχὶ δὲ δὴ πάντῃ τὸ ζῷον ἔχει ἀέρα τοιοῦτον δηλαδὴ συμφυῆ τῇ ζωῇ τῇ ἀκουστικῇ καὶ φύσει ταύτῃ εἰδοποιούμενον. p. 418 a 7 Αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀήρ. Καθόλου τὸ μὴ ἐνεργοῦν τὸν ψόφον καὶ τὸ μὴ δεκτικὸν ψόφου δηλοῖ αὐτῷ τὸ ἄψοφον. ἀπλῶς μὲν οὖν ὁ ἀὴρ ὡς ἀὴρ ἄψοφος διὰ τὸ εὔθρυπτον· συστατικὸν γὰρ τοῦ ἀέρος καὶ τὸ εὔθρυπτον· κωλυθεὶς δὲ θρύπτεσθαι καὶ κινηθεὶς ἢ ὑπὸ τοῦ πρώτως αὐτὸν πλήξαντος ἢ ὑπὸ τοῦ προηγουμένως μὲν ἄλλο δευτέρως δὲ αὐτόν, ὅταν ἡ πληγὴ κωλύῃ τὸ θρύπτεσθαι **,ὥστε οὐχ ὡς ἀήρ, ἀλλ’ ὡς πρὸς τὸ θρύπτεσθαι δυνατὸς κωλύεσθαι. p. 418 a 9 Ὁ δ’ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι, ὅπως ἀκριβῶς αἰσθάνηται πάσας τὰς διαφορὰς τῆς κινήσεως. Ὁ συμφυὴς ἀὴρ τῇ ἀκοῇ περιπέφρακται στερεοῖς, ἵνα μὴ ὑπὸ τοῦ πλήττοντος προσεχῶς κινῆται, διὰ τὸ ἀκριβῆ γενέσθαι τὴν αἴσθησιν τῶν διαφόρων κινήσεων πασῶν. δεῖ μὲν γὰρ καὶ παθεῖν τι τὸ αἰσθητήριον, ἀλλὰ σύμμετρον εἶναι τὸ πάθος, ἵνα ἡ κριτικὴ ἐπικρατῇ καὶ μὴ ἀμβλύνηται ὑπὸ τοῦ πάθους ἐνέργεια. ἦν δ’ ἂν ἀσύμμετρον τὸ πάθος, εἰ προσεχῶς ἐπλήττετο. ἵνα δὲ ἀκριβῶς αἰσθάνηται, οὐ πάσχειν δεῖ σφοδρῶς, ἀλλ’ ἐνεργεῖν καθαρῶς· παραποδίζει γὰρ ἡ σφοδροτέρα πάθη τὴν κρίσιν. p. 418 a 11 Διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν. Διὰ ταῦτα λέγων διὰ τὸ τοῖς ὠσὶν ἐγκατῳκοδομῆσθαι τὸν συμφυῆ ἀέρα καὶ περιπεφράχθαι στερεοῖς σώμασι καὶ προσεχῶς μὴ κινεῖσθαι ὑπὸ τῶν πληττόντων. διὰ γὰρ τὸ περιπεφράχθαι οὐκ εἴσεισιν εἰς τὸν συμφυῆ ἀέρα τὸ ὕδωρ· εἰσιὸν γὰρ ἢ τῷ ψύχειν ἢ τῷ ὑγραίνειν ἢ τῷ παχύνειν ἤμβλυνεν ἂν τὴν ἀκουστικὴν αὐτοῦ ἐνέργειαν. ὅταν γοῦν παρεισδύῃ εἰς τὸ οὖς, παραποδίζει τὴν ἀκοήν· οὐ ῥᾳδίως δὲ εἴσεισι διὰ τὰς ἕλικας. ὡς δὲ τὸ διαφανὲς ἔχει ὁ κερατοειδὴς λεγόμενος χιτών, περιέχων μὲν τὸ συμφυὲς τῆς ὁράσεως ὄργανον ὑγρόν, μέσος δὲ γινόμενος τοῦ τε ἐκτὸς καὶ τοῦ εἴσω διαφανοῦς, καὶ καμὼν κωλύει τὴν ὅρασιν, οὕτω καὶ ἡ μῆνιγξ περιέχουσα τὸν συμφυῆ ἀέρα καὶ διηχὴς οὖσα καὶ μεταξὺ οὖσα τοῦ τε ἔξωθεν καὶ τοῦ εἴσω τοιούτου, ἐπειδὰν κάμῃ καὶ ἔχῃ παρὰ φύσιν, παραποδίζει τὴν ἀκοήν. p. 420a15 Ἀλλὰ καὶ σημεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν αἰεὶ τὸ οὖς ὥσπερ τὸ κέρας. ἔξωθεν μὲν προσεχῶς πλήττεσθαι ὑπό τινος τὸ συμφυὲς πνεῦμα ἢ παχύνεσθαι ἢ ὀχλεῖσθαι ὅλως οὐ β,ουλομένη ἡ φύσις τοῖς τε περιφράγμασι καὶ ταῖς ἕλιξι τῶν ὤτων ἐπεκούρησε · διὸ ἀκίνητον πρότερον εἴρηται ὡς μὴ ὑπὸ τῶν ἠχητικῶν προσεχῶς κινούμενον· διὰ δὲ τὸ ζῆν κινεῖται ἀεὶ καθ’ αὑτό. τὴν γοῦν χεῖρα πρὸς τὸ οὖς προσθέντες καὶ μικρὸν ὤσαντες ἐπὶ τὸ ἔσω ἤχου γινομένου αἰσθανόμεθα, ἀποστενουμένου διὰ τὴν ὦσιν τοῦ ἔνδον πνεύματος καὶ ἐν τῷ κινεῖσθαι προσπταίοντος διὰ στενοχωρίαν τοῖς ὠσὶ καὶ ποιοῦντος τὸν ἦχον, ὥσπερ τὸ τοῖς κέρασι τοῖς αὐλητικοῖς ἐμφυσώμενον πνεῦμα. τοῦ μὲν οὖν ἀκούειν σημεῖον τὸ ἠχεῖν, διότι τὴν ζωτικὴν κίνησιν κινεῖται τὸ πινεῖται μὰ · οὐ γὰρ ἄν ἐν τῇ ὤσει τῶν ὤτων ἤχει · τὸ δὲ μὴ ἠχεῖν τοῦ μὴ ἀκούειν διὰ τὸ κάμνειν ἢ μηδ’ ὅλως ἢ ἀσθενῶς κινουμένου τοῦ πνεύματος. ἐπεὶ δὲ ὁ ἐν ἀέρι ἦχος γίνεται ἢ στερεοῦ κινουμένου καὶ τὸν ἀέρα πλήττοντος ἢ τοῦ ἀέρος κινουμένου καὶ τῷ στερεῷ προσπταίοντος, τοῦτον γίνεσθαι τὸν τρόπον ἐν τοῖς ὠσὶν ἦχον παραδιδοὺς προστέθεικε τὸ ὥσπερ τὸ κέρας· καὶ γὰρ τὸ αὐλοῦν κέρας ἠχεῖ τοῦ πνεύματος κινουμένου καὶ τῷ στερεῷ προσκρούοντος. ἀεὶ μὲν οὖν οἰκείαν τινὰ κίνησιν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινεῖται, οὐκ ἀεὶ δὲ ψοφεῖ· ἀλλότριος γὰρ ὁ ψόφος καὶ οὐκ ἴδιος, τουτέστιν οὐ κατὰ τὴν αὐτοῦ ἴδιον κίνησιν καθ’ ἑαυτὸν κινουμένου τοῦ ἀέρος γίνεται ψόφος, ἀλλὰ κατὰ τὴν ἢ αὐτοῦ πρὸς ἄλλο ἢ ἄλλου πρὸς αὐτὸν πρόσπτωσιν· καὶ ταύτῃ ἀλλότριος ὁ ψόφος. p. 420a18 Καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον τὸν ἀέρα. Ὃσοι οὐκ ὀρθῶς κενὸν τὸν ἀέρα προσαγορεύουσι, καὶ ἡμᾶς φασιν ἀκούειν τῷ κενῷ, ἐπειδὴ τῷ συμφυεῖ ὡς ὀργάνῳ προσεχεῖ ἀκούομεν ἀέρι, ἕως ἄν ἐρρωμένος ᾖ ὅπερ σημαίνων τὸ ἠχοῦντι προστέθεικεν, ἐν τῇ ἐκ τῆς χειρὸς δηλαδὴ οὕτως ὤσει), καὶ ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον τὸν ἀέρα. ὡρισμένος μὲν οὖν οὐχ ὁ περιγεγραμμέννος· τοῦτο γὰρ ἄν καὶ ὁ ἔξωθεν πάθοι· ἀλλὰ τῷ ζωτικῷ ἤχῳ χαρακτηριζόμενος. ἀκούομεν δὲ ἡμεῖς οἱ σύνθετοι ἢ καὶ οἱ κατὰ ψυχὴν ὅλην ἑστῶτες τῷ ἔχοντι τὸν ὡρισμένον ἀέρα, τουτέστι τῇ χρωμένῃ αὐτῷ ὡς ὀργάνῳ ἀκουστικῇ ζωῇ. |p. 420a19 Πότερον. δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ τὸ τύπτον; ἢ καῖ ἄμφω. Tὰ μὲν ἦν κύρια τοῦ ψόφου τὰ τύπτοντα καὶ τὰ τυπτόμενα, τὰ δὲ δεκτικὰ αὐτοῦ ὡς τὰ διηχῆ. εἴρηται δ’ ὡς πολλάκις τοὺς ἀμφοτέρους ἓν καὶ τὸ αὐτὸ ἐπιδέχεται λόγους. ἅμα τε γὰρ τύπτων ἐστὶ καὶ τυπτόμενος ὁ ἀὴρ καὶ δεχόμενος τὸν ἦχον· ὁμοίως δὲ καὶ τὸ ὕδωρ. πότερον οὖν κυριώτερον τὸ τύπτον ἢ τὸ τυπτόμενον ζητεῖ καὶ ἐπιφέρει ὡς ἄμφω, εἰ καὶ τρόπον ἕτερον, τὸ μὲν ὡς ποιοῦν τὸ δὲ ὡς πάσχον. τύπτει δὲ τὸ κινούμενον καὶ προσπταῖον, τὸ δὲ ᾧ προσπταίει τύπτεται. τοῦ δὲ ἄμφω εἶναι κύρια δεικτικὸν τὸ τὸ μεταξὺ ἐναπολαμβανόμενον διηχὲς οὕτως ἀποπάλλεσθαι, ὡς τὰ ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ, ἁλλόμενα. διὰ γὰρ τὸ μὴ θρύπτεσθαι ἀνάγκη οὕτως ἀποπάλλεσθαι, ὥστε μένειν ἓν καὶ συνεχές, πληγὲν μὲν ἢ πρώτως ἢ καὶ προηγουμένως ἄλλοις πληγεῖσι συμπαθόν, οὕτω δὲ πληγέν, ὡς φθάνειν τὴν πληγὴν καὶ τὴν ἐπ’ αὐτῇ ἐνδιδομένην ἠχητικὴν τῶν πληξάντων ἐνέργειαν πρὸ τῆς θρύψεως. καὶ ἡ κίνησις αὕτη οὐ φορὰ οὖσα ὡς ἡ τῶν ἁλλομένων, ἀλλὰ διάδοσις ταχεῖα τῆς τε πληγῆς καὶ τῆς ἐνεργείας, ἀπεικασθεῖσα τῇ ἅλσει τῇ ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ, διά τε τὸ κατὰ πληγὴν καὶ ταύτην γίνεσθαι καὶ στερεῶν καὶ λείων καὶ ἀθρόαν, καὶ ἔτι ἀπὸ τούτων ἐπ’ ἄλλα μεταβαίνειν. ἐπεὶ οὖν καὶ τὸ τύπτον καὶ τὸ ττοτόμενον πλάτος τι ἔχειν χρὴ καὶ ὁμαλόν, τουτέστι λεῖον, ὥστε τὸν ἀέρα πλείω ἐναπολαμβανόμενον ἀθρόον ἀφάλλεσθαι καὶ σείεσθαι, εἰκότως οὐ τὸ τύπτον μόνον [πλάτος τι ἔχειν χρή], ἀλλὰ καὶ τὸ τυπτόμενον κύριον τοῦ ἤχου. πάλιν δὲ τὸ ἀφάλλεσθαι τὴν τῆς πληγῆς καὶ τοῦ ἤχου δηλοῖ ταχεῖαν διάδοσιν. p. 420a26 Αἱ δὲ διαφοραὶ τῶν ψοφούντων ἐν τῷ κατ’ ἐνέργειαν ψόφῳ δηλοῦνται. ‘Απὸ γὰρ τῆς ἐνεργείας φησὶ Πλάτων’ τὰς δυνάμεις καὶ τὰς οὐσίας τῶν πραγμάτων γινώσκομεν. ὥσπερ οὖν ὅτι ψοφητικὸν ἐκ τοῦ ψόφου, οὕτω καὶ ὅτι τοίως ἐκ τοῦ τοιουδὶ ψόφου γινώσκομεν. ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται τὰ χρώματα, οὕτως οὐδὲ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ· οὐ λέγων ὀξὺ καὶ βαρὺ αὐτοὺς τοὺς ψόφους, ἀλλὰ τὰ ψοφητικὰ ὀξέως ἢ βαρέως, ἵνα καὶ ἀκόλουθα ᾖ τῷ προειρημένῳ. τὰ ψοφοῦντα δὲ εἴρηται, ἵνα ὡς τὸ φῶς ἕτερον τῶν χρωμάτων, οὕτω καὶ ὁ ψόφος τοῦ ὀξέος καὶ βαρέος, πλὴν ὅτι τὸ μὲν φῶς αἴτιον τοῖς χρώμασι τοῦ ὁρᾶσθαι ὡς ποιητικόν, ὁ δὲ ψόφος τοῦ γινώσκεσθαι τὸ ὀξὺ καὶ βαρὺ ὡς ἀποτέλεσμα αὐτῶν σημαντικόν. p. 420a29 ταῦτα δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν. Οὐ τὰ ὀνόματα ὁμοίως ἔχειν λέγων τοῖς ἐπὶ τῶν ἁπτῶν τὰ ἐπὶ τῶν ἀκουστῶν· τὸ γὰρ ἐπὶ τῶν ἁπτῶν ἀντικείμενον τῷ ὀξεῖ οὐ βαρὺ ἀλλὰ ἀμβλὺ καλοῦμεν· ἀλλὰ τὰ πράγματα ὁμοίως ἔχειν κατὰ ἀναλογίαν, ὡς σαφῶς ἐρεῖ, βούλεται. p. 420 a 30 Τὸ μὲν γὰρ ὀξὺ κινεῖ τὴν αἴσθησιν ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ. Ὀξὺ μὲν τὸ ἀκουστὸν νῦν φησιν, αἴσθησιν δὲ τὴν αἰσθητικήν. τοῦ δὲ ταχέως καὶ ἐπὶ πολὺ διάστημα καὶ ἐπὶ πολὺν ἐπιμένοντος χρόνον ἐξασὐστου δηλωτικὸν τὸ ἐν ὀλίγῳ ἐπὶ πολύ, ὡς τὸ βαρὺ ἐν πολλῶ ἐπ’ ὀλίγον λέγεται διὰ τὸ καὶ βραδέως ἐξακούεσθαι καὶ ἐπ’ ἔλαττον διϊέναι διάστημα καὶ ἐπὶ βραχύτερον ἐπαρκεῖν χρόνον. οὐ δὴ δοκοῦντα ἑαυτῷ ταῦτα ὁ Ἀριστοτέλης, ἀλλ’ ὡς ἑτέρων λεγόντων γράφει· καὶ ἔοικε πρὸς τὸν τίμιον ἀποτείνεσθαι, τὴν συμφωνίαν βουλόμενον τοῦ ὀξέος καὶ βαρέος ἤχου γίνεσθαι, προλαμβάνοντος τοῦ ὀξέος καὶ θᾶττον κινοῦντος τὴν ἀκοὴν καὶ τὴν μὲν ἀρχὴν σφοδρότερον, ἔπειτα ἀμυδρότερον, ὅτε ὁ σύμφωνος αὐτῷ βαρὺς ὁμοίως τῷ ἀπολήγοντι ὀξεῖ προσπίπτων λεῖος ἀλλ’ οὐ τραχὺς γίνεται διὰ τὴν ὁμοιότητα, ὡς πρότερον τοῦ ὀξέος κινοῦντος τὴν ἀκοὴν καὶ ἐπὶ χρόνον μένοντός τινα, τοῦ δὲ βαρέος ὕστερον. ὁ δὲ Ἀριστοτέλης οὐ τῷ ταχεῖ καὶ βραδεῖ ἀξιοῖ τὸν ὀξὺν καὶ βαρὺν διακρίνειν, ἀλλὰ ἀνάλογον τῷ ἐπὶ. τῶν ᾤων ὀξεῖ καὶ ἀμβλεῖ, τῷ μὲν κεντοῦντι τῷ δὲ ὠθοῦντι, ὡς καὶ τὸ ἐν ἤχοις ὀξὺ διεισδύνειν καὶ οἷον κατὰ βάθος πλήττειν, τὸ δὲ βαρὺ οἷον ἐπιπολαιότερον καὶ κατὰ θλῖψιν, ὡς τὰ ἐπικείμενα καὶ ὠθοῦντα. διὸ τὴν τῶν ἄλλων δόξαν εἰπὼν ἐπάγει· p. 420 a 31 Οὐ δὴ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ. Κἄν γὰρ ἕπηται τῷ ὀξεῖ ἡ ταχυτής, ὡς ἐπὶ τῶν πόρρωθεν γινομένων ἀπηχήσεων ἐπὶ γὰρ τῶν ἐγγὺς ἢ οὐ γίνεται ἢ ἀνεπαίσθητος ἡ τοῦ ὀξέος πρόληψις), ἀλλ’ ὅμως ἑτέρα ἡ ἰδιότης καὶ ἴδιόν τινα δηλοῦσα φύσιν. ἀλλὰ κἄν ἕπηται ὡς εἴπομεν τῇ ὀξύτητι μὲν τὸ τάχος, τῇ δὲ βαρύτητι τὸ βραδύ, |ὅμως οὐ ταὐτόν, ἀλλὰ γίνεταί φησι τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις τοιαύτη, τοῦ ὀξέος ἡ ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ· διὰ τὸ τάχος, τουτέστι κατὰ τὸ τάχος, ἀλλ’ οὐ κατὰ τὴν ὀξύτητα· τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ τὴν αἴσθησιν κινεῖν ταχυτῆτος ἀλλ’ οὐκ ὀξύτητος παραστατικόν ,ὡς ἡ ἐν πολλῷ χρόνῳ ἐπ’ ὀλίγον κίνησις βραδυτῆτος ἀλλ’ οὐ βαρύτητος. διὸ κἄν τοῦ βαρέος καὶ τοῦ ὀξέος τοιαύτας λέγωμεν τὰς κινήσεις, οὐχ ὡς ὀξέος καὶ βαρέος, ἀλλ’ ὡς ταχέος καὶ βραδέος ἐροῦμεν. ὡς γὰρ τὸ ἐν ὄγκοις ὀξὺ καὶ ἀμβλύ, κατὰ τὰ σχήματα ὄντα τοιαῦτα, ὡς τὸ μὲν κεντεῖν τὸ δὲ ὠθεῖν, διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ χρόνῳ τὸ δὲ ἐν πολλῷ τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ συμβαίνει εἶναι (κατὰ συμβεβηκὸς γάρ πὼς καὶ οὐ καθ’ αὑτὸ ταχὺ τὸ ὀξὺ ἢ βραδὺ τὸ ἀμβλύ), οὕτω καὶ τὸ ἐν ἤχοις ὀξὺ καὶ βαρὺ οὐχ ᾗ τοιαῦτα, ἀλλ’ ἑπομένως τὸ ταχὺ ἔχει καὶ βραδύ. καὶ τοιαύτη μὲν ἡ τῶν προκειμένων ἔννοια. ἐν δὲ τῇ λέξει εἰ μὴ ἔχοι ἡ γραφὴ οὐ δὴ ταχὺ τὸ ὀξύ, ἀλλ’ οὕτω δὴ ταχὺ τὸ ὀξύ, ὡς ἐφιστάνοντος ἀκουστέον τῷ ἐναργῶς ψευδεῖ, τῷ τὸ ταχὺ καὶ ὀξὺ ταὐτὸν λέγοντι καὶ τὸ βαρὺ καὶ τὸ βραδύ. ἐφ’ οἷς κατὰ τὸ δοκοῦν αὐτῷ διακρίνει, ὅπως γίνονται ἡ μὲν τοῦ ὀξέος κίνησις ἐν ὀλίγῳ, ἡ δὲ τοῦ βαρέος ἐν πολλῷ, ὅτι κατὰ τὸ ταχὺ καὶ βραδύ. πάλιν ἐν τῇ λέξει τῆ τὸ μὲν γὰρ ὀξὺ οἷον κεντεῖ, τὸ δὲ ἀμβλὺ οἷον ὠθεῖ διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ, τὸ δὲ ἐν πολλῷ ἐλλείπει τὸ τὸ μέν ἐστι ταχὺ τὸ δὲ βραδύ. οὕτω γὰρ εὐλόγως ἐπάγεται τὸ ὥστε συμβαίνει καὶ οἷον κατὰ συμβεβηκὸς τὸ μὲν ὀξὺ ταχὺ εἶναι, τὸ δὲ ἀμβλὺ βραδύ. p. 420a5 Ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου. εἶδός τι τοῦ ψόφου ἡ φωνή, ἄλλοις τε ὑπάρχουσα ζῴοις καὶ τῷ λογικῷ, καὶ ταύτῃ μία καὶ ὡς σημαντικὴ καὶ κοινωνική · διὸ καὶ ἰδίου λόγου τετύχηκε. σαφὲς δὲ καὶ ὅτι ἐν μόνοις τοῖς ἐμψύχοις ἡ φωνή, καὶ ὅτι αὐλὸς ἢ λύρα καθ’ ὁμοιότητα λέγεται φωνεῖν διὰ τὸ ἀπότασιν ἔχειν, ἥτις τὴν διαστηματικὴν παρὰ τοῖς μουσικοῖς φωνὴν λεγομένην δηλοῖ, οἵα ἡ μελιζομένη, ἣν τὰ μουσικὰ μιμεῖται ὄργανα. τῇ μὲν οὖν ἀποτάσει τὸ ἐν τῇ φωνῇ μιμεῖται μέλος, τῇ δὲ τῶν ἤχων διαστάσει τὴν διάλεκτον ταῖς συλλαβαῖς διωρισμένην. ἐναργὲς δὲ καὶ τὸ πολλὰ τῶν ζῴων μὴ φωνεῖν, ὅσα μὴ ἀναπνεῖ. p. 420b11 εἴπερ ἀέρος κίνησίς ἐστιν ὁ ψόφος. Ἀέρος μὲν λέγει τοῦ ἀναπνεομένου, ψόφον δέου πάντα, ἐπεὶ καὶ ἐν ὕδατι γίνεται, ἀλλὰ τὸν φωνητικόν. καὶ ὅταν ἐπάγῃ ἀλλ’ ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι, τοῦτο δέ ἐστιν ἀήρ, τὸ ἔν τινι δηλαδὴ τὸ μάλιστα λέγει ἠχητικὸν καὶ οὗ ἐν τῇ φωνῇ χρεία, ἐπεὶ καὶ τὸ ὕδωρ διηχές, εἰ καὶ ἧττον. διὰ τί οὖν μὴ καὶ ἐν ὕδατι ἡ φωνή; ἢ ἐπειδὴ κατὰ φαντασίαν γίνεται σημαντικήν, τὺ δὲ σημαίνειν ζωῆς ἐστι τελειοτέρας καὶ κοινωνικῆς καὶ φαντασίας διηρθρωμένης, ὡς καὶ ὀργάνοις χρῆσθαι θερμοτέροις τε καὶ τοῖς καθαρωτέροις ἐνδιαιτωμένοις στοιχείοις· ὅθεν καὶ καρδίαν ἔχει τὰ φωνοῦντα καὶ τῷ ἀέρι ἐνδιαιτᾶται. ἀλλὰ καὶ ἡ φωνὴ ὡς ἀρίστη ἐν ἤχοις διὰ τὸ ἀπὸ ζωῆς προιέναι τελειοτέρας καὶ τῷ μάλιστα διηχεῖ εὐλόγως ἐγγίνεται. p. 420b16 Ἢδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπὶ δύο ἔργα. Ἀναγκαίως μὲν ἐπὶ τὴν ἔμψυξίν τε τοῦ περικαρδίου θερμοῦ καὶ αὖ ἀνέγερσιν τῷ ῥιπίζειν· ἀκίνητόν τε γὰρ μένον κατασβέννυται, καὶ μὴ ἐμψυχόμενον φθείρει τὸ ζῷον τῇ ὑπερβολῇ· ἔτι τε καὶ <ἐκὶ> τὸ τὰ συνιστάμενα ἐκεῖ περιττώματα ἐξάγειν. ταῦτα μὲν οὖν πάντα κἄν πλείω ᾖ ἔργα, κοινὸν ἔχοντα τὸ ἀναγκαῖον ὡς ἓν διὰ τοῦτο λέγεται, καὶ παραδέδοται ὑπ’ αὐτοῦ ἔν τε τῇ Περὶ μορίων ζῴων καὶ ἐν τῷ Περὶ ἀναπνοῆς. p. 420b22 Καὶ πρὸς τὴν φωνήν, ὅπως ὑπάρχῃ τὸ εὖ. Διακρίνει γὰρ Πλατωνικῶς καὶ αὐτὸς τὰ πρὸς τὸ εἶναι συντελοῦντα, ἐν οἷς τὸ ἀναγκαῖον, τῶν πρὸς τὸ εὖ εἶναι· ὁποῖον ἥ τε φωνὴ ἁπλῶς; διὰ τὸ σημαντικὸν καὶ κοινωνικὸν γενομένη καὶ ἔτι μᾶλλον ἡ ἑρμηνεία ὡς καὶ τὸν λόγον τελειοῦσα. ἡ γὰρ γεῦσις ὅτι ἀναγκαία πρόδηλον, πρὸς τροφὴν συνεργοῦσα, δι’ ἧς τὸ εἶναι τοῖς ζῶσιν. ὄργανον δὲ τῇ ἀναπνοῇ ὁ φάρυγξ ἢ ἡ τραχεῖα καλουμένη ἀρτηρία, δι’ ἧς εἴσεισί τε καὶ ἔξεισιν ὁ ἀναπνεόμενος ἀήρ; οὐχ ὅλως αὐτὴν ἀπολιμπάνων διὰ τὸ μὴ ὁμοίως ταῖς ἄλλαις ἀρ|τηρίαις συστέλλεσθαι καὶ συμπίπτειν, κωλυούσης τῆς στερεότητός τε καὶ παχύτητος, ὡς ἔχειν ἀεὶ ἀέρα ἐν αὑτῇ· ὡς τῷ ἐκπνεομένῳ ἀέρι τῷ κατασχεθέντι χρόνον τινὰ καὶ ἀθρόως ἐκπεμπομένῳ πλήττεσθαι ἐν τῇ φωνῇ οὐ τὴν ἀρτηρίαν μόνην, ἀλλὰ καὶ τὸν ἐν αὐτῇ περιεχόμενον ἀέρα· p. 420 b 23 οὗ δ’ ἕνεκα καὶ τὸ μόριόν ἐστι τοῦτο, ὁ πνεύμων. Τὸ μὲν πρῶτον καὶ κυριώτερον οὗ ἕνεκα ἡ καρδία· προσεχὲς δὲ ὅμως τῇ ἀρτηρίᾳ τέλος ὁ πνεύμων, ἐπεὶ οὗτος προσεχῶς δεῖται τῆς ἀναπνοῆς. ἐπεὶ πρώτως ἡ καρδία· αὕτη γὰρ ἡ θερμοτάτη · καὶ ὁ πνεύμων διὰ τὴν ταύτης παράθεσιν. p. 420 b 24 τούτῳ γὰρ τῷ μορίῳ πλεῖον ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων. Πεζὰ πάντα λέγων τὰ μὴ ἔνυδρα, ὧν τὰ ἀναπνέοντα τῶν ἄλλων πεζῶν θερμότερα τούτῳ τῷ μορίῳ τῷ πνεύμονι, καὶ μειζόνως τῇ καρδίᾳ, ὡς μᾶλλον ἐγηγερμένα διὰ τὸ τελειότερον τῆς ζωῆς. ὥστε ἡ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς. ἐπεὶ γὰρ πάντα κινεῖται ὑπό τινος, ὑπὸ τῆς ψυχῆς δὲ αἱ ζωτικαὶ γίνονται κινήσεις, ἵνα τὸ κινοῦν δηλώσῃ ὁ φιλόσοφος, ἀκριβῶς ὑπὸ τῆς ψυχῆς ἔφη, ἀλλ’ οὐχ ὡς ὁ Ἀλέξανδρος κατὰ τὴν ψυχὴν ἀξιοῖ ἀκούειν· τὸ γὰρ ὑφ’ οὗ τοὐ κινητικοῦ δηλωτικόν, ὡς τὸ καθ’ ὃ τοὐ εἰδητικοῦ · τῆς δὲ ψυχῆς τὸ μέν ἐστι καθ’ ὅ, ὡς ζωτικοῦ ὀργάνου ὁριστικόν, ὃ καὶ μόνον ὁρᾶ ὁ Ἀλέξανδρος, τὸ δὲ ὡς τὸ ὑφ’ οὗ, τὸ χρώμενον τῷ ὀργάνῳ, ὃ καὶ κινεῖ τὸ ζῶν σῶμα. ἡ δ’ οὖν <ἐν> τοῖς ἀναπνευστικοῖς μορίοις τοῦ ὀργάνου ψυχή, τουτέστιν ἡ χρωμένη αὐτοῖς, διὰ τούτων ἐπισ· χοῦσα μικρὸν καὶ ἀθρόως κινοῦσα τὸν ἀναπνεόμενον ἀέρα καὶ δι’ αὐτοῦ πλήττουσα τόν τε ἐμμένοντα τῇ ἀρτηρίᾳ 41 v ἀέρα καὶ αὐτὴν τὴν ἀρτηρίαν κατὰ σημαντικήν τινα ὁρμήν, τὴν φωνὴν ἐργάζεται, αὐτὸ τοῦτο τὴν τοιαύτην οὖσαν πληγήν. p. 420b30 ἐστι γὰρ καὶ τῇ γλώττῃ ψοφεῖν, καὶ ὥσπερ οἱ βήττοντες. Ὃτι μὲν ἐν τῇ γλώττῃ ψόφος, οὐ φωνή, ὡς οὐδὲ ὁ ἐν ταῖς χερσίν, ἐναργές· ἡ δὲ βὴξ δόξειεν ἂν φωνὴ διὰ τὸ πρὸς τῇ ἀρτηρίᾳ γίνεσθαι ὑπὸ τοῦ ἀναπνεομένου πνεύματος. οὐ μὴν ἔστιν· βίαιος γὰρ καὶ οὐ καθ’ ὁρμὴν πρόσπτωσις πρὸς αὐτὴν τὴν ἀρτηρίαν τοῦ ἀναπνεομένου ἀέρος ἡ βήξ, ἡ δὲ φωνὴ καθ’ ὁρμὴν καὶ οὐκ ἀμέσως τοὐ ἀναπνεομένου ἀέρος τὴν ἀρτηρίαν πλήττοντος (ὅπερ ἐπὶ τῆς βηχὸς συμβαίνει διὰ τὸ τὸ ἐμπεσὸν εἰς αὐτὴν φλέγμα ἢ ἄλλο τι στερεὸν ἢ ὑγρὸν ἀποτρίψασθαι τὴν φύσιν ἐπιχειρεῖν), ἀλλὰ διὰ μέσου τοῦ ἐνυπάρχοντος ἀέρος τῇ ἀρτηρίᾳ, ὡς τὸν ἀναπνεόμενον ἀέρα κατασχεθέντα καὶ ἀθρόως τὸν ἐνυπάρχοντα ἀέρα τύψαντα δι’ αὐτοῦ πλῆξαι τὴν ἀρτηρίαν. καὶ τοῦτο δηλοῖ λέγων, ὅτι ψόφος ἐστὶν ἡ φωνὴ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ, ἀμέσως αὐτὴν πλήττοντος, ἀλλὰ τούτῳ τῷ ἀναπνεομένῳ δηλαδὴ τύπτει τὸ ἔμψυχον (τοῦτο γὰρ τὸ ἔμψυχον εἴρηκε) τὸν ἐν τῇ ἀρτηρίᾳ πρὸς αὐτήν· ὡς τὸν περιεχόμενον εἶναι τὸν ὑπὸ τῆς ἀθρόας κινήσεως τοῦ ἀναπνεομένου κινούμενον καὶ τῇ ἀρτηρίᾳ σφοδρότερον προσπταίοντα. p. 421a1 Σημεῖον δὲ τὸ μὴ δύνασθαι φωνεῖν ἀναπνέοντα μηδ’ ἐκπνέοντα, ἀλλὰ κατέχοντα· κινεῖ γὰρ τούτῳ ὁ κατέχων. Κινεῖ μὲν ὁ ἀναπνέων, ἔμψυχος δηλαδὴ ὢν καὶ κινούμενος ὑπὸ τῆς ψυχῆς, χρώμενος δὲ τῷ ἀναπνεομένῳ οὐ πρὸς τὸ εἰσπνεῖν ἢ ἐκπνεῖν, ἀλλὰ κατέχων, ἵνα τούτῳ ἀθρόως τύψῃ τὸν ἐν τῇ ἀρτηρίᾳ καὶ προσκρούσῃ αὐτὸν τῇ ἀρτηρίᾳ. διὸ οὐχ οἷόν τε ἅμα ἀναπνεῖν τε καὶ φωνεῖν, εἴ γε ἡ μὲν φωνὴ ἐν κατοχὴ τοῦ ἀναπνεομένου ἀέρος καὶ τῆ ἐν αὐτῇ τῇ ἀρτηρία αὐτοῦ κινήσει, ἡ δὲ ἀναπνοὴ ἐν διεξόδῳ ἢ ἔξω ἢ εἴσω πρὸς τὸν πνεύμονα. περὶ δὲ τῶν ἰχθύων ὡς μὴ ἀναπνεόντων εἰς τὴν Περὶ ζῴων μορίων πραγματείαν ὡς ἐρῶν ὑπερτίθεται · τῷ γὰρ ὕδατι ἀντὶ τοῦ ἀέρος καὶ τοῖς βραγχίοις ἀντὶ τοῦ πνεύμονος πρὸς κατάψυξιν τοῦ περικαρδίου χρῶνται θερμοῦ. p. 421a7 Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἧσσον εὐδιόριστόν ἐστι τῶν εἰρημένων· οὐ γὰρ δῆλον ποῖόν τί ἐστιν ὀσμὴ οὕτως ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα. Ὃτι μὴ ἀκριβὴς μηδὲ διηρθρωμένη ἡμῖν ἡ ὀσφραντικὴ ὑπάρχει αἴσθησις, δηλοῖ οὐ σαφῶς τὸ ὑποκείμενον γνωρίζουσα ὅ τι ποτέ ἐστι, πλὴν ὡς ὀσφραντόν. οὐ γὰρ ὡς ὁρατὸν μόνον, ἀλλὰ καὶ ὡς φῶς ἢ |ὡς χρῶμα καὶ τὰ τούτου εἲδη ἡ ὄψις γνωρίζει · ἥ τε ἀκοὴ καὶ ὡς ψόφον καὶ τὰς τούτου διαφοράς. οὐχ οὕτως ἡ ὀσφραντικὴ τί τὸ ὑποκείμενον γνωρίζει, οὔτι παντελῶς ἀγνοοῦσα, εἴ γε ἡ μέν ἐστι γλυκεῖα, ἡ δέ ἐστι δριμεῖα ἢ αὐστηρὰ ἢ ὀξεῖα, ἀλλ’ οὐ σαφῶς διαρθροῦσα, ὡς μάλιστα μὲν ἄν τοῦτο ἐκ τῆς ἡμετέρας γνοίημεν συναισθήσεως. δῆλον δὲ καὶ ἐκ τοῦ μηδὲ ὄνομα τῷ κοινῷ κεῖσθαι ὀσφραντῷ τὴν ὑποκειμένην αὐτῷ δηλοῦν φύσιν καὶ ἐκ τοὐ τὰ μερικώτερα ἐκ τῶν γευστῶν πάντα εἰλῆφθαι· ἐκεῖθεν γὰρ καὶ τὸ γλυκὺ καὶ τὸ δριμὺ καὶ τὰ πικρά· ἀλλ’ οὐχ ὡς ἐπὶ τῶν ἁπτῶν, εἰ καὶ τὸ κοινὸν ἀνώνυμον διὰ τὴν κατὰ γένος αὐτῶν διαφοράν, οὐκ ἐξ ἄλλης τὰ μερικώτερα ὀνόματα αἰσθήσεως εἴληπται. δηλοῖ δὲ καὶ τὸ μηδενὸς αἰσθάνεσθαι τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, οὐχ ὡς μόνων τούτων οὔσης τῆς ὀσφρήσεως, ὡς ὑπενόησεν ὁ Ππούταρχος (καὶ γὰρ ὅτι δριμὺ ἢ γλυκύ), οὐδὲ μὴν ὁμοίως τῇ γεύσει, ὡς ὁ Θεμίστιος βούλεται. ἐκείνη μὲν γὰρ ἐνίων χυμῶν ἴσως καὶ ἄνευ πάσης ἡδονῆς τε καὶ λύπης ἀντιλαμβάνεται, καὶ ἐφ’ ὧν δὲ τὸ ἡδὺ ἢ τὸ λυπηρὸν ἀκολουθεῖ, τὸ κριτικώτερον μᾶλλον ἐν τοῖς κατὰ φύσιν γευομένοις ἐπικρατεῖ ἢ τὸ κατὰ ἡδονὴν καὶ λύπην παθαινομένως εὐαρεστοῦν ἢ ἀνιλλόμενον· ἡ δὲ ὄσφρησις πολὺ κατὰ τοῦτο μᾶλλον ἢ κατὰ τὸ κριτικὸν τῶν ποιούντων τὴν ἡδονὴν ἢ τὴν λύπην ἵσταται. πότερον οὖν ὁ ἄνθρωπος αἴτιος φαύλως ὀσμώμενος, ὡς τῆς αἰσθήσεως ταύτης οὐκ ἀκριβῶς μετέχων, διὸ καὶ πολλῶν ἐν ταύτῃ ἀπολείπεται ζῴων, ἢ ὡς τῷ Πλάτωνι δοκεῖ, ἡ τῆς ὀσφρήσεως αὐτῆς φύσις τοιαύτη διὰ τὸ καὶ τὸ ὀσφραντὸν εἶναι ἡμιγενὲς καὶ οὐκ ἐν τοῖς στοιχείοις, ἀλλ’ ἐν τοῖς μεταξύ, οὐχ ὡς τῶν εἰδῶν τῶν ὀσφραντῶν ὄντων ἀτελῶν (πᾶν γὰρ εἶδος τέλειον, μᾶλλον δὲ τελειότης), ἀλλ’ ὡς τῶν δεχομένων αὐτὰ συνθέτων ὄντων καὶ οὐχ ἁπλῶν, καὶ κατὰ μεταβολὴν ὑφισταμένων (καὶ γὰρ ὁ. Ἀριστοτέλης ἐν μίξει τοῦ ἐγχύμου ξηροῦ πρὸς τὸ κοινὸν ὕδατός τε καὶ ἀέρος ὑγρὸν τὸ ὀσφραντὸν τίθεται); ἢ ἄμφω ἀληθῆ· καὶ γὰρ τὸ ὀσφραντὸν οὐχ ἁπλοῦν καὶ διὰ τοῦτο καὶ ἡ ὄσφρησις οὐχ ὁμοίως ταῖς ἄλλαις ἀκριβής, καὶ ὁ ἄνθρωπος φαυλότερον αὐτῆς μετέχει πολλῶν ἄλλων ζῴων. ἀλλ’ ἐκ μέρους εἰπὼν τὴν αἰτίαν τοῦ ἧττον εὐδιόριστον εἶναι τὴν ὀσμὴν καὶ τὸ ὀσφραντόν, διὰ τὸ μὴ τὴν αἴσθησιν ταύτην ἔχειν ἡμᾶς ἀκριβῆ, ὑπόνοιαν δίδωσιν ὡς μόνον τοῦτο αἰτιώμενος. ἐν δὲ τῷ ποῖόν τί ἐστιν ἡ ὀσμὴ οὐ τὴν ὀσμὴν ἀντὶ τοῦ ὀσφραντοῦ ἀκουστέον, ἀλλὰ σὺν τῇ ὀσμῇ καὶ τὸ ὀσφραντὸν εἰλῆφθαι ἡγητέον, ἐπειδὴ ἡ κατ’ ἐνέργειαν ὀσμὴ καὶ τὸ ὀσφραντόν ἐστιν, ἵνα καὶ τὸ ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα ἀκολούθως ἐπάγηται, τὸ ἀκουστὸν καὶ τὸ ὁρατὸν τῷ ὀσφραντῷ. p. 418 a 10 Ἀλλὰ χεῖρον πολλῶν ζῴων· φαύλως γὰρ ὁ ἄνθρωπος ὀσμᾶται. Φαύλως μὲν ὀσ· μᾶται, ἐπειδὴ συμπέφυρται ἐπὶ ταύτῃ τοῖς πάθεσιν ἡ κρίσις, καὶ ὡς πρὸς τὰς ἄλλας αἰΦήσεις φαύλως. χεῖρον δὲ τῶν ἂλλων ζῴων, οὐκ ἐπειδὴ τῶν ὀσφραντῶν εἰδῶν ἐκεῖνα κριτικώτερα (τοῦτο γὰρ. ἐκείνοις κατὰ πάσαν αἴσθησιν ἀδύνατον, ἀλλὰ κατὰ πᾶσαν αἴσθησιν ἐν ἐκείνοις ἡ πρὸς τὰ πάθη τῆς κρίσεως σύγχυσις πολλῷ μειζόνως ἢ ἐν ἡμῖν ἐπὶ τῆς ὀσμῆς), ἀλλὰ πλεονεκτοῦσιν ἡμῶν ἐκεῖνα κατὰ τὸ πόρρωθεν ἀντιλαμβάνεσθαι τοῦ ὀσφραντοῦ, ὡς γῦπες καὶ τὰ ἔντομα, καὶ τὸ ἀπὸ σμικρᾶς ἀφορμῆς κινεῖσθαι πρὸς ταύτην, ὡς αἱ τοῖς ἴχνεσι τῶν θηρίων ἐπακολουθοῦσαι κύνες. p. 421a11 Καὶ οὐδενὸς αἰσθάνεται τῶν ὀσφραντῶν ἄνευ τοὐ λυπηροῦ ἢ τοὐ ἡδέος, ὡς οὐκ ὄντος ἀκριβοῦς τοῦ αἰσθητηρίου. οὐχ ὅτι μόνα ἔχει ταῦτα τὸ ἡδὺ καὶ τὸ λυπηρόν· ἑτέροις γὰρ ἀεὶ ταῦτα ἀκολουθεῖ· οὐδὲ ὅτι ἅμα ταῖς ἄλλαις διαφοραῖς τῶν ὀσφραντῶν καὶ τὸ ἡδὺ αὐτῶν καὶ λυπηρὸν διακρίνει· οὐ γὰρ ἄν διὰ τοῦτο ὡς μὴ ἀκριβοῦς κατεγίνωσκε τοὐ αἰσθητηρίου (τοὐναντίον γὰρ ἀκριβείας τοῦτο σημεῖον)· ἀλλ’ ἐκεῖνο λέγει ὡς σφοδροτέρας διὰ τὸ μὴ εἶναι πρὸς τὴν κρίσιν ἀκριβὲς τὸ ὀσφραντικὸν ἡμῶν ὄργανον δεῖται πείσεως καὶ πληκτικωτέρας, ἵνα πρὸς τὴν γνῶσιν διεγερθῇ, ὡς διὰ τὴν σφοδρότητα ἡστὴν ἢ λυπηρὰν γίνεσθαι τὴν πεῖσιν. καὶ διὰ τοῦτο οὐκ ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, ὡς οὐκ ἄνευ τοῦ λυπεῖσθαι ἢ ἥδεσθαι, δεομένου σφοδροτέρας πάθης τοῦ αἰσθητηρίου ὡς μὴ ἀκριβοῦς. τοῦτο δὲ διὰ τὸ μὴ παρεσκευάσθαι πρὸς τὴν ῥᾳδίαν εἰς τὸ κρίνειν ἐνέργειαν, ὅθεν οὐδὲ καθαρὰν ἀποδίδωσι τὴν κρίσιν παραποδιζόμενον ὑπὸ τῆς πάθης. δεῖ μὲν γὰρ πάντως παθεῖν τι ὑπὸ τοῦ αἰσθητοῦ τὸ αἰσθητήριον, ἀλλὰ τὸ σφοδρότερον πάθος κωλύει τὴν κριτικὴν ἐνέργειαν κατὰ φύσιν οὖν ἐν ἡμῖν τὸ. ὀσφραντικὸν αἰσθητήριον ἰσχυροτέρας δεόμενον πάθης, ὡς δηλοῖ τὸ πάντως ἥδεσθαι ἢ λυπεῖσθαι, ἀμυδροτέραν εἰκότως ὡς πρὸς τὰς ἄλλας ἐν ἡμῖν αἰσθήσεις ἔχοι τὴν κρίσιν. p. 421a13 Εὒλογον δ’ οὕτω καὶ τὰ σκληρόφθαλμα τῶν χρωμάτων αἰσθάνεσθαι. Παραδείγματι οὐκ ἀκριβοῦς αἰσθητηρίου τῷ σκληροφθάλμῳ χρῆται· καὶ γὰρ ἐν τοῖς σκληροφθάλμοις οἷον ἐν τῷ καρκίνῳ μείζονος τὸ ὀπτικὸν αἰσθητήριον καὶ σφοδροτέρας δεῖται πάθης. p. 418 a 14 Καὶ μὴ διαδήλους αὐτοῖς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων ὢν πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ. |οὐχ ὅτι μόνον τοῦ φοβεροῦ καὶ ἀφόβου, οὐχὶ δὲ χρώματος ἢ τῶν ἐν χρώματι διαφορῶν αἰσθάνεται ταῦτα τὰ ζῷα (οὐ γὰρ ἔστι φοβεῖσθαι ἐπὶ μηδενί, ὡς οὐδὲ ἥδεσθαι· εἰ δὲ καὶ ποτὲ μὲν φοβεῖται ποτὲ δὲ ἀντιἡμᾶς κειμένας διατίθεται, δῆλον ὡς καὶ διαφόρων αἰσθάνεται ὁρατῶν· ὁρᾶται δὲ τὰ χρώματα), ἀλλ’ ὅτι οὐκ ἄλλως αὐτῶν ἀντιλαμβάνεται ἢ τῷ καταπλήττεσθαι ἢ καταλεαίνεσθαι, ὧν τὸ μὲν φοβερὸν τὸ δὲ ἄφοβον προσαγορεύει, διὰ τὸ μὴ κινεῖσθαι αὐτῶν τὸ ὀπτικόν, εἰ μὴ τῷ σφόδρα παθεῖν. καὶ τοῦτο δηλοῖ τὸ πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ ἀντὶ τοῦ εἰ μὴ <τῷ> φοβεῖσθαι ἀφοβεῖν, οὐκ ἀποφατικῶς τοῦ ἀφόβου εἰρημένου, ἀλλ’ ἀντικειμένης τῷ φοβερῷ διαθέσεως δηλωτικοῦ. p. 421a16 ἔοικε μὲν γὰρ ἀνάλογον ἔχειν πρὸς τὴν γεῦσιν καὶ ὁμοίως τὰ εἴδη τῶν χυμῶν τοῖς τῆς ὀσμῆς. Ὡς γὰρ ἡ ὄσφρησις πρὸς τὰ ὀσφραντά, ἡ γεῦσις πρὸς τὰ γευστά, καὶ ἐναλλὰξ ὡς ἡ ὄσφρησις πρὸς τὴν γεῦσιν, τὰ ὀσφραντὰ πρὸς τὰ γευστά. ταῦτα δὲ οἰκειότητα ἔχει πρὸς ἄλληλα, εἴ γε γευστὸν μὲν ὁ χυμός, ὅς ἐστι ξηροῦ ἐν ὕδατι ἀπόπλυσις, ὀσφραντὸν δὲ ἡ τοῦ ἐγχύμου ξηροῦ ἐν τῷ κοινῷ ὕδατος καὶ ἀέρος ὑγρῷ. καὶ τῇ ὀσφρήσει ἄρα οἰκειότης ἐστὶ πρὸς τὴν γεῦσιν ὡς συγγενοῦς ἀντιληπτικῇ, ἀλλὰ τῆ ἀκριβείᾳ ὑπερέχει τὴν ὄσφρησιν ἡ γεῦσις, διὰ τὸ ἁφήν τινα καὶ ταύτην εἶναι, τὴν δὲ ἁφὴν ἀκριβεστάτην ἔχειν τὸν ἄνθρωπον διά τε τὴν λεπτότητα τοὐ δέρματος καὶ τὴν τοῦ ὅλου σώματος εὐκρασίαν. p. 421a22 Διὸ καὶ φρονιμώτατόν ἐστι τῶν ζῴων. Ὡς τοῦ ἀνθρωπείου ὅλου ὀργάνου δι’ εὐκρασίαν ἱκανοῦ πρὸς ὑποδοχὴν τῆς κατὰ φρόνησιν ἐνεργούσης ψυχῆς. φρονιμώτατον δὲ εἴρηται ἢ ὡς καὶ τῶν ἄλλων, ὅσα διηρθρωμένην καὶ εὐμήχανον ἔχει φαντασίαν, κοινότερον φρονίμων λεγομένων ,ὡς καὶ ἀρετὴν ἵππου φαμέν, ἢ ὡς μόνον τὸ ἀνθρώπειον ζῷον καὶ φρονήσεως καὶ τῆς ἀρίστης ἔν γε τοῖς ἐν γενέσει τυγχάνον. p. 421a26 ἐστι δ’ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, οὕτω καὶ ὁσμαί. Ἀπὸ μὲν τῶν χυμῶν καὶ εἰς τὰς ὀσμὰς μετενήνεκται τὰ ὀνόματα, τὸ γλυκὺ τὸ δριμὺ καὶ τὰ |ὅμοια. οὐ μάτην δέ (διὰ τί γὰρ μὴ ἀπὸ τῶν ἁπτῶν ἢ ἀκουστῶν;) ἀλλ’ ἐπειδή, ὡς εἴρηται, καὶ κατὰ τὰ πράγματά ἐστι συγγένεια τοῖς ὀσφραντοῖς πρὸς τὰ γευστὰ διὰ τὴν τοὐ ἐγχύμου ἀπόπλυσιν ἐν τῷ κοινῷ ἀέρος τε καὶ ὕδατος ὑγρῷ. διὰ τί οὖν μὴ ἀεὶ τῷ γλυκεῖ χυμῷ ἡ γλυκεῖα ἀκολουθεῖ ὀσμή ; ἐπειδὴ παρατρέπεται ἐνίοτε τὸ ἐναποπλυνόμενον ἔγχυμον, ἡ δὲ παρατροπὴ εἴς τι φέρει ὁμογενὲς ἢ εἰς τὴν οἰκείαν τοῦ πράγματος στέρησιν. ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος, ἐπὶ μὲν τοῦ μέλιτος συντρεχούσης τῇ γλυκείᾳ ὀσμῇ τῆς γεύσεως, οὐχὶ δὲ καὶ ἐπὶ τοῦ κρόκου, ἀλλὰ διαφωνεῖ πρὸς τὴν ὀσμὴν γλυκεῖαν οὖσαν οὐ τοιαύτη ὑπάρχουσα ἡ γεῦσις. ὅτι δὲ μετενήνεκται ἀλλ’ οὐ προηγουμένως ἐπὶ τῶν ὀσφραντῶν κεῖται τὰ ὀνόματα, δηλοῖ τὸ ἄκυρον. τίς γὰρ ἄν κυρίως γλυκεῖαν ἢ ὀξεῖαν εἴποι ὀσμήν, εἰ μὴ κατὰ τὴν πρὸς τὰ γευστὰ ἀνα- φοράν; ὅτι δὲ καὶ ἡ ὄσφρησις τοῦ ἀνοσφράντου πάντῃ ἀντιλαμβάνεται αὐτῷ τῷ μὴ αἰσθάνεσθαι, καὶ οὐ τοῦ σφόδρα μόνου, ἀλλὰ καὶ τοὐ ἀμυδρῶς ὀσμώδους ἐναργές. ἀλλὰ καὶ ὅτι διά τινος ἔξωθεν μεταξὺ ὄντος καὶ διαβιβάζοντος τοῦ ὀσφραντοῦ τὴν ἐνέργειαν εἰς τὴν αἴσθησιν, πρόδηλον, καὶ ὅτι κοινὸν τοῦτο τοῦ ἀέρος καὶ ὕδατος, ὃ δίοσμον καλοῦμεν. καὶ γὰρ οἱ ἰχθύες ὀσμῶνται ἐν ὕδατι πρὸς τὸ δέλεαρ σπεύδοντες, ὥσπερ καὶ τὰ ἐν ἀέρι. ἔστι γὰρ οὐ μόνον ἐν ὕδατι ἄναιμα, ὡς τὰ ὀστρακόδερμα ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐν ἀέρι ὡς τὰ ἔντομα, ἃ καὶ μὴ ἀναπνέοντα ὀσφραίνεται. καίτοι καὶ πεφυκὼς ὀσμᾶσθαι ἄνθρωπος καὶ ὅσα ἀναπνευστικά, ὅταν μὴ εἰσπνέῃ, ἀλλ’ ἢ ἐκπνέῃ ἢ ἐπέχῃ τὸ πνεῦμα, οὐκ ὀσφρίνεται. πῶς οὖν ἐκεῖνα μηδὲ πεφυκότα ἀναπνεῖν; τάχα γὰρ ἄν δόξειε διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ ὀσμᾶσθαι, ἀλλ’ ἑτέρᾳ αἰσθήσει τῶν ὀσφραντῶν ἀντιλαμβάνεσθαι. ὅτι γὰρ ἀντιλαμβάνεται ἐναργές, ἐπὶ τὸ μέλι φοιτώσης τῆς μελίσσης καὶ πύρρωθεν, <καὶ αὖθις> ὅταν κάηται· ἀλλὰ καὶ φθειρόμενα <φαίνεται> ὑπὸ τῶν δυσωδῶν ἢ εἰ δὲ αἰσθάνεται, δῆλον ὡς κατὰ τὴν ὀσφραντικήν· αὐτὸ γὰρ τοῦτό ἐστιν ἡ ὄσφρησις, ἡ τῶν ὀσμῶν ἀντιληπτικὴ αἴσθησις. καὶ τῷ ἀέρι κἀκεῖνα διόσμῳ ὄντι χρῆται, διαβιβάζοντι τὴν ἐνέργειαν τοῦ ὀσφραντοῦ, οὐχ ὡς ἀναπνεομένῳ, ἀλλ’ ὡς διόσμῳ προσπελάζοντι μέχρι τοὐ ὀσφραντικοῦ αἰσθητηρίου. οὕτω γὰρ καὶ ἡμεῖς χρώμενοι αὐτῷ ὀσφραινόμεθα, ὡς διόσμῳ προσπελάσαντι τῷ αἰσθητηρίῳ. ἀλλ’ ἡμεῖς μέν, ἵνα προσπελάσῃ ,διανοῖξαι τέως βουλόμεθα τὰ τέως εἴργοντα τὴν προσπέλασιν, καὶ πρὸς τὸ διανοῖξαι οἷον τῷ ἀέρι ὡς ἀναπνεομένῳ χρώμεθα· ἐκεῖνα δὲ οὐδὲν δεῖται ὡς μὴ ἔχοντα τὸ διεῖργον. οὕτω δὲ καὶ τὰ τῶν σκληροφθάλμων ὄμματα οὐκ ἴσχοντα βλέφαρα εὐθέως ὁρᾶ μὴ κινοῦντά τι. δῆλον δὲ ὡς καὶ τὰ ἀναπνέοντα οὐχ οἷά τε ὀσμᾶσθαι ἐν ὕδατι, ἐπεὶ μηδὲ ἀναπνεῖν. p. 422a6 ἐστι δ’ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ. Ἐν γὰρ τῷ διόσμῳ ἐναποπλυνόμενον τὸ ἔγχυμον ξηρὸν τὸ ὀσφραντὸν ἐργάζεται, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐρεῖ· τὸ δὲ γευστὸν κἀν ξηρὸν ᾖ, οὐ γίνεται αἰσθητὸν τῇ γεύσει κατὰ τὸν χυμὸν μὴ ὑγρανθέν, ὡς μετ’ ὀλίγον ἐρεῖ. δυνάμει δὲ τὸ ὀσφραντικὸν οἷον τὸ ὀσφραντόν, ἐν τῷ ἐνεργεῖν κατὰ τὸ εἶδος αὐτοῦ ἱστάμενον, ὥσπερ καὶ πᾶσα αἴσθησις κατὰ τὸ τοῦ οἰκείου αἰσθητοῦ· πρὶν δὲ ἐνεργεῖν δυνάμει ἐστίν. p. 422a8 Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι. Οὐ καθ’ αὑτό, κατὰ δὲ τὸ ὑποκείμενον. καθ’ αὑτὸ μὲν γὰρ γευστὸν ὁ χυμός, ἐν ὑποκειμένῳ δὲ τὴν χυμώδη γενέσθαι δεῖ ποιότητα, εἰ ἐνεργείᾳ μέλλει γενέσθαι γευστή. διὸ τὸ γευστὸν καὶ ἁπτὸν τῷ ὑποκειμένῳ· ἁπτὴ γὰρ ἡ ὑγρότης. οὐδὲν δὲ ἁπτὸν κινεῖ τὴν ἁφὴν διά τινος ἔξωθεν ὄντος μεταξύ· εἰ γὰρ καὶ διά τινος μέσου, ἀλλ’ οἰκείου. ὥστε οὐδὲ τὸ γευστὸν τὴν γεῦσιν· σὺν γὰρ τῷ ὑγρῷ κινεῖ, τὸ δὲ ὑγρὸν ἁπτόν. τὸ δὲ οὐδὲ γὰρ · ἡ ἁφὴ ἀποδέδοται πρὸς τὸ διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώματος. καὶ τὸ σῶμα δέ, ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ. τὴν λέξιν ὧδε χρὴ καταστῆσαι· καὶ τὸ σῶμα τὸ τῇ χυμώδει ποιότητι γευστῇ οὔσῃ ἐν ὑγρῷ πάντως γινομένῃ ὑποκείμενον ὡς ὕλη ὑπέστρωται. οὐ γὰρ ὡς τὸ διαφανὲς οὐ τὰ χρώματα, ἀλλὰ τὴν ἀπ’ αὐτῶν ἐνέργειαν, οὕτω καὶ τὸ ὑγρὸν. τὴν τοῦ χυμοῦ ἐνέργειαν, ἀλλὰ καὶ αὐτὸν δέχεται τὸν χυμόν, ὡς ἡ ὕλη τὰ εἲδη, κατὰ μόνην ἀναλογοῦσα τὴν δεκτικὴν ὑπόθεσιν πρὸς τὰ πράγματα, ὧν λέγεται δεκτική, ἐπεὶ δηλονότι πῇ μὲν ὡς συμβεβηκὸς ὁ χυμὸς ἐν τῷ ὑγρῷ, ὡς ἑδραζόμενος ἐν αὐτῷ. πῇ δὲ ὡς τὰ εἴδη ἐν τῇ ὕλῃ, ὡς ἀνέχοντα καὶ στηρίζοντα ἐν ἑαυτοῖς ἐκείνην. p. 422a11 Διὸ καὶ εἰ ἐν ὕδατι ἦμεν, ᾐσθανόμεθα ἂν ἐμβληθέντος τοῦ γλυκέος· οὐχ ὡς τὴν ἐνέργειαν τοῦ γλυκέος διαβιβάζοντος τοῦ ὕδατος, ὡς ὁ ἀὴρ τῶν χρωμάτων, ἀλλ’ ὡς αὐτοῦ πάσχοντος τὴν γλυκύτητα καὶ ὡς γλυκέος εἰς τὸ αἰσθητήριον ἐνεργοῦντος. διὸ οὐκ ἦν ὡς διὰ <τοῦ> μεταξύ. |p. 422a14 Τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι. ’H πρός τι τινὸς μῖξις τὴν παθητὴν δηλοῖ μέθεξιν, τὸ δὲ χρῶμα τῷ ἀέρι ἀπολύτως καὶ κατ’ ἐνέργειαν πάρεστιν. οὐ γὰρ χρωματίζεται ὁ ἀὴρ καὶ οὕτως εἰς τὸ αἰσθητήριον δρᾷ· οὐ μὴν οὐδὲ σωματικαῖς ἀπορροίαις ἑαυτοῦ εἰς τὸ αἰσθητήριον φερομέναις τὸ κεχρωσμένον ὁρᾶται. p. 422a15 Ὣς μὲν οὖν τὸ μεταξὺ οὐδέν ἐστιν. Ὣσπερ ἐπὶ τῶν χρωμάτων καὶ τῆς ὄψεως ἔστι τι καὶ τὸ μεταξὺ ἀλλότριον τὸ διαφανές, οὐχ οὕτως ἐπὶ τῆς γεύσεως ἔστι τι μέσον ἔξωθεν. ὡς μέντοι τὸ χρῶμα πρὸς τὴν ὄψιν, οὕτως ἐστὶν ὁ χυμὸς πρὸς τὴν γεῦσιν. γίνεται δὲ γευστὸς ὁ χυμὸς ἢ ἤδη ὢν ἐν ὑγρῷ ἐνεργείᾳ, ὡς τὸ γλυκὺ τοῦ μέλιτος, ἢ δυνάμενος ὑγρανθῆναι, ὅταν ὑγρανθῇ ἢ αὐτὸς χεόμενος ὑπὸ τῆς ἐν τῷ στόματι θερμότητος, ὡς οἱ ὀποί, ἢ μιγνύμενος τῇ ἐν αὐτῷ ὑγρότητι ὡς τὸ πέπερι. οἱ δὲ ἅλες αὐτοί τε τηκόμενοι ὑπὸ τοῦ ἐν τῷ στόματι ὑγροῦ διαχέονται καὶ συντήκοντες τὴν γλῶσσαν ἔτι πλείονι τῷ περὶ αὐτὴν μίγνυνται ὑγρῷ· p. 422a20 Ὣσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοὐ τε ὁρατοῦ καὶ τοὐἀοράτου. Πολλάκις εἰρημένον ἐστὶν ἐναργές, ὡς ἑκάστη αἴσθησις, προηγουμένως καὶ κατ’ ἐπιβολὴν τὸ οἰ· κεῖον γνωρίζουσα αἰσθητόν, τῷ μὴ αἰσθάνεσθαι πειρωμένη καὶ αὐτῷ τῷ μὴ ἐπιβάλλειν καὶ τῆς στερήσεως ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητοῦ. ἀλλὰ ταύτης μὲν ὡς κατ’ ἔνδειαν ἀναισθήτου, οὐ παρόντος τῷ ὑποκειμένῳ τοὐ αἰσθητικοῦ εἴδους· γνωρίζει δὲ καὶ τὸ ἀυμμέτρως ὑπερβάλλον αἰσθητόν, ἄλλως εἰκότως ἀναίσθητον λεγόμενον ἢ ἡ στέρησις· ἀντικειμένως γὰρ δι’ ὑπερβάλλουσαν τοῦ αἰσθητικοῦ εἴδους παρουσίαν. οὐ γὰρ οἵα τε αὐτῷ ὡς ἂν ὑπερβάλλοντι συναρμόζεσθαι, καὶ πάλιν αὐτῷ τῷ μὴ συναρμόζεσθαι τὸ ἀναίσθητον αὐτοῦ γνωρίζει. οὕτως ἡ ὄψις τὸ ἄγαν λαμπρὸν καὶ ἡ ἀκοὴ τὴν ὑπεραίρουσαν βροντὴν ἥ τε γεῦσις τὸ φθαρτικὸν τῆς γεύσεως καὶ ἀπαμβλῦνον αὐτῆς τῇ προσβολῇ τὴν ἐνέργειαν. ὅταν μὲν οὖν ἀναίσθητον λέγωμεν κατὰ στέρησιν ἐπὶ τοὐ ὑποκειμένου τοῦ καὶ τῷ κατ’ ἐπιβολὴν αἰσθητῷ ὑπεστρωμένου, ὃ ἀναίσθητον λέγομεν, ὅταν μὴ ἔχῃ τὸ εἶδος, καίτοι πεφυκὸς ἔχειν, ἢ ἔχῃ μὲν ἀμυδρῶς δέ, ὡς τὸ ἄπουν καὶ ἀπύρηνον ἐνίοτέ φαμεν ἐπὶ τῶν εὐτελῶς ταῦτα ἐχόντων, τὸ τοιοῦτον ἀναίσθητον γνωρίζει ἡ οἰκεία ἑκάστου αἴσθησις. ὅταν δὲ ἀντὶ ἀποφάσεως τὸ ἀναίσθητον λέγωμεν, ὡς τὴν φωνὴν ἀόρατον, οὐκέτι πάντως τὸ τοιοῦτον αἰσθητὸν τῇ οἰκείᾳ αἰσθήσει, ἐπειδὴ ἡ ἀπόφασις καὶ ἐπὶ τῶν μὴ ὑποκειμένων τῷ εἴδει φέρεται. διὸ καὶ αὐτὸς ἐφ’ ἑνὸς τοῦ ἀοράτου ὁσαχῶς λέγεται ἐπέστησεν, ἵνα εἰδῶμεν ποῖον μὲν ἀόρατον γνωρίζει ἡ ὄψις, ποῖον δὲ οὐχί. τοῦ μὲν γὰρ ἀδυνάτου ὁραθῆναι, ὡς ἔχει ἡ φωνή, οὐκ ἀντιλομβάνεται ἡ ὄψις, τὸ δὲ πεφυκὸς κἄν μὴ ἔχῃ ἢ φαύλως ἔχῃ, γνωρίζει· φαύλως δὲ ἔχει ἢ τὸ ἀμυδρῶς ἢ τὸ δι’ ὑπερβολὴν βλαπτικῶς. οὕτω δὲ καὶ ἡ γεῦσις τοὐ γευστοῦ καὶ ἀγεύστου, οὐ τοῦ ἀδυνάτου δηλαδή· ὅθεν τοῦτο μὲν ἀφεῖται, διαιρεῖται δὲ τὸ ὑποπῖπτον ἄγευστον, τὸ ἢ μικρόν φησιν ἢ φαῦλον ἔχον χυμὸν ἢ φθαρτικὸν τῆς γεύσεως· τὸ μικρὸν ἢ ἀντὶ τοὐ οὐδὲ ὅλως κατὰ Ἀττικὴν εἰρηκὼς συνήθειαν, ὅταν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἢ τοῦτο μὲν παρεὶς ὡς ἐκ τῶν πολλάκις εἰρημένων γνώριμον ὄν, μικρὸν δὲ λέγων τὸ ἀμυδρῶς ἔχον καὶ φαῦλον, οὐκ ἐκ παραλλήλου τὸ αὐτὸ δηλῶν, ἀλλ’ οἶμαι τὸ ἀηδίζον τὴν γεῦσιν, ὃ καὶ αὐτὸ ἄγευστόν πὼς τῷ ἀνίλλεσθαι περὶ αὐτὸ τὴν γεῦσιν· παρὰ δὲ τοῦτο τὸ φθαρτικόν. p. 422a31 Δοκεῖ δὲ εἶναι ἀρχὴ τὸ ποτὸν καὶ ἄποτον. ἔστι μὲν τὸ εἶδος τοῦ γευστοῦ ὁ χυμός, ἀλλ’ ἐπεὶ οὗτος ἢ ἐνεργείᾳ ἢ δυνάμει ἐστὶν ὑγρός, εἰ μέλλοι εἶναι αἰσθητός, πρὸ δὲ τοῦ δυνάμει τὸ ἐνεργείᾳ, τὸ δὲ ἐνεργείᾳ ὑγρὸν ποτόν, εἰκότως τοῦτο ἀρχή. καλεῖ δὲ ποτὸν νῦν τὸ ἔγχυμον ὑδατῶδες ὑγρὸν καὶ προσηνῆ τὸν χυμὸν καὶ ἐναργῆ ἔχον, ἵνα ἂποτον· ᾖ ὡς ἐξ ὧν αὐτὸς εἴρηκεν φανερόν, τὸ ὑδατῶδες μὲν ὑγρόν, ἄχυμον δὲ ἢ ἀμυδρὸν ἢ ἀηδῆ χυμὸν ἔχον ἢ φθαρτικὸν τῆς γεύσεως. οὐ γὰρ ἄν ἀρχὴ εἴη μὴ ὑγρὸν ὄν· σαφῶς δὲ τὸ φαῦλον εἴρηται, ἐν ᾧ καὶ τὸ 43v μηδ’ ὃλως ἔγχυμον καὶ τὸ ἀμυδρῶς καὶ τὸ ἀηδῶς περιληπτέον· εἴρηται γὰρ καὶ τὸ φθαρτικόν. p. 422 a 33 Ἒστι δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν. Νῦν οὐ τὸ ἀνωτέρω ἀντιδιῃρημένον τῷ ἀπότῳ μόνον λέγων, ἀλλὰ τὸ κοινὸν ἀμφοῖν· καὶ γὰρ τὸ |ἐκεῖ ἄποτον κοινὸν τῆς τε ἁφῆς ὡς ὑγρὸν καὶ τῆς γεύσεως ὡς κατὰ στέρησιν ὂν ἄγευστον ἢ δι’ ἀμυδρότητα ἢ δι’ ὑπερ- βολήν. p. 422 a 34 ἐπεὶ δ’ ὑγρὸν τὸ γευστόν, ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι. Ὃτι μὲν ἄχυμον εἶναι δεῖ τὸ γευστικὸν αἰσθητήριον φανερόν, ἐπειδὴ τὸ ἰήιον τῆς γεύσεως αἰσθητὸν ὁ χυμός. ἵνα οὖν μὴ παραποδίζῃ ὁ ἐγκείμενος χυμὸς πρὸς τὴν τῶν ἄλλων κρίσιν, ἄχυμον εἶναι δεῖ, παθητικὸν δὲ ὑπὸ τῶν χυμῶν οὐ τῷ κατ’ οὐσίαν μεταβάλλειν ,ἀλλ’ ἵνα σωζόμενον τῆς ποιότητος μεταλαμβάνῃ. ὁ δὲ Ἀριστοτέλης οὐδὲ ὑγρὸν εἶναι βούλεται διὰ τὸ εἰ καὶ μὴ τοὐ ὑγροῦ ὡς ὑγροῦ τὴν γεῦσιν εἶναι ἀντιληπτικήν, ὅμως οὐκ ἄνευ ὑγρότητος. ἀλλὰ νόσημα νομίζεται ἡ τῆς γλώττης ξηρότης· διὸ κατὰ φύσιν ἔχειν δεῖ τινα καὶ ὑγρότητα, εἰ καὶ ἄχυμον, ἢ τοσαύτην, ὥστε μὴ τῷ ἐξυδαροῦν τὸ ἐπεισιὸν ἔγχυμον ὑγρὸν παραποδίζειν αὐτοῦ τῇ ποιήσει. ἀλλὰ καὶ ἡ ξηρότης μαχομένη πρὸς τὴν ἐπεισιοῦσαν ὑγρότητα οὐκ ἐᾷ παθεῖν καὶ τῷ παθεῖν τὸ αἰσθητήριον κρῖναι τὸν ἐν τῷ ὑγρῷ χυμόν. ὅθεν οὔτε κατάξηρος οὖσα οὗτε ἄγαν ὑγρὰ εὐαίσθητος ἡ γλῶσσα, καὶ μάλιστα ἐὰν ἔγχυμος ἡ ἐν αὐτῇ ὑγρότης ᾖ, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἢ ὡς ἐπὶ τῶν προγευσαμένων ἑτέρου τινὸς ἐγχύμου. · αὕτη γὰρ ἡ ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ, ἐπειδὴ οὐ διά τινος μεταξὺ ἀλλ’ ἁπτομένη ἡ γλῶσσα πάσχει ὑπὸ τοῦ γευστοῦ, ἐὰν τὸ περὶ αὐτὴν ὑγρὸν πλέον ᾖ τούτου ὡς προσεχοῦς οὗ ἡ ἁφή· ἵνα τὸ πρῶτον τοῦ προσεχοῦς ᾖ δηλωτικὸν ἢ καὶ τοῦ προυπάρξαντος ἐγχύμου ὑγροῦ, ὡς ἐπὶ τῶν προγευσαμένων ἐγχύμου τινος. p. 422 b 10 Τὰ δὲ εἴδη τῶν χυμῶν. Ὡς ἐν χρώμασιν ἄκρα τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ ἄλλα μέσα τούτων, οὕτως ἐν χυμοῖς ἄκροι γλυκὺς καὶ πικρός, μεταξὺ δὲ οἱ λοιποί· καὶ οἱ μὲν ἄκροι ἁπλοῖ ὡς ἄμικτοι πρὸς ἀλλήλους, οἱ δὲ μέσοι ἐκ τῶν ἄκρων μικτοί, οὐχ ὡς ἐξ ἐκείνων συγκιρνάμενοι, ἁπλοικῶς δὲ καὶ αὐτοὶ ὑφιστάμενοι διὰ τὴν πρὸς ἑκάτερον τῶν ἄκρων κοινωνίαν μικτοὶ ἐνίοτε καὶ ἐξ ἀλλήλων λέγονται. οἱ μὲν οὖν ἄλλοι κατ’ εἶδος ἀλλήλων διάφοροι, ὁ δὲ στρυφνὸς δοκεῖ ἐπίτασις εἶναι τοὐ αὐστηροῦ. ἀπερίληπτοι μὲν οὖν αἱ τῶν χυμῶν ἰδέαι, ὡς δὲ εἰς ἐναργεστέρας ταύτας πειρῶνται πάσας ἀνάγειν. διὸ καλῶς ἔφη τὸ σχεδὸν τοσαύτας δοκεῖν εἶναι τὰς διαφοράς. εἰπὼν δὲ τί τὸ γευστόν, τὸ γευστικόν, περὶ οὗ καὶ προὔκειτο λέγειν, τὸ δυνάμει τοιοῦτον εἶναί φησιν, ἐπειδὴ καὶ ἡ κατ’ ἐνέργειαν γνῶσις τῷ γνωστῷ ὁρίζεται καὶ κατὰ τὸ ἐκείνου ἵσταται εἶδος. πάσχει δηλαδὴ τὸ ὄργανον, καὶ πάσχειν ποιεῖ τὸ γευστὸν τῷ εἰς τὸ ὄργανόν τι δρᾶν. p. 422b17 Περὶ δὲ τοῦ ἁπτοῦ καὶ περὶ ἁφῆς ὁ αὐτὸς λόγος. Διότι ὡς ἐπὶ τῶν ἄλλων ἀπὸ τοῦ γνωστοῦ τὴν σύστοιχον ἐθεώρει γνῶσιν, οὕτω καὶ νῦν ἀπὸ τοῦ ἁπτοῦ τίς ἡ ἁφὴ διορίζεται, δύο προτείνας περὶ αὐτῆς ἄπορα· ἓν μὲν πότερον μία ἡ ἁπτικὴ αἴσθησις ἢ πλείους, διὰ τὸ καὶ τὰ ἁπτὰ πλείονα εἶναι καὶ ἀνομοιογενῆ δοκοῦντα καὶ ἐναντιώσεις ἔχειν πλείστας, ἕτερον δὲ εἰ τὸ αἰσθητήριον αὐτῆς, καὶ τὸ τῇ ἁπτικῇ ὑπεστρωμένον αἰσθήσει πρώτως ὄργανον ἡ σάρξ ἐστιν ἐν τοῖς ἐναίμοις ζῴοις καὶ τὸ ἐν τοῖς ἀναίμοις ἀνάλογον τῇ σαρκί, ἢ ταῦτα μὲν μεταξύ, ὡς ἐπὶ τῶν πρώτων τριῶν αἰσθήσεων ὁ ἀήρ, τὸ δὲ αἰσθητήριον ἑτέροις. καὶ οὕτω γε αὐτὸς φαίνεται ἐγκρίνων τὸ πρῶτον τῆς ἁφῆς αἰσθητήριον οὐκ εἶναι τὴν σάρκα ἢ τὸ ἀνάλογον, ἀλλ’ ὡς ἐν τῷ Περὶ αἰσθήσεως λέγει, πρὸς τῇ καρδίᾳ τό τε τῆς ἁφῆς καὶ τὸ τῆς γεύσεως, αἰσθητικῆς μὲν οὕσης καὶ τῆς σαρκὸς καὶ τῶν νεύρων, ἀλλ’ οὐ πρώτως. ὅπερ ζητῶν τὴν σάρκα ὡς μὴ αἰσθητικήν, ἀλλ’ ὡς ἀνάλογον τοῖς μεταξὺ τῷ ἀέρι καὶ τῷ ὕδατι διαγράφει. δηλοῖ γοῦν συμπεραινόμενος τὸν λόγον καὶ ἁπτὰς μὲν εἶναι λέγων τὰς διαφορὰς τοῦ σώματος ᾗ σῶμα, τὸ δὲ αἰσθητικὸν αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει αἴσθησις πρώτῳ τὸ δυνάμει τοιοῦτον εἶναι μόριον, προσθεὶς τὸ πρώτῳ, ἵνα δῆλον ᾖ περὶ οὗ ἐζήτει ἁπτικοῦ αἰσθητηρίου, ὅπου αὐτὸ θετέον, καὶ πρὸς ὃ ὁρῶν οὐκ ἐβούλετο εἶναι τὴν σάρκα τὸ αἰσθητήριον, ὡς πρῶτον μὲν τὴν καρδίαν εἶναι τὸ ἁφῆς καὶ γεύσεως αἰσθητήριον, τὴν δὲ σἀρ|κα πρὸς μὲν ἐκείνην τὸν τῶν μεταξὺ λόγον ἔχειν, εἶναι δὲ καὶ αὐτὴν αἰσθητικὴν, εἰ καὶ δευτέρως. ὅπερ δηλοῖ καὶ αὐτός, συμφυὲς καὶ οὐκ ἀλλότριον βουλόμενος εἶναι μέσον· ἡ δὲ συμφυὴς μεσότης καὶ οὐκ ἀπηλλοτριωμένη κοινωνεῖ τῆς πρὸς τὸ ἡγεμονικὸν ζωῆς. ἀλλ’ οὐχὶ διὰ τί καὶ τὰ ὀστᾶ φαίη ἄν τις αἰσθητικά, καίτοι συμφυῆ ὄντα; ἐπειδή, ἐρῶ, οὐδὲ τὸν τῶν μεταξὺ πρὸς τὴν αἴσθησιν σώζει λόγον, κατὰ τὴν φυτικὴν ζωὴν ὄντα συμφυῆ. οὕτω μὲν οὖν τὸ δεύτερον διορίζεται πρόβλημα. τὸ δὲ πρότερον διαπορήσας, μή τι πλείους αἱ τῶν λεγομένων ἁπτῶν αἰσθήσεις διὰ τὰς πλείους αὐτῶν ἐναντιώσεις (μηδὲ γὰρ εἰ ἓν ἁπασῶν κοινὸν τὸ αἰσθητήριον, εἴτε τὸ πρῶτον εἴτε τὸ συμφυὲς μεταξύ, ἱκανὸν εἶναι τοῦτο πρὸς πίστιν τοὐ μίαν ὑπάρχειν, ἐπειδὴ καὶ τῆς γλώττης κοινῆς ἁφῆς οὔσης καὶ γεύσεως κἄν οὐ μία αὗται), τίθεται ὅμως ὑπάρχειν μίαν τὴν ἁπτικήν, δεικνὺς καλῶς καὶ τῶν ἄλλων ἑκάστην πλειόνων οὖσαν ἐναντιώσεων. καὶ ζητῶν πάλιν ὀρθῶς (ὡς, εἰ καὶ πλείους, ἀλλ’ εἶναι δεῖ τινα μίαν φύσιν καθ’ ἑκάστην αἴσθησιν, περὶ ἣν αἱ πλείους, ὡς ἐν ὄψει μὲν τὸ φῶς· καὶ γὰρ τὸ χρῶμα ὡς φῶς τι ὁρατόν· ἐν δὲ ἀκοῇ ὁ ψόφος, ἐν ὀσφρήσει δὲ ἡ ὀσμή, τῇ ἐναποπλυνόμενον οὖσα τῷ κοινῷ ἀέρος καὶ ὕδατος ὑγρῷ ἔγχυμον, ὡς τῇ γεύσει ὁ χυμός) ζητῶν οὖν ὀρθῶς, τί τὸ ἐν ἁφῇ κοινόν, κἄν μὴ ὠνόμασται, τίθεται αὐτὸ τὸ σωμάτων ὡς σωμάτων διοριστικόν, ὧν ἀρχαὶ τὰ τέτταρα στοιχεῖα, τουτέστι τῶν γενητῶν καὶ φθαρτῶν. ἔστι γάρ τι κοινὸν ὡς γινομένων ὁριστικὸν εἶδος, ἰδίας ἔχον ἐπακολουθούσας ποιότητας, κατὰ μὲν τὴν θέσιν βαρύτητα καὶ κουφότητα καὶ τὰς τούτων μέσας ῥοπάς, κατὰ δὲ τὰς εἰς ἄλληλα αὐτῶν ποιήσεις θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα καὶ τὰς ἐκ τούτων συμπλεκομένας, λειότητα τραχύτητα, σκληρότητα μαλακότητα, τὰς ὁμοίας· ὡς παραδεδόσθαι ἡμῖν ὑπ’ αὐτοῦ καὶ τὸ ἓν κοινὸν γένος τῶν ἁπτῶν, τό γε πρᾶγμα, κἄν ὄνομα αὐτῷ μὴ κέηται. ἀλλ’ ἐπὶ τὴν λέξιν ἰτέον. τὸν αὐτὸν εἶναί φησι περί τε τοὐ ἁπτοῦ καὶ τῆς ἁφῆς λόγον. p. 422b17 Εἰ γὰρ ἡ ἁφή μὴ μία ἐστὶν αἴσθησις, ἀλλὰ ἀναγκαῖον καὶ τὰ ἁπτὰ πλείω εἶναι αἰσθητὰ. ‘Αληθὲς μὲν καὶ τὸ ἀντίστροφον, τὸ εἰ πλείω αἰσθητὰ τὸ ἁπτόν, καὶ τὴν ἁφὴν πλείους εἶναι αἰσθήσεις· ἀλλ’ ἐπεὶ ὁ προηγούμενος νῦν λόγος περὶ τῆς ἁφῆς, ἀπὸ ταύτης ἄρχεται, ἵνα δείξας ὅτι μὴ πλείω αἰσθητὰ τὰ ἁπτὰ ὁμολογούμενον ἔχῃ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν καὶ τὸ τὴν ἁφὴν μίαν εἶναι αἴσθησιν. ἀναλαβὼν δὲ τὴν ἀπορίαν, πότερον μία ἢ πλείους, ἐπισυνάπτει καὶ τὴν ἑτέραν, τί τὸ αἰσθητήριον τοὐ ἁπτικοῦ, πότερον ἡ σὰρξ καὶ τοῖς ἄλλοις ἀνάλογον ἢ οὔ, ἄλλοις λέγων τοῖς ἀναίμοις ζῴοις· καὶ εὐθὺς τὸ δοκοῦν αὐτῷ ἐνδείκνυται, ὡς τοῦτο μέν ἐστι τὸ μεταξύ. καὶ ὅπως μεταξύ, ᾐνίξατο ἐπάγων· p. 422b22 Τὸ δὲ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός· Ὡς καὶ τῆς σαρκὸς μὲν οὔσης αἰσθητηρίου, δευτέρου δέ· οὐ γὰρ ἂν τὸ ἄλλο πρῶτον αἰσθητήριον ἦν, ἀλλ’ ἁπλῶς αἰσθητήριον, ὡς τὸ τοῦ ὀφθαλμοῦ ὑγρὸν καὶ ὁ ἐν τοῖς ὠσὶν ἀήρ. οὐ γὰρ ἦν ἐκεῖ τὸ μεταξὺ αἰσθητήριον, ὁ ἔξω ἀὴρ ἢ τὸ ὕδωρ. εἶτα τὴν πρώτην ἐπεξεργάζεται ἀπορίαν ἐκ τοῦ δοκεῖν ἑκάστην τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχειν ἐναντίωσιν, τίωσιν, ταύτην δὲ περὶ πλείους. p. 422a27 ἔχει δέ τινα λύσιν πρός γε ταύτην τὴν ἀπορίαν· Καλῶς καὶ τινὰ φάμενος τὴν λύσιν καὶ πρὸς μόνην τὴν ἐκ τῶν πλειόνων ἐναντιώσεων ἀπορίαν. ἐπάξει γὰρ καὶ ἑτέραν περὶ τοῦ αὐτοῦ τοῦ πότερον μία ἢ πλείους, ἐκ τοῦ μὴ φαίνεσθαι ἕν τι κοινὸν τῶν ἁπτῶν γένος· πρὸς ἣν ἡ νῦν λύσις μὴ ἀπαντῶσα, ἀλλὰ πρὸς μόνην τὴν ἐκ τῶν πλειόνων ἐναντιώσεων εἰκότως οὐχ ἀπλῶς ἀλλά τίς ἐστι λύσις. τίς οὖν ἡ λύσις; καὶ ὅτι ἐπὶ τῶν ἄλλων αἰσθήσεων εἰσιν ἐναντιώσεις πλείους. δῆλον γὰρ ὡς τὸν ψόφον ἡ ἀκοὴ κατὰ πάσαν προσοῦσαν αὐτῷ ἰδιότητα γνωριεῖ, καὶ τὰς ἀντικειμένας αὐτῷ συμπιπτούσας, οἷον μέγεθος καὶ μικρότητα, λειότητα καὶ τραχύτητα· οὐ τὰ ἐν τοῖς ὄγκοις λέγων, ἵνα τὰ κοινὰ οὐ δέον παρεισάγῃ αἰσθητά, ὡς ὁ Ἀλέξανδρος ᾠήθη, ἀλλὰ τὰ τῶν ἤχων ἴδια, ὧν μόνη γνωριστικὴ ἡ ἀκοή· διὸ καὶ τὸ τῆς φωνῆς πρόσκειται, ὡς καλῶς καὶ ὁ Πλούταρχος ἐπέστησεν. εἰσὶ δὲ καὶ περὶ χρώματα διαφοραὶ τοιαῦται ἕτεραι, οἷον μέγεθος μὲν |ἐπὶ τοῦ στίλβοντος χρώματος καὶ ὅλως θᾶττον ὁρωμένου καὶ σφοδρότερον τὴν ὄψιν πλήττοντος, ὡς τὸ τοῦ χρυσο. ῦ ἔχει χρῶμα καὶ ἀργύρου, σμικρότης δὲ ὡς ἐπὶ τοὐ καὶ πλείονος δεομένου φωτὸς πρὸς τὸ ὁραθῆναι καὶ ἀμυδρότερον κινοῦντος τὴν ὄψιν, οἷον τὸ τοῦ μολύβδου· καὶ λειότης μὲν ἐπὶ τῶν προσηνῶν τῇ ὄψει, οἵα ἡ τῶν ἀνθῶν, ὡς τραχύτης ἐπὶ τῶν μεμερισμένων. εἰ δὲ καὶ πᾶσι τοῖς ὁρωμένοις κοινὸν τὸ φῶς, πλείστας ἂν εὕροις διαφορὰς κατά τε τὰ φωτίζοντα λαμπρὰ καὶ τὰ μή, ἀλλ’ ἐν σκότει ὁρώμενα, καὶ ἐν αὐτοῖς τοῖς τε φωτίζουσι πρὸς ἄλληλα καὶ ἐν τοῖς ἐν σκότει ὁρωμένοις· ἔν τε τοῖς διαφανέσι πλείστη διαφορά, ἐναργέστερον ἢ ἀμυδρότερον φωτιζομένοις, ἢ διὰ τὸ τῶν φωτιζόντων ἢ τῶν διαφανῶν διάφορον, ἡ καὶ παρὰ τὸ συναμφότερον. οὐ θαυμαστὸν οὖν, εἰ καὶ περὶ μίαν τὴν τοῦ ἁπτοῦ φύσιν πολλαὶ συμβαίνοιεν διαφοραί. ἡ μὲν οὖν ἀπὸ τοῦ πλήθους τῶν ἀντιθέσεων ἀπορία λέλυται, ζητεῖ δὲ λοιπόν· p. 422b32 Ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ ἀκοῇ οὕτω τῇ ἁφῇ, οὐκ ἔστιν ἔνδηλον. Ἡ γὰρ ἀπορία οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων, ἀλλ’ ἐκ τῆς ἡμετέρας προτείνεται ἀγνοίας, διὸ οὐκ ἔφη μὴ εἶναι ὅν, ἀλλὰ μὴ εἶναι ἔνδηλον, ἴσως μὲν καὶ τῷ μὴ κεῖσθαι κοινὸν ὄνομα καὶ τῆς ἐννοίας ἡμάς ἀπολειπούσης τῆς τῶν πραγμάτων φύσεως, ἐνίοτε δὲ καὶ τὸ ἀνάπαλιν διὰ τὸ τὸ πρᾶγμα εἶναι δυσθεώρητον τὸ κοινῇ τῶν γενητῶν σωμάτων ὡς τοιούτων ὁριστικὸν καὶ τοῦ ὀνόματος ἐκλελοιπότος. ἀπορήσας δὲ ὁ φιλόσοφος τί τὸ κοινόν, πρὶν ἢ τὸ δοκοῦν ἀποφήνασθαι ζητεῖ τὸ τῆς ἁφῆς αἰσθητήριον· τοῦτο μὲν ἵνα ἐπιτείνῃ τέως διὰ τούτων τὴν περὶ τῆς ἁφῆς, ὅτι οὐ μία, ἀπορίαν τῷ ἐνίστασθαι πρὸς τὴν δοκοῦσαν τοῦ μίαν εἶναι ἀπόδειξιν ἀπὸ τοὐ ἓν τὸ ἁπτικὸν αὐτῆς εἶναι αἰσθητήριον. εἰ γὰρ μὴ ἡ σὰρξ τὸ πρῶτον αἰσθητήριον, μάλιστα μὲν ἄδηλον, εἰ μὴ πλείω τὰ πρῶτα. εἰ δὲ καὶ ἕν, οὔπω φανερόν, ὅτι καὶ ἡ ἁφὴ πάντων μία αἴσθησις· ὡς γὰρ τῆς γλώττης κοινοῦ ὑπεστρωμένου ὀργάνου τῇ τε ἁφῇ καὶ τῇ γεύσει οὐ μία αὗται, οὕτως οὐδὲ αἱ τῶν λεγομένων ἁπτῶν αἰσθήσεις πᾶσαι μία, κἀν κοινὸν ᾖ αἰσθητήριον πάντων. τοῦτο δὲ ἵνα διὰ τοῦ αἰσθητηρίου τὴν ἁφὴν σωματοειδεστέραν τῶν ἄλλων καὶ παθητικωτέραν δείξας αἰσθήσεων καὶ τὸ σύστοιχον αὐτῇ εὓρῃ αίσθητόν, τῶν παθητικῶν ὂν σωμάτων χαρακτηριστικόν. πῶς οὖν ἡ ἁφὴ σωματοειδὴς καὶ παθητή, δείκνυται ἐκ τοῦ πρώτου αὐτῆς αἰσθητηρίου, αὐτόθεν μὲν οὐδὲ τούτου, ὥσπερ οὐδὲ τῶν ἄλλων τι, ἀμέσως τῷ αἰσθητῷ προσπελάζοντος, ἵνα μὴ σφοδρὰ πάθη τὴν κριτικὴν παραποδίζῃ ἐνέργειαν, οὐ μὴν ἔτι δυναμένου διὰ τῶν ἀλλοτρίων μεταξὺ τοῦ αἰσθητοῦ ἀντιλαμβάνεσθαι, ἀλλὰ συμφυοῦς μέσου δεηθέντος, ζωτικῶς ὑπὸ τοῦ αἰσθητοῦ πάσχοντος καὶ ἤδη, εἰ καὶ ἀμυδρῶς καὶ δευτέρως, κατὰ τὴν κριτικὴν ἐνέργειαν ἱσταμένου καὶ τότε τὸ πρώτως καὶ καθαρώτερον ἑστὼς κατ’ αὐ- τὴν κινοῦντος ὡς τοῦ πρώτου τῆς ἁφῆς αἰσθητηρίου (καὶ γὰρ ἡ γεῦσις ἁφή τις καὶ οὐ καλῶς πρὸς τὴν οἰκείαν ἐγειρομένη ἐνέργειαν, εἰ μὴ ὑπὸ τοῦ ζωτικοῦ καὶ ἤδη αἰσθητικοῦ κινηθείη,) καὶ δραστικωτέρου τοῦ κινοῦντος χρῄζοντος, οὐκ ἄν †εἰ ἡ ὁρίζουσα αὐτὸ ζωὴ ὁμοίως ἦν ταῖς ἄλλαις αἰσθήσεσιν ἀπόλυτος, ἀλλὰ διὰ τὸ μᾶλλον εἶναι ἀχώριστος οὐκ ἐπεκτεινομένη καὶ ἐπὶ τὰ ἀλλότρια. p. 423a1 οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ γίνεσθαι αἴσθησιν ἅμα θιγγανομένῳ· Ὡς διὰ τὸ σωματοειδέστερον καὶ παθητικώτερον καὶ τοῦ πρώτου ἁπτικοῦ αἰσθητηρίου ὑπόνοιαν παρέχοντος προσπελάζειν ἀμέσως τῷ αἰσθητῷ. πρὸς ὃ πρῶτον Ἀριστοτέλης ἐνίσταται, ὅτι οὐ τὸ πρῶτον αἰσθητήριον ἡ σάρξ, κἄν ἅμα τῷ ταύτην θιγεῖν αἰσθανώμεθα. καὶ γὰρ εἰ τῷ δακτύλῳ περιταθείη ὑμήν, ἅμα τῇ θίξει ἡ ἁφή, καὶ ἔτι θᾶσσον, εἰ καὶ συμφυὴς αὐτῷ γένοιτο, οὐ μὴν καὶ διὰ τοῦτο ζωτικῶς τῆς αἰσθητικῆς μετέχων ζωῆς. διὰ γὰρ τοῦτο θᾶσσον, ἀλλ’ ὅμως οὐκ ἐν τῷ ὑμένι οὐδὲ ἐν τῷ συμφυέντι τὸ πρῶτον αἰσθητικόν. πῶς οὖν οὐχὶ καὶ ἡ ἁφὴ γίνοιτο ἄν διὰ μέσου ἀλλοτρίου, εἴπερ καὶ δι’ ὑμένος καὶ δι’ ὕδατος ἐπὶ τοῦ ὑγρανθέντος αἰσθανόμεθα δακτύλου; ἢ οὐ διὰ τοῦ μέσου, ὡς τὸ ὁρατικόν, ὡς αὐτὸς σαφηνιεῖ διὰ τοῦ κατὰ τὴν ἀσπίδα παραδείγματος. p. 423a7 Ὣσπερ ἄν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ Διὰ τῆς τοιαύτης ὑποθέσεως ἅμα μὲν δεικνύς, ὡς οὐκ ἀνάγκη τὸ συμφυὲς ἡμῖν καὶ προσεχῶς ὁμιλοῦν τῷ αἰσθητῷ πρῶτον εἶναι αἰσθητήριον, ἅμα δὲ ὡς οὐκ ἀνάγκη διὰ τὸ ἓν τὸ μεταξὺ εἶναι καὶ μίαν εἶναι τὰς δι’ αὐτοῦ κινουμένου αἰσθήσεις, ἐπιτείνων τὴν πρώτην ἀπορίαν. ἀλλὰ νῦν διωρισμένου τοῦ μεταξὺ καὶ φανερῶν ὄντων τῶν αἰσθητηρίων ἐπὶ τῶν πρώτων τριῶν αἰσθήσεων τὸ πλῆθος αὐτῶν φαίνεται · ἐπὶ δὲ τῆς ἁφῆς τοῦτο νῦν ἄδηλον, τί τὸ πρῶτον αἰσθη|τικόν, καὶ εἰ μία ἢ πλείους αἱ ἁπτικαί. p. 418 α 12 Ἐξ ἀέρος μὲν γὰρ ἢ ὕδατος ἀδύνατον συστῆναι τὸ ἔμψυχον σῶμα. τὴν αἰτίαν εἰπεῖν διὰ τούτων βούλεται, δι’ ἣν ἄδηλον ἐπὶ τῆς ἁφῆς τὸ πρῶτον αἰσθητήριον· διὸ καὶ τῷ αἰτιολογικῷ χρῆται συνδέσμῳ τῷ γάρ· ἅμα δὲ καὶ ὁποῖον ἐπὶ τῆς ἁφῆς τὸ μεταξὺ σαφηνίζει. τίς οὖν αἰτία τῆς ἀδηλίας; ἐπειδὴ ἐν τῇ ἀφῇ αὐτὸ τοῦτο ἀφῇ οὔσῃ ἀμέσως δεῖ προσπελάζειν τὸ αἰσθητὸν τῷ ζῶντι σώματι καὶ αἰσθητικῷ, τὸ δὲ ζῶν ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν σῶμα οὐχ οἷόν τε ἢ ἀέριον ἢ ὑδάτινον εἶναι, ἵνα ἦν ἄν ὅμοιον τοῖς ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἀλλοτρίοις μεταξὺ γινομένοις, ἀλλὰ στερεὸν καὶ διὰ τοῦτο ἐκ γῆς τε καὶ τῶν λοιπῶν μικτόν. p. 418 a 15 Ὣστε ἀναγκαῖον καὶ τὸ σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ προσπεφυκός. Τὸ μὲν σῶμα λέγει τὸ τῶν ζώντων· τοῦτο δὲ προσπεφυκὸς ὃν μεταξὺ ἀνάγκη εἶναι τοῦ τε ἁπτικοῦ καὶ τοῦ ἁπτοῦ. καὶ οὐ τοῦτο ἐξ ἀνάγκης συνῆκται ἐκ τῶν νῦν εἰρημένων, τὸ δεῖν προσπεφυκὸς εἶναι τὸ μέσον ἐπὶ τῆς ἁπτικῆς, ἀλλὰ τοῦτο μὲν εἴληπται ἔκ τε τοῦ πάντως τὸ δι’ οὗ ὑπάρχειν, ὅπερ ὕστερον ὑπομνησθήσεται ,καὶ ἐκ τοῦ μὴ διά τινος ἔξωθεν τὴν κίνησιν γίνεσθαι ἐπὶ τῆς ἁπτικῆς, ἀλλ’ ὑπ’ αὐτοῦ δεῖν τοῦ αἰσθητοῦ πάσχειν τὸ σῶμα· οἷς ἐξ ἀνάγκης ἕπεται τὸ τὸ ἡμέτερον σῶμα (τοῦτο γὰρ δηλοῖ τὸ προσπεφυκὸς) τὸν δι’ οὗ ἔχειν λόγον. καὶ οὕτω νοητέον τὴν λέξιν, ὥστε ἀναγκαῖον τὸ προσπεφυκὸς σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ, τοῦ τε πρώτου αἰσθητηρίου καὶ δηλονότι καὶ τοῦ ἁπτοῦ, ἐπειδὴ δεῖ μὲν εἶναι τὸ δι’ οὗ, οὐκ ἔξωθεν δὲ ἐπὶ τῆς ἁφῆς. τὰ δὲ ἐν μέσῳ καὶ οἷον τὸ δι’ οὗ ἑρμηωεύει· ὅτι γὰρ ἔμψυχον καὶ στερεόν, ἐκ γῆς τε καὶ τῶν λοιπῶν μικτόν. καὶ γὰρ ζωτικῶς δεῖ παθεῖν τὸ μεταξύ, ἵνα κινητικώτερον ᾖ τοῦ πρώτου ἁπτικοῦ, ἀργοτέρου ὄντος ἢ κατὰ τὰ ἄλλα αἰσθητήρια διὰ τὸ σωματοειδέστερον τῆς σωματικῆς ζωῆς, καὶ μικτὸν εἶναι, ἐπειδὴ τοιοῦτον τὸ συνιστάμενον ἔμψυχον σῶμα οἷον τὸ γενητὸν ζῷον. τὸ δὲ p. 423 α 16 δι’ οὗ γίνονται αἱ αἰσθήσεις πλείους οὖσαι τὸν ἀπορητικὸν εἴρηκε τρόπον ἐκ τοῦ καὶ τὴν γλῶσσαν ,ὡς αὐτὸς ἐπιφέρει, δύο εἶναι αἰσθήσεων ὄργανον, κατὰ τὸ αὐτὸ μόριον καὶ τῶν χυμῶν καὶ τῶν ἁπτῶν οὖσαν αἰσθητικήν, ὡς μιᾶς ἄν δοξουσῶν εἶναι ἀμφοῖν, εἰ καὶ ἡ ἄλλη σὰρξ τῶν χυμῶν ἦν κριτική· ἐπεὶ δὲ μόνων τῶν ἁπτῶν 45 v ὡς μὴ ἀντιστρέφειν, ἀλλ’ ὅ τι μὲν [τὸ] τοῦ χυμοῦ, τοῦτο καὶ περὶ τῶν ἁπτῶν εἶναι κριτικόν, οὐχὶ δὲ τὸ τῶν ἁπτῶν πάντως καὶ χυμῶν, ἡ ἑτερότης αὐτων ἐστι φανερά. p. 423a21 Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει, τοῦτο δ’ ἐστὶ τὸ τρίτον μέγεθος, ἐπειδὴ τρεῖς αἱ τοῦ σώματος διαστάσεις. λαβὼν δὲ ἤδη ἐπὶ τῆς ἁφῆς μὴ εἶναι ἔξωθεν ἀλλὰ προσφυὲς τὸ μεταξύ, εἰρηκὼς δὲ καὶ ὑμένος περιταθέντος γίνεσθαι τὴν ἁφήν, ἔνθα καὶ δι’ ἀλλοτρίου μέσου δοκεῖ, τὸ διάφορον αὐτῆς ἐνδείξασθαι βούλεται διὰ τούτων πρὸς τὰς τρεῖς αἰσθήσεις, οὐ μόνον ἐν τῇ περιτάσει τοῦ ὑμένος, ἀλλὰ καὶ εἰ ἀεί τι μέσον ὑποτεθείη τοὐ ἁπτικοῦ τε καὶ τοῦ ἁπτοῦ, ὡς ἐπὶ τῶν ὕδατι ἀμφοῖν διαινομένων καὶ μεταξὺ τοῦ ὕδατος ὑπάρχοντος, σώματος ὄντος καὶ διὰ τοῦτο καὶ βάθος ἔχοντος καὶ τὴν ἄμεσον τῶν ἁπτομένων διείργοντος συναφήν· τυχὸν δὲ καὶ ἐπὶ |τῶν ἐν ἀέρι μεταξύ τινος ἀερίου παρεμπίπτοντος σώματος, εἴ τι ἄρα καὶ ὁ ἀὴρ προσπελαστικὸν ἔχοι ὡς τὸ ὕδωρ. ἀεὶ μὲν οὖν οὐκ ἔστι τι μέσον· οὐδὲ γὰρ καὶ αὐτοῦ τοῦ ὕδατος ἢ τοῦ ἀέρος· καὶ ἐφ’ ὧν δέ ἐστι μέσον οὐ κωλῦον τὴν ἁπτικὴν αἴσθησιν, οὐ διαβιβαστικὸν ἔσται τῆς ἐνεργείας ὡς ἐπὶ τῶν τριῶν, ἀλλὰ συμπάσχον τῇ σαρκί, καθάπερ σαφῶς παρίστησι διὰ τοῦ κατὰ τὴν ἀσπίδα ὑποδείγματος. καὶ ταῦτα μὲν σαφῆ · ἐν δὲ τῇ λέξει τὸ ἀλλὰ ἀναγκαῖον ὕδωρ εἶναι ἢ ἔχειν πρὸς τὸ ὑγρὸν μὲν τὸ εἶναι ὕδωρ, πρὸς δὲ τὸ διερὸν τὸ ἔχειν ἀποδέδοται, ἐν δὲ τῶ ἀδύνατον ἄλλο ἄλλου ἅψασθαι ἐν ὕδατι τὸ ἀμέσως προσυπακουστέον. συνηγορήσας δὲ ἐφεξῆς, μήποτε ὁμοίως ἔχουσι ταῖς τρισὶν αἰσθήσεσι καὶ αἱ λοιπαὶ τῷ ἐπὶ τούτων παρεμπίπτειν τι μέσον, διακρίνει ἐντεῦθεν· p. 423b12 Ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ τῶν καὶ διὰ τῶν ἑξῆς. ἐπειδὴ οὖν ἐπὶ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐδὲν τῶν ἔξωθεν τὸν δι’ οὗ ἐπέχει λόγον, χρὴ δὲ εἶναι καὶ ἐπὶ τούτων τὸ δι’ οὗ, ἵνα μὴ ἀμέσως τὸ πρῶτον αἰσθητήριον, ὡς καὶ ἤδη εἴρηται, ὑπὸ τοῦ οἰκείου πάσχον αἰσθητοῦ ἀπαμβλύνηται πρὸς τὴν κριτικὴν ἐνέργειαν, κἀπὶ τούτων τὸ δι’ οὗ, εἰ καὶ μὴ ἀλλότριον, ἀλλὰ προσφυὲς ἀπαιτητέον, ἔμψυχον ὃν ὡς εἴρηται καὶ κατὰ τὴν αἰσθητικὴν ψυχήν· οὕτω γὰρ ἄν καὶ προσφυὲς εἴη τῷ πρώτῳ αἰσθητικῷ. παθεῖν μὲν γάρ τι δεῖ καὶ τὸ πρῶτον ὑπὸ τοὐ αἰσθητοῦ, ὡς δηλοῦσιν αἱ ὑπερβολαὶ αἰσθητὸν ποιοῦσαι τὸ πάθος, ἀλλ’ ὅσον ἐγερθῆναι εἰς ἐνέργειαν· τὸ δὲ ὑπερβάλλον πάθος κωλύει. ὑπερβάλλει δέ, ὅταν ἄμεσος γένηται ἡ τοῦ αἰσθητοῦ εἰς τὸ πρῶτον αἰσθητήριον ποίησις. τί οὖν ἐπὶ τῆς γεύσεως καὶ τῆς ἁφῆς τὸ δι’ οὗ ; ἡ μὲν γλῶσσά φησιν ἐπὶ τῆς γεύσεως, ἡ δὲ ὅλη σὰρξ ἐπὶ τῆς ἁφῆς. καὶ ταῦτα ἐφεξῆς διακρίνει γράφων· p. 423b17 Ὃλως δὲ ἔοικεν ἡ σὰρξ καὶ ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον, ὥσπερ ἐκείνων ἓκαστον. Τὸ μὲν ἕκαστον εἶπεν ἐκείνων, καίτοι δύο προειρηκὼς τὸν ἀέρα καὶ τό ὕδωρ, ἢ ὅτι πρὸς τρεῖς αὐτὰ ἔφη διακονεῖν αἰσθήσεις, ἢ τὸ ἐκείνων οὐκ ἀέρος καὶ ὕδατος ἀκουστέον, ἀλλὰ τῶν διαφανῶν ἀπλῶς καὶ διηχῶν καὶ διόσμων. τρία δὲ ταῦτα καὶ οὐκ ἐν ἀέρι καὶ ὕδατι μόνοις, ἀλλὰ καὶ ἐν ἄλλοις. ὁμοίως δὲ ἔχει τούτοις σὰρξ καὶ γλῶσσα, καθ’ ὅσον καὶ αὗται μεταξὺ καὶ τὸν δι’ οὗ ἐπέχουσι λόγον· ἐπεὶ δηλονότι, ᾗ αἱ μὲν προσφυεῖς, τὰ δὲ ἀλλότρια, οὐκ ἔστιν ὁμοία ἡ ἀναλογία. διὸ οὐκέτι καὶ τὴν σάρκα πάντῃ ἀναίσθητον ὡς τὸ ὕδωρ ῥητέον· οὐ γὰρ ταύτῃ ἡ ὁμοιότης, ἀλλ’ ᾗ δι’ οὗ καὶ αὕτη ὡς πρὸς τὸ πρῶτον καὶ αἰσθητικόν. ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν· ἐν γὰρ τῇ καρδίᾳ, ὡς ἐν ἄλλοις εἴρηται. p. 423b26 Αὗται μὲν οὖν εἰσιν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα. Αὗται, περὶ ὧν ἔλεγεν, ὅτι ἐπιτιθέμεναι τῇ σαρκὶ αἰσθηταὶ γίνονται. διὰ δὲ τούτων, ὡς καὶ ἤδη ἔφαμεν, τὸ ἓν γένος τῆς τῶν ἁπτῶν ἀφορίζεται φύσεως, τὸ σωμάτων χαρακτηριστικὸν ᾗ σώματα, οὐχ ἀπλῶς, ἀλλ’ ὁποῖα διὰ τῶν τὰ στοιχεῖα διοριζουσῶν διαφορῶν ἐδήλωσεν. οὐκοῦν ᾗ σώματα παθητά, ἅπερ γενητά τέ ἐστι καὶ φθαρτά· τούτων γὰρ ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα, καὶ τούτων διαφοραὶ πρῶτον αἱ παθητικαὶ ποιότητες. περὶ ὧν ἐν τοῖς περὶ στοιχείων εἰρηκέναι λέγει οὕτω τὰ Περὶ γενέσεως καὶ φθορᾶς προσαγορεύων· p. 423b29 Τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ καλουμένη ἁφὴ ὑπάρχει αἴσθησις πρώτῳ, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον. Ὁρὀσας τὸ τῶν ἁπτῶν γένος, ἀπὸ τούτων καὶ τὸ ἁπτικὸν ὁρίζεται· τὸ γὰρ δυνάμει τοιοῦτον, ὁποῖον τὸ ἁπτόν, διότι κατὰ τὸ εἶδος τοῦ γνωστοῦ ἀεὶ τὸ ἐνεργείᾳ γνωστικὸν ἕστηκεν. τὸ δὲ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ κινούμενον, ἑαυτῷ δὲ οὐκ ἀρκοῦν· διὸ καὶ πάσχειν τί ἐστι τὸ αἰσθάνεσθαι, ὅτι μὴ ὡς φθειρόμενον ἀλλὰ τελειούμενον. διὸ οὐχ ἀπλῶς ἀλλὰ τὶ πάσχειν, ὅλως δὲ πάσχειν ὡς ἑτέρωθεν τελειούμενον. δυνάμει δὲ τὸ ἁπτικὸν ἀλλ’ οὐκ ἐνεργείᾳ· ἁπτόμενον γὰρ τὸ τοιοῦτον. γίνεται δὲ τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ ἐνέργειᾳ τοιοῦτον οἷον ἐκεῖνο διὰ τὴν ἐγγινομένην τῷ αἰσθητηρίῳ ὑπ’ αὐτοῦ ἔμφασιν τοῦ εἴδους, ἐπεὶ |ἡ κριτικὴ ἐνέργεια καὶ ἡ τελεία κατὰ τὸ εἶδος στάσις ἔνδοθεν καὶ κτὰ λόγους τῶν αἰσθητῶν οὐσιώδεις. οὐ γὰρ ὡς σφραγὶς ἢ τύπος τις ἔξωθεν ἐντίθεται ἡ γνῶσις καὶ ὁ τῆς γνώσεως ὅρος, ἀλλὰ τὸ αἰσθητήριον παθεῖν ὑπὸ τοὐ αἰσθητοῦ ἀνάγκη· πάσχει γὰρ τὸ δυνάμει ὃν τοιοῦτον, οὔπω δὲ ἐνεργείᾳ. πῶς οὖν οἷόν τε παθητὸν ὂν τὸ αἰσθητήριον μὴ καὶ αὐτὸ τῶν παθητικῶν μετέχειν ποιοτήτων ἐνεργείᾳ; μετέχον δὲ ἤδη πῶς πείσεται κατ’ αὐτάς; ἀλλ’ οὐχὶ τοῦ ὁμοίως φησὶ θερμοῦ καὶ τῶν ἄλλων αἰσθήσεται, τῶν δὲ ὑπερβολῶν, καὶ ταύτῃ ὑπ’ ἀνομοίου πάσχον, ὡς τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης· ἢ ἀντὶ τοῦ αἰσθητηρίου εἰπὼν τῆς αἰσθήσεως, ἢ καὶ αὐτῆς τῆς αἰσθητικῆς οὐσίας, οὐχ ἁπλῶς ἀλλὰ τινὸς οὔσης μεσότητος διὰ τὸ ὑποκειμένῃ χρῆσθαι τῇ μέσῃ τοῦ αἰσθητηρίου εὐκρασίᾳ. p. 424a6 Γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν Τὸ μέσον, τὸ ὑπερβάλλον θερμὸν ὡς τὸ ψυχρὸν γινόμενον. ὅταν οὖν πάλιν ἀξιοῖ τὸ ἁπτικὸν μήτε θερμὸν εἶναι μήτε ψυχρόν, οὐχ ὡς πάντῃ αὐτῶν ἀμέτοχον λέγει, ἀλλ’ ὡς ἐξ ἀμφοῖν μέσως κεκραμένον. p. 424a12 οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου. Καὶ γὰρ ἐν ψύχει ὅτι μὴ θερμὸς ὁ ἀὴρ τῇ ἁφῇ αἰσθανόμεθα ,καὶ τοὐ σμικρὰν ἔχοντος θερμότητα καὶ τοὐ ὑπερβάλλουσαν. p. 424a15 Καθ’ ἑκάστην μὲν οὖν τῶν αἰσθήσεων εἴρηται Ἀκριβέστερον γὰρ αὐτῷ ἡ περὶ τῶν αἰσθητῶν γίνεται διάρθρωσις ἐν τῷ ἰδίῳ περὶ αὐτῶν βιβλίῳ. p. 424a17 Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ Ἰδίᾳ περὶ ἑκάστης θεωρήσας αἰσθήσεως τὸν κοινὸν περὶ πάσης ἐπαναλαμβάνει λόγον, τὸ τῆς αἰσθήσεως ὡς αἰσθήσεως ὁριστικὸν παραδιδούς, καὶ τίνι ἀπλῶς τὸ αἰσθητήριον χαρακτηρίζεται ὁποιασοῦν αἰσθήσεως. p. 424a17 Ὃτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς ὕλης. Ὃτι δεκτική τίς ἐστιν οὐσία ἡ αἴσθησις ἐναργές. ἐπεὶ δὲ πολλαὶ καὶ ἄλλαι τοιαῦται, τὸ ἴδιον τῆς αἰσθητικῆς νῦν παραδίδοται, τὸ ὑπό τινος ἔξωθεν πάσχειν καὶ μὴ ἀφ’ ἑαυτῆς τὸ ὅλον ἐγείρεσθαι εἰς τὴν κατ’ ἐνέργειαν θεωρίαν, ὡς νοῦς καὶ ἐπιστήμη καὶ δόξα καὶ αὐτὴ ἤδη ἡ φαντασία· ἀλλ’ ἐπειδὴ πᾶσα ἡ κατ’ ἐνέργειαν γνῶσις τῷ εἴδει ὁρίζεται τοῦ γνωστοῦ οὐ πάσχουσα αὐτὸ ἀλλ’ ἐνεργοῦσα, καὶ ἐνεργοῦσα οὐ ποιητικῶς ἀλλὰ κριτικῶς καὶ συνετικῶς, αἱ μὲν ἄλλαι γνωστικαὶ ἐνέργειαι ἐκ τῆς οἰκείας τελειοῦνται οὐσίας, τὸ τοὐ γνωστοῦ εἶδος ἀφ’ ἑαυτῶν προβαλλόμεναι, ἡ δὲ αἰσθητικὴ καὶ τοῦ αἰσθητοῦ ἔξω κειμένου δεῖται πρὸς τὴν τοῦ γνωστοῦ εἲδους κατ’ ἐνέργειαν προβολήν. διὸ καὶ παθητικὴ καὶ δεκτικὴ λέγεται τῶν εἰδῶν ὡς ἀλλαχόθεν οἷον ἐπεισιόντων καὶ ὑπὸ ἑτέρων τελειουμένη. ὅπερ σημαίνει διὰ τὸ ἐσχάτην οὖσαν ὀργάνῳ χρῆσθαι, καὶ οὕτως, ὡς μήτε αὐτὴν ἰσχύειν εἰς τὸ ἀρκεῖν ἑαυτῇ πρὸς τὴν χρῆσιν μήτε τὸ ὄργανον ἔχειν ἀρκούμενον τῇ χρωμένῃ ζωῇ, δεόμενον δὲ προπαθεῖν τι ὑπὸ τοὐ αἰσθητοῦ, ἅμα τῇ ἔξωθεν πείσει καὶ τῆς ζωτικῆς ἐγειρομένης ἐνεργείας· ὡς τὸ μὲν ὄργανον σῶμα ὂν αἰσθητικῶς ζῶν παθητικὴν ἔχειν τὴν ἐνέργειαν, τὴν δὲ χρωμένην ἀπαθῶς ἐνεργεῖν, συμμέτρως τῇ παθητικῇ τοῦ ὀργάνου ἐνεργείᾳ τοὺς τῶν αἰσθητῶν λόγους ἔνδοθεν προβάλλουσαν, καθ’ οὕς, ὡς εἴρηται, συνίησι καὶ κριτικῶς ἐνεργεῖ. δεκτικὴ τοίνυν λέγεται τῶν εἰδῶν καὶ πάσχειν ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ χυμὸν ἢ ψόφον τῷ δεῖσθαι τὸ ὄργανον αὐτῆς παθεῖν ὑπὸ τούτων, ἔμφασίν τινα τῶν ἐν αὐτοῖς δεξάμενον εἰδῶν. ὡς γὰρ ἡ ἐν τῷ ποιοῦντι ἐνέργεια οἰκεία τῷ ἀποτελουμένῳ εἴδει, οὕτω καὶ ἡ κατὰ εἲδη πεῖσις ἐμφαίνει τὴν πρὸς τὰ δρῶντα οἰκειότητα, καὶ τῇ ἐγγινομένῃ τῷ αἰσθητηρίῳ τοῦ εἴδους ὑπὸ τοῦ αἰσθητοῦ ἐμφάσει καὶ ἡ ἐν αὐτῷ ἐνεργεῖ ζωὴ καὶ ἡ χρωμένη κατ’ οἰκείους τῆ ἐν τῷ αἰσθητηρίῳ παθητικῇ ἐνερ- γείᾳ λόγους καθαρὰν τὴν κριτικὴν προβάλλεται ἐνέργειαν, οὐ πάσχουσα ἥδε οὐδὲ δεχομένη ἔξωθεν τὰ εἲδη (ἔνδοθεν γὰρ ἡ γνῶσις, ὥστε καὶ ἡ κατὰ τὸ γνωστὸν στάσις), ἀλλὰ πάσχειν καὶ γίνεσθαι τὰ εἴδη λέγεται ἡ αἴσθησις τῷ τὸ αἰσθητήριον τὰς εἰδητικὰς ἔξωθεν δέχεσθαι ἐμφάσεις, καὶ οὐκ ἄνευ τοῦ ἐνεργεῖν. δέχεται δὲ τὰ εἴδη ἄνευ ὕλης· οὐ γὰρ εἶδος ἀλλ’ εἰδοπεποιημένον ἅπαν ἐστὶν αἰσθητόν. ὥσπερ δὲ ἔστι κατὰ τὸ εἶδος, οὕτως αὐτὸ καὶ λέγει ἡ αἴσθησις κατὰ τὸ εἶδος, καὶ γινώσκεται κατ’ αὐτό. καὶ τὸ αἰσθητήριον οὖν τὴν τοῦ εἰδους δέχεται ἔμφασιν καὶ ἡ αἴσθησις κατὰ τὸ εἶδος ἑστῶσα τὸ αἰσθητὸν γινώσκει. ὡς οὖν ὁ κηρὸς τὴν τοῦ χρυσοῦ δακτυλίου δέχεται σφραγῖδα, οὐ τὸν χρυσὸν εἰσδεχόμενος οὐδὲ ὡς ὑπὸ χρυσοῦ πάσχων, ἀλλὰ μόνον τὸν τύπον καὶ ὡς ὑπὸ τετυπωμένου πάσχων· |p. 424a21 ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστου ὑπὸ τοῦ χρῶμα ἢ χυμὸν ἢ ψόφον πάσχει, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλ’ ᾗ τοιόνδε, κατὰ τὸν λόγον. Πάσχει μὲν ἡ αἴσθησις τῷ τοὐ αἰσθητηρίου προηγουμένως πάσχοντος εἰς τὴν οἰκείαν ἐγείρεσθαι ἐνέργειαν, καὶ πάσχει ὑπὸ τοὐ συναμφοτέρου· οὐ καθὸ δὲ ἕκαστον ἐκείνων λέγεται. καὶ τὸ συναμφότερον γὰρ κατὰ τὸ εἶδος ἐνεργεῖ καὶ ἡ αἴσθησις τὴν εἰδητικὴν δέχεται ἐνέργειαν, οὐχ ὡς ὁριζομένη οἷον λευκαινομένη ἢ ψοφοῦσα ἢ γλυκαζομένη ἢ θερμαινομένη, οὐδὲ ταύτῃ πάσχουσα, ἀλλ’ ὡς κατὰ τὸ λευκὸν ἢ τὸν ψόφον ἢ ὁτιοῦν τῶν λοιπῶν ἐνεργοῦσα γνωστικῶς, πάσχειν δὲ λεγομένη τῷ ἔξωθεν τοῦ αἰσθητηρίου τὴν ἐνέργειαν δεχομένου τότε καὶ αὐτὴ ἐγείρεσθαι. κἂν γὰρ θερμαίνηται τὸ σῶμα, οὐκ ἐν τῷ θερμαίνεσθαι τοῦ εἴδους ἡ εἰσδοχή, ἀλλ’ ἐν τῷ κατὰ τὸ εἶδος τοῦ θερμοῦ γνωστικῶς ἐνεργεῖν, ἐπεὶ ὡς θερμανθὲν τὸ ὄργανον αἰσθητὸν ἀλλ’ οὐκ αἰσθητικὸν γίνεται. ὥστε κἄν διακρίνηται ὑπὸ τοῦ λευκοῦ τὸ ὀπτικόν, οὐκ ἐν τῷ πάθει, ἀλλ’ ἐν τῇ κατὰ τὸ εἶδος τῆς λευκότητος ἐνεργεία ἡ κρίσις. p. 424a24 Αἰσθητήριον δὲ πρῶτον, ἐν ᾧ ἡ τοιαύτη Αἰσθητήριον μὲν καθ’ ἑκάστην αἴσθησιν ἄλλο· τὸ δὲ ἐν ᾧ τὸ κοινὸν πάσης αἰσθήσεως, περὶ οὗ νῦν ὁ λόγος, πρῶτον, εἰκότως τὸ ζωτικὸν ὂν πνεῦμα. ἐν ᾧ ἡ τοιαύτη δύναμις, ἡ κοινὴ πασῶν περιληπτικὴ αἴσθησις, καὶ οὐχὶ τὶς ἀλλ’ ἀπλῶς οὖσα αἴσθησις, ὡς καὶ σὺν πάσαις ἐνεργοῦσα καὶ εἰς ἑαυτὴν πάσας συνάγουσα. p. 424a25 Ἒστι μὲν οὖν ταὐτόν, τὸ δ’ εἶναι Ἦν μὲν καὶ ἡ τοῦ ζωτικοῦ ὀργάνου ὡς τοιούτου χαρακτηριστικὴ ψυχὴ εἴδους ἔχουσα πρὸς αὐτὸ λόγον ὡς εἰδοποιούμενον κατ’ αὐτήν, ἦν δὲ καὶ ἡ ὡς ὀργάνῳ αὐτῷ χρωμένη ψυχή· ἐντελέχεια γὰρ ἦν αὐτοῦ καὶ ἥδε κατὰ τὴν ῥέπουσαν πρὸς αὐτὸ νεῦσιν, διὰ τὸ χρῆσθαι αὐτῷ ὁριζομένη· ὡς ἑνὸς καὶ τοῦ χρωμένου καὶ τοῦ ὀργάνου γινομένου διὰ τὴν μίαν ἀμφοῖν ἐνέργειαν ὡς ἓν μὲν καὶ ταὐτὸν γίνεσθαι ἐξ ἀμφοῖν, τῷ δὲ εἶναι διαφέρειν ἀλλήλοιν καὶ διακεκρίσθαι· μάλιστα μὲν τὸ χρώμενον καὶ τὸ αἰσθητήριον, ὅπερ τὸ αἰσθανόμενον, καὶ αὐτὸ δὲ τὸ αἰσθητικόν, διττὴν ἔχον τὴν αἰτίαν, τὴν μὲν ὑλικὴν ὡς μέγεθος καὶ ὡς σῶμα, τὴν δὲ εἰδητικὴν κατὰ τὴν ὡς ζωτικὸν ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωὴν αἰσθητικήν. οὔτε γὰρ αὕτη μέγεθος οὔτε μᾶλλον ἡ χρωμένη ψυχή, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου· ἡ μὲν ὡς αὐτοῦ τοῦ ὀργάνου ὁριστική, ἡ δὲ ὡς ἐν τῷ χρῆσθαι αὐτῷ οὐσιωμένη λόγος κυρίως καὶ οὐχὶ εἶδος εἰρημένη. τὸ μὲν γὰρ ἀμέριστον, ἡ δὲ ἀνειλιγμένη ἐστὶν οὐσία· τοιαύτη δὲ ἡ ψυχικὴ ζωή. ἐπεὶ δὲ πολλοὶ καὶ ζωτικοὶ καὶ φυσικοί εἰσι λόγοι, εἰκότως λόγος τις ἡ αἰσθητικὴ εἴρηται ζωή· ἀλλὰ καὶ δύναμις εἰκότως τοὐ αἰσθητηρίου, ἡ μὲν καθ’ ἣν ζωτικῶς κινεῖται, ἡ δὲ ὡς κινητική. ἐντελέχεια γὰρ τοῦ δυνάμει ἡ κίνησις· καὶ δύναμις οὖν καὶ ἡ ἐν τῷ κινουμένῳ καὶ ἡ ἐν τῷ κινοῦντι. διώρισται δὲ ἐν τῷ δέλτα τῆς Μετὰ τὰ φυσικὰ περὶ δυνάμεως. p. 424a28 Φανερὸν δ’ ἐκ τούτων, καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια. Αὐτή τε γὰρ ἡ αἰσθητικὴ ζωή, τῶν ἀντικειμένων οὖσα εἰδῶν γνωριστικὴ καὶ πρὸς ἄμφω ὁμοίως ἔχουσα, μεσότης ἐστὶν οὐ τῷ ὑπ’ ἀμφοῖν ὁρίζεσθαι, ἀλλ’ ὡς ἀμφοτέρων ἐνεργητική, καὶ ὀργάνῳ ἐγγίνεται οἰκείῳ δεκτικῷ ὁμοίως τῶν ἀπ’ ἀμφοῖν ἐμφάσεων. διὸ ἐν μεσότητι καὶ αὐτό, οὐ τῇ προβλητικῇ ἀλλὰ τῇ δεκτικῇ, οὐχὶ καθαρᾶς ἐνεργείας ἀλλὰ τῆς πρὸς πάθος συμμιγοῦς. ἐὰν οὗν τὸ πάθος τὴν συστατικὴν φθείρῃ μεσότητα δι’ ὑπερβολὴν ὁποτερουοῦν τοῖν ἄκροιν, φθείρεται τὸ αἰσθητήριον ὡς αἰσθητήριον, καὶ λύεται ὁ λόγος φησίν, ὅ ἐστιν ἡ αἴσθησις. φθειρομένου γὰρ τῇ ἀσυμμετρίᾳ τοῦ δεκτικοῦ καὶ τὴν ὡς ὀργάνου μερικὴν ὁριστικὴν ζωὴν φθείρεσθαι ἀνάγκη, ἐν τῷ ἐκεῖνο ὁρίζειν οὐσιωμένην ,καὶ τὴν χρωμένην, ἐὰν ἐν τῷ τοιούτῳ μόνῳ χρῆσθαι οὐσίωται · ὡς εἴ γε μή, ἀλλ’ ἢ χωριστὰς ἔχοι ἐνεργείας, ὡς ὁ πλωτὴρ τῆς νεὼς ἡ ἄνθρωπος, ἢ πρώτως ἐν ἀιδίῳ ὑφίσταται σώματι, ὡς μηκέτι μὲν τούτῳ χρωμένη λύεται, οὐχ ἁπλῶς δέ. p. 424a31 Ὣσπερ καὶ ἡ συμφωνία καὶ ὁ τόνος κρουομένων τῶν χορδῶν. ἐνίοτε μὲν καὶ κοπτομένων αὐτῶν, ὅτε καὶ ἁπλῶς ἀναιρεῖται ἡ συμφωνία, ἐνίοτε δὲ μόνης παρεμποδιζομένης τῆς συμφώνου ἐνεργείας διὰ τὴν τῆς πληγῆς σφοδρότητα. ἔχει δὲ τὸ ὑπόδειγμα οἰκείως πρὸς τὴν σωματοειδῆ τοῦ ὀργάνου συμμετρίαν, ἀλλ’ οὐχὶ πρὸς τὴν αἰσθητικὴν ζωήν · οὐ γὰρ συμφωνία αὕτη, τῇ δὲ συμφωνίᾳ ἐπανθοῦσα. p. 424a32 Καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν. |Φανερῶς καὶ ἡ ζήτησις εἴρηται καὶ ἡ εὕρεσις τοῦ αἰτίου, ἀπό τε τῆ σωματικῆς ἰδιότητος ὡς ὑλικῆς καὶ ἀπὸ τῆς ζωῆς ὡς εἰδητικῆς. τὸ μὲν γὰρ μὴ ἔχειν μεσότητα κατὰ τὴν σωματοειδῆ νοητέον τῶν ἄκρων μεταξὺ συμμετρίαν, τὴν δὲ τῶν αἰσθητῶν δεκτικὴν εἰδῶν ἀρχὴν κατὰ τὴν αἰσθητικὴν ζωήν, ἐφ’ ἧς ὅπως τὸ δεκτικὸν νοητέον ἤδη διώρισται. p. 424b2 Ἀλλὰ πάσχειν μετὰ τῆς ὕλης. Τουτέστιν ὁριζόμενα ταῖς ποιότησι καὶ κατ’ αὐτὰς χαρακτηριζόμενα, ἀλλ’ οὐχὶ καὶ εἰς τὴν κατ’ αὐτὰς ἐγειρόμενα γνωστικὴν ἐνέργειαν. καὶ ὥσπερ ἡ ἐνέργεια κατὰ τὸ εἶδος καὶ σὺν τῷ εἲδει, οὕτως ἡ πεῖσις μετὰ τῆς ὕλης. εἰ γὰρ καὶ προηγουμένως τὸ σύνθετον τῇ θερμότητι ἐν τῷ θερμαίνεσθαι ὁρίζεται, ἀλλὰ καὶ ἡ τοῦ συνθέτου ὕλη, καὶ ὡς αὐτὴ πρώτως ὑπὸ τῶν οὐσιωδῶν εἰδῶν, οὕτω τὰ σύνθετα ταῖς ποιότησιν. p. 424b3 Ἀπορήσειε δ’ ἄν τις, εἰ πάθοι ἄν τι ὑπὸ τῆς ὀσμῆς ἀδύνατον ὀσφρανθῆναι. εἰρηκὼς καὶ ἀναίσθητα ἔνια πάσχειν, καὶ τούτων τὰ μὲν μετὰ τῆς ὕλης, ὡς τὰ θερμαινόμενα καὶ ψυχόμενα, τὰ δὲ ἄνευ ὕλης, ὡς τὸν κηρὸν δεχόμενον τὸ ἐν τῷ δακτυλίῳ σημεῖον ἄνευ τοῦ χρυσοῦ ἢ τοὐ σιδήρου, πάσχειν δὲ εἰπὼν καὶ τὴν αἴσθησιν, διὰ τῶν προκειμένων ἀποριῶν τε καὶ λύσεων τὸ διάφορον τῶν παθῶν διακρίνει καὶ τῶν τὰ πάθη ἐμποιουσῶν ποιήσεων. αἱ μὲν γὰρ ἀλλοιοῦσαι καὶ τρέπουσαι τὸ δεχόμενον δρῶσι, καὶ δῆλον ὡς καὶ τὰ δεχόμενα ἀλλοιούμενα πάσχει, ὡς τὰ βαπτόμενα πάσχει χρωματιζόμενα καὶ τὰ εὐωδίας τινὸς ἐκ τῶν παρακειμένων μεταλαγχάνοντα καὶ γλυκαζόμενα ἄττα καὶ θερμαινόμενα ἢ καὶ εὐηχότερα γινόμενα, ὡς ἡ μαλαττομένη καὶ τεινομένη χορδή· αἱ δὲ κατὰ μόνον τὸ εἶδος ἐνεργοῦσαι καὶ εἴδους τινὸς ἄνευ πάθους γινόμεναι εἰς τὸ δεχόμενον μεταδοτικαί, ὥσπερ τὸν κηρὸν ἔφην τοῦ σημείου μεταλαγχάνειν, καὶ ἔτι καθαρώτερον ὁ ἀὴρ τοὐ φωτὸς καὶ ὅλως τὰ μεταξὺ τῶν τε αἰσθητηρίων καὶ τῶν αἰσθητῶν, τὴν τοῦ αἰσθητοῦ διαβιβάζοντα ἐνέργειαν. οὕτω γὰρ καὶ τὴν τοῦ χρώματος τὰ διαφανῆ καὶ τὴν τοὐ ψοφητικοῦ μὲν τὰ διηχῆ, τὴν δὲ τοῦ ὀσφραντοῦ τὰ δίοσμα· εἰ δὲ καὶ ἡ γλῶττα καὶ ἡ σὰρξ μεταξύ, ἔχοιμεν ἂν καὶ ἐπὶ τῶν χυμῶν καὶ ἐπὶ τῶν ἁπτῶν τὰ τὴν ἐνέργειαν ὡς τὰ διαβιβαστικὰ δεχόμενα, ἀλλ’ ἐνταῦθα ὡς ἅμα καὶ αἰσθητικὰ δευτέρως. αἱ δέ τινες ποιήσεις αἰσθητῶν οὖσαι ὡς αἰσθητῶν, ὅταν τὸ δεκτικὸν αἰσθητικὸν ᾖ, εἴ γε πρὸς ἄλληλα ταῦτα λέγεταί τε καὶ ἐνεργεῖ, τὸ μὲν αἰσθητικὸν αἰσθητοῦ ὂν αἰσθητικόν, τὸ δὲ αἰσθητὸν αἰσθητικῷ ὂν αἰσθητόν. ἐνεργεῖ οὖν ὡς αἰσθητὸν εἰς τὸ αἰσθανόμενον, ὡς δὲ χρῶμα καὶ ὡς ψόφος τὸ μὲν εἰς τὸ διαφανὲς τὸ δὲ εἰς τὸ διηχές, κἀν μὴ τὸ ὁρῶν ἢ τὸ ἀκοῦον ᾖ, οὐκ ἐν τῷ ἐνεργεῖν τι, ἀλλ’ ἐν τῷ δέχεσθαι τὴν ἄλλων ἐνέργειαν ἐντελεχείᾳ γινομένου διαφανοῦς ἢ διηχοῦς, τοὐ δὲ αἰσθητικοῦ καὶ ἐν τῷ ἐνεργεῖν· ἡ γὰρ κριτικὴ ἐνέργεια αὐτοῦ. τριττὴ γοῦν ἥ τε ποίησις καὶ ἡ πάθη, ἡ μὲν κατ’ ἀλλοίωσιν καὶ τροπὴν τοὐ δεχομένου, ἡ δὲ κατὰ εἰδητικῆς ἐνεργείας μετάδοσιν μὲν τοῦ ποιοῦντος, μετάληψιν δὲ τοῦ δεχομένου, πάθην καὶ αὐτὴν διὰ τὴν ἔξωθεν τελείωσιν λεγομένην, ἡ δὲ πρὸς τῇ ἔξωθεν εἰσδοχῇ καὶ κατὰ τὴν οἰκείαν ὁριζομένη ἐνέργειαν, πάθη καὶ αὐτὴ διὰ τὴν ἑτέρωθεν οὖσα εἰσδοχήν· καὶ ἐνταῦθα ἡ αἴσθησις μόνον. διὸ οὐ πᾶσι πάθη αἰσθητική. διακρίνων οὖν ταῦτα ὁ φιλόσοφος ἀπορεῖ, εἰ τὸ ὀσφραντὸν ἢ τὸ χρῶμα δρᾷ τι εἰς τὸ μὴ αἰσθητικόν. καὶ τέως ὅτι μὴ δρᾷ συνηγορεῖ, εἴπερ, φησίν, ὀσφραντὸν μὲν ἡ ὀσμή, ἡ δὲ ὀσμὴ εἰς τὴν ὂσφρησιν ποιεῖ, αἴσθησις δέ τις ἡ ὄσφρησις, καὶ συνάγει τὰ μὴ ὀσφραινόμενα μὴ πάσχειν ὑπὸ ὀσμῆς. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, φησίν, ὡς μὴ ὑπὸ χρώματος ἄλλο τι πάσχειν εἰ μὴ τὸ ὁρατικόν. διὸ ἐπάγει ὡς οὐδὲ τῶν δυνατῶν, ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον. κἄν γὰρ αἰσθάνεσθαι δύνηται τὸ ἀκουστικόν, ἀλλ’ οὐχ ὑπὸ χρώματός τι πείσεται, ἡ δέ ἐστιν αἰσθητικόν, ὑπὸ ψόφου, καὶ τὸ γευστικὸν ὑπὸ χυμοῦ· δῆλον δὲ ὡς ἀληθῆ τὰ λεγόμενα, ἐὰν μὴ ὡς χρῶμα ἀπλῶς ἢ ὡς ὀσμή, ἀλλ’ ὡς αἰσθητὸν νοῆταί τε καὶ λέγηται· οὐδὲ γὰρ τὰ ἀναίσθητα ὡς ὑπὸ αἰσθητῶν πάσχει· p. 424 b 9 Ἃμα δὲ δῆλον καὶ οὕτως· οὔτε γὰρ φῶς καὶ σκότος οὔτε ψόφος οὔτε ὀσμὴ οὐδὲν ποιεῖ τὰ σώματα, ἀλλ’ ἐν οἷς ἐστιν· Καὶ τὸ ἐπιχείρημα τοῦτο εἰς ταὐτὸν τείνει τῷ προειρημένῳ, ὅτι εἰς τὰ σώματα ὡς σώματα δηλαδὴ οὐ δρᾷ τὰ τῶν αἰσθητῶν εἲηδ καθ’ αὑτά, ἀλλὰ κατὰ τὰ ὑποκείμενα αὐτοῖς· ὡς ἡ βροντὴ ῥήγνυσι ξύλα ἐνίοτε οὐχ ὡς ψοφοῦσα, ἀλλὰ τῷ τὸ πνεῦμα, ἐν ᾧ ὁ ψόφος, σφοδρῶς κινούμενον ἐμπίπτειν εἰς τὸ ξύλον. ὅτι οὐ μόνον ὡς αἰσθητὰ οὐδὲν δρᾷ τὰ αἰσθητά, ἀλλ’ οὐδὲ καθ’ αὑτὰ τῆς ἀφ’ ἑαυτῶν ἐνεργείας μεταδιδόντα, κατ’ ἄλλο δέ τι, ὡς εἰ τὸ κεχρωσμένον ἐπικείμενόν τῳ εἰς τὸ κάτω συνωθοίη, οὐ κατὰ τὸ χρῶμα δηλαδή, ἀλλὰ κατὰ τὴν βαρύτητα, καὶ εἰ θερμαίνοι, κατὰ θερμότητα. οὒτε οὖν ὡς αἰσθητὸν οὔτε ὡς χρῶμα δρῴη ἂν τότε. |p. 424 b 12 Ἀλλὰ δὴ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· Δοκεῖ μὲν τῷ ἐναντίῳ συνηγορεῖν, ὅτι δρᾷ τὰ αἰσθητὰ καὶ εἰς τὰ μὴ αἰσθητικά, δι’ ἀμφοῖν δὲ τοῖν λόγοιν τὸ ἀληθὲς ἐμφαίνει, ὅτι καὶ ὡς αἰσθητά ποτε δρᾷ τὰ εἴδη τῶν αἰσθητῶν, ὥστε εἰς τὸ αἰσθητικόν, καὶ ὡς μὴ αἰσθητά. καὶ τοῦτο διχῶς· καὶ γὰρ κατὰ τὰ εἴδη ἑαυτῶν καὶ κατὰ τὰ ἑαυτοῖς ὑποκείμενα ἢ συνυπάρχοντα. ὅτι γὰρ δρᾷ, ἐκ τῶν ἁπτῶν μάλιστα ἐναργὲς καὶ ἐκ τῶν χυμῶν· καὶ γὰρ θερμαίνεται καὶ τὰ ἄψυχα καὶ γλυκέα γίνεται καὶ ἁλμυρὰ ἀλλοιούμενα, ὡς καὶ αὐτὸς λέγει, καὶ κατὰ τὸν εἰρημένον ἡμῖν πρῶτον πάσχοντα τρόπον· p. 424 b 16 Τί οὖν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν; Παρὰ τὸ οὕτω πάσχειν, ὡς ὁ ἀὴρ ὁ τὴν τοὐ ὄζοντος διαβιβάζων ἐνέργειαν, ἑκατέρου καὶ τοῦ μεταξὺ καὶ τοῦ αἰσθητικοῦ εἰδητικὴν δεχομένου ἐνέργειαν· p. 424 b 17 Ἢ τὸ μὲν ὀσμᾶσθαι αἰσθάνεσθαι. Τουτέστιν οὐ κατὰ μόνην τὴν ἔξωθεν ἵστασθαι ἐνέργειαν, ἀλλὰ καὶ κατ’ οἰκείαν, εἴ γε γνωστικῶς ἐστιν ἐνεργεῖν τὸ αἰσθάνεσθαι. p. 424 b 17 Ὁ δὲ ἀὴρ παθὼν ταχέως αἰσθητὸς γίνεται. Τὸ μὲν διαφανὲς ἀθρόαν δέχεται τὴν ἀπὸ τοὐ φωτίζοντος ἐνέργειαν, τὸ δὲ διηχὲς καὶ δίοσμον οὐκ ἀθρόως μέν, ἐπειδὴ τῷ προπάσχειν πὼς δέχεται τὴν ἐνέργειαν, τὸ δὲ πάθος ἐν χρόνῳ, ταχέως δέ. παθὼν οὖν ὁ ἀήρ, ἢ ὡς τῷ προπαθεῖν ἐνεργείᾳ δίοσμος γινόμενος ἢ καὶ ὡς ἑτέρωθεν τὴν τοῦ ὀσφραντοῦ ἐνέργειαν δεχόμενος, αἰσθητὸς γίνεται· ἐνίοτε μὲν καὶ αὐτὸς ποιούμενος καὶ ὀσφραντὸς γινόμενος, πάντως δὲ τὴν τοῦ ὀσφραντοῦ ἐνέργειαν εἰς τὴν ὄσφρησιν ἄγων, ἑκατέρως δὲ οὐκ αἰσθητικὸς ἀλλ’ αἰσθητὸς γινόμενος, διότι μὴ καὶ ἔνδοθεν κατ’ οἰκείαν ἐνέργειαν κατὰ τὸ τοῦ αἰσθητοῦ ἵσταται εἶδος.