Ancient Greek
ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ TO E ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙ ΠΕΜΠΤΟΝ
Simplicius, In Aristotelis physicorum libros commentaria ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ TO E ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙ ΠΕΜΠΤΟΝ.1
Not analysed yet
’Ev τῷ τρίτῳ βιβλίῳ ταύτης τῆς πραγματείας περὶ κινήσεως διδάξας τῆς κοινῶς λεγομένης, ἥτις ταὐτόν ἐστι τῇ μεταβολῇ, καὶ ἀδιαφόρως ἐπ’ ἐκείνου τῷ τῆς κινήσεως καὶ τῆς μεταβολῆς ὀνόματι χρησάμενος, βούλεται νῦν διορίσαι καὶ δεῖξαι ὅτι κοινότερον μὲν καὶ καθολικώτερόν ἐστιν ἡ μεταβολή, ἡ δὲ κίνησις μερικωτέρα τῆς μεταβολῆς ἐστι καὶ ὡς εἶδος ὑπὸ γένος ἐστὶ τὴν μεταβολήν, εἴπερ καὶ ἡ γένεσις καὶ ἡ φθορά, ὡς δείξει, μεταβολαὶ μέν εἰσι, κινήσεις δὲ οὐκ εἰσί· διορίσας δὲ τὴν κίνησιν ἀπὸ τῆς μεταβολῆς καὶ τὰ εἴδη λοιπὸν τῆς κυρίως κινήσεως παραδίδωσι καὶ ἔστιν οὗτος ὁ λόγος ἠρτημένος εἰκότως τοῦ κοινοῦ περὶ τῆς μεταβολῆς λόγου καὶ συνεχὴς πρὸς αὐτόν, κἄν μεταξὺ τὰ περὶ ἀπείρου καὶ τόπου καὶ κενοῦ καὶ χρόνου παρενεβλήθη· διὸ καὶ τὸ πέμπτον τοῦτο βιβλίον τοῖς Περὶ ἀρχῶν Φυσικοῖς λεγομένοις Ἀριστοτέλης καὶ οἱ τοῦ Ἀριστοτέλους ἑταῖροι συναριθμοῦσιν, ὥσπερ τὰ ἐφεξῆς τρία Περὶ κινήσεως καλεῖν εἰωθασι. μετὰ γὰρ τὴν διαίρεσιν τῆς κινήσεως τῆς κατὰ τὸ ποσὸν καὶ ποιὸν καὶ τὴν ποῦ κατηγορίαν φυσικὰ προστίθησι θεωρήματα ἐν τούτοις, περί τινων διδάσκων καὶ αὐτῶν κοινῶς τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων τοῖς ἐν τόπῳ τὴν ὕπαρξιν ἔχουσι καὶ κινουμένοις κατὰ τόπον τί τὸ ἅμα, τί τὸ χωρίς, τί τὸ ἅπτεσθαι, τί τὸ μεταξύ, τί τὸ ἐφεξῆς, τί τὸ ἐχόμενον, τί τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκε, καὶ τίς ἡ μία κίνησις κατὰ πάντα τὰ σημαινόμενα τοῦ ἑνός. τριχῶς δὲ λέγεται τὸ ἕν, γένει, εἴδει, ἀριθμῷ· καὶ ἐπὶ τέλει προστίθησι, ποία κίνησις ποίᾳ κινήσει καὶ ποίᾳ ἠρεμίᾳ ἐναντία. θαυμάζω δὲ τὸν φιλοσοφώτατον Πορφύριον, πῶς ἐν τῇ συνόψει τοῦ πέμπτου τούτου βιβλίου, καίτοι φιλοκάλως τὰ περὶ τῆς διαιρέσεως τῶν ὀκτὼ βιβλίων ἱστορῶν καὶ ὅτι πάντες τὰ μὲν πέντε Φυσικὰ καλοῦσιν, τὰ δὲ τρία Περὶ κινήσεως, αὐτὸς ὅμως τὰ ἀπὸ τοῦ πέμπτου ἄχρι τοῦ ὀγδόου βιβλία ἐφεξῆς τέτταρα περὶ κινήσεως ἔχειν τὴν πραγματείαν αὐτῇ λέξει φησὶ καὶ ἰδίᾳ Περὶ κινήσεως ἐπιγεγράφθαι. p. 224a21 Μεταβάλλει δὲ τὸ μεταβάλλον πᾶν ἕως τοῦ τὸ δὲ καθ’ αὑτὸ πρῶτον. Προθέμενος δεῖξαι μερικωτέραν οὖσαν τῆς μεταβολῆς τὴν κίνησιν διορίζει πρῶτον τὰς τῆς μεταβολῆς διαφοράς, τὴν μὲν κατὰ συμβεβηκὸς λέγων, ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν, ὅτι ὁ ἄνθρωπος ᾧ συμβέβηκε τὸ μουσικῷ εἶναι βαδίζει καθ’ αὑτό, καὶ ὅταν τὸν ἐν τῇ νηὶ ἠρεμοῦντα πλωτῆρα λέγωμεν κινεῖσθαι, ὅτι ἡ ναῦς, ᾗ τρόπον τινὰ συμβέβηκεν ὁ πλωτήρ, καθ’ αὑτὴν κινεῖται καὶ μεταβάλλει. τὰ δέ, φησί, λέγομεν μεταβάλλειν, ὅσα κατὰ μέρος μεταβάλλει ,ὅταν ὑγιάζεσθαι λέγωμεν τὸ σῶμα, ὅτι ὁ ὀφθαλμὸς ἢ ὁ θώραξ μέρη ὄντα αὐτοῦ ὑγιάζεται, ἢ κινεῖσθαι τὸν ἄνθρωπον, ὅτι ἡ χεὶρ αὐτοῦ κινεῖται. τρίτη δὲ διαφορὰ μεταβολῆς ἐστιν, ὅταν μήτε κατὰ συμβεβηκὸς κινῆται τὸ κινούμενον μήτε κατὰ μέρος, ἀλλὰ καὶ προηγουμένως καὶ οὐχὶ τῷ ἄλλο κινεῖσθαι, ὅπερ πρῶτον τῷ κατὰ συμβεβηκὸς ἀντίκειται. καὶ καθ’ ἑαυτὸ ὅλον, ὅπερ τοῦ κατὰ μέρος κεχώρισται. καὶ τοῦτό ἐστι τὸ καθ’ αὑτὸ κινητὸν ἤτοι μεταβλητόν. ἐπὶ μεταβολῆς γὰρ ἔτι ποιεῖται τὸν λόγον, κἄν τὰ παραδείγματα κινήσεων ᾖ. πρῶτα δὲ διαρθρώσας τό τε κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος οὕτως ἐπάγει τὸ καθ’ αὑτό, διότι ἐκ τῆς ἐκείνων ἀναιρέσεως τοῦτο παρίστησι· καὶ ἐπάγει ὅτι πολλῶν ὄντων εἰδῶν τῆς μεταβολῆς ἐν πᾶσιν αἱ τρεῖς εἰσιν αὗται διαφοραὶ τῆς μεταβολῆς αἱ εἰρημέναι· ἄλλο γὰρ κατ’ ἄλλο μεταβολῆς εἶδος ἔχει τὰς εἰρημένας διαφοράς, οἷον τὸ ἀλλοιωτὸν κατὰ ἀλλοίωσιν. ἐπειδὴ δὲ πολλὰ τῆς ἀλλοιώσεως εἴδη καὶ καθ’ ἕκαστόν εἰσιν αἱ τρεῖς διαφοραί, ἐπήγαγε καὶ ἀλλοιώσεως ὑγιαντὸν ἡ θερμαντόν· καὶ γὰρ ὑγιάζεσθαι καὶ θερμαίνεσθαι ἔστι καὶ κατὰ συμβεβηκὸς καὶ κατὰ μέρος καὶ καθ’ αὑτό· καθ’ αὑτὸ μὲν γὰρ θερμαίνεται τὸ ὕδωρ, κατὰ συμβεβηκὸς δὲ τὸ γλυκὺ ὕδωρ, κατὰ μέρος δέ, ὅταν μέρους τοῦ ὕδατος τοῦ ξεστιαίου θερμαινομένου λέγωμεν τὸ ξεστιαῖον θερμαίνεσθαι. εἰπὼν δὲ ἐπὶ τοῦ κινουμένου καθ’ ἕκαστον εἶδος ταύτας εἶναι τὰς διαφοράς, ἐπάγει ὅτι καὶ ἐπὶ τοῦ κινοῦντός εἰσιν αὗται αἱ διαφοραί, καὶ δῆλον ὅτι καὶ ἐπὶ τούτου καθ’ ἕκαστον εἶδος. ὑγιάζει γὰρ ὁ μουσικὸς κατὰ |συμβεβηκός, ὅταν τῷ καθ’ αὑτὸ ἰατρεύοντι, τῷ ἰατρῷ, συμβαίνῃ τὸ μουσικῷ εἶναι· καὶ θερμαίνει κατὰ συμβεβηκός ποτε ἡ τοῦ ψυχροῦ ὕδατος κατάχυσις, ὅταν τῇ ἔνδον θερμότητι ἐπισυμβῇ· καὶ κατὰ μέρος δὲ κινεῖ ὁ τὴν μύλην τῇ χειρὶ κινῶν· κινεῖ δὲ καθ’ αὑτὸ τὸ μήτε κατὰ συμβεβηκὸς μήτε κατὰ μόριον κινοῦν, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ πρῶτον. οὕτω δὲ ἀντιτέθεικε τῷ μὲν κατὰ συμβεβηκὸς τὸ καθ’ αὑτό, τῷ δὲ κατὰ μέρος τὸ πρώτως, ὥς φησιν Ἀλέξανδρος, ἢ τάχα ἀμφοτέροις ἑκάτερον · καὶ τὸ καθ’ αὑτὸ γὰρ πρός τε τὸ κατὰ συμβεβηκὸς ἀντίκειται καὶ πρὸς τὸ κατὰ μέρος, διότι ἐκεῖνο οὐ καθ’ ὅλον ἑαυτό· καὶ τὸ πρώτως πάλιν ὁμοίως οὐ τῷ κατὰ μόριον μόνον ἀλλὰ καὶ τῷ κατὰ συμβεβηκός, διότι ἐκεῖνο οὐ πρώτως κινεῖ, ἀλλὰ τῷ τῷ πρώτως κινοῦντι συμβεβηκέναι. ὅτι δὲ ἄμφω ἐφ’ ἑκατέρου παρέλαβε, δηλοῖ καὶ αὐτὸς ἐφεξῆς τὸ ῾πρῶτον” ἀντὶ ἀμφοτέρων εἰπών, ὅταν λέγῃ “ἐπεὶ δὲ ἔστι μέν τι τὸ κινοῦν πρῶτον, ἔστι δέ τι τὸ κινούμενον”. ὁ δὲ Ἀλέξανδρος τὸ “πρῶτον” ἐκεῖνο τοῦ καθ’ αὑτὸ δηλωτικὸν εἶναί φησι· “τὸ γὰρ πρῶτον, φησίν, αὐτὸ κινοῦν καὶ μὴ κατὰ μόριον οὐδὲ κατὰ συμβεβηκὸς κινεῖ”. καὶ ὅτι μὲν τὸ πρῶτον ἀμφοτέροις καὶ αὐτὸς ἀντικεῖσθαι νομίζει τῷ τε κατὰ μέρος καὶ τῷ κτὰ συμβεβηκός, δῆλον· οὐ μέντοι τὸ οὕτως πρῶτον οἶμαι ὡς μὴ κατὰ μόριον κινοῦν ἀνάγκη μηδὲ κατὰ συμβεβηκὸς κινεῖν. ὁ γὰρ ἰατρεύων μουσικὸς οὐ κατὰ μόριον κινῶν οὐ γὰρ μόριον ὁ ἰατρὸς τοῦ μουσικοῦ) κατὰ συμβεβηκὸς ἰατρεύει. εἰ γάρ τις λέγοι τὸν ἰατρὸν μέρος εἶναι τοῦ μουσικοῦ ἰατροῦ, ἀναγκασθήσεται, ὅταν ὁ μουσικὸς ἰατρὸς ἰατρεύῃ, μὴ λέγειν καθ’ αὑτὸ ἰατρεύειν αὐτόν, ἀλλὰ κατὰ μέρος. p. 224 a 34 Ἐπεὶ δέ ἐστι μέν τι τὸ κινοῦν πρῶτον ἕως τοῦ τὁ εἶδος ἢ ὁ τόπος ἢ τὸ τοσόνδε. Διακρίνας τὴν καθ’ αὑτὸ μεταβολὴν ἀπό τε τῆς κατὰ συμβεβηκὸς καὶ τῆς κατὰ μέρος ἐπί τε τοῦ κινουμένου καὶ ἐπὶ τοῦ κινοῦντος, τὴν καθ’ αὑτὸ καὶ πρώτως προεβάλετο πρὸς τὴν διάρθρωσιν τῶν τῆς μεταβολῆς εἰδῶν, διότι πᾶσα γνῶσις ἐπιστημονικὴ καὶ ἀποδεικτικὴ ἀπὸ τῶν καθ’ αὑτὰ ὑπαρχόντων συνάγεται. πρὸ δὲ τοῦ τὰ εἴδη τῆς μεταβολῆς παραδοῦναι καὶ τῆς κινήσεως πρῶτον δείκνυσιν, ἐν τίνι ἐστὶν ἡ κίνησις· ἐπειδὴ γὰρ ἡ κίνησις οὐ τῶν καθ’ ἑαυτὰ ὑφισταμένων ἐστίν, ἀλλὰ τῶν ἐν ἄλλοις τὸ εἶναι ἐχόντων, ἄν μὴ πρότερον φανῇ, ἐν τίνι τίν, οὕτε ἡ φύσις αὐτῆς γνωσθείη ἂν οὔτε τὰ εἴδη διορισθείη · πρὸ δὲ τούτου, τίνα ἐστὶ τὰ συνεδρεύοντα τῇ κινήσει, τουτέστι τίνα χρὴ πάντως εἶναι, εἰ ἔστι κίνησις καὶ μεταβολή, ὥστε ἐν τούτων τινὶ ζητεῖν τὴν κίνησιν. καὶ αὐτὸς μὲν ὡς ἐναργῆ ταῦτα λαμβάνει· διὸ καὶ τῷ παρασυναπτικῷ χρῆται συνδέσμῳ· προφανὴς δέ ἐστι καὶ ἡ ἀνάγκη τοῦ λόγου. ἐπειδὴ γὰρ ἡ κίνησις ἤτοι ἡ μεταβολὴ πάθος τι τοῦ κινουμένου ἐστὶν ἐνεργητικόν, καὶ τὸ πάσχον εἶναι χρὴ καὶ τούτῳ τὸ ποιοῦν εὐθὺς συνεισάγεσθαι. τὸ γὰρ πάσχον καὶ πρὸς τὸ ποιοῦν ἔστι τε καὶ λέγεται· μεταβολὴ δὲ οὖσα καὶ ἄλλο μετ’ ἄλλο δηλοῦσα καὶ τὸ ἐξ οὗ καὶ τὸ εἰς ὃ πάντως συνεμφαίνει, εἰ καὶ ἄλλο μὲν ἐπὶ τῆς φορᾶς τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ τόποι γὰρ ἐναντίοι), ἀγλα’ δὲ ἐπὶ τῶν ἄλλων κινήσεων. ἐπειδὴ δὲ καὶ τὸ πρότερον καὶ τὸ ὕστερον πάντως ἔχει, εἴπερ ἄλλο μετ’ ἄλλο καὶ σωμάτων ἐστί (περὶ γὰρ τῶν τοιούτων νῦν ὁ λόγος), ἀνάγκη καὶ χρόνον συνεισάγεσθαι καὶ τόπον. πᾶσα γὰρ κίνησις ἐν χρόνῳ, ὡς ἔδειξεν ἐν τῷ πρὸ τούτου, καὶ πᾶν σῶμα ἐν τόπῳ. Θεὶς δὲ καὶ ὀνόματα τῷ μὲν κινουμένῳ τὸ ὅ, τῷ δὲ ἐξ οὗ κινεῖται τὸ ἐξ οὗ, τῶ δὲ εἰς ὃ κινεῖται τὸ εἰς ὅ, καὶ εἰπὼν ἕτερα εἶναι τὸ ἐξ οὗ καὶ εἰς ὃ αὐτοῦ τοῦ κινουμένου, ὥσπερ τοῦ ξύλου τό τε ψυχρὸν ἐξ οὗ κινεῖται καὶ τὸ θερμὸν εἰς ὃ κινεῖται, δείκνυσιν ἐκ τῶν διαφόρων ὀνομάτων τὴν ἑτερότητα. εἰπὼν δὲ ἕτερον εἶναι τὸ κινούμενον προσέθηκε τὸ πρῶτον τὸ καθ’ αὑτὸ κινούμενον δηλῶν· ἐπὶ γὰρ τούτου ἀληθὲς τὸ ἕτερον αὐτὸ εἶναι τοῦ ἐξ οὗ, τῶν δέ γε κατὰ συμβεβηκὸς κινεῖσθαι λεγομένων οὐδὲν κωλύει ταὐτὸν εἶναι τὸ κινούμενον τῷ ἐξ οὗ· οἷον ὅταν λέγῃ τις τὸ λευκὸν κινεῖσθαι κινουμένου τοῦ ᾧ συμβέβηκεν εἶναι λευκῷ, εἴη δὲ ἡ κίνησις αὐτῷ ἐκ λευκοῦ· γίνεται γὰρ τότε ταὐτὸν τό τε κινούμενον καὶ τὸ ἐξ οὗ. ἀλλὰ καὶ τὸ κινοῦν καθ’ αὑτὸ τοὐ καθ’ αὑτὸ κινουμένου ἕτερον· κατὰ συμβεβηκὸς γὰρ οὐδὲν κωλύει ταὐτὸν εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον, ὡς ὁ κυβερνήτης κινῶν τὴν ναῦν ἑαυτὸν συγκινεῖ, καὶ ὁ ἰατρὸς ὅταν ἑαυτὸν ἰατρεύῃ. Διορίσας δὲ ταῦτα ἀπ’ ἀλλήλων ἐπάγει ἡ δὲ κίνησις δῆλον ὅτι ἐν τῶ ξύλω, τουτέστιν ἐν τῷ κινουμένῳ. καὶ εἴτε οὕτω γέγραπται ἡ δὲ κίνησις εἴτε ἡ δὴ κίνησις, ἀμφοτέρως οἶμαι τοῦτο ἀκολούθως ἐπάγεται τῶ ἐπεὶ δέ ἐστι μέν τι τὸ κινοῦν καὶ τοῖς ἑξῆς. ἐπεὶ γὰρ τὰ προειρημένα δεῖ εἶναι, εἰ κίνησις ἔστι, δῆλον ὅτι ἡ κίνησις οὐκ ἐν ἄλλῳ τινὶ τῶν προειρημένων ἐστίν, ἀλλ’ ἐν τῷ κινουμένῳ· τὸ γὰρ εἶδος ἢ τὸ μέγεθος ἢ ὁ τόπος ἢ ὅλως εἰς ὃ κινεῖται τὸ κινούμενον οὔτε κινεῖ οὔτε κινεῖται, ἀλλὰ ἄλλο τούτων ἑκατέρου ἐστίν. ὁ δὲ Ἀλέξανδρος, εἰ μὲν ἡ δὴ κίνησις εἴη γεγραμμένον, ἕπεσθαι τοῦτο τοῖς προτέροις, ὡς εἴρηται, φησίν· εἰ δὲ γράφοιτο ἡ δὲ κίνησις διὰ τοῦ εἶ, εἰπών, φησί, τίνα δεῖ εἶναι, εἰ κίνησις ἔσται, ὅτι κινοῦν, κινούμενον, χρόνον, καὶ ἐξ οὗ καὶ εἰς ὅ, καὶ ὅτι ἕτερα καὶ κεχωρισμένα τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ εἰς ὅ, προστίθησι περὶ αὐτῆς τῆς κινήσεως καὶ λέγει ὅτι αὕτη, πρὸς ἣν χρεία τῶν εἰρημένων, ἐν τῷ κινουμένῳ ἐστίν· οὔτε γὰρ καθ’ αὑτήν οὐδὲν γὰρ πάθος καθ’ αὑτό) οὔτε ἐν τῷ κινοῦντι, διότι τὸ μὲν κινοῦν ἐνεργείᾳ ὂν ἀμετάβλητόν ἐστι καθόσον κινεῖ, ἡ δὲ κίνησις μεταβολή. καὶ τὸ ἐν ᾧ ἐστι μεταβάλλει κατ’ αὐτήν· ἀλλ’ οὐδὲ ἐν τῷ τόπῳ ἡ κίνησις, καὶ ὅτι ἀκίνητος κατ’ αὐτὸν ὁ τόπος καὶ ὅτι ἄλλο ὁ τόπος καὶ ἄλλο τὸ κατὰ τόπον κινούμενον, ἐν ὧ χρὴ τὴν κίνησιν εἷναι. ἀλλ᾿ οὐδὲ ἐν τῷ ἐξ οὗ ἐστιν ἡ κίνησις, ὅτ’· . τὸ ἀφιστάμενον αὐτοῦ οὐκ ἄν ἐκινεῖτο, ἀλλὰ τὸ ἐν αὐτῶ ὄν. νῦν δὲ ἀνάπαλιν τὸ μὲν ἐν αὐτῷ οὐ κινεῖται, τὸ δὲ αὐτοῦ ἀφιστάμενον κινεῖται· ἀλλ’ οὐδὲ ἐν τῷ εἰς ὃ εἴη ἄν ἡ κίνησις, ὅτι τὸ ἐπ’ αὐτὸ ἰὸν κινήσεται πρὸ τοῦ ἐν κινήσει γενέσθαι. καὶ ὅτι κατὰ τὸ αὐτὸ κινήσεται καὶ ἠρεμήσει· καθόσον μὲν γὰρ ἐν κινήσει, κινήσεται, καθόσον δὲ ἐν τέλει γέγονεν, ἠρεμήσει. Ἐπειδὴ δὲ οὐ κατὰ ποιότητα μόνην γίνεται ἡ κίνησις, ἣν κατ’ εἶδος λέγει οὖσαν ἀλλοίωσιν, οὐδὲ κατὰ γένεσιν καὶ φθοράν, αἵπερ κυριώταται μεταβολαὶ κατ’ εἶδος ἂν λέγοιντο, ἀλλὰ γίνονται κινήσεις καὶ κατὰ τόπον ὡς ἡ φορὰ καὶ κατὰ ποσὸν ὡς αὔξησις καὶ μειωσις, διὰ τοῦτο μετα τὴν κατ’ εἶδος προσέθηκε καὶ ταύτας εἰπὼν ἢ ὁ τόπος ἢ τὸ τοσόνδε. ὡς γὰρ τὸ εἶδος ἐπὶ τῶν κατ’ εἶδος κινουμένων οὗτε κινοῦν ἐστιν οὔτε κινουμενον, οὕτως οὐδὲ ὁ τόπος ἐπὶ τῶν κατὰ τόπον οὐδὲ τὸ ποσὸν ἐπὶ τῶν κατὰ ποσόν. ὅτι δὲ μὴ ἐν τῷ κινοῦντί ἐστιν ἡ κίνησις, καὶ ἐν τῷ τρίτῳ ταύτης ἔδειξε τῆς πραγματείας ,ἔνθα καὶ προηγουμένως διδάσκει ἐν τίνι ἐστὶν ἡ κίνησις. ἔδειξε δὲ ἐκεῖ, ὅτι οὐδὲ ἐν τῷ χρόνῳ, εἴπερ ἀριθμός ἐστι κινήσεως ὁ χρόνος. λείπεται οὖν τρία, τό τε κινούμενον καὶ τὸ ἐξ οὗ, καὶ τὸ εἰς ὅ. διὸ καὶ ἐπὶ τούτων μάλιστα ζητεῖ, ἐν τίνι ἡ κινησις. τὸ δὲ εἶδος, φησί, καὶ ὁ τόπος καὶ τὸ μέγεθος οὔτε κινεῖ οὔτε κινεῖται, ταύτην δηλονότι τὴν κίνησιν, ἣν τὸ εἰς αὐτὸ μεταβάλλον κινεῖται· τὸ μὲν γὰρ ἀλλοιούμενον κινεῖται κατὰ ἀλλοίωσιν. τὸ δὲ εἶδος, ἐφ’ ὃ κινεῖται τὸ ἀλλοιούμενον οἷον τὸ λευκόν, οὐ λευκαίνεται· ἀλλ’ οὐδὲ τὸ εἶδος, εἰς ὃ τὸ γινόμενον μεταβάλλει, γίνεται κατ’ ἐκείνην τὴν γένεσιν· γίνεται μέντοι μὴ πρότερον ὄν. καὶ καλῶς γε οἶμαι ὁ Στράτων τὴν κίνησιν οὐ μόνον ἐν τῷ κινουμένῳ φησὶν εἶναι, ἀλλὰ καὶ ἐν τῷ ἐξ οὗ καὶ ἐν τῷ εἰς ὅ, ἄλλον δὲ τρόπον ἐν ἑκάστῳ· τὸ μὲν γὰρ ὑποκείμενον, φησί, κινεῖται ὡς μεταβάλλον, τὸ δὲ ἐξ οὗ καὶ εἰς ὃ τὸ μὲν ὡς φθειρόμενον τὸ δὲ ὡς γινόμενον. εἰ δέ τινα τῶν εἰδῶν κινεῖν λέγεται, ὥσπερ ἡ ψυχὴ τὸ ζῷον καὶ ἡ βαρύτης τὸν λίθον, οὐχὶ τὸ αἴτιον τῆς κινήσεως ζητεῖ νῦν, οἵα ἐστὶν ἡ βαρύτης καὶ ἡ ψυχή, ἀλλ’ ἐν τίνι ἐστὶν ἡ κίνησις· οὐ κινεῖται δὲ ἡ βαρύτης προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς ὡς ὁ ἐν τῇ νηὶ· πλωτήρ. ἐξαρκεῖ δὲ καὶ ὁ τῆς κινήσεως ὁρισμὸς δεῖξαι, ὅτι ἐν τῷ κινουμένῳ καὶ οὐκ ἐν ἄλλῳ τινί ἐστιν ἡ κίνησις· ἐλέγετο γὰρ ἐντελέχεια τοῦ κινητοῦ ἡ κίνησις. p. 224136 Ἀλλ’ ἔστι κινοῦν καὶ κινούμενον ἕως τοῦ ἀλλ’ ἡ λεύκανσις. Δείξας ὅτι πέντε ὄντων τῶν ὀφειλόντων εἶναι ,εἴπερ εἴη κίνησις, τοῦ κινουμένου καὶ τοῦ κινοῦντος καὶ τοῦ χρόνου καὶ τοῦ ἐξ οὗ ἡ κίνησις καὶ εἰς ὅ, ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις καὶ ἐν οὐδενὶ τῶν ἄλλων, ἐκ τῶν πέντε τρία λαμβάνει τὰ χρήσιμα πρὸς τὸν ἐφεξῆς αὐτῷ λόγον ἐσόμενα, τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ εἰς ὃ ἡ κίνησις, τὸν μὲν χρόνον παραλιπὼν ὡς ἔξωθεν ὄνια· διὰ τί δὲ τὸ εἰς ὃ ἡ κίνησις παραλαβὼν τὸ ἐξ οὗ παραλέλοιπεν ,αὐτὸς διδάσκει. μᾶλλον γάρ φησιν ἡ μεταβολὴ ἀπὸ τοὐ εἰς ὃ μεταβάλλει τὸ μεταβάλλον ὀνομάζεται ἢ ἀπὸ τοῦ ἐξ οὗ μεταβάλλει. φθορὰν γὰρ λέγομεν τὴν εἰς τὸ μὴ ὂν μεταβολὴν καὶ γένεσιν τὴν εἰς τὸ ὄν· καίτοι καὶ ἡ φθορὰ ἐξ ὄντος, καὶ ἡ γένεσις ἐκ μὴ ὄντος· ἀλλ’ ὅμως ἀπὸ τοῦ τέλους μᾶλλον ὀνομάζονται. δηλοῖ δὲ τοῦτο μάλιστα ἡ ἀλλοίωσις τὸ ὄνομα τοῦ εἰς ὃ ἔχουσα· λευκαίνεσθαι γὰρ λέγεται τὸ εἰς λευκότητα ἰὸν καὶ θερμαίνεσθαι τὸ εἰς θερμότητα. οὕτω δὲ καὶ τὸ φθείρεσθαι ἀπὸ τοῦ μὴ ὄντος ὠνόμασται μᾶλλον καὶ τὸ γίνεσθαι ἀπὸ τοῦ ὄντος. ὑπομιμνῄσκει δὲ ἡμᾶς τοὐ ὁρισμοῦ τῆς κινήσεως τοῦ ἐν τῷ τρίτῳ βιβλίῳ ἀποδοθέντος δεικνὺς καὶ δι’ ἐκείνου, ὅτι ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν. εἰ γάρ ἐστιν “ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν”, ἡ δὲ ἐντελέχεια εἶδος οὖσα ἢ ἐνέργεια ἐν ἐκείνῳ ἐστὶν οὗ ἐστιν ἐντελέχεια, δῆλον ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν, ἀλλ’ οὔτε ἐν τῷ ἐρύει, εἴπερ εἰς εἶδος ἡ μεταβολή, ὡς ἐπὶ τῶν γινομένων ,οὔτε ἐν τῷ πάθει ὡς ἐπὶ τῶν ἀλλοιουμένων, οὔτε ἐν τῷ τόπῳ ὡς ἐπὶ τῶν φερομένων, διότι τὰ μὲν ἐν οἷς ἐστιν ἡ κίνησις, κινεῖται, τὰ δὲ εἴδη καὶ πάθη καὶ ὁ τόπος, εἰς ἃ ἡ κίνησίς ἐστιν, ἀκίνητά ἐστιν, ὡς δέδεικται. καὶ πιστοῦται αὐτὸ διὰ τοῦ τῆς ἐπιστήμης καὶ τῆς θερμότητος παραδείγματος. εἰ γὰρ ταῦτά ἐστι τὰ κινούμενα, τὰ εἰς αὐτὰ ἰόντα οὔπω κινεῖται καὶ τὰ ἐν αὐτοῖς γενόμενα οὐκ ἠρεμήσει, ἀλλὰ κινηθήσεται. Εἰπὼν δὲ ὅτι τὰ εἴδη καὶ τὰ πάθη καὶ ὁ τόπος καὶ δηλονότι καὶ τὸ ποσόν, εἰς ἃ κινεῖται τὰ κινούμενα ἀκίνητά ἐστιν, ἀπορίαν τινὰ ἐπάγει τῷ λόγῳ τοιαύτην· εἰ ἡ λευκότης πάθος, τὸ δὲ πάθος κίνησις, ἡ εἰς πάθος μεταβολὴ εἰς κίνησιν ἄν εἴη διὰ |κινήσεως, καὶ οὐκέτι ἐν τῷ κινουμένῳ μόνῳ ἡ κίνησις, ἀλλὰ καὶ ἐν τῷ εἰς ὃ ἡ κίνησις· εἰ δὲ τοῦτο, ἔσται τὸ κινούμενον ἐπὶ τὸ πάθος ἢ καὶ ὅτε μεταβέβληκεν ἔτι κινούμενον, εἴ γε εἰς κίνησιν μεταβέβληκεν, ἡ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι κινούμενον. λύει δὲ τὴν ἀπορίαν ταύτην γοργῶς διὰ τῆς πρὸς τὴν μείζονα πρότασιν ἐνστάσεως τὴν λέγουσαν τὰ πάθη κινήσεις εἶναι· οὐ γὰρ ἡ λευκότης, φησί, κίνησίς ἐστιν, ἀλλ’ ἡ λεύκανσις, τουτέστιν οὐ τὸ λευκόν, ὅπερ ἐστὶ τὸ πάθος, κίνησίς ἐστιν, ἀλλ’ ἡ λεύκανσις, ἥτις ἐστὶν εἰς τὸ λευκὸν μεταβολή· διὸ τὸ πάσχον, ὅπερ ἐστὶ τὸ λευκαινόμενον κινεῖται, ἀλλ’ οὐ τὸ λευκόν. μήποτε δὲ τῆς ἀπορίας γενομένης ἐκ τῆς τοῦ πάθους ὁμωνυμίας, διότι πάθος λέγομεν καὶ τὸ τέλος τῆς πείσεως, τουτέστι τὸ λευκόν, καὶ τὴν πεῖσιν αὐτὴν ὥσπερ τὴν λεύκανσιν, τῷ διορισμῷ τῆς ὁμωνυμίας τὴν ἀπορίαν ἔλυσεν. οὐ γὰρ τὸν αὐτὸν ἔλαβον μέσον ὅρον αἱ προτάσεις, ἀλλ’ ἡ μὲν ἐλάττων ἔλεγε τὸ λευκὸν πάθος εἶναι τὸ πέρας τῆς πείσεως τὸ ἐφ’ ὃ ἡ κίνησις λαμβάνουσα, ἡ δὲ μείζων τὸ πάθος κίνησιν ἔλεγε, πάθος τὴν κατὰ τὸ πάσχειν μεταβολὴν οἷον τὴν λεύκανσιν λέγουσα. p. 2241)16 Ἔστι δὲ καὶ ἐν ἐκείνοις καὶ τὸ κατὰ συμβεβηκὸς ἕως τοῦ καὶ κινητῷ κατ’ ἐνέργειαν. Δείξας ὅτι ἐν τῷ κινουμένῳ καὶ οὐκ ἐν ἄλλῳ τινὶ τῶν τῇ κινήσει συνυπαρχόντων ,ἐφεξῆς, ὅπερ πρότερον ἔδειξεν ἐπί τε τοῦ κινοῦντος καὶ ἐπὶ τοῦ κινουμένου, ὅτι τὸ μέν τί ἐστιν αὐτῶν κατὰ συμβεβηκός, τὸ δὲ κατὰ μέρος, τὸ δὲ καθ’ αὑτὸ καὶ πρώτως, νῦν λέγει ὅτι καὶ ἐπὶ τὰ ἄλλα τὰ τῇ κινήσει συνυπάρχοντα ἡ διαίρεσις αὕτη ἐκτείνεται, τό τε ἐν ᾧ καὶ τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ, τὰ τρία ταῦτα γὰρ ἐσήμανεν εἰπὼν ἔστι δὲ καὶ ἐν ἐκείνοις. ἀλλὰ περὶ μὲν τοῦ ἐν ᾧ. ὅπερ ἦν ὁ χρόνος, ἀπέδειξεν ἐν τοῖς περὶ χρόνου, περὶ δὲ τῶν δύο προθέμενος ποιεῖται τὸν λόγον ἐφ’ ἑνὸς τοῦ εἰς ὃ ἡ μεταβολὴ πάθους ἢ εἴδους ἢ τόπου. τὸ γὰρ εἰς λευκὸν μεταβάλλον, ὅπερ ἐστὶ τὸ λευκαινόμενον, εἰς μὲν τὸ νοούμενον κατὰ συμβεβηκὸς μεταβάλλει· συμβέβηκε γὰρ τῷ λευκῷ τὸ νοεῖσθαι. εἰς δὲ χρῶμα μεταβάλλειν λεγόμενον κατὰ μέρος μεταβάλλει, ὅτι μέρος τοῦ χρώματος τὸ λευκόν· μέρη γάρ πώς ἐστι καὶ τὰ εἴδη τῶν γενῶν. εἰς μέντοι λευκὸν λεγόμενον μεταβάλλειν τὸ λευκαινόμενον οὔτε κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ μεταβάλλει, οὕτε κατὰ μέρος ἀλλὰ πρώτως. ὁμοίως δὲ καὶ τὸ εἰς τὸ κτὰ τόπον μεταβάλλον εἰς Ἀθήνας ἀπιὸν εἰς μὲν τὸ νοούμενον κατὰ συμβεβηκὸς μεταβάλλει. συμβέβηκε γὰρ καὶ ταῖς Ἀθήναις τὸ νοεῖσθαι, εἰς δὲ τὴν Εὐρώπην κατὰ μέρος, ὅτι μέρος αἱ Ἀθῆναι τῆς Εὐρώπης. εἰς δὲ τὰς Ἀθήνας καθ’ αὑτὸ καὶ πρώτως. Καὶ ἐπὶ τοῦ ἐξ οὗ δὲ, κἄν αὐτὸς παραλέλοιπεν αὐτό, τὰ αὐτά πὼς δυνατὸν λέγειν. τὸ γὰρ ἐκ λευκοῦ μεταβάλλον κατὰ συμβεβηκὸς μὲν ἐκ τοῦ νοουμένου μεταβάλλει, κατὰ μέρος δὲ ἐκ χρώματος, καθ’ αὑτὸ δὲ ἐκ λευκοῦ. συμπεραινόμενος δὲ λοιπὸν τὸν ὅλον λόγον, δι’ οὗ ἔδειξε τίνα τέ ἐστι τὰ τῇ κινήσει συνυπάρχοντα, καὶ ὅτι ἐν πᾶσίν ἐστι τό τε καθ’ αὑτὸ καὶ πρώτως καὶ ἔτι τὸ κατὰ συμβεβηκὸς καὶ κατὰ μέρος καὶ ὅτι ἡ κίνησις ἐν τῷ κινουμένῳ καὶ οὐκ ἐν τῷ εἴδει, ἐν ᾧ ἄν μάλιστα τῶν ἄλλων ἔδοξεν εἰνὶ οὔτε γὰρ ἐν τῷ κινοῦντι οὔτε ἐν τῷ τόπῳ, εἴπερ ἀκίνητα ἐκεῖνα, οὔτε μᾶλλον ἐν τῷ ἐξ οὗ), δῆλόν φησιν ὅτι ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις. τὸ δὲ κινούμενον μετέλαβεν εἰς τὸ κινητὸν κατ’ ἐνέργειαν, ἵνα τοῦ ὅρου τῆς κινήσεως ἡμᾶς ὑπομνήσῃ· εἰ γὰρ ἐντελέχεια τοῦ κινητοῦ ἐστιν ἡ κίνησις, τὸ κινούμενον κινητόν ἐστι κατ’ ἐνέργειαν. p. 224b26 Ἡ μὲν οὖν κατὰ συμβεβηκὁς μεταβολὴ ἀφείσθω ἕως τοῦ καὶ μέλαν πρὸς τὸ λευκόν. Δείξας ὅτι τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς ὑπάρχει καὶ ἐπὶ τοῦ κινοῦντος καὶ ἐπὶ τοῦ κινουμένου, ἅπερ τῶν ἐν τῇ κινήσει συνυπαρχόντων ὡς χρήσιμα πρὸς τὸν ἐφεξῆς λόγον ἐξελέξατο, τὸ κατὰ συμβεβηκὸς ἐν ᾧ καὶ τὸ κατὰ μέρος συνέλαβεν ὡς ἄπειρόν τε καὶ ἀόριστον ἀποσκευάζεται. καὶ ὅτι τοιοῦτόν ἐστι, δείκνυσι διὰ τοῦ τὴν κατὰ συμβεβηκὸς μεταβολὴν ἐν πᾶσί τε εἶναι καὶ ἀεὶ καὶ πάντων· ἐν πᾶσι μέν, ὅτι ἐν τοῖς δέκα γένεσίν ἐστιν ἡ κατὰ συμβεβηκὸς μεταβολή· τῷ γὰρ τὴν οὐσίαν εἶναι τὴν κινουμένην, τὰ δὲ ἄλλα πάντα τῇ οὐσίᾳ συμβεβηκέναι, ἕκαστον αὐτῶν δυνάμεθα λέγειν κινεῖσθαι, ὅταν ἡ ὑποκειμένη αὐτοῖς οὐσία καθ’ αὑτὴν κινῆται· τὸ δὲ καὶ πάντων, ἤτοι ὅτι πάντων ἔστι κατηγορῆσαι τῶν κινουμένων καὶ ἀκινήτων τὸ κινεῖν καὶ κινεῖσθαι, ὅταν κατὰ συμβεβηκὸς κατηγορῶμεν, |ὥσπερ τῆς ψυχῆς· ἀκίνητος γὰρ οὖσα ἡ ψυχὴ κατὰ τὴν ἑαυτῆς φύσιν λέγοιτο ἂν κατὰ συμβεβηκὸς κινεῖσθαι. ἢ πάντων ἀντὶ τοῦ πάντων εἰς πάντα. καὶ γὰρ τὸ λευκὸν εἰς τὸ μουσικὸν ἔστιν εἰπεῖν μεταβάλλειν κατὰ συμβεβηκὸς καὶ τὸ γλυκὺ εἰς τὸ ἄνω. τὸ δὲ ἐν πᾶσι καὶ πάντων ἐπὶ τῶν φυσικῶν ἀκούειν χρή, ἐφ᾿ ὧν ὑπάρχειν δυνατὸν τὸ κατὰ συμβεβηκὸς κινεῖσθαι· τὰ γὰρ ὑπὲρ τὴν φύσιν, ἅπερ ἐστὶ τὰ πρώτως κινοῦντα, οὐ μόνον καθ’ αὑτὸ ἀκίνητα, ἀλλ’ οὐδὲ κατὰ συμβεβηκὸς κινούμενα δειχθήσεται. τὸ δὲ ἀεί σημαίνοι ἄν, ὅτι καὶ ὅτε μὴ κινεῖταί τι οἷόν τε κινεῖσθαι αὐτὸ κατὰ συμβεβηκὸς τῷ ἐν κινουμένῳ εἶναι, ὡς ὁ ἐν τῇ πλεούσῃ νηὶ· ἠρεμῶν· ἢ ὅτι καὶ ἐπὶ τῶν μηκέτι ὄντων ἔστιν οὕτω κατηγορεῖν τὸ κινεῖσθαι· τὸν γὰρ μηκέτι ὄντα Σωκράτην ἔστιν εἰπεῖν κινεῖσθαι, ὅταν τὸ σῶμα καὶ ἡ ὕλη ἥτις ἦν ποτε Σωκράτους κινῆται· ᾧ γὰρ συμβεβήκει εἶναι Σωκράτει, τοῦτο κινεῖται. Εἰ οὖν τὸ κατὰ συμβεβηκὸς οὕτως ἄπειρόν ἐστι καὶ ἀόριστον, οὐδεμία δὲ ἐπιστήμη περὶ τὸ ἄπειρον καὶ ἀόριστον, εἰκότως παραιτεῖται τὴν κατὰ συμβεβηκὸς μεταβολήν, ἐκλέγεται δὲ τὴν μὴ κατὰ συμβεβηκός, ὡς οὐκ ἐν ἅπασι καὶ ἀεὶ καὶ πάντων οὖσαν κοινήν, ἀλλ’ ἐν ὡρισμένοις· ἐν γὰρ τοῖς ἐναντίοις καὶ τοῖς μεταξὺ καὶ ἐν ἀντιφάσει, τουτέστι κατὰ τὰ ἐναντία καὶ τὰ μεταξὺ καὶ κατὰ ἀντίφασιν. τοῦ δὲ πᾶσαν μεταβολὴν κατὰ τούτων τι γίνεσθαι τὴν πίστιν ἐκ τῆς ἐπαγωγῆς ποιεῖται· ἣν γὰρ ἄν τις προχειρίσηται, κατὰ τούτων τινὰ γινομένην εὑρήσει. καὶ ὁ λόγος δὲ οὕτως ἔχειν ἀναγκάσει· οὔτε γὰρ ἐκ τοῦ αὐτοῦ τι εἰς τὸ αὐτὸ οὔτε ἐξ ὁμοίου εἰς ὅμοιόν τι μεταβάλλει τί γὰρ δεῖ μεταβολῆς;) ,ἀλλ’ ἢ ἐξ ἐναντίου εἰς ἐναντίον ἢ ἐκ τοῦ μεταξὺ ἢ πάντως γε ἐκ τοῦ μὴ τοιούτου, ὅπερ ἐστὶ τὸ κατὰ τὴν ἀντίφασιν. δέδεικται δὲ ταῦτα καὶ ἐν τῶ πρώτῳ ταύτης τῆς πραγματείας ,ὅτε τὰ ἐναντία ἀρχὰς ἐτίθετο προαποδείξας, ὅτι οὐκ ἐκ τοῦ τυχόντος ἡ μεταβολὴ γίνεται. Εἰπὼν δὲ καὶ ἐκ τῶν μεταξὺ τὴν μεταβολὴν γίνεσθαι τὴν αἰτίαν τούτου προσέθηκεν, ὅτι ὡς ἐξ ἐναντίου γίνεται τοῦ μεταξύ. καὶ τούτου δὲ πάλιν τὴν αἰτίαν προσέθηκεν, ὅτι τὸ μεταξὺ πρὸς ἑκάτερον τῶν ἄκρων τὸν τοῦ ἐναντίου λόγον ἔχει· ἡ γὰρ μέση ὀξεῖα πρὸς τὴν ὑπάτην καὶ βαρεῖα πρὸς τὴν νήτην ἐστί, καὶ τὸ φαιὸν λευκὸν μὲν πρὸς τὸ μέλαν, πρὸς δὲ τὸ λευκὸν μέλαν. εἰ γὰρ τὸ μεταξὺ ἢ κατὰ μῖξιν καὶ κρᾶσιν τῶν ἐναντίων γίνεται, ὡς τὸ φαιὸν ἐκ λευκοῦ καὶ μέλανος καὶ τὸ χλιαρὸν ἐκ θερμοῦ καὶ ψυχροῦ, ἢ καθ’ ἓν εἶδος τοιοῦτον, τὸ ἐκ τοῦ μεταξὺ μεταβάλλον οὐ καθὸ κοινωνεῖ καὶ μετέχει τοῦ εἰς ὃ μεταβάλλει κατὰ τοῦτο μεταβάλλει (οὐδὲν γὰρ εἰς ὅ ἐστι μεταβάλλει), ἀλλὰ καθὸ ἄλλο παρ’ ἐκεῖνό ἐστιν· ἦν δὲ ἄλλο τὸ μεταξὺ τοῦ ἑτέρου τῶν ἄκρων, καθόσον τοῦ ἐναντίου μετεῖχεν. ὥστε ἀληθῶς εἴρηται, ὅτι ὡς ἐξ ἐναντίου ἡ ἐκ τοῦ μεταξὺ μεταβολὴ γίνεται· εἰ γὰρ τὸ φαιὸν ἐκ λευκοῦ καὶ μέλανός ἐστι μεμιγμένον, εἰς μὲν λευκὸν μεταβάλλει κατὰ τὸ ἐν αὐτῷ μέλαν (τοῦτο δὲ ἐναντίον τῶ λευκῷ), εἰς δὲ μέλαν πάλιν κατὰ τὸ ἐν αὐτῷ λευκόν. p. 224; b35 ἐπεὶ δὲ πᾶσα μεταβολή ἐστιν ἔκ τινος εἴς τι ἕως τοῦ οὔτε ἐν ἀντιφάσει ἐστίν. Ἀποσκευασάμενος τὴν κατὰ συμβεβηκὸς μεταβολὴν καὶ τὴν καθ’ αὑτὸ προχειρισάμενος, προτίθεται πάσας λαβεῖν τὰς μεταβολὰς προλαβών, ὅτι πᾶσα μεταβολὴ ἔκ τινος εἴς τι γίνεται, ὅπερ ἐναργὲς ὂν ὑπέμνησε καὶ ἐκ τοῦ τῆς μεταβολῆς ὀνόματος· ἄλλο γὰρ μετ’ ἄλλο δηλοῖ. καὶ τὸ μݲέݲτݲαݲ σημαίνει, ὅτι τὸ μέν τι πρότερόν ἐστιν ἐν αὐτῇ, τὸ δὲ ὕστερον. τουτὶ δὴ προλαβὼν ἐκ διαιρέσεως λοιπὸν ἀπαραλείπτους τὰς μεταβολὰς εὑρίσκει πάσας· ἐπεὶ γὰρ ἔκ τινος εἴς τι πᾶσα μεταβολή ,ἢ ἐξ ὑποκειμένου φησὶν εἰς ὑποκείμενόν ἐστιν ἢ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον ἢ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον ἢ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον. παρὰ γὰρ τούσδε τοὺς τρόπους οὐκ ἔστιν ἄλλην συμπλοκὴν εὑρεῖν τοῦ ἔκ τινος εἴς τι. τί δὲ τὸ ὑποκείμενον αὐτῷ σημαίνει, δεδήλωκεν εἰπὼν λέγω δὲ τὸ ὑποκείμενον τὸ καταφάσει δηλούμενον, ἵνα μὴ τὴν οὐσίαν μόνην ὑποκείμενον νομίζωμεν, ἀλλὰ καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ πᾶν ὂν τὸ καταφάσει δηλούμενον. καταφάσει δὲ δηλούμενον οὐ τὸ διὰ προτάσεως καταφατικῆς σημαινόμενον, ἀλλὰ τὸ ἄνευ ἀποφατικοῦ μορίου, ὡς τὸ ἄνθρωπος καὶ τὸ λευκὸν καὶ ὅσα τοιαῦτα· καὶ ταῦτα γὰρ καταφάσεις ἐκάλουν καὶ ἁπλᾶ ὄντα καὶ ἀσύνθετα· τὰ δὲ μετὰ τοῦ ἀρνητικοῦ μορίου ἀποφατικὰ ὀνόματα καλοῦσιν, ὡς τὸ οὐκ ἄνθρωπος. τὸ δὲ ὑποκείμενόν ἐστι τὸ ὃν τὸ καταφάσει δηλούμενον, ὅτι οὐχ ὑποκείμενον τὸ μὴ ὄν ἐστι τὸ ἐκ τῆς ἀποφάσεως σημαινόμενον. καὶ τοῦτο εἰκότως· πάσα γὰρ μεταβολὴ ἢ ἐξ ἐναντίου εἰς ἐναντίον γίνεται ἢ ἐκ τοῦ μὴ τοιούτου εἰς τὸ τοιοῦτον ἢ εἰς τὸ μὴ τοιοῦτον. τὰ δὲ ἐναντία καταφάσει δηλοῦται· ἄμφω γὰρ εἴδη ἐστί. καὶ διὰ τοῦτο ἡ ἐξ ὄντος εἰς ὂν ἤτοι ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον, ἐξ ὑποκειμένου εἰς ὑποκείμενον εἴρηται, ἡ δὲ ἐκ τοῦ μὴ τοιούτου |τουτέστι τοῦ μὴ ὄντος καὶ ἡ εἰς τὸ μὴ τοιοῦτον, ἡ μὲν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον, τουτέστιν ἐξ ἀποφάσεως εἰς κατάφασιν, ἡ δὲ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ἄμφω κατὰ ἀντίφασιν γινόμεναι τοῦ ὄντος καὶ μὴ ὄντος. διὸ καὶ ἡ τετάρτη ἡ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, κἄν διὰ τὸ ἀπαράλειπτον τῶν συμπλοκῶν παρελήφθη, οὐκ ἔστι καθ’ αὑτὸ μεταβολὴ ἀόριστος οὖσα. τὸ γὰρ ἐκ μὴ λευκοῦ εἰς τὸ μὴ θερμὸν μεταβάλλον, ἀόριστον ἔχει τὴν μεταβολήν, εἰ μὴ τύχοι τὸ μὴ θερμὸν μέλαν ὑπάρχον, καθ’ αὑτὰ δὲ οὔτε ἐναντία ἐστὶ τὰ τοιαῦτα. εἴπερ μὴ καταφάσει δηλοῦται, οὔτε ἀντιφατικῶς ἀντίκειται, εἴπερ ἄμφω ἀποφάσεις εἰσί. δέδεικται δὲ προσεχῶς, ὅτι πᾶσα μεταβολὴ ἐν τοῖς ἐναντίοις καὶ ἐν τοῖς κτὰ ἀντίφασιν ἀντικειμένοις γίνεται. κἂν εἶπεν οὖν τετραχῶς μεταβάλλειν τὸ μεταβάλλον, οὐχ ὡς ἐν πᾶσι τοῖς τμήμασι τῆς διαιρέσεως οὔσης τῆς μεταβολῆς λέγει, ἀλλ’ ὅτι ἐν τῇ διαιρέσει ταύτῃ πᾶσα μεταβολὴ περιέχεται· ἡ γὰρ μία τῶν τεσσάρων ἡ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον οὐκ ἔστι μεταβολή, ὁ δὲ Εὔδημος καὶ τὰς στερήσεις ὑποκειμένοις ἐοικέναι φησίν· οὐ γὰρ ὁμοίως λέγεσθαι τὸ τυφλὸν καὶ τὸ μὴ ἔχον ὄψιν, οὐδὲ τὸ φαλακρὸν καὶ τὸ μὴ ἔχον τρίχας ὑποκείμενα μὲν οὖν καὶ τὰ τοιαῦτά φησιν, οὐχ ὁμοίως δὲ τῖς καταφάσεσιν. p. 225a 12 ’H μὲν οὖν ἐξ οὐχ ὑποκειμένου ἕως τοῦ καθάπερ ἐλέχθη καὶ ἐπὶ τῆς γενέσεως. Ἀποκρίνας τὴν ἀδόκιμον συμπλοκὴν τὴν ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον διὰ τὸ μήτε ἐναντίαν μήτε ἐν ἀντιφάσει εἶναι τὰς τρεῖς λοιλὸν ὑποβάλλει τοῖς εἴδεσι τῆς μεταβολῆς. καὶ πρώτην τὴν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον κατὰ ἀντίφασιν γινομένην γένεσιν εἶναί φησιν καλῶς τὸ κατὰ ἀντίφασιν προσθείς· οὐ γὰρ ἐκ μὴ λευκοῦ εἰς γλυκὺ ἡ μεταβολὴ γίνεται, πλὴν εἰ μὴ κατὰ συμβεβηκός, τὴν δὲ καθ’ αὑτὸ πᾶσαν ἐκ μὴ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴν ἀνάγκη κατὰ ἀντίφασιν γίνεσθαι. ἐπειδὴ δὲ διχῶς ἡ γένεσις λέγεται, ἡ μὲν ἁπλῶς, ἡ δὲ τὶς· ἀπλῶς μὲν γὰρ γένεσις ἐπὶ τῶν οὐσιῶν λέγεται, ὅταν ἐκ μὴ ὄντος ἀπλῶς εἰς ὂν ἡ μεταβολὴ γίνηται, τὶς δὲ γένεσις ἐπὶ τῶν ἄλλων, ὅταν ἐκ τοῦ τινὸς μὴ ὄντος εἰς τὸ ἀντικείμενον αὐτῷ μεταβάλλῃ. οἷον ἐκ τοῦ μὴ λευκοῦ ἀνθρώπου εἰς λευκὸν ἄνθρωπον τὶς γένεσις οὐχ ἁπλῶς οὐδὲ οὐσίας γένεσις. οὐδὲ γὰρ ἐξ ἁπλῶς μὴ ὄντος. ἁπλῶς δὲ μὴ ὂν οὐ τὸ μηδαμῇ μηδαμῶς ὂν λέγει ἐκ γὰρ τοῦ οὕτω μὴ ὄντος οὐδὲν γίνεται), ἀλλὰ τὸ ἐνεργείᾳ μὲν μὴ ὂν δυνάμει δὲ ὄν· ἁπλῶς γὰρ μὴ ὂν τὸ ἀπλῶς μὴ τόδε· ἁπλῶς δὲ μὴ τόδε τὸ μὴ κατ’ ἐνέργειαν ὄν. πῶς δὲ οὐχὶ καὶ ἡ τῆς οὐσίας γένεσις ἐκ τοῦ μὴ τόδε ὄντος, ἄλλο δέ τι ὄντος ἐστίν, ὥσπερ καὶ ἡ τοῦ λευκοῦ, ἀλλ’ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος εἴ γε μηδέποτε ἡ ὕλη καθ’ αὑτήν ἐστιν, ἀλλ’ ἀεὶ μετά τινος εἴδους καὶ ἐνεργείᾳ· καὶ γὰρ ὁ ἄνθρωπος ἐκ σπέρματος γίνεται καὶ ἡ συκῆ· τὸ δὲ σπέρμα οὐ μόνον δυνάμει ἐστὶν ἄνθρωπος, ἀλλὰ καὶ ἐνεργείᾳ σπέρμα, ὥσπερ τὸ μὴ λευκὸν ἐξ οὗ τὸ λευκὸν γίνεται)· πῶς οὖν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος οὐσία, τὸ δὲ λευκὸν ἐκ τοῦ τινὸς μὴ ὄντος; λύουσι δὲ ταύτην τὴν ζήτησιν λέγοντες, ὅτι ἡ μὲν οὐσία οὐκ ἐξ ἐναντίου, ἀλλ’ ἐκ στερήσεως γίνεται οὐ γὰρ ἔχει ἡ οὐσία ἐναντίον), τὸ δὲ λευκὸν ἐκ τοῦ μέλανος ἢ τοῦ μεταξὺ ὡς μέλανος. ᾧ οὖν διαφέρει ἡ στέρησις τοῦ ἐναντίου, τούτῳ διαφέρει τὸ νῦν λεγόμενον ἁπλῶς μὴ ὄν, ἐξ οὗ ἡ τῆς οὐσίας γένεσις ,τοῦ τινὸς μὴ ὄντος, ἐξ οὗ ἡ τῶν ἄλλων, ἥτις οὐδὲ γένεσις ἁπλῶς λέγεται, ἀλλὰ τὶς γένεσις· καθόσον μὲν ἐκ τοῦ μὴ τόδε, καὶ αὐτὴ γένεσις, καθόσον δὲ ἐκ τοῦ τόδε καὶ ἐναντίου, ἀλλοίωσις. Καὶ προσφυέστερον δὲ ἔτι λύοντες λέγουσιν ,ὅτι ἡ μὲν εἰς οὐσίαν μεταβολὴ οὐδενὸς ἐνεργείᾳ ὑποκειμένου καὶ ὑπομένοντος γίνεται, καθ’ οὗ δυνάμεθα κατηγορῆσαι ὅτι τόδε ἐστὶ τὸ μεταβάλλον · ἐπὶ γὰρ τῆς εἰς οὐσίαν μεταβολῆς αὐτὸ τὸ ὑποκείμενον ἄλλοτε ἄλλο γίνεται οἷον τὸ σπέρμα. διὸ καὶ ἐκ τοῦ μὴ ὄντος ἁπλῶς ἡ εἰς οὐσίαν μεταβολὴ λέγεται, αἱ δὲ κατὰ τὰ ἐναντία συμβεβηκότα μεταβολαὶ ἐνεργείᾳ τι ἔχουσιν ὑποκείμενον ταὐτὸ μένον, ᾧ συμβεβήκασι τὰ ἐναντία, καθ’ οὗ τὸ ἀλλοιοῦσθαι κατηγορῖται, ὡς ὁ ἄνθρωπος μένων ἄνθρωπος μελαίνεται ἢ τόδε τὸ σῶμα, καὶ οὐχὶ ἄλλο τι γινόμενον, ὥσπερ τὸ σπέρμα μὴ μένον σπέρμα, ἀλλὰ ἀεί τι ἄλλο γινόμενον μεταβάλλει εἰς ἄνθρωπον. καὶ τοῦτο δὲ καλῶς προστίθησιν ὁ Ἀσπάσιος εἰς διάκρισιν τῆς ἀπλῶς γενέσεως καὶ τῆς τινός, ὅτι ἡ μὲν ἁπλῶς γένεσις ἄνευ προσθέσεως λέγεται· ἄνθρωπος γὰρ λέγεται γεγονέναι καὶ ἵππος, λευκὸν δὲ μετὰ προσθήκης· ἄνθρωπον γὰρ λευκόν. Εἰπὼν δὲ περὶ τῆς ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολῆς, ὅτι ἁπλῶς γένεσις αὕτη, ἐφεξῆς περὶ τῆς ἀντικειμένης αὐτῇ λέγει, τῆς ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον. καί φησι τὴν μεταβολὴν ταύτην φθορὰν εἶναι, ἁπλῶς μὲν τὴν ἐκ τῆς οὐσίας εἰς τὸ μὴ ὂν αὐτῆς, τινὰ δὲ τὴν εἰς τὴν ἀντικειμένην ἀπόφασιν· οὐ γὰρ ἡ ἐκ τοῦ γλυκέος εἰς τὸ μὴ λευκὸν μεταβολὴ φθορά τίς ἐστιν ὡρισμένη, ἀλλ’ ἡ εἰς τὴν οἰκείαν ἀπόφασιν εἰς τὸ μὴ γλυκύ, ὡς ἔλεγεν ἐπὶ τῆς γενέσεως, κατὰ ἀντίφασιν. ταὐτὸν γὰρ εἰπεῖν κατὰ ἀντίφασιν καὶ εἰς τὴν ἀντικειμένην ἀπόφασιν. ἀλλ’ εἰ ἡ φθορὰ μεταβολή ἐστιν ἐξ ὄντος εἰς μὴ ὄν, πᾶσα |δὲ μεταβολὴ ἐκ τοῦ δυνάμει ἐστὶν εἰς τὸ ἐνεργείᾳ, ἔσται τὸ μὲν ὂν δυνάμει. τὸ δὲ μὴ ὂν ἐνεργείᾳ. ἢ καὶ τὸ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μεταβάλλον, καθόσον τὸ ὂν δυνάμει μὴ ὄν ἐστι καὶ πέφυκε μὴ ὂν γίνεσθαι, κατὰ τοῦτο μεταβάλλει εἰς τὸ μὴ ὂν τὸ ἐνεργείᾳ ὄν. p. 225a20 Εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς ἕως τοῦ τῇ δὲ φθορᾷ γένεσις ἐναντίον. Τὸ μὲν προκείμενόν ἐστι δεῖξαι ὅτι οὔτε ἡ γένεσις οὔτε ἡ φθορὰ κινήσεις εἰσίν. ἐπειδὴ δὲ ἡ μὲν γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν εἴρηται μεταβολή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, πολλαχῶς δὲ λέγεται τὸ μὴ ὄν, τὰς σημασίας αὐτοῦ πρῶτον ἀπαριθμεῖται. καὶ δείκνυσι λοιπόν, 〈ὅτι〉 τὸ πὼς λεγόμενον μὴ ὂν τὸ τῇ γενέσει καὶ φθορᾷ προσῆκον κινεῖσθαι ἀδύνατόν ἐστι. τὸ μὲν οὖν οὕτω μὴ ὂν ὡς μηδαμῇ μηδαμῶς ὂν ὡς πάντῃ ἀδρανὲς παρῆκε, τὸ δὲ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὂν τριχῇ διεῖλεν. λέγεται γὰρ μὴ ὂν τὸ μέν, ὡς ψεῦδος, ὅπερ ἐν συνθέσει καὶ διαιρέσει ἐστίν· ἢ γὰρ συντίθησι τὰ μὴ συγκείμενα ὡς ὁ λέγων ῾Λευκων κέρατα ἔχει’, ἢ διαιρεῖ τὰ μὴ διῃρημένα, ὡς ὅταν λέγῃ Ἀριστόξενον μὴ εἶναι μουσικόν. τὸ δὲ συγκεῖσθαι καὶ διαιρεῖσθαι κυρίως μὲν ἐπὶ τῶν σωμάτων λέγεται, κατὰ μεταφορὰν δὲ ἐπὶ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρ- χοντος, τουτέστιν ἐν καταφάσει καὶ ἀποφάσει· σύνθεσις μὲν γὰρ ἡ κατάφασις, διαίρεσις δὲ ἡ ἀπόφασις. ἐν ταύταις δὲ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ὁ γὰρ ἀποφαντικὸς λόγος ταῦτα ἔχει) λέγεται μὴ ὄν, καὶ τὸ δυνάμει μὲν ὂν ἐνεργείᾳ δὲ μὴ ὄν, ὃ ἀντίκειται τῷ ἐνεργείᾳ ὄντι λεγόμενον ἁπλῶς μὴ ὂν διὰ τὴν πρὸς τὸ ἁπλῶς ὂν ἀντίθεσιν· ἀντίκειται γὰρ τὸ δυνάμει τῷ ἐνεργείᾳ, ὡς τὸ μήπω ὂν ὅλως πρὸς τὸ ἤδη ὄν. καὶ ἡ ἐκ τοῦ τοιούτου μὴ ὄντος μεταβολὴ εἰς τὸ ἀντικείμενον αὐτῷ ὂν ἡ ἁπλῆ καὶ ἁπλῶς γένεσις ἦν. λέγεται δὲ μὴ ὂν καὶ τόδε μέν τι μὴ ὄν, ἄλλο δέ τι ἐνεργείᾳ ὄν, οἷον θερμὸν μὲν οὐκ ἔστι, σῶμα δὲ ἔστιν ἐνεργείᾳ· περὶ ὃ ὑπομένον τὸ μὴ ὂν θερμὸν εἰς τὸ θερμὸν μεταβάλλει. διὸ καὶ τινὰ γένεσιν καὶ τινός, ἀλλ’ οὐχ ἁπλῶς γένεσιν ταύτην ἐκάλει τὴν μεταβολήν. καὶ ἦν ἡ μὲν πρώτη γένεσις ἡ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἐπὶ τῶν οὐσιῶν ἁπλῆ γένεσις οὖσα καὶ ἀπλῶς γένεσις, ὅτι ἐκ τοῦ μὴ ὄντος τοῦ τῷ ἐνεργείᾳ ἀντικειμένου ἡ μεταβολὴ ἦν. τῶν γὰρ μὴ ὄντων ,ὅσα ἐνδέχεται ὅλως εἶναι μὴ ὄντα, τὸ ἁπλῶς μὴ ὃν τὸ τῷ ἀπλῶς ὄντι ἀντικείμενόν ἐστιν· ἀπλῶς δὲ ὂν τὸ ἐνεργεία ὄν ἐστιν, ὥστε καὶ ἁπλῶς μὴ ὂν τὸ δυνάμει. ἐνδειξάμενος οὖν τὴν εἰς τὰ τρία ταῦτα τοῦ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὄντος διαίρεσιν λέγει μήτε τὸ κατὰ σύνθεσιν καὶ διαίρεσιν μὴ ὄν, τουτέστι τὸ κατὰ κατάφασιν καὶ ἀπόφασιν ψεῦδος, κινεῖσθαι (οὔτε γὰρ ψευδὴς οὕτε δόξα, ὅταν εἰς ἀληθῆ μεταβάλλῃ ,κινεῖται, ὡς ἔδειξεν ἐν Κατηγορίαις· οὐ γὰρ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀεὶ μεταπίπτει ταῦτα, ἀλλὰ ἄλλων πολλάκις τινῶν κινουμένων · ὁ γὰρ πρότερον ψευδόμενος τῆ δόξῃ καὶ τῷ λόγῳ, ὅτι κάθηται Σωκράτης, ἐὰν ἑστὼς τυγχάνῃ καθίσαντος αὐτοῦ ἀληθεύσει, οὐ τῆς δόξης ἢ τοῦ λόγου μεταβαλλόντων ,ἀλλὰ τοῦ πράγματος)· οὔτε οὖν τὸ κατὰ σύνθεσιν ἡ διαίρεσιν φησὶν ἐνδέχεται κινεῖσθαι, εἴπερ μηδὲ μεταβάλλει ὅλως τοῦτο καθ’ αὑτό, ἀλλὰ ἄλλου μεταβάλλοντος αὐτὸ μεταβάλλει, οὔτε δὲ τὸ κατὰ δύναμιν μὴ ὄν τουτέστιν τὸ ὡς δυνάμει μὴ ὄν, ὃ τῷ κατ’ ἐνέργειαν ὄντι ἀντίκειται. οὔτε τοῦτο οὖν φησι δυνατὸν κινεῖσθαι, διότι ἡ κίνησις κἄν ἀτελὴς ἐνέργεια, ἀλλ’ οὖν ἐνέργειά πώς ἐστι. καὶ χρὴ τὸ κινούμενον, ἐνεργείᾳ τι ὂν καὶ τόδε τι ὃν καὶ σῳζόμενον κινεῖσθαι· τὸ δὲ οὕτω λεγόμενον μὴ ὂν οὐδὲν τῶν ὄντων ἐστίν ἐνεργείᾳ· οὐδὲ γὰρ τὸ σπέρμα μένον σπέρμα μεταβάλλει εἰς φυτὸν ἢ ζῷον, ὥσπερ ὁ ἄνθρωπος μένων ἄνθρωπος κατά τι τῶν ἑαυτῷ συμβεβηκότων κινεῖται ἀπὸ τοῦ μὴ λευκοῦ εἰς λευκὸν καὶ ἀπὸ τοῦ μὴ ἀγαθοῦ εἰς ἀγαθὸν μεταβάλλων. καὶ διὰ τοῦτο κινεῖσθαι λέγοιτο ἄν τὰ ἀλλοιούμενα καὶ οὐ μεταβάλλεσθαι, ὅτι ἐνεργείᾳ τι ὑπομένον ἐνεργεῖ κατὰ τὴν κίνησιν. τῇ τοίνυν παραθέσει τοῦ τρίτου μὴ ὄντος, καθ’ ὃ ἡ τὶς γένεσις ἐλέγετο, τήν τε διαφορὰν τῆς τινὸς γενέσεως πρὸς τὴν ἁπλῶς ἐδήλωσε καὶ τὴν αἰτίαν ἐφανέρωσε τοῦ τὸ μὲν ἁπλῶς γινόμενον καὶ εἰς οὐσίαν μεταβάλλον μὴ λέγειν κινεῖσθαι, τῶν δὲ ἄλλων τὴν μεταβολὴν κίνησιν ὀνομάζειν. τοῦ μὲν γὰρ τὶ μὲν ὄντος ἐνεργείᾳ οἷον ἀνθρώπου, τὶ δὲ μὴ ὄντος οἷον οὐ λευκοῦ διὰ τὸ δυνάμει εἶναι λευκὸν δύναται τὸ ἐνεργείᾳ ὄν, ὁ ἄνθρωπος, κινεῖσθαι οὐ καθ’ αὑτό ὑπομένει γὰρ ὁ ἄνθρωπος), ἀλλὰ κατὰ τὸ συμβεβηκὸς αὐτῷ. διὸ καὶ κατὰ συμβεβηκὸς αὐτό φησι κινεῖσθαι, οὐ συνήθως τῷ ὀνόματι χρησάμενος. ἡ γὰρ ἀπὸ τοῦ μὴ λευκοῦ εἰς λευκὸν μεταβολὴ καθ’ αὑτό ἐστιν, ἀλλ’ οὐ κατὰ συμβεβηκός, κέκληκε δὲ αὐτὸ κατὰ συμβεβηκός, ὅτι τὸ οὕτως μὴ ὂν ὡς μὴ λευκὸν τῷ ἐνεργείᾳ ὄντι συμβέβηκεν. εἰ δὲ οὕτω τὸ τὶ μὴ ὂν κινεῖται, τὸ ἀπλῶς μὴ ὄν, τουτέστι τὸ μὴ ὂν ἐνεργείᾳ μηδὲ ὑπομένον, οὔτ’ ἂν καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκὸς κινοῖτο. οὔτε γὰρ καθὸ μὴ ἔστι κινεῖται οὔτε τῷ ἄλλο τι εἶναι ἐνεργείᾳ ταὐτὸν μένον ,ὡς ἄνθρωπος ἦν τὸ μὴ λευκόν. εἰ οὖν τὸ οὕτω μὴ ὂν ἀδύνατον κινεῖσθαι, ἡ δὲ ἐκ τοῦ οὕτω μὴ ὄντος, ὃ ἁπλῶς μὴ ὂν ἐλέγετο, εἰς τὸ ἀπλῶς |καὶ ἐνεργείᾳ ὂν μεταβολὴ γένεσις ἦν, ἀδύνατον τὴν γένεσιν κίνησιν εἶναι· γίνεται μὲν γὰρ τὸ μὴ ὄν οὐ γὰρ δὴ τὸ ὄν), κινεῖται δὲ τὸ ὄν, εἴπερ ἐνέργειά τις ἡ κίνησις. διὸ ἐπιστῆσαι χρή, ὅτι ἐν μὲν τοῖς εἰς οὐσίαν μεταβάλλουσιν κίνησις μὲν ὅλως οὐκ ἔστιν, ὅτι οὐκ ἐστι τι ἐν αὐτοῖς τὸ ἐνεργείᾳ ὄν, ἵνα ἐνεργῇ τὴν κίνησιν, μεταβολὴ δὲ μόνον ἐν ἐκείνοις ἐστὶν ἡ κατὰ γένεσιν· ἐν δὲ ταῖς κατὰ ποιότητα ἢ κατὰ ποσότητα ἢ κατὰ τόπον μεταβολαῖς ἢ ὅλως ταῖς παρὰ τὴν οὐσίαν, κίνησις μέν ἐστι τοῦ ἐνεργείᾳ ὑπομένοντος, οἷον τοῦ ἀνθρώπου κινουμένου, γένεσις δὲ τοῦ λευκοῦ ἐκ μὴ λευκοῦ, τὸ δὲ ὅλον ἀλλοίωσις. οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων. διὰ τοῦτο οὖν ἡ γένεσις κίνησις οὐκ ἔστιν, ὅτι οὐκ ἔστι τὸ κινούμενον ἐνεργείᾳ τι ὑπομένον, ὡς τὸ ἀλλοιούμενον καὶ αὐξόμενον καὶ φερόμενον· ὁ γὰρ ἄνθρωπος ὑπομένων λευκαίνεται, τὸ δὲ οὐ λευκὸν τὸ ἐν αὐτῷ οὐχ ὑπομένον, ὥσπερ ὁ ἄνθρωπος, μεταβάλλει εἰς τὸ λευκόν· διὸ οὐ κινεῖται μὲν τὸ οὐ λευκόν, γίνεται δὲ λευκόν. ὥστε ἡ γένεσις οὐκ ἔστι κίνησις. εἰπὼν δὲ ὅτι τὸ μὴ ὄν, ἐξ οὗ ἡ γένεσις, οὐ κινεῖται μὲν γίνεται δέ γίνεται γάρ φησι τὸ μὴ ὄν), πῶς εἶπεν γίνεσθαι τὸ μὴ ὂν ἐξηγεῖται, ὅτι οὐ τὸ καθ’ αὑτὸ μὴ ὂν γίνεται, ἀλλ’ ᾧ συμβέβηκε τὸ μὴ ὄν· ἡ γὰρ ὕλη καὶ ὅλως τὸ δυνάμει ἐξ οὗ γίνεται τὸ γινόμενον οὐ καθ’ αὑτὸ μὴ ὄν ἐστιν, ἀλλ’ ὅτι συμβέβηκεν αὐτῷ τὸ μὴ ὂν οἷον ἡ στέρησις, ἥτις οὐχ ὑπομένει ἐν τῇ γενέσει. πλὴν καθόσον τὸ γινόμενον διὰ τὴν στέρησιν οὐκ ἔστι τοῦτο ὅπερ γίνεται, ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν κατὰ τοῦ γινομένου ἀπλῶς· τὸ γὰρ ἁπλῶς γινόμενον οἷον ἡ ὕλη τοῦ ἀνθρώπου οὐδὲν ἔχον ἐνεργείᾳ ὑπομένον ὅλον κατὰ τὸ δυνάμει καὶ τὴν στέρησιν τοῦ ἀνθρώπου ὑφέστηκεν· ὁ δὲ λευκαινόμενος ἄνθρωπος ὑπομένοντος τοῦ κατ’ ἐνέργειαν ἀνθρώπου λευκαίνεται. εἰ οὖν τὸ γινόμενον ἀληθὲς εἰπεῖν μὴ ὄν, ὅτι μηδέν ἐστι κατ’ ἐνέργειαν, τὸ δὲ μὴ κατ’ ἐνέργειαν οὐ κινεῖται, ἡ γένεσις οὐκ ἄν εἴη κίνησις. Λέγει δὲ καὶ ἄλλην ἐξήγησιν τοῦ προκειμένου τοιαύτην ὁ τῷ ἁπλῶς μὴ ὄντι, τουτέστι τῷ δυνάμει, ἐξ οὗ γίνεται τὸ γινόμενον, κατὰ συμβεβηκὸς ὑπάρχει τὸ γίνεσθαι, ὅτι ᾧ συμβέβηκε τὸ ἀπλῶς μὴ ὄν, τουτέστιν ἡ στέρησις, τοῦτο γίνεται· τὸ δὲ κινεῖσθαι οὐ κατὰ συμβεβηκὸς αὐτῷ ὑπάρχει, εἴπερ μηδὲ ἔστιν ὅλως, ἀλλ’ εἴπερ ἄρα, τὸ κινεῖσθαι τούτῳ τῷ μὴ ὄντι ὑπάρχει, ὃ ἀντίκειται τῷ τινὶ ὄντι, ὅπερ ἐστὶν οὐχ ἁπλῶς μὴ ὂν ἀλλὰ τόδε μὴ ὄν, ἐφ’ οὗ ἡ τὶς γένεσις κατηγορεῖται. καὶ τοῦτο δὲ κατὰ συμβεβηκός· οὐ γὰρ καθὸ μὴ ὄν, ἀλλὰ καθὸ ἄλλο τι ὄν· δεῖ γὰρ τὸ κινούμενον εἶναι ὄν· ὄντος γὰρ ἐνέργεια ἡ κίνησις. τεκμήριον οὖν τοῦ μὴ κινεῖσθαι τὸ γινόμενον ἔλαβε τὸ ὑπάρχειν αὐτῷ τὸ μὴ ὄν. ὁ δὲ Ἀσπάσιος οὕτως ἐξηγεῖται τὴν λέξιν ταύτην· “εἰπών, φησίν, ὅτι τὸ μὴ ὄν ἐστι τὸ γινόμενον, ἐπειδὴ τοῦτο ἀμφισβητήσιμον ἦν (εἴποι γὰρ ἄν τις μὴ τὸ μὴ ὂν τὸ γινόμενον, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος) ,διὰ τοῦτο λέγει, ὅτι κἀν ὅτι μάλιστα συγχωρήσωμεν τὸ μὴ ὂν κατὰ συμβεβηκὸς λέγεσθαι γίνεσθαι καὶ μὴ κυρίως, ἀλλ’ ὅμως τό γε ἀντιστρέφον αὐτῷ ἀληθές ἐστιν, ὅτι τὸ γινόμενον τὸ μὴ ὄν ἐστιν· οὐ γὰρ ἄν ἔτι γίνοιτο, εἴπερ ὂν ἦν. ἐπεὶ οὖν τὸ γινόμενον οὐκ ὄν ἐστι, τὸ δὲ οὐκ ὂν οὐ κινεῖται, τὸ γινόμενον οὐ κινεῖται, οὐδὲ ἡ γένεσις ἄν εἴη κίνησις.” Ὁμοίως δέ, φησί, καὶ τὸ ἠρεμεῖν τοῖς ἁπλῶς γινομένοις οὐχ ὑπάρχει· καὶ γὰρ ἡ ἠρεμία ὄντος ἐστὶ στέρησις οὖσα τοῦ πεφυκότος κινεῖσθαι· πέφυκε δὲ κινεῖσθαι τὸ ὄν, ὥστε ὃ ἀδύνατον κινεῖσθαι, τοῦτο καὶ ἠρεμεῖν ἀδύνατον. ἀμφότερα γὰρ τοῦ ὄντος εἰσὶν ἐνέργειαι. δείξας οὖν ἐκ τοῦ τῷ γινομένῳ ὑπάρχειν τὸ μὴ ὄν, ὅτι οὔτε κινεῖται τὸ γινόμενον οὔτε ἠρεμεῖ (ἐπεὶ γὰρ ἄμφω ταῦτα ὄντος εἰσὶν ἐνέργειαι). ἐφεξῆς καὶ κατ’ ἐπιχείρησιν τὸ αὐτὸ δείκνυσιν ἄτοπόν τι λέγων ἕπεσθαι τοῖς λέγουσι κινεῖσθαι τὸ γινόμενον, εἴπερ μὴ ὄν ἐστιν. εἰ γὰρ πᾶν τὸ κινούμενον ἐν τόπῳ, ὡς δείξει προελθών, τὸ δὲ μὴ ὂν οὐκ ἐν τόπῳ καθ’ αὑτό ,τὸ ἄρ μὴ ὂν οὐ κινεῖται, ἐν δευτέρῳ σχήματι συναχθέντος τοῦ λόγου. καὶ ὅτι μὲν τὸ γινόμενον μὴ ὂν ἐστι ,πρότερον ὺπεμνησται, ὅτι δὲ τὸ μὴ ὂν οὐκ ἐν τόπῳ, συντόμως ἐνεδείξατο διὰ τοὐ εἴη γὰρ ἄν που. εἰ δέ πού ἐστι, δῆλον ὅτι καὶ ἔστι καὶ ἐνεργείᾳ ἔστι· τὸ γὰρ δυνάμει ὂν οὔτε ἀπλῶς ὄν ἐστιν οὔτε πού ἐστιν. ὥστε καὶ ἐν πρώτῳ σχήματι δυνατὸν συναγαγεῖν οὕτω· τὸ γινόμενον τὸ ἐνεργεία μὴ ὄν ἐστι· τὸ ἐνεργείᾳ μὴ ὂν οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτό· τὸ μὴ ὂν ἐν τόπῳ οὐ κινεῖται· τὸ ἄρα γινόμενον οὐ κινεῖται· ἡ ἄρα γένεσις οὐκ ἔστι κίνησις. δυνατὸν δὲ τὸ αὐτὸ καὶ ὑποθετικῶς συλλογίσασθαι. ὅτι δὲ οὐδὲ ἡ φθορὰ κίνησις, δείκνυσι συντόμως προλαβών, ὅτι τῇ κινήσει ἐναντίον ἐστὶν ἤτοι κίνησις ἢ ἠρεμία. ἐπεὶ οὖν ἡ φθορὰ ἐναντία ἐστὶ τῇ γενέσει, εἰ ἔστι κίνησις ἡ φθορά, ἀνάγκη τὴν γένεσιν ἢ κίνησιν εἶναι ἢ ἠρεμίαν. εἰ οὖν ἡ γένεσις δέδεικται μεδέτερον οὖσα τούτων, δῆλον ὅτι οὐδὲ ἡ φθορὰ κίνησίς ἐστιν, ἀλλ’ οὐδὲ ἠρεμία· εἴη γὰρ ἄν πάλιν ἡ γένεσις κίνησις, εἴπερ ἐναντία αὐτῇ ἐστιν ἡ φθορά. κοινότερον δὲ νῦν τὴν ἠρεμίαν ἀντὶ τοῦ ἀντικειμένην εἰπεῖν ἐναντίαν εἶπεν τῇ κινήσει, στέρησιν αὐτὴν ἀποδεικνύναι μέλλων τῆς κινήσεως. p. 225 a 33 ἐπειδὴ δὲ πᾶσα κίνησις μεταβολή τις ἕως τοὐ τὸ μυμνὸν καὶ λεύκ’ ὂν καὶ μέλαν. τὴν μεταβολὴν τετραχῇ διελὼν εἴς τε τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον καὶ τὴν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον καὶ τὴν ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον καὶ ἔτι τὴν ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, καὶ τὴν τελευταίαν συμπλοκὴν ὡς ἀσύστατον ἀποκρίνας ἔδειξεν, ὅτι οὐδετέρα τῶν δύο μεταβολῶν κίνησίς ἐστιν, οὔτε ἡ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον, ἥτις ἦν γένεσις, οὔτε ἡ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ἥτις ἦν φθορά. καὶ ἐπάγει λοιπὸν ἐπεὶ δὲ πᾶσα κίνησις μεταβολή τις (τὸ γὰρ ἄλλο μετ’ ἄλλο ἐν αὐτῇ θεωρεῖται) ,τρεῖς δὲ ἐδείχθησαν πᾶσαι μεταβολαί, ὧν αἱ δύο κατ’ ἀντίφασιν, αὗται δὲ ἦσαν αἱ κατὰ γένεσιν καὶ φθορὰν οὐ κινήσεις, ἀνάγκη τὴν λοιπὴν μεταβολὴν τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ταύτην εἶναι κίνησιν μόνην. τὰ δὲ ὑποκείμενα, ἐξ ὧν καὶ εἰς ἃ αἱ μεταβολαὶ, ἢ ἐναντία ἐστὶν ἢ μεταξύ. εἶπεν δὲ ὅτι καὶ τὰ μεταξὺ εἰς τὰ ἄκρα ὡς ἐναντία μεταβάλλει. ἐπειδὴ δὲ καὶ ἐκ στερήσεως γίνεται μεταβολή, ἐζήτησεν ἂν τις, πότερον ὡς ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ἢ κατὰ ἀντίφασίν ἐστιν ἡ τοιαύτη μεταβολή. καὶ λέγει ὅτι ὡς ἐξ ὑποκειμένου· κείσθω γάρ, φησίν, ἐναντίον ἡ στέρησις· εἰ δὲ ἐναντίον, δῆλον ὅτι καταφάσει δηλοῦται. καταφάσει δὲ δηλούμενον τὸ ὑποκείμενον εἶπεν εἶναι πρότερον. ὥστε ἡ στέρησις ὑποκείμενόν ἐστι καὶ τὸ ἐκ στερήσεως μεταβάλλον εἰς ἕξιν, ὡς ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβάλλει. τί οὖν οὐχὶ καὶ ἡ γένεσις ἐκ στερήσεως ἐστι; πῶς οὖν οὐχὶ καὶ αὕτη ἐξ ὑποκειμένου ; ἢ ὥσπερ τὸ δυνάμει διττόν ἐστι τὸ μὲν πρὸς οὐσίαν, τὸ δὲ πρὸς συμβεβηκός, οὕτω καὶ ἡ στέρησις ἡ μὲν οὐσίας ἐστίν, ἡ δὲ συμβεβηκότος· καὶ ἡ μὲν τοῦ συμβεβηκότος, διότι ἐν οὐσίᾳ ἐστὶ τοῦτο, πολλοῦ τοῦ ὄντος μετέχει καὶ καταφάσει δηλοῦται καὶ ἔστιν ὑποκείμενον καὶ δύναται κινεῖσθαι τὸ ἐν ᾧ ἐστιν ἡ στέρησις, ὡς τὸ νοσοῦν καὶ ἄμουσον καὶ γυμνόν. ἡ δὲ τῆς οὐσίας στέρησις, ἐπειδὴ οὐσίας ἐκπεσοῦσα καὶ τοῦ ὄντος ἐκπέπτωκεν, ἀποφάσει δηλοῦται. ὂν δὲ δηλονότι νῦν καὶ οὐσία τὸ ἐνεργείᾳ λέγεται, καὶ οὐκ ἐκεῖνο τὸ ὄν, οὗ καὶ ἡ στέρησις καὶ τὸ δυνάμει καὶ ἡ ὕλη μετέχει. Παράδειγμα δὲ τοῦ τὴν στέρησιν καταφάσει δηλοῦσθαι τὸ γυμνὸν λαβὼν ἐπήγαγε καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, δεικνὺς ὅτι ὡς ταῦτα καταφάσει δηλοῦται, οὕτω καὶ τὸ γυμνόν. μήποτε δὲ καὶ ἄλλο τι ἐνεδείξατο διὰ τούτου, ὅτι τὰ ἐξ ἀλλήλων γινόμενα ἐναντία οὐ μόνον ὡς ἐξ ἐναντίων γίνεται ἀλλὰ καὶ ὡς ἐξ ἀπ· οφάσεων· τὸ γὰρ λευκὸν ἐκ τοῦ μέλανος γίνεται, ὅτι τὸ μέλαν οὐ λευκόν ἐστι· καὶ μέντοι καὶ ὡς ἐκ στερήσεως· τὸ γὰρ σῶμα τὸ τέως μέλαν ἀπουσίαν ἔχει λευκοῦ πεφυκὸς καὶ αὐτὸ δέχεσθαι. στέρησις δὲ οὐδέν ἐστιν ἄλλο, ἢ ἀπουσία τοῦ πεφυκότος ἐνυπάρχειν. τὸ δὲ γυμνὸν οὐ τῆς κυρίως στερήσεως ἐστι παράδειγμα· ἐκείνη γὰρ οὐκ ἀνακάμπτει ποτὲ εἰς τὴν ἕξιν ὥσπερ τὸ γυμνὸν εἰς τὸ ἐνδεδύσθαι. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης τὴν κίνησίν τινα μεταβολὴν 〈λέγει, ἐπὶ πλέον οὖσαν τὴν μεταβολὴν〉 τῆς κινήσεως, τὴν γένεσιν καὶ τὴν φθορὰν μεταβολὰς μὲν λέγων, κινήσεις δὲ οὔ· ὁ δέ γε Πλάτων’ τοὐναντίον δοκεῖ τὴν κίνησιν ἐπὶ πλέον τῆς μεταβολῆς λέγειν· καὶ γὰρ τὰς μὲν μεταβολὰς τὰς αὐτὰς τῷ Ἀριστοτέλει λέγει καὶ κινήσεις αὐτὰς εἶναι βουλόμενος καὶ γὰρ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἐν τῷ δεκάτῳ τῶν Νόμων ταῖς φυσικαῖς κινήσεσι συναριθμεῖ), κίνησιν δὲ καὶ τὴν τοῦ νοῦ ἐνέργειαν ὀνομάζει, ῾σφαίρας ἐντόρνου᾿ κινήσει τὴν ἐπιστρεπτικὴν τοῦ νοῦ ἐνέργειαν ἀπεικάζων. τοσαύτης οὖν δοκούσης αὐτῶν ἐν τούτοις διαφορᾶς θαυμάζω, εἰ μὴ μέχρι τῶν ὀνομάτων μόνον ἐστὶν ἡ διαφωνία. τὴν μὲν οὖν μεταβολὴν ὁμοίως ἑκάτερος ἐπὶ πάντων τίθησι τῶν κατὰ χρόνον ἐξαλλαττομένων, κίνησιν δὲ ὁ μὲν Πλάτων’ πᾶσαν τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν ὑποθέμενος τάς τε μεταβολὰς ἁπάσας κινήσεις εἶπεν εἰκότως, καὶ μέντοι καὶ τὰς ἀμεταβλήτους καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσας ἐνεργείας οὐκ ὤκνησε κινήσεις καλεῖν διὰ τὴν τῆς ἐνεργείας πρόοδον ἀπὸ τοῦ ὄντος· ἔκστασις γὰρ τῆς οὐσίας ἐστὶν ἡ ἐνέργεια εἰς οὐσίαν πάλιν ἐρειδομένη. ὁ δέ γε Ἀριστοτέλης συμμετρότερα φιλοσοφῶν τοῖς πολλοῖς ἀνθρώποις καὶ τὰς παρακοὰς αὐτῶν φυλαττόμενος ηὐλαβήθη τὴν τοῦ νοῦ ἐνέργειαν ἀμετάβλητον οὖσαν, ἢ ὡς αὐτὸς ἔτι σεμνότερον εἶπεν, οὐσίαν οὖσαν τὴν ἐνέργειαν τοῦ νοῦ κίνησιν εἰπεῖν. ὁ γὰρ ἀκούων κίνησιν εὐθὺς μεταβολὴν ἐννοεῖ καὶ παθητὸν τὸ κινούμενον ὑποπτεύει καὶ χρόνον εὐθὺς τῇ κινήσει συναναφέρει. ἐν δέ γε ταῖς μεταβολαῖς διαφοράν τινα θεασάμενος, καθόσον αἱ μὲν ἐνεργείᾳ ὄντος ἤδη τοῦ μεταβάλλοντος καὶ ὑπομένοντος ἐπιτελοῦνται, ὥσπερ ἀλλοίωσις καὶ αὔξησις καὶ μείωσις καὶ ἡ κατὰ τόπον μεταβολή (ἐν πάσαις γὰρ ταύταις ταῖς μεταβολαῖς τὸ μεταβάλλον οἷον ὁ ἄνθρωπος ὁ λευκαινόμενος ἢ αὐξανόμενος ἢ βαδίζων ἐνεργείᾳ ὢν ἄνθρωπος καὶ ὑπομένων ἄνθρωπος μεταβάλλει κατὰ ταῦτα), τινὲς δὲ τῶν μεταβολῶν οὐκ ἐκ τοῦ ἐνεργείᾳ ὄντος, ἀλλ’ ἐκ τοῦ δυνάμει, οὐδὲ ὑπομένοντος ἀλλὰ ἀεὶ ἄλλοτε ἄλλου γινομένου ἐπιτελοῦνται ὥσπερ ἡ τοῦ ἀνθρώπου γένεσις ἐκ τοῦ σπέρματος, ὅπερ ἐν τούτῳ ἐστὶν οὐσιωμένον ἐν τῷ δυνάμει ἄνθρωπον εἶναι, ἐνεργείᾳ δὲ οὐδέν ἐστι, δηλοῖ δὲ τὸ μὴ ἐπιμένειν ἐν τῷ τοῦ σπέρματος εἴδει, ὅπερ ὑπάρχει τοῖς τελείοις καὶ ἐνεργείᾳ ἤδη οὖσιν, ἀλλὰ ἄλλοτε ἄλλο γίνεσθαι, ἕως ἄν εἰς τὸ ἐνεργείᾳ καταντήσῃ· ταύτην οὖν τὴν διαφορὰν ἐν τῖς μεταβολαῖς θεασάμενος, καὶ ὅτι αἱ μὲν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ καὶ ἐκ τοῦ οὕτω μὴ ὄντος εἰς τὸ οὕτως ὂν παθητικαὶ μᾶλλόν εἰσι, κἄν ἔστι τι καὶ ἐν αὐταῖς βραχύτατον ἐνεργητικόν (τὸ γὰρ δυνάμει παθητικόν ἐστι αἱ δὲ ἐκ τῶν ἐνεργείᾳ ἤδη ὄντων καὶ ἐνεργεῖν δυναμένων μεταβολαὶ μέν εἰσι καὶ αὗται, παθητικαὶ καὶ αὐταὶ οὖσαι, τρανεστέραν δὲ ἔχουσι τὴν ἐνέργειαν), ἐπεὶ οὖν ἡ κίνησις, καίτοι μεταβολή τις οὖσα καὶ πάθος τοῦ κινουμένου, ἐνέργειά τις ὅμως αὐτοῦ δοκεῖ εἶναι καὶ ἔστιν ἀτελὴς μὲν διὰ τὸ πολλῷ συμμεμῖχθαι τῷ πάθει, ἐνέργεια δὲ ὅμως, διὰ τοῦτο τῶν μεταβολῶν τὰς μὲν ἐνεργητικὰς κινήσεις καλεῖ, τὰς δὲ παθητικὰς μεταβολὰς μόνον, ὡς κατὰ τὸ πάθος μάλιστα χαρακτηριζομένας, κἄν ἔχωσί τι βραχύτατον καὶ αὗται ἐνεργητικόν· καὶ θαυμάζω τὴν τοῦ ὀνοματοθέτου σοφίαν, ὅπως τὸ μεταβάλλειν καίτοι ἐνεργητικῶς λεγόμενον πάθος ὅμως δηλοῖ. εἰ οὖν |τὸ τῆς κινήσεως ὄνομα κατ’ ἄλλο μὲν σημαινόμενον ὁ Πλάτων’ ἐκδέχεται τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν τοῦ ὁπωσοῦν ὄντος κίνησιν καλῶν, ὁ δὲ Ἀριστοτέλης κατὰ τὰς κοινὰς τῶν ὀνομάτων προλήψεις τὴν μεταβολικὴν ἐνέργειαν κίνησιν καλεῖ, ἀλλ’ οὔτε τὴν παντελῶς ἀμετάβλητον τὴν τοὐ νοῦ οὔτε τὴν κατὰ πάθος σχεδόν τι μόνον μεταβολὴν ἐλάχιστον ἢ οὐδὲν ἔχουσαν τὸ ἐνεργητικόν ,περὶ ὀνόματος οἶμαι καὶ οὐ περὶ πράγματός ἐστιν ἡ διαφορά, ἐπεὶ καὶ ὁ Πλάτων’ ἀκίνητον ἄν εἴποι ὡς ἀμετάβλητον τὴν τοῦ νοῦ κίνησιν καὶ τὴν τῶν μεταβολῶν διαφορὰν οὕτω λεπτῶς διακριθεῖσαν ἀποδέξαιτο ἄν. καὶ ὁ Ἀριστοτέλης τὴν ἐνέργειαν ὁμολογεῖ τοῦ νοῦ ὁ λέγων “τῇ οὐσίᾳ ὢν ἐνέργεια,” καὶ εἴ τις αὐτῷ δοίη τοὺς πολλοὺς ἀνθρώπους κίνησιν ἀμετάβλητον καὶ ἄχρονον δυναμένους ἐννοεῖν, οὐκ ἄν οἶμαι παραιτήσαιτο τὴν ἐνέργειαν τοῦ νοῦ κίνησιν καλεῖν. ἀλλὰ ταῦτα μὲν ἐμοὶ φίλον οὕτω περὶ φίλων ἀνδρῶν ἀλλήλοις τε καὶ τῇ σοφίᾳ νοεῖν. Εὐθύνουσι δὲ τὸν Ἀριστοτέλην τὴν γένεσιν καὶ τὴν φθορὰν ἐκβάλλοντα τῶν κινήσεων ἐκ τοῦ τὸ μὲν κινούμενον ἐν τόπῳ εἶναι, τὸ δὲ μὴ ὂν ἐξ οὗ ἡ γένεσις καὶ εἰς ὃ ἡ φθορὰ μὴ εἶναι ἐν τόπῳ, λέγοντες κακῶς τὸ μὴ ὂν ἐξ οὗ ἡ γένεσις τὴν ὕλην λαμβάνειν. καὶ διὰ τοῦτο λέγειν αὐτὴν μὴ εἶναι ἐν τόπῳ. οὐδὲ γὰρ περὶ τὴν πρώτην ὕλην ἀλλ’ οὐδὲ περὶ τὸ ἁπλῶς σῶμα ἡ γένεσις· οὐδὲ γὰρ σῶμα γίνεται καθὸ σῶμα, ὡς αὐτὸς ἀπέδειξεν ἐν τῇ Περὶ οὐρανοῦ, ἀλλὰ τὸ γινόμενον κα φθειρόμενον τὸ τοιόνδε σῶμά ἐστι· τοῦτο δὲ πᾶν ἐν τόπῳ. ψευδὴς ἄρα, φασίν, ἐστὶν ἡ πρότασις ἡ λέγουσα τὸ μὴ ὂν ἐξ οὗ ἡ γένεσις οὐκ ἐν τόπῳ. ἀλλὰ ῥητέον οἶμαι πρὸς ταῦτα, ὅτι οὔτε τὴν πρώτην ὕλην οὔτε τὸ ἀπλῶς σῶμα εἰπὼν μὴ ὄν, ἐξ οὗ ἡ γένεσις, εἶπεν αὐτὸ μὴ ἐν τόπῳ εἶναι, ἀλλὰ τὸ δυνάμει καθὸ δυνάμει. ὡς γὰρ ὂν οὐκ ἔστι κατ’ ἐνέργειαν τὸ κατὰ τὸ δυνάμει οὐσιωμένον, οὕτως οὐδὲ ἐν τόπῳ κατ’ ἐνέργειαν· “εἴη γὰρ ἄν που’’ φησίν. εἰ γὰρ ἐν τόπῳ εἴη κατ’ ἐνέργειν, καὶ εἴη ἂν κατ’ ἐνέργειαν. εἰ δὲ καὶ τὸ ἁπλῶς μὴ ὄν, φασί, λάβοιμεν, ἀναγκάσομεν αὐτὸν καὶ τὴν γένεσιν κίνησιν φάναι διὰ τοῦ ὅρου τῆς κινήσεως. εἰ γὰρ τὸ ἁπλῶς μὴ ὂν δυνάμει ἐστὶ τοῦτο ὃ γίνεται, ἡ δὲ ἐκ τοῦ δυνάμει ὁδὸς εἰς τὸ ἐνεργείᾳ κίνησίς ἐστιν, ὡς ορίζεται αὐτός, ἔσται καὶ ἡ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος ὁδὸς εἰς τὸ ἐνεργείᾳ ὃ ἦν ἐκεῖνο δυνάμει ὂν κίνησις. εἰ οὖν αὕτη ἐστὶν ἡ γένεσις, δῆλον τὸ συμβαῖνον. τοιοῦτον μὲν οὖν καὶ κατὰ ταύτην τὴν λέξιν ἐστὶν τὸ δεύτερον ἐπιχείρημα εὐαπολυτώτερον οἶμαι τοῦ προτέρου τυγχάνον. ὁ γὰρ ἀποδοθεὶς ἐν τῷ τρίτῳ βιβλίῳ τῆς κινήσεως οὗτος ὁρισμὸς τῆς μεταβολῆς ἦν. καὶ μέχρι τοῦ νῦν ἀδιορίστως ἐχρήσατο τῷ τῆς κινήσεως ὀνόματι καὶ τῆς μεταβολῆς ἀδιόριστον τὸ δυνάμει λαμβάνων. νῦν δὲ διελὼν αὐτὸ εἴς τε τὸ ἁπλῶς μὴ ὂν καὶ τὸ τὶ μὴ ὂν κατὰ ταύτην τὴν διαίρεσιν τὴν κίνησιν διέκρινε τῆς γενέσεως καὶ φθορᾶς. τὸ δὲ ἐφ’ ἐξῆς τὸ λέγον μὴ πᾶσαν κίνησιν μεταβολὴν εἶναι, εἴπερ ὁ νοῦς κινεῖται ἀμετάβλητον καὶ ἄχρονον κίνησιν, ἐξ ὑποθέσεως προιὸν ἀνατρέπεται σαλευομένης τῆς ὑποθέσεως. ὁ γὰρ Ἀριστοτέλης, ὡς εἴρηται, κατὰ τὰς τῶν πολλῶν δόξας πᾶσαν κίνησιν μεταβολὴν καὶ ἔγχρονον τιθέμενος οὐκ ἀξιοῖ τὴν τοῦ νοῦ ἐνέργειαν κίνησιν καλεῖν, ἵνα μὴ καὶ μεταβολὴν εὐθὺς καὶ χρόνον ὁ ἀκούων ἐπ’ ἐκείνης φαντάζηται. ὁ δέ γε Πλάτων, κἄν λέγῃ κινεῖσθαι τὸν νοῦν καὶ τὴν ψυχὴν καὶ τὰ φυσικὰ σώματα, κατ’ ἄλλο καὶ ἄλλο σημαινόμενον ἑκάστῳ τούτων τὴν κίνησιν ἀποδίδωσιν, ἐπεί πὼς καὶ τὸν νοῦν κινεῖσθαι λέγων τὴν ψυχὴν αὐτοκίνητον κατ’ οὐσίαν εἶναί φησιν. εἰ γὰρ πᾶν τὸ κινούμενον ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου κινεῖται (τοῦτο γὰρ καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ ἠξίωσε) καὶ προυπάρχει τὸ ὑφ’ ἑαυτοῦ κινούμενον τοῦ ὑπ’ Μου κινουμένου, ὁ νοῦς ἄν εἴη κατ’ αὐτὸν πρὸ τῆς ψυχῆς αὐτοκίνητος. ἀλλὰ τὴν μὲν ἐν τῷ νῷ κίνησιν κατὰ τὴν ἀπὸ τοῦ ὄντως ὄντος πρώτην εἰς ἐνέργειαν ἔκστασιν ἐθεάσατο, τὸ δὲ αὐτοκίνητον τῆς ψυχῆς κατὰ τὴν ἀφ’ ἑαυτῆς διάκρισιν καὶ τὴν ἐν αὐτῇ διπλόην, καθ’ ἣν αὐτογένητος ὑπέστη· τὸ γὰρ αὐτόζων καὶ τὸ αὐθυπόστατον οἶμαι καὶ τῷ νῷ προσήκειν· τὴν δέ γε φυσικὴν κίνησιν κατὰ τὴν τοῦ προτέρου καὶ ὑστέρου κατὰ χρόνον μεταβολὴν καὶ αὐτὸς ἐθεάσατο ὁμοίως τῷ Ἀριστοτέλει, πλὴν ὅτι ὁ μὲν Πλάτων πάσας τὰς φυσικὰς μεταβολὰς κινήσεις ἠξίωσε καλεῖν, ὁ δὲ Ἀριστοτέλης καὶ τοῦτο μέν, τὸ τὰς φυσικὰς πάσας μεταβολὰς κινήσεις καλεῖν, ἐζήλωσε τοῦ καθηγεμόνος ἐν ταῖς Κατηγορίαις καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ μέχρι τοῦδε (τὸν γοῦν ὅρον τῆς μεταβολῆς ὡς κινήσεως ἐν τῷ τρίτῳ), εὑρὼν δὲ τὴν εἰρημένην ἐν ταῖς μεταβολαῖς διαφορὰν φορὰν κατ’ αὐτὴν διέστησε τὴν κίνησιν ἀπὸ τῆς γενέσεως καὶ φθορᾶς. εἰ δὲ δοκεῖ, διὰ τοὺς δυσχεραίνοντας πρὸς τὴν διαφορὰν τῆς κινήσεως καὶ τῆς μεταβολῆς, κἀν μακρότερος ὁ λόγος γίνηται, πειραθῶμεν σαφέστερόν τι περὶ αὐτῶν εἰπεῖν. Ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μέν εἰσιν οὐσίαι, τὰ δὲ συμβεβηκότα, δῆλον ὅτι καὶ αἱ μεταβολαὶ αἱ μὲν εἰς οὐσίαν γίνονται, αἱ δὲ εἰς συμβεβηκός. καὶ τὸ δυνάμει ἤτοι τὸ μὴ ὄν, ἐξ οὗ ἡ μεταβολή, τὸ μὲν πρὸς οὐσίαν δυνάμει καὶ πρὸς οὐσίαν ἀντιφάσκει, τὸ δὲ πρὸς συμβεβηκός. κοινῶς μέντοι, καθόσον ἐκ μὴ ὄντος εἰς ὄν, γένεσίς ἐστιν ἡ τοιαύτη μεταβολή. τὸ γὰρ πρότερον μὴ ὃν ὕστερον δὲ ὂν διὰ γενέσεως ἔχει τοῦτο, ἀλλ’ ἡ μὲν εἰς οὐσίαν μεταβολὴ ἁπλῶς γένεσις, οἷον εἰ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ὅτι καὶ κυρίως ὂν ἡ οὐσία, ἡ δὲ εἰς συμβεβηκός, οἷον εἰς λευκὸν ἐκ μὴ λευκοῦ, τὶς γένεσις, ὅτι καὶ τὶ ὂν τὸ συμβεβηκὸς μὴ καθ’ ἑαυτὸ ὑπάρχον, ἀλλὰ τῇ οὐσίᾳ πάντως παραφυόμενον. ἑκατέρα μέντοι γένεσις, καθόσον ἐκ μὴ ὄντος εἰς ὄν, μεταβολή, καὶ κατὰ ἀντίφασιν, ὅπερ ἴδιον γενέσεως καὶ φθορὰ ἡ ἀντικειμένη. ἐπειδὴ δὲ πάλιν τῶν δυνάμει τούτων, ἀφ’ ὧν ἡ μεταβολή, τὸ μὲν πρὸς συμβεβηκὸς πεφυκὸς οὐσία ἐστὶν ὑπομένουσα |κατὰ τὸ ὑποκείμενον αὐτὴ καθ’ ἑαυτὴν τελεία καὶ ἐνεργὸς καὶ οὐ συμπληροῦσά τινα ἄλλην οὐσίαν μετὰ τοῦ συμβεβηκότος, οἷον ὁ ἄνθρωπος ὁ ἐκ μέλανος εἰς λευκὸν μεταβάλλων ἢ ἐκ βραχυτέρου εἰς μείζονα ἢ ἀπὸ τοῦ ἄνω εἰς τὸ κάτω, ὅτε καὶ τὸ ἐναντίον πάντως ἔχει τῷ εἰς ὃ μεταβάλλει ἡ ὑποκειμένη οὐσία· εἰ γὰρ εἰς λευκὸν μέλας ὢν πρότερον, ἤ τι τῶν μεταξὺ χρωμάτων ἔχων, οὕτως εἰς λευκὸν μεταβάλλει· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸ δέ γε πρὸς οὐσίαν δυνάμει οἷον ὁ μὴ ἀήρ, ἀφ’ οὗ ἡ εἰς ἀέρα γίνεται μεταβολή, κἂν εἴη ὕδωρ ἢ σῶμα ἄποιον, ἀλλὰ τὸ μὲν ὕδωρ οὐχ ὑπομένει ἐν τῇ εἰς τὸν ἀέρα μεταβολῆ, τὸ δὲ ἄποιον σῶμα συμπληρωτικόν ἐστιν ἑκατέρας οὐσίας, καὶ οὐδὲ τὸ ἐναντίον τῷ εἰς ὃ ἡ μεταβολή ἐστιν ἐν τῷ πρὸς οὐσίαν δυνάμει· οὐ γὰρ ἔστι τι τῇ οὐσίᾳ ἐναντίον, ἐπεὶ οὐσίας πάλιν ἄμφω δεήσονται τῆς παρὰ μέρος τὰ ἐναντία δεχομένης. κἀν κοινὸν οὖν ἀμφοτέραις ταῖς μεταβολαῖς τὸ ἐκ μὴ ὄντος εἰς ὂν καὶ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ἀλλὰ καὶ διαφορά τις ἀξιόλογος ἐν αὐταῖς ὁρᾶται, καθόσον ἡ μὲν ὑποκειμένου τινός ἐστι τελείου καὶ ὑπομένοντος καὶ ἐκ τοῦ συμβεβηκότος αὐτῷ καὶ μὴ συμπληροῦντος αὐτοῦ τὴν οὐσίαν ἐναντίου εἰς τὸ ἐναντίον μεταβάλλοντος ,ἡ δὲ οὐκ ἐκ τοῦ τοιούτου, ἀλλ’ ἐκ τοῦ δυνάμει τοῦ ἀτελοῦς ὡς πρὸς τὸ ὄν, καὶ ἐκ τοῦ οὕτω μὴ ὄντος εἰς τὸ ὄν, καὶ ἀπὸ στερήσεως εἰς εἶδος οὐ συνόντος τῇ στερήσει τοῦ ἐναντίου εἴδους τῷ εἰς ὃ ἡ μεταβολή, ὥσπερ ἐπὶ τῶν συμβεβηκότων· οὐδὲ γὰρ ἦν οὐσία ὑπομένουσα, ἀλλὰ στέρησις καὶ τὸ δυνάμει τῆς ὕλης καὶ αὐτὴ ἡ ὕλη· κἄν γὰρ τὸ ἄποιον σῶμα ὑπομένῃ, ἀλλὰ καὶ τοῦτο ὑλικόν ἐστι καὶ ἀνενέργητον ,ἕως ἂν τῶν ποιοτήτων μετάσχῃ. καὶ τὸ δυνάμει καὶ τὸ μὴ ὂν οὕτως ἐστὶ πρὸς τὸ σύνθετον εἶδος ὡς καὶ ἡ πρώτη ὕλη· καὶ γὰρ ἐκ τούτου ὡς ἐξ ἐκείνης τὸ σύνθετον· οὐ γὰρ οὕτως ἔχει τοῦτο πρὸς τὰς οὐσιώδεις ποιότητας ὡς πρὸς τὸ λευκὸν ὁ ἄνθρωπος. καὶ ὅτι μὲν πολλή τις τῶν μεταβολῶν τούτων ὁρᾶται διαφορά, δῆλον ἐκ τῶν εἰρημένων. Διὰ τί δὲ τὴν μὲν κατὰ ἀντίφασιν γένεσιν εἶναι, τὴν δὲ ἐκ τοῦ ἐναντίου κίνησιν λέγει, ἄξιον ἐπισκέψασθαι· καὶ γὰρ καὶ ἡ κατὰ ἀντίφασιν ἔκστασις οὖσα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἢ ἀνάπαλιν κίνησις δοκᾶ, καὶ ἡ εἰς τὸ ἐναντίον, τὸ πρότερον μὲν μὴ ὄν, ὕστερον δὲ ὂν γένεσις. κατὰ τίν οὖν σημασίαν συνδιαιρεῖ τοῖς πράγμασι τοῖς διαφέρουσι τὰ ὀνόματα; ἢ ὅτι ἡ μὲν κίνησις ἐνεργητική τις εἶναι δοκεῖ μεταβολή. κινεῖται οὖν οὐκ ἄλλο τι ἢ τὸ ἐνεργεῖν δυνάμενον, ἐνεργεῖ δὲ τὸ ἐνεργείᾳ. ἐνεργείᾳ δέ ἐστι τὸ τέλειον εἶδος· ὥστε κἂν ἔχῃ τι ἀτελὲς καὶ δυνάμει καθόσον μεταβάλλει, ἀλλὰ καθόσον ἐνεργεῖ ἐνεργείᾳ ἐστίν. ἡ μέντοι γένεσις εἰς ὂν οὖσα μεταβολὴ καὶ εἰς οὐσίαν τοῦ ἀτελοῦς πάντως καὶ τῆς μὴ οὐσίας ἐστίν· ὅπερ κατὰ τὸ δυνάμει μᾶλλον θεωρεῖται καὶ οὐ κατὰ τὸ ἐνεργείᾳ. διὰ τοῦτο οὖν ἡ μὲν ἐκ τοῦ ἐναντίου ἢ του μεταξυ εἰς τὸ ἐνάντιον, ταὐτὸν ’δε ειπεῖν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, ὅτι τοῖς ἐναντίοις ὑπόκειται ἡ οὐσία, ἐπειδὴ οὐσίας ἐστὶ μεταβολὴ καὶ ἐνεργείᾳ ὄντος τινὸς οἷον ἀνθρώπου, κίνησίς ἐστι καὶ οὐ γένεσις· οὐ γὰρ γίνεται ὁ ἄνθρωπος ἐὰν μελανθῇ ἢ βαδίσῃ, ὅτι οὐκ ἔστι τις οὐσία ὁ μελανθεὶς ἢ ὁ βαδίσας ἄνθρωπος, ἀλλ’ οὐσία καὶ συμβεβηκός. διὰ τοῦτο ἡ τοιαύτη μεταβολὴ ὡς ἐνέργεια κίνησις λέγεται, τὸ δέ γε ἀτελὲς καὶ δυνάμει καὶ μήπω ὄν, εἰ καὶ πάσχοι τὴν εἰς τὸ ὂν μεταβολήν ,ἀλλ’ οὕτω πάσχει ὡς ὂν καὶ οὐσία γινόμενον, ἀλλ’ οὐχ ὡς ἐνεργείᾳ οὐσία ὄν, ὡς ὁ ἄνθρωπος ἐκ μέλανος εἰς λευκὸν μεταβάλλει. οὐ γὰρ εἰς εἶδος οὐδὲ εἰς οὐσίαν ἡ τοιαύτη μεταβολή· διὸ οὐ γένεσις. ἀλλὰ καὶ τελείου· διὸ ἐνέργει καὶ κίνησις. καὶ διὰ τοῦτο ὁ Ἀριστοτέλης διετείνατο, ὅτι τὸ μὴ ὂν οὐ κινεῖται (οὐ γὰρ ἐνεργεῖ· τὸ γὰρ ἐνεργοῦν ὄν εἶναι χρὴ πάντως) καὶ ὅτι συναναιρεἴται τῷ εἶναι τὸ ἐνεργεῖν, ὥστε καὶ συνεπιφέρεται· καὶ μέντοι ὅτι ὂν ἐκεῖνο νομίζομεν, ὡς καὶ ὁ Πλάτων’ μαρτυρεῖ, τὸ ποιεῖν δυνάμενον καὶ πάσχειν. τὸ δέ γε μὴ ὄν, εἴπερ εἰς τὸ ὂν πρόεισι καὶ εἰς οὐσίαν, γίνεσθαι μὲν ἄν λέγοιτο, κινεῖσθαι δὲ οὔ. σημεῖον δὲ τῆς ἀτελείας αὐτοῦ καὶ τὸ μὴ εἶναι ἐν τόπῳ παρέλαβεν ὁ Ἀριστοτέλης· τὸ μὲν γὰρ τέλειον ἤδη καὶ ἐνεργεῖν δυνάμενον φυσικὸν ἅτε καὶ ταῖς οἰκείαις ποιότησι συμπεπληρωμένον ἢ κοῦφόν ἐστιν ἢ βαρὺ καὶ πάντως ἢ ἄνω ἢ κάτω· καὶ γὰρ αὐτὸς πᾶν τὸ ἐν τόπῳ ἢ κοῦφον ἢ βαρύ φησι· τὸ δέ γε ἀτελὲς καὶ μὴ ὄν, εἴτε τὴν ὕλην λέγοις εἴτε ἄποιον σῶμα, μετὰ τοῦ δυνάμει ἢ τῆς στερήσεως ἅτε μὴ ἔχοντα κοῦφ’ ότητα ἢ βαρύτητα οὐκ ἔστιν ἐν τόπῳ. ἀλλ’ εἰ ἡ κίνησις τοῦ κινουμένου πάθος οὖσα λέγεται ὅμως ἐνέργεια, διὰ τί μὴ καὶ ἡ γένεσις τοῦ γινομένου πάθος οὖσα ῥηθείη ἂν καὶ αὐτὴ ἐνέργεια καὶ διὰ τοῦτο κίνησις; ἢ οὐδ’ ἄν λέγοιτο πάθος ὅλως ἡ γένεσις, ὅτι τὸ πάθος διάθεσίς τις εἶναι βούλεται τοῦ ὄντος κατ’ αὐτόν. λέγει γοῦν ἐν τοῖς ἑξῆς περὶ ποιοῦ γράφων· “λέγω δὲ ποιὸν οὐ τὸ ἐν τῇ οὐσία καὶ γὰρ ἡ διαφορὰ ποιόν), ἀλλὰ τὸ παθητικόν, καθ’ ὃ λέγεται πάσχειν ἢ ἀπαθὲς εἶναι.” ὥσπερ γὰρ κινεῖσθαι ἀδύνατόν ἐστι τὸ μὴ ὄν, οὕτω καὶ πάσχειν. εἰ δέ τις καὶ τὴν γένεσιν πάθος εἶναι βιάζοιτο, ἄλλο τοῦτο πάθους σημαινόμενον, ὅπερ οὐκ ἄν εἰς ταὐτὸν ἔρχοιτο τῇ κινήσει. Ἔτι δὲ ἄν τις καὶ ἐντεῦθεν ἴδοι τῆς κινήσεως πρὸς τὴν γένεσιν τὴν διαφοράν. τὸ κινούμενον ὄν τι πάντως οὕτω κινεῖσθαι λέγομεν· βαδίζει γὰρ ἄνθρωπος καὶ λευκαίνεται μένων ἄνθρωπος· τὸ δὲ γινόμενον ἅτε αὐτὸ ὅλον καθ’ ἑαυτὸ τὴν μεταβολὴν ἴσχον οὐχ ὑπομένει. τεκμήριον δὲ τούτου ἐναργές. κινούμενον μὲν γὰρ ἐκεῖνο λέγομεν, ὃ μετ’ ὀλίγον ἔσται κεκινημένον, καὶ κεκινημένον, ὃ πρὸ ὀλίγου κινούμενον ἦν, ὡς ὑπομένοντος κατ’ ἄμφω τοῦ αὐτοῦ· ἐπὶ δὲ τῆς γενέσεως οὐχ οὕτως. οὐ γὰρ ὅπερ ἐστὶ γινόμενον, τοῦτό ἐστι γεγενημένον. γινόμενον μὲν γὰρ ὕδωρ ὁ ἀήρ ἐστιν, οὐ μέντοι γεγενημένον ἐστὶν ὁ ἀὴρ ὕδωρ οὐδὲ ἔστιν ὅλως· ὅπερ γὰρ πολλάκις εἶπον, ὅλῳ ἑαυτῷ καὶ οὐ |κατά τι μετέβαλεν. διὸ οὐκ ἔστιν ἐν τῇ γεσυναναιρεῖται νέσει τὸ ὑπομένον. τί οὖν εἴποι ἄν τις ἐν τῇ εἰς ὕδωρ ἀπὸ ἀέρος μεταβολῇ; οὐχὶ μεταβαλὼν ὁ ἀὴρ τὴν θερμὴν ποιότητα εἰς τὴν ψυχρὰν μενούσης τῆς ὑγρᾶς ἐγένετο ὕδωρ, καὶ τοῦ ἀποίου σώματος ὑπομείναντος καὶ ἄλλων ἴσως πολλῶν; ἢ εἰ μὲν ἀποβαλὼν τὴν θερμὴν ποιότητα καὶ μεταλαβὼν τὴν ψυχρὰν ὁ ἀὴρ ἔμενεν ὅμως ἀὴρ ὁ αὐτὸς ποτὲ μὲν θερμὸς ποτὲ δὲ ψυχρὸς γινόμενος, ὥσπερ ἀμέλει κατὰ θέρος καὶ χειμῶνα πάσχει, οὔτε εἰς οὐσίαν ἦν ἡ μεταβολὴ οὔτε γένεσις τὸ τοιοῦτον, ἀλλὰ ἀλλοίωσις. εἰ δὲ οὐσιώδης ἦν ἡ ἀποβληθεῖσα θερμότης, οὐκέτι ἔμεινεν ὁ ἀὴρ ὁ ἀποβαλών. ὥστε οὐχ ὑπομένει οὐσία οὐδὲ εἶδος, ἀλλὰ πάλιν τὸ ἀτελὲς καὶ τὸ δυνάμει καὶ τὸ μὴ ὄν, ἀφ’ οὗ ἡ γένεσις. ἀλλ’ οὐδὲ τὸ ὑγρὸν τοῦ ἀέρος οἶμαι ὑπομένει ἐν τῇ εἰς ὕδωρ μεταβολῇ πλὴν κατὰ συγγένειαν, ἐπεὶ ἄλλο τῷ εἴδει τὸ τοῦ ἀέρος ὑγρὸν καὶ ἄλλο τὸ τοῦ ὕδατος. τεκμήριον δὲ τοῦ ἐν μὲν τῇ γενέσει μὴ εἶναί τινα τὴν ὑπομένουσαν οὐσίαν, ἐν δὲ τῇ κινήσει εἶναι, τὸ τὴν μὲν γένεσιν κατὰ ἀντίφασιν τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἐπιτελεῖσθαι, τὴν δὲ κίνησιν ἐξ ἐναντίου εἰς ἐναντίον. οἷς ἀνάγκη ὑποκεῖσθαι οὐσίαν ὑπομένουσαν τὰ ἐναντία παρὰ μέρος πεφυκυῖαν ὑποδέχεσθαι ἢ τὰ μεταξὺ ἢ τὴν ἀντικειμένην τῷ συμβεβηκότι στέρησιν, οἷον ἀμουσίαν ἢ νόσον καὶ τὸ γυμνόν, ἅ τινα διὰ τὸ οὐσίᾳ συνυπάρχειν ὑπομενούσῃ καὶ καταφατικῶς λέγεται καὶ εἰδοποιεῖταί πὼς· ἡ δέ γε τῆς οὐσίας στέρησις ὄντως μὴ ὂν ἐστι. Καὶ ἄλλως δὲ οἰκείως ταῖς Ἀριστοτέλους ὑποθέσεσι τῇδε ἄν τις οἶμαι τῆς γενέσεως καὶ τῆς κινήσεως ἴδοι τὴν διαφοράν. πᾶσαν μὲν γὰρ μεταβολὴν τὸ ἄλλο μετ’ ἄλλο πάντως ἔχειν φησίν, ἀλλὰ τινὰ μὲν ἀθρόαν καὶ ἄχρονον θεασάμενος καὶ οὐκ ἐν παρατάσει τὸ εἶναι ἔχουσαν, γένεσιν μὲν ἄν καλέσοι ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, καὶ φθορὰν ὅτι ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, κίνησιν δὲ οὔ, ὅτι ἐν παρατάσει καὶ ἐν χρόνῳ πᾶσα κίνησις. τὸ δὲ εἶδος παραγίνεσθαι καὶ ἀπογίνεσθαί φησιν ἀχρόνως, κἄν δοκῇ τις χρόνος ἐν τῇ γενέσει δαπανᾶσθαι, μὴ τῆς γενέσεως εἶναι τοῦτο μέτρον, ἀλλὰ τῆς κινήσεως τῶν ἐν τῇ γενέσει κινουμένων εἰδῶν καὶ ἀλλοιουμένων, ὧν τῇ πολυειδεῖ τροπῇ καὶ ἀλλοιώσει ἀθρόως ἐπιγίνεται τὸ εἶδος. διὸ ἡ μὲν κίνησις ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, καὶ ἔστι γένεσις κινήσεως, ὅτι τὸ ἀεὶ ὂν τῆς κατὰ τὴν κίνησιν παρατάσεως γέγονε· γενέσεως δὲ γένεσις οὐκ ἔστιν, ὡς αὐτὸς δείκνυσιν, οὐδὲ κινήσεως κίνησις. καίτοι εἰ εἶχε παράτασιν καὶ ἡ γένεσις ὥσπερ ἡ κίνησις, καὶ ἀεὶ ἄλλοτε ἄλλο αὐτῆς εἰς τὸ ὂν παρῆν, ἐν τῷ γίνεσθαι ἄν εἶχε τὸ εἶναι καὶ ἦν ἄν γενέσεως γένεσις. ἀλλ’ εἰ τὸ κοινὸν ὄνομα τῆς μεταβολῆς ἐξηγούμενος “μετ' ἄλλο γάρ τι, φησίν, καὶ τὸ μὲν πρότερον δηλοῖ, τὸ δὲ ὕστερον,” πῶς οὐ δόξει πᾶσα μεταβολὴ τὸ πρότερον καὶ ὕστερον ἔχουσα καὶ χρόνου παράτασιν ἔχειν, ὥστε καὶ ἡ γένεσις; ἢ ἔστιν μὲν ἐν προτέρῳ χρόνῳ τὸ ἐξ οὗ ἡ γένεσις οἷον τὸ σπέρμα, καὶ ἔστιν ἐν ὑστέρῳ χρόνῳ τὸ εἰς ὃ οἷον ὁ ἄνθρωπος, καὶ ἔστι καὶ τὸ μεταξὺ χρόνος, ἀλλ’ οὐ τοῦ εἴδους ὁ χρόνος οὗτος (oὔπω γάρ ἐστιν, εἴπερ ἀχρόνως παραγίνεται), ἀλλὰ τῶν πρὸ τοῦ εἴδους καὶ τῶν ὑποκειμένων τῷ εἴδει, οἷς ἐπανθεῖ. καὶ τούτων δὲ ἕκαστον, εἰ ὡς γινόμενον θεωρήσαις οἷον σάρκα καὶ ὀστοῦν καὶ νεῦρον, καὶ τούτων ἀθρόαν ἐρεῖς τὴν γένεσιν· εἰ δὲ μὴ ὡς εἶδός τι ἄλλο λαμβάνοντα, ἀλλ’ ὡς κατὰ τὰς παθητικὰς ποιότητας θερμαινόμενα, ἀλλοίωσις ἔσται τοῦτο καὶ οὐ γένεσις. p. 225b5 Εἰ El οὖν αἱ κατηγορίαι διῄρηνται ἕως τοῦ καὶ τῷ ποιεῖν ἢ πάσχειν. Διελὼν τὴν μεταβολὴν εἴς τε τὴν γένεσιν καὶ τὴν φθορὰν καὶ εἰς τὴν κίνησιν καὶ δείξας, ὅτι ἡ μὲν κατ’ οὐσίαν μεταβολὴ γένεσίς ἐστι καὶ φθορά, ἡ δὲ κατά τι τῶν συμβεβηκότων κίνησις, ἐπιδιελὼν δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν εἴς τε τὴν ἀπλῶς καὶ εἰς τὴν τινά, βούλεται λοιπὸν καὶ τὴν κίνησιν διελεῖν τὴν διαίρεσιν αὐτῆς κατὰ τὰς κατηγορίας ποιούμενος· ἐν ὅσαις γὰρ ἄν τῶν κατηγοριῶν δειχθῇ κίνησις οὖσα, τοσαῦτα ἔσται τὰ τῆς κινήσεως εἴδη. ἐπειδὴ δὲ ἡ κίνησις μεταβολὴ ἦν ἐξ ὑποκειμένου εἰς ὐποκείμενον καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, ἐκθέμενος ἑπτὰ κατηγορίας, ἐν αἷς ἔδοξεν ἄν εἶναι κίνησις, οὐσίαν, ποιόν, ποῦ, πρός τι, ποσόν, καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν, δείξας ὅτι ἐν τοῖς τέτρασι τούτων οὐκ ἔστι κίνησις, καταλέλοιπεν ἐν τοῖς τρισὶν αὐτήν, ποιῷ, ποσῷ καὶ τῷ ποῦ· διὸ καὶ τρεῖς αἱ πᾶσαι κινήσεις κατὰ γένος· ἐν δὲ τῇ ἀπαριθμήσει τῶν κατηγοριῶν παρέὥσπερ λίπε τὸ ποτὲ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν, ὡς προδήλως ἐν τούτοις μὴ οὔσης τῆς κινήσεως, καθά φησιν ὁ Ἀλέξανδρος, διότι μὴ ἔστιν ἐν αὐτοῖς ἐναντίωσις οὔτε γὰρ ἐν τῷ κεῖσθαι οὔτε ἐν τῷ ἔχειν οὔτε ἐν τῷ χρόνῳ), ἡ δὲ κίνησις ἐξ ἐναντίου καὶ εἰς ἐναντίον, τὸ δέ γε κεῖσθαι καὶ τὸ ἔχειν ἠρεμίᾳ μᾶλλον ἔοικεν ἢ κινήσει. ἐπειδὴ δὲ ἐν τῷ χρόνῳ δοκεῖ τις εἶναι ἐναντίωσις τοῦ παρεληλυθότος πρὸς τὸ μέλλον καὶ τοῦ νεωτέρου πρὸς τὸ πρεσβύτερον, ὁ Ἀλέξανδρος σπουδάζει διὰ πλειόνων δεικνύναι, ὅτι οὐκ ἔστιν ἐν τῷ χρόνῳ κίνησις. “πᾶσα μὲν γὰρ κίνησις, φησί, μετὰ χρόνου καὶ ἐν χρόνῳ, οὐ μὴν εἰς χρόνον τι κινεῖται. ὡς γὰρ εἰς κίνησιν οὐδὲν κινεῖται, οὕτως οὐδὲ εἰς χρόνον· κινήσεως γάρ τις χρόνος. εἰ γάρ τις εἰς χρόνον κινεῖται, ἤτοι οὐκ ἔχον χρόνον ἐπὶ τὸ ἔχειν κινεῖται ἡ ἔχον ἐπ’ ἄλλον ἐξ ἄλλου. ἀλλὰ τὸ μὲν ἐκ τοῦ μὴ ἔχειν χρόνον εἰς τὸ ἔχειν κινούμενον πρὸ τοῦ ἐν χρόνῳ εἶναι εἴη ἂν ἐν χρόνῳ· εἰ γὰρ ἵνα σχῇ χρόνον κινεῖται, πάσῃ δὲ κινήσει παρακολουθεῖ χρόνος, εἴη ἄν ἐν χρόνῳ ἤδη, καθὸ καὶ ἐν κινήσει. ἔτι γένεσις ἀλλ’ οὐ κίνησις ἡ ἐξ οὐχ |ὑποκειμένου εἰς ὐποκείμενον. ἀλλ’ οὐδὲ ἐξ ἄλλου, φησί, χρόνου εἰς ἄλλον χρόνον κινήσεται· ἔσται γάρ τις μεταξὺ χρόνος τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὃν ὁ τῇ κινήσει πκρκκολουθῶν· ὥστε οὐδέπω ὂν ἐν ἄλλῳ χρόνῳ, εἴ γε ἐπ’ αὐτὸν κινεῖται, εἴη ἄν ἐν ἄλλῳ τῷ τῆς κινήσεως χρόνῳ. ἔτι ἡ μὲν κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον, χρόνος δὲ χρόνῳ οὐκ ἔστιν ἐναντίος. καὶ κοινῶς δέ, εἰ πᾶσα μεταβολὴ ἢ ἐξ ἐναντίου ἢ ἐξ ἀντιφάσεως, καὶ τὰ εἰς χρόνον κινούμενα οὕτω κινεῖται. ἀλλ’ ἐκ μὲν ἀντιφάσεως ἀδύνατον ἐδείχθη γάρ, ὅτι ἐκ μὴ χρόνου εἰς χρόνον οὐχ οἷόν τε κινεῖσθαι· ἔσται γὰρ ἐν χρόνῳ πρὸ τοῦ εἶναι ἐν χρόνῳ), οὐδὲ ὡς ἐξ ἐναντίων δέ· οὐ γάρ ἐστιν ἐν χρόνῳ ἐναντίωσις. ἔτι, φησί, τὸ εἰς χρόνον κινούμενον εἰς μέτρον κινήσεως κινεῖται· ἔνθα δὲ τὸ μέτρον, καὶ τὸ μετρούμενον· ὥστε ἅμα καὶ εἰς κίνησιν κινεῖται· δείξει δὲ ὁ Ἀριστοτέλης, ὅτι κίνησις εἰς κίνησιν οὐκ ἔστιν, ὅτι μηδὲ κινήσεως κίνησίς ἐστιν. ἔτι, φησίν, ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ***ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. ἢ εἰ ὑποκείμενον ἦν, φησί, τὸ καταφάσει δηλούμενον, καὶ ὁ χρόνος οὕτως ὑποκείμενον.” Τινὲς δὲ καὶ τοῦτο ἐπάγουσι πρὸς τὸ μὴ εἶναι κατὰ χρόνον κίνησιν, ὅτι καθ’ ὅσα κινεῖσθαι δυνατόν, κατὰ τοσαῦτα καὶ ἠρεμεῖν· καὶ γὰρ κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸν τόπον καὶ κινεῖσθαι καὶ ἠρεμεῖν δυνατόν· εἰ οὖν κατὰ χρόνον μὴ δυνατὸν ἠρεμεῖν, διότι ἀεὶ ὁ ἐπιὼν χρόνος ἕτερος, οὐδὲ κινεῖσθαι δυνατὸν κατὰ χρόνον. ἔτι ἀλλάσσει τι χρόνον καὶ ἠρεμοῦν οὐδὲν ἔλαττον, ὡς ἐπὶ τῶν πρόσθεν ἔδειξεν αὐτός. ὅτι δὲ οὐκ ἔστιν ἐν χρόνῳ ἐναντίωσις, οὕτως οἶμαί τις δείξειε· τὰ ἐναντία εἰς ἄλληλα πέφυκε μεταβάλλειν, ἀλλ’ οὐ τὸ ἕτερον μόνον εἰς τὸ ἕτερον· ἐν δὲ τῷ χρόνῳ ἢ τοῖς ἐν χρόνῳ τὰ δοκοῦντα ἐναντία τὸ παρεληλυθός ἐστι καὶ τὸ μέλλον καὶ τὸ νεώτερον καὶ πρεσβύτερον, ὧν τὸ μὲν παρεληλυθὸς εἰς τὸ μέλλον μεταβάλλει, τὸ δὲ μέλλον οὐκέτι εἰς τὸ παρεληλυθός, καὶ τὸ μὲν νεώτερον εἰς τὸ πρεσβύτερον μεταβάλλει, τὸ δὲ πρεσβύτερον εἰς τὸ νεώτερον οὐκέτι. ὥστε οὐκ ἂν εἴη ταῦτα ἐναντία, εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἄλλην ἔστιν εὑρεῖν κατὰ χρόνον ἐναντίωσιν. ἐν δὴ τούτοις ἐπιστῆσαι χρή, ὅτι κἄν μὴ ᾖ κυρίως ἐναντίωσις ἐν τῷ χρόνῳ, ἀλλὰ ἀντίθεσίς τίς ἐστιν καὶ ἡ μεταβολὴ ἡ ἐκ τοῦ παρεληλυθότος εἰς τὸ μέλλον ἐξ ὑποκειμένου εἰς ὑποκείμενόν ἐστι κτὰ ἀντίθεσιν, ὁμοίως καὶ ἡ ἐκ τοῦ νεωτέρου εἰς τὸ πρεσβύτερον· οὐσία γάρ ἐστιν ὑπομένουσα ἢ ζῴου ἢ φυτοῦ ἢ ὅλως σώματος ἢ ἀσωμάτου ἡ κατὰ χρόνον μεταβάλλουσα, ὥσπερ καὶ κατὰ ποιότητα καὶ ποσότητα καὶ τόπον. δῆλον δὲ ὅτι οὐκ ἀπὸ τοῦ μὴ ἔχειν χρόνον εἰς τὸ ἔχειν κινήσεται τὸ κατὰ χρόνον μεταβάλλον, ἀλλ’ ἐξ ἄλλου εἰς ἄλλον, οὕτω μέντοι ὡς καὶ ἐπὶ ποιότητος καὶ ποσότητος. ὡς γὰρ τὸ ἐκ μέλανος εἰς λευκὸν κινούμενον διὰ χρώματος μὲν κινεῖται οὐχ ὡρισμένου δέ, καὶ τὸ ἐκ παιδικοῦ μεγέθους εἰς τὸ τοῦ ἀνδρὸς αὐξόμενον διὰ μεγέθους πρόεισιν, ἀλλ’ ἀορίστου, καὶ οὐδὲν ἄτοπον τὸ μηδέπω ὂν ἐν τῷ χρώματι, ἐφ’ ὃ κινεῖται, ἐν χρώματι ὅμως εἶναι ἄλλῳ, καὶ μηδέπω ὂν ἐν μεγέθει, ἐφ’ ὃ κινεῖται, ἐν ἄλλῳ ὅμως εἶναι μεγέθει, καὶ μηδέπω ὂν ἐν τόπῳ, εἰς ὃν φέρεται, ἐν ἄλλῳ εἶναι τόπῳ τῷ δι’ οὗ φέρεται, οὕτω καὶ τὸ ἐκ χρόνου τινὸς εἰς ἄλλον χρόνον κινούμενον μηδέπω ὂν ἐν ἐκείνῳ τῷ εἰς ὃν κινεῖται, εἴη ἄν ἐν ἄλλῳ τῷ τῆς κινήσεως χρόνῳ. καὶ οὐδὲν οἶμαι τοῦτο ἄτοπον ἐπήγαγεν ὁ Ἀλέξανδρος. πρὸς δὲ τὸ μὴ ἠρεμεῖν ἐν χρόνῳ ῥητέον, ὅτι ὥσπερ εἶναι ἕκαστον ἐν χρόνῳ λέγεται, κατὰ σύλληψίν τινα θεωρουμένου τοῦ χρόνου οἷον ὥρας καὶ ἡμέρας καὶ μηνὸς καὶ ἐνιαυτοῦ, οὕτω καὶ ἠρεμεῖν κατὰ χρόνον καὶ κινεῖσθαι ἀπ’ ἄλλου ἐπ’ ἄλλον δυνατόν· ἡ μέντοι θέσις καὶ ἐναντίωσιν ἔχειν δοκεῖ, ὥστε καὶ τὸ ἀπ’ αὐτῆς παρώνυμον τὸ κεῖσθαι. τὸ γὰρ ἵστασθαι τῷ καθῆσθαι καὶ τὸ πρηνὲς τῷ ὑπτίῳ ἐναντία ἐστίν, καὶ ἐν τῷ ἔχειν δὲ ἔοικεν αὐτὸς ἐναντίωσιν ἀποτίθεσθαι· “καὶ καὶ γὰρ ἡ στέρησις, φησί, κείσθω ἐναντίον καὶ δηλοῦται καταφάσει τὸ γυμνόν.” τὸ δὲ γυμνὸν στέρησίς ἐστι τοῦ ἐνδεδύσθαι καὶ ἔχειν ἱμάτιον. Μήποτε οὖν τὰς τρεῖς ταύτας κατηγορίας τὸ ποτὲ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν παραλέλοιπεν ἐνταῦθα διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καὶ ἐν Κατηγορίαις τὴν διδασκαλίαν αὐτῶν παραλέλοιπεν, ἀρκεσθεὶς μόνῃ τῇ ὑπογραφῇ τοῦ σημαινομένου. αἴτιον δέ ἐστι τὸ ἀμενηνὰς ταύτας εἶναι· τῶν γὰρ κατηγοριῶν ἡ μὲν οὐσία οὐσιοῖ τὸ ὑποκείμενον καὶ τὴν ὅλην ὕπαρξιν αὐτῷ παρέχει· διὸ ἡ κατ’ αὐτὴν μεταβολὴ γένεσίς ἐστι καὶ φθορά. τῶν δὲ ἄλλων αἱ μὲν διατιθέασί πὼς τὴν ὑποκειμένην οὐσίαν, αἱ δὲ σχετικαί τινές εἰσι καὶ ἀμενηναί. καὶ γὰρ καὶ τὸν χρόνον ἀδρανῆ πὼς ἔοικεν ὁρᾶν ὁ Ἀριστοτέλης, ὃς γενέσεως μὲν αὐτὸν οὐ δοκεῖ λέγειν αἴτιον, φθορᾶς δὲ μόνον αἰτιᾶσθαι καὶ οὐδὲ ταύτης κυρίως, ἀλλ’ ὅταν οὐχ ὁρῶμεν, φησίν, ἄλλο αἴτιον. τοῦ μέντοι τόπου πολλὴν ὁρᾷ δύναμιν, εἴπερ, ὡς αὐτός φησι, γένεσίς ἐστι τοῦ πυρὸς ἡ ἐπὶ τὸ ἄνω φορά· διὸ καὶ αὐτοφυῶς ἐφίεται τῶν οἰκείων τόπων τὰ φυσικὰ σώματα. καὶ τὸ κεῖσθαι δὲ καὶ τὸ ἔχειν οὐδεμίαν δοκεῖ τοῖς σώμασιν ἐμποιεῖν ἀξίαν λόγου διάθεσιν. ταύτας μὲν οὖν διὰ τὸ ἀμενηνὸν ἴσως καὶ νῦν καὶ τότε ὁ Ἀριστοτέλης παραλέλοιπε. τὸ μέντοι πρός τι διὰ τὸ πάσης σχέσεως εἶναι περιληπτικὸν εἰκότως μνήμης ἠξίωσεν. ἀλλὰ τοῦτο μὲν οὐ πολλῆς ἄξιον ζητήσεως, δι’ ἥντινα δή ποτε αἰτίαν τὰ τρία ταῦτα παραλέλοιπεν ὁ Ἀριστοτέλης τὰς κατηγορίας ἀπαριθμούμενος, ἐκεῖνο δὲ καὶ μάλα σπουδῆς ἄξιον τὸ ζητεῖν, ἐν τίσι κατηγορίαις ἐστὶ κίνησις, καὶ πρὸ τούτου ζητεῖν εἰ τὴν κίνησιν ἀποφάσκει μόνην τινῶν κατηγοριῶν ὁ Ἀριστοτέλης ἡ καὶ τὴν μεταβολήν. ἀκολουθοῦντες οὗν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένοις ταῦτα ζητήσωμεν. |p. 225 b 7 Ἀνάγκη τρεῖς εἶναι τὰς κινήσεις ἕως τοῦ διὰ τὸ μηθὲν εἶναι οὐσία τῶν ὄντων ἐναντίον. ἐκθέμενος τὰς ἀξιολόγους τῶν κατηγοριῶν ἐν τρισὶ τούτων εἶναί φησι κίνησιν ἐν τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποῦ, καὶ πρῶτον μὲν δείκνυσιν, ὅτι ἐν ταῖς ἄλλαις κατηγορίαις οὐκ ἔστι κίνησις οὔτε ἐν οὐσίᾳ οὕτε ἐν τῷ πρός τι οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, καὶ τότε ὅτι ἐν ταῖς τρισὶ ταύταις ταῖς εἰρημέναις ἐστὶ κίνησις. καὶ ὅτι μὲν ἐν τῇ οὐσίᾳ οὐκ ἔστι κίνησις, δείκνυσι διὰ τοῦ τὴν μὲν κίνησιν ἐξ ἐναντίου εἰς ἐναντίον εἶναι μεταβολήν, μηδὲν δὲ εἶναι τῇ οὐσίᾳ ἐναντίον. εἰ γὰρ ἦν τι ἐναντίον αὐτῇ, ἐξ ἐναντίου ἄν ἡ εἰς τὴν οὐσίαν ἐπετελεῖτο μεταβολή· ἐφ’ ὧν γάρ ἐστιν ἐναντία, ἐκ τούτων καὶ εἰς ταῦτα αἱ μεταβολαὶ γίνονται. εἰ οὖν ἡ εἰς οὐσίαν μεταβολὴ οὐκ ἐξ οὐσίας ἐναντίας, ἀλλ’ ἐκ στερήσεως γίνεται, καὶ ἡ ἐξ οὐσίας πάλιν οὐκ εἰς οὐσίαν, ἀλλ’ εἰς στέρησιν καὶ φθοράν (οὐ γάρ ἐστι τῷ ἐναντίον ὡς τῷ λευκῷ), εἰ οὖν ἡ μὲν κίνησις ἐν τοῖς ἐναντίοις, οὐσία δὲ οὐκ ἐν ἐναντίοις, ἐν οὐσίᾳ οὐκ ἔστι κίνησις. οὐ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον οὐδὲ ἐκ τοῦ ἐνεργείᾳ τόδε τι ὄντος καὶ ὑπομένοντος γίνεται εἰς οὐσίαν μεταβολή, ἀλλὰ κατὰ ἀντίφασιν· ἐκ γὰρ τοῦ μὴ τόδε τόδε καὶ οὐσία γίνεται, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐκ στερήσεως λέγων γίνεσθαι τὴν οὐσίαν, κἂν κοινότερον ἐκεῖ τὴν στέρησιν ἐναντίαν λέγῃ τῷ εἴδει. εἰ οὖν ἡ στέρησις ἀπουσία καὶ μὴ ὄν, τὸ δὲ μὴ ὃν οὐκ οὐσία οὐδὲ καταφάσει δηλοῦται, δῆλον ὅτι οὐκ ἐξ ἐναντίας οὐσίας ἡ οὐσία γίνεται. εἰ δέ τις τὸ σπέρμα, ἐξ οὗ ὁ ἄνθρωπος, οὐσίαν ὁρῶν ἐξ οὐσίας λέγει γίνεσθαι τὴν εἰς οὐσίαν μεταβολὴν καὶ διὰ τοῦτο καὶ κίνησιν εἶναι ἐν τῇ οὐσίᾳ νομίζει, οὐκ ἐννοεῖ ὅτι ἐκ σπέρματος ὁ ἄνθρωπος οὐ καθὸ οὐσίᾳ τὸ σπέρμα, ἀλλὰ καθὸ δυνάμει ἄνθρωπος, ταὐτὸν δὲ εἰπεῖν ἐκ τῆς τοῦ ἀνθρώπου στερήσεως καὶ τοῦ μὴ ὄντος. εἰ οὖν λέγει τις κίνησιν εἶναι τὴν τοιαύτην μεταβολήν, τί ἔσται τὸ κινούμενον ἐν αὐτῇ ἐνεργείᾳ ὃν καὶ ὑπομένον; οὔτε γὰρ ὁ ἄνθρωπος οὔπω γὰρ ἔστι· γίνεται γάρ) οὔτε τὸ σπέρμα· οὐ γὰρ σῴζεται. τὸ δὲ ὑποκείμενον τῷ σπέρματι ἡ ὕλη ἐστὶ τὸ δυνάμει μὲν ὄν, ἐνεργείᾳ δὲ μὴ ὄν, ὃ οὐχ οἷόν τε κινεῖσθαι. 196 v εἰ δὲ ἡ μὲν κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ σπέρμα οὐκ ἔστιν ἐν. ἀντίον τῷ γινομένῳ, οὐκ ἄν εἴη κίνησις ἡ ἐκ σπέρματος μεταβολή. Ζητήσοι δὲ ἄν τις, πῶς οὐκ εἰσὶν ἐναντίαι οὐσίαι ἀλλήλαις τὸ πῦρ καὶ τὸ ὕδωρ, ὥστε εἶναι ἐναντίαν οὐσίαν οὐσίᾳ· εἰ δὲ τοῦτο, πῶς ἡ εἰς ἄλληλα πυρὸς καὶ ὕδατος μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον οὖσα, οὐκ ἔσται κίνησις, ὥστε καὶ ἐν οὐσίᾳ εἶναι κίνησιν. ἢ ῥητέον ὅτι ἐν ὕδατι καὶ πυρὶ ἐναντίαι ποιότητές εἰσί τινες, ψυχρὸν θερμῷ καὶ ὑγρὸν ξηρῷ, ἐν οἷς οὐκ ἔστι μόνοις τῷ πυρὶ τὸ εἶναι, ἀλλὰ καὶ ἐν κουφότητι καὶ λαμπρότητι, καθ’ ἃ τῷ πυρὶ δόξει ἡ γῆ μᾶλλον ἐναντία εἶναι· τὸ δὲ τοῦ πυρὸς εἶδος ἐν πάσαις ταῖς ποιότησίν ἐστι καὶ τῇ ὑποκειμένῃ ταῖς ποιότησιν οὐσίᾳ· ὥστε τῷ πυρὶ ἁπλῶς οὐδέν ἐστιν ἐναντίον, κἄν αἱ ποιότητες τοῦ πυρὸς καὶ τοῦ ὕδατος ἀλλήλαις εἰσὶν ἐναντίαι. κἄν συγχωρήσῃ δέ τις ἐναντία εἶναι πῦρ καὶ ὕδωρ, ἡ εἰς ἄλληλα αὐτῶν μεταβολὴ οὐκ ἄν εἴη κίνησις. τί γὰρ ἔσται τὸ κινούμενον, ὅταν ὕδωρ εἰς πῦρ μεταβάλλῃ; οὔτε γὰρ τὸ ὕδωρ φθείρεται γάρ) οὔτε τὸ πῦρ οὐδέπω γὰρ ἔστιν), ὃ δέ ἐστι μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτο ἦν καὶ τὸ κινούμενον. ἐπιστῆσαι δὲ χρή, ὅτι ἐκ τῶν νῦν εἰρημένων τὴν κίνησιν ἀποφάσκει τῶν ἄλλων κατηγορῶν, ἀλλ’ οὐ τὴν μεταβολήν. μεταβολὴ γάρ ἐστιν ἐν τῇ οὐσίᾳ ἡ γένεσις καὶ ἡ φθορά. p. 225 b 11 οὐδὲ δὴ πρός τι· ἐνδέχεται γὰρ ἕως τοῦ ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν. ‘Ἐφεςῆς ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ ἐν τῷ πρός τί ἐστι κίνησις καθ’ αὑτό· οὐ γὰρ κατὰ τὴν οἰκείαν μεταβολὴν τὰ πρός τι ἀεὶ μεταπίπτει, ἀλλὰ καὶ μηδὲν αὐτὰ κινούμενα ἄλλων κινουμένων ἄλλοτε ἄλλως ἔχει, ὥστε οὐ διὰ κινήσεως οἰκείας ἡ κατὰ τὸ πρός τι μεταβολή. τὰ δὲ κινούμενα καθ’ αὑτὰ αὐτὰ δεῖ μεταβάλλειν, ὥσπερ τὰ ἀλλοιούμενα καὶ αὐξανόμενα καὶ φερόμενα. τὸ δὲ πρότερον δεξιὸν ἀριστερὸν γίνεται ἄλλου κινηθέντος, καὶ τὸ αὐτὸ μηδὲν μεταβάλλον μεῖζον καὶ ἔλαττον καὶ διπλάσιον καὶ ἥμισυ, ὡς καὶ ὁ αὐτὸς λόγος ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδὴς τοῦ πράγματος μεταπίπτοντος. εἰ οὖν μεταβάλλει τι κατὰ τὸ πρός τι μὴ κινηθέν, οὐκ ἔστιν ἡ κατὰ τὸ πρός τι μεταβολὴ κίνησις, πλὴν εἰ κατὰ συμβεβηκός. ἐκεῖνο γὰρ καθ’ αὑτὸ μεταβάλλει, ᾧ τοῦτο συμβεβήκει δεξιὸν εἶναι, καὶ οὕτως τοῦτο γίνεται ἐκ δεξιοῦ ἀριστερόν. καὶ αὐτὰ δὲ τὰ καθ’ αὑτὰ κινούμενα καὶ διὰ τῆς οἰκείας κινήσεως τὴν κατὰ τὸ πρός τι σχέσιν ἀμείβοντα ἢ κατὰ τόπον κινούμενα τοῦτο ποιεῖ, ὡς ὁ ἐκ δεξιοῦ ἀριστερὸς γινόμενος, ἢ κατὰ ποιότητα, ὡς ὁ ἐξ ἀνομοίου ὅμοιος, ἢ κατὰ ποσότητα, ὡς τὸ ἴσον ἐξ ἀνίσου γινόμενον. ὥστε ἡ τῆς σχέσεως ἀλλαγὴ κατὰ τὴν κατά τι ἐκείνων κίνησιν γίνεται.’ ταῦτα μὲν ὁ Ἀλέξανδρος καλῶς περὶ τῶν πρός τι τὰ τοῦ Ἀριστοτέλους σαφηνίζων ἔγραψεν. ἐφιστάνοι δὲ ἄν τις ἴσως πρῶτον μέν, εἰ τὴν κίνησιν ἀποφάσκει μόνον τοῦ πρός τι ὁ Ἀριστοτέλης ἢ καὶ τὴν μεταβολήν, ὡς δοκεῖ λέγων· ἐνδέχεται γὰρ θατέρου μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον, εἰ μὴ ἄρα τις λέγοι, ὅτι τῷ τῆς μεταβολῆς ὀνόματι ἀντὶ τῆς κινήσεως ἐχρήσατο νῦν. δηλοῖ δὲ ἐφεξῆς μεταλαβὼν τὴν μεταβολὴν εἰς τὴν κίνησιν ἐν τῷ ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν. ἄλλου γὰρ καθ’ αὑτὸ κινουμένου |ἢ κατὰ τόπον ἢ κατὰ ποιότητα ἢ ποσότητα δοκεῖ τι αὐτὸ μεταβάλλειν. ἡ δὲ κατὰ ταῦτα μεταβολὴ κίνησις. Δεύτερον μήποτε ἡ τοῦ πρός τι κατηγορία ὑποκείμενον μηδὲν ἔχουσα ἴδιον ἀλλὰ σχέσις οὖσα μόνη ἐν οὐσίᾳ καὶ ποιότητι καὶ ποσότητι καὶ ταῖς ἄλλαις κατηγορίαις καὶ ἐν ἀμφοτέροις ὑφεστῶσα τοῖς τὴν σχέσιν πρὸς ἄλληλα ἔχουσι, τοῦ ἑτέρου κινουμένου ποιεῖ πάντως καὶ τὸ ἕτερον κινεῖσθαι οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, διότι μένουσα ἡ σχέσις ἐν ἀμφοτέροις ἡ αὐτὴ κινεῖται, ὥσπερ τῆς μιᾶς ῥάβδου θατέρου τῶν περάτων κινηθέντος συγκινεῖται καὶ θάτερον· οὕτω δὲ καὶ τοῦ πρότερον δεξιοῦ κινηθέντος κατὰ τόπον κινεῖται καὶ ἡ σχέσις. καὶ μεταβάλλει ἑκάτερον κατὰ τὴν σχέσιν τὸ μὲν πρόσθεν δεξιὸν ὂν εἰς τὸ ἀριστερόν, τὸ δὲ ἀριστερὸν εἰς τὸ δεξιόν. κἄν γὰρ ἀκίνητον κατὰ τόπον ἔμεινεν τὸ πρῶτον ἀριστερὸν ὅν, ἀλλ’ ἡ σχέσις, καθ’ ἣν ἀριστερὸν ἦν ἐκινήθη, καὶ τὴν θέσιν μετέβαλεν. ἐφιστάνειν οὖν χρὴ οὐ περὶ τοῦ ἔχοντος τὴν σχέσιν, ἀλλὰ περὶ αὐτῆς τῆς σχέσεως, εἴτε καθ’ αὑτὸ εἴα κατὰ συμβεβηκὸς αὐτὴν χρὴ λέγειν κινεῖσθαι. σθαι. ὅτι γὰρ τῆς σχέσεως καθ’ αὑτὸ κινουμένης, καὶ τὰ ἔχοντα τὴν σχέσιν τὴν κατὰ τὴν σχέσιν κίνησιν καθ’ αὑτὰ ἔχει, πρόδηλον δοκεῖ. καὶ ἔχει μὲν τινα διαφόραν ιο ποτε μεν αὐτοῦ τινος κινουμενου ποτε δὲ ἑτέρου μεταβάλλεσθαι τὴν σχέσιν αὐτοῦ. ἀλλὰ πρῶτον καὶ ἀμφοῖν κινουμένων μεταβάλλεται ἡ σχέσις, ὡς ἡ τῆς ἰσότητος εἰς τὴν τοὐ διπλασίου πρὸς τὸ ἥμισυ, ὅταν τῶν τριῶν καὶ τριῶν τῶν μὲν ἀφαιρεθῇ μονάς, τοῖς δὲ προστεθῇ. καὶ ἐπὶ τούτων δὲ καὶ ἐφ’ ὧν τοῦ ἑτέρου μεταβάλλοντος ἀμείβεται ἡ σχέσις μιᾶς οὔσης τῆς ἀμφοῖν σχέσεως, καὶ ταύτης εἴτε ὑφ’ ἑνὸς εἴτε ὑπ’ ἀμφοῖν κινουμένης, πῶς οὐκ ἄμφω καθ’ αὑτὸ κινεῖται, κατὰ τὴν σχέσιν τὴν μίαν κινούμενα. καὶ εἰ μὲν πρότερον μὴ οὖσα ὅλως ἡ σχέσις ὕστερον γίνοιτο κατ’ οὐσίαν οὔσης τῆς μεταβολῆς, ὡς ὅταν παιδίου γεννη- θέντος ὁ μὲν πατὴρ γίνοιτο ὁ δὲ υἱός, ἁπλῶς γένεσις σχέσεως ἐστι, φθαρέντος δὲ τοῦ ἑτέρου ἢ ἀμφοτέρων ἁπλῶς φθορὰ τῆς σχέσεως. εἰ δὲ κατ’ ἄλλην τινὰ κατηγορίαν γίνοιτο σχέσις μὴ πρότερον οὖσα, τὶς γένεσίς ἐστι καὶ πάλιν τὶς φθορά. εἰ δὲ τὰ ὑποκείμενα μεταβάλλοι κατὰ τὴν σχέσιν ἀπ’ ἄλλης ἄλλην μεταλαμβάνοντα ὥσπερ ἀπὸ δεξιοῦ εἰς ἀριστερὸν ἢ ἀπὸ ἀνομοίου εἰς ὅμοιον ἢ ἀπὸ ἀνίσου εἰς ἴσον μεταβάλλοντα καὶ ἐξ ἐναντίου εἰς ἐναντίον μένοντος τοὐ ὑποκειμένου, κίνησις, ὡς δοκεῖ, ἡ τοιαύτη κτὰ τὴν σχέσιν καὶ τὸ πρός τί ἐστιν. ὅλως δὲ εἰ ἔστιν ἐναντίωσις ἐν τῷ πρός τι, ὡς ἐν Κατηγορίαις ἠκούσαμεν λέγοντος αὐτοῦ “ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον καὶ ἐπιστήμη ἀγνοίᾳ,” ἔστι δὲ καὶ οὐσία τις ὑποκειμένη τοῖς πρός τι καὶ ὑπομένουσα ἐν τῆ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολῇ ὥσπερ ἐπὶ τούτων τῶν παραδειγμάτων ἡ ψυχή, διὰ τί μὴ κίνησιν λέγομεν τὴν τοιαύτην μεταβολήν; καὶ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὸ ἐκ δεξιοῦ εἰς ἀριστερόν· ἐκ γὰρ σώματος εἰς σῶμα· καὶ τὸ ἐξ ἐπιστήμης εἰς ἄγνοιαν· ἐκ γὰρ ψυχῆς εἰς ψυχήν· καὶ τὰ ὑποκείμενα ἐναντία ἡ ἐπιστήμων ψυχὴ τῇ ἀγνοούσῃ. ταῦτα μὲν οὖν ἴσως ἀντιδιατάττοιτό τις ἄν πρὸς τὸν λόγον. Μήποτε δὲ καὶ γίνεται μὲν τὰ πρός τι καὶ κινεῖται, ἀλλ’ οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός. ὅπερ καὶ αὐτὸς συνεχώρησεν εἰπὼν ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν. εἰ γὰρ μὴ ἔστιν ὅλως καθ’ αὑτὸ τὰ πρός τι, ἀλλ’ ἑτέροις ἐπισυμβέβηκεν ἐν τῇ πρὸς ἄλληλα αὐτῶν σχέσει θεωρούμενα, καὶ γίνεται κατὰ συμβεβηκὸς καὶ κινεῖται κατὰ συμβεβηκός. ὁ γὰρ σχέσιν καθ’ αὑτὸ λέγων γίνεσθαι ἢ κινεῖσθαι ἔοικεν τῷ λέγοντι τὸ κατὰ συμβεβηκὸς καθ’ αὑτὸ εἶναι. ἐάσας οὖν ὁ Ἀριστοτέλης τὴν κατὰ συμβεβηκὸς κίνησιν καὶ μεταβολὴν ὡς ἀόριστον ὅτε ἔλεγεν ἰὴ μὲν γὰρ κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω· ἐν ἅπασι γάρ ἐστι καὶ ἀεὶ καὶ πάντων,” τὴν δὲ καθ’ αὑτὸ ζητῶν εἰκότως εἶπεν ἐν τοῖς πρός τι μὴ ὑπάρχειν αὐτήν, κἄν γίνηται καὶ φθείρηται ἡ κατὰ τὸ πρός τι σχέσις, ἀλλ’ ὡς αὐτὸς ἐν τῷ ἑβδόμῳ βιβλίῳ διώρισεν, γίνονται καὶ φθείρονται αἱ τοιαῦται σχέσεις “ἀλλοιουμένων τινῶν, ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις.” τὸ δὲ τοιοῦτο κατὰ συμβεβηκός ἐστι. p. 225 b 13 οὐδὲ δὴ ποιοῦντος καὶ πάσχοντος ἕως τοὺ ἐκεῖνο μεταβάλλει ὁτὲ μὲν εἰς ἐπιστήμην ὁτὲ δὲ εἰς ὑγίειαν. |ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ κατὰ τὸ ποιεῖν καὶ πάσχειν κίνησίς ἐστι, 197 v μεταλαβὼν τὸ ποιεῖν καὶ πάσχειν εἰς τὸ ποιοῦν καὶ πάσχον. εἰ γάρ ἐστι κίνησις κατὰ τὸ ποιεῖν καὶ πάσχειν, οὕτως ἐστὶν ὡς τοῦ ποιοῦντος καὶ πάσχοντος κατὰ τὸ ποιεῖν καὶ πάσχειν μεταβάλλοντος, ὥσπερ καὶ κατὰ ποιότητα ἔστιν ὅτι τὸ ποιὸν σῶμα κτὰ τὴν ἐν αὐτῷ ποιότητα μεταβάλλει. εἴη δὲ ἄν τοῦ μὲν ποιοῦντος κατὰ τὸ ποιεῖν μεταβολή, ὅταν τὸ ποιοῦν ἐκ τοῦ ποιεῖν εἰς ἄλλο τι ποιεῖν μεταβάλλῃ, τοῦ δὲ πάσχοντος, ὅταν τὸ πάσχον εἰς ἄλλο πάσχειν μεταβάλλῃ ἐξ ἄλλου. “προσέθηκε δέ, φησὶν ὁ Ἀλέξανδρος, οὐδὲ παντὸς κινουμένου καὶ κινοῦντος καθολικώτερον δεικνὺς τὸ προκείμενον· ἔστι γὰρ τὸ μὲν ποιεῖν ὑπὸ τὸ κινεῖν, τὸ δὲ πά- σχεῖν ὑπὸ τὸ κινεῖσθαι.” ἀλλ’ εἰ τοῦτο ἀληθὲς καὶ τὸ μὲν ποιεῖν καὶ πάσχειν ὑπὸ τὸ κινεῖν καὶ κινεῖσθαι, τὸ δὲ κινεῖν καὶ κινεῖσθαι ὑπὸ τὸ μεταβάλλειν καὶ μεταβάλλεσθαι, παντὸς οἶμαι ζητεῖν, διὰ τί ἐν ταῖς δέκα κατηγορίαις τὸ ποιεῖν καὶ τὸ πάσχειν ἔταξεν ὡς καθολικώτερα, ἀλλ’ οὐ τὸ κινεῖν καὶ κινεῖσθαι ἢ μᾶλλον τὸ μεταβάλλειν καὶ μετκβάλλεσθαι. μήποτε οὖν καθολικώτερα τούτων ἐστὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν· καὶ γὰρ τὸ ἠρεμίζειν καὶ τὸ ἐν αὑτῷ συνέχειν ποιεῖν τί ἐστιν, οὐ μέντοι κινεῖν οὐδὲ μεταβάλλειν. εἰ δὲ τοῦτο ἀληθές, τὸ ποιεῖν καὶ πάσχειν οὐχ ὡς εἰς καθολικώτερα ἀνήγαγε τὸ κινεῖν καὶ κινεῖσθαι, ἀλλὰ μετήγαγεν αὐτὰ πρὸς τὴν ὑπόθεσιν. ὁ γὰρ λέγων εἶναι κίνησιν ἐν τῷ ποιοῦντι καὶ πάσχοντι οὕτω λέγει ὡς τοῦ μὲν κινοῦντος τοῦ δὲ κινουμένου. κἄν συγχωρήσῃ οὖν τις τοῦτο, ἐκ περιουσίας δείκνυσιν, ὅτι οὐδὲ παντὸς κινουμένου καὶ κινοῦντός ἐστι κίνησις, τουτέστιν ὅτι οὐ κινεῖται ἡ κίνησις, οὔτε ἐκείνη καθ’ ἣν τὸ κινοῦν κινεῖ οὔτε ἐκείνη καθ’ ἣν τὸ κινούμενον κινεῖται· ἐπεὶ ὅτι καὶ τὸ κινοῦν κατὰ κίνησιν κινεῖ καὶ τὸ κινούμενον κατὰ κίνησιν κινεῖται, δῆλον καὶ ὅτι ἐν τῷ πάσχοντι καὶ κινουμένῳ ἐστὶν ἡ κίνησις, ὡς αὐτὸς ἔδειξεν. οὐ λέγει οὖν, ὅτι οὐ κινεῖται τὸ πάσχον τι ἐν ᾧ ἡ κίνησις, ἀλλ’ ὅτι οὐχ οὕτως ἔχει ταῦτα κίνησιν, ὡς τῆς ἐν αὐτοῖς κινήσεως κινουμένης, ὃ καὶ δῆλον πεποίηκε διὰ τοῦ ὅτι οὐκ ἔστ’ κινήσεως κίνησις. εἰ γὰρ μὴ ἔστι κινήσεως κίνησις, οὔτε ἡ τοὐ κινοῦντος κίνησις οὔτε ἡ τοῦ κινουμένου κινηθείη ἂν. ποιοῦντος οὖν καὶ πάσχοντος οὐχὶ τῶν οὐσιῶν εἶπεν αὗται γὰρ κινοῦνται), ἀλλ’ ἀντὶ τοῦ ποιεῖν καὶ πάσχειν, αἵπερ ἦσαν αἱ κατηγορίαι, τουτέστιν ἀντὶ ποιήσεως καὶ πείσεως τὸ ποιοῦν καὶ πάσχον ἔλαβεν, διότι καὶ τὸ ποιοῦν κατὰ τὴν ποίησίν ἐστι ποιοῦν καὶ τὸ πάσχον κατὰ τὴν πεῖσιν πάσχον. ὅτι δὲ οὐκ ἐπὶ κινήσεως μόνης τοῦτο ἀληθές, ἀλλὰ καὶ ἐπὶ τῆς ἀντικειμένης τῇ κινήσει γενέσεως καὶ ἐπὶ τῆς ἄμφω περιεχούσης μεταβολῆς, ἐδήλωσεν εἰπὼν οὐδὲ γενέσεως γένεσις οὐδὲ ὅλως μεταβολῆς μεταβολή. Δείξας οὖν ὅτι ὁ λέγων κίνησιν εἶναι ἐν τῷ ποιεῖν καὶ πάσχειν κινήσεως λέγει κίνησιν εἶναι, εἴπερ τὸ ποιοῦν κατὰ τὴν ποίησιν κινεῖ καὶ τὸ πάσχον κατὰ τὴν πεῖσιν, ἡ δὲ ποίησις καὶ ἡ πεῖσις κινήσεις τινές εἰσι, δείκνυσι διὰ δύο ἐπιχειρημάτων ὅτι οὐκ ἔστι κινήσεως κίνησις. ὥστε οὐδὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν ἔσται κίνησις. ἰῶν δὲ δύο ἐπιχειρημάτων τὸ μὲν πρῶτον ἐκ διαιρέσεως ἀναγκαῖά εἰλημμένον τοιοῦτόν ἐστιν. εἰ ἔστι κινήσεως κίνησις, ἢ ὑποκείμενόν τί ἐστιν ἡ κίνησις ὡς αὐτὴ κινουμένη κατά τι εἶδος κινήσεως, ὡς λέγομεν ἀνθρώπου κίνησιν εἶναι μεταβάλλοντος ἢ κατὰ ποιὸν ἢ κατὰ ποσὸν ἢ κατὰ τόπον· εἰ δὲ τοῦτο, ἔσται ἡ κίνησις θερμαινόμενον ἢ αὐξόμενον ἤ τινα ἄλλην μεταβολὴν μεταβάλλον, ἵνα ᾖ κινήσεως κίνησις. ἀλλὰ μὴν ὑποκείμενον οὐκ ἔστιν ἡ κίνησις· οὔτε γὰρ θερμαίνεσθαι ἢ ψύχεσθαι λέγεται· οὐσίας γὰρ ταῦτα ἴδια· ἡ δὲ κίνησις οὐκ ἔστιν οὐσία ἐν τῶ κινουμένῳ τὸ εἶναι ἔχουσα ὡς ἐν ὑποκειμένω καὶ οὐσίᾳ. εἰ οὖν οὕτω μὴ ἔστι κινήσεως κίνησις, λείπεται, εἰ ἔστιν ὅλως, οὕτως εἶναι, ὡς ἐν ὑποκειμένῳ οὔσης τῆς κινήσεως τὸ ὑποκείμενον μεταβάλλειν ἐκ κινήσεως ἑτέρας εἰς ἑτέραν κίνησιν ὡς λέγομεν ἐκ τοὺ λευκαίνεσθαι μεταβάλλειν εἰς τὸ μελαίνεσθαι, ὅτι ὑποκείμενόν τι τούτοις οἶον ὁ ἄνθρωπος ἐκ τοῦ ἑτέρου αὐτῶν εἰς τὸ ἕτερον μεταβάλλει. ἀλλ' οὐδὲ οὕτω, φησίν, οἷόν τε λέγειν εἶναι εἶναι κίνησιν, ὡς ἄλλου τινὸς ὐποκειμένου κἀκ κινήσεώς τινος εἰς κίνησιν ἑτέραν μεταβάλλοντος, ἐξ ἑτέρου εἴδους δηλονότι εἰς ἕτερον, πλὴν εἰ μὴ κατὰ συμβεβηκός τις λέγοι. πῶς δὲ κατά συμβεβηκὸς δυνατὸν ἐκ κινήσεως εἰς κίνησιν μεταβάλλειν, αὐτὸς ἐρεῖ· ὅταν γὰρ λέγηταί τις ἐκ λήθης εἰν ἀνάμνησιν μεταβάλλειν, ἐκ κινήσεως μὲν εἰς κίνησιν ἡ μεταβολὴ δοκεῖ. κινήσεις γάρ τινες ἥ τε άνάμνησις καὶ ἡ λήθη, ἀλλά κατά συμβεβηκὸς τῆς κινήσεως ἡ κίνησις δοκεῖ, διότι ὣ συμβέβηκε τὸ ἐπιλανθάνεσθαι οὗτος εἰς τὸ μνημονεύειν μεταβάλλει. ὁμοίως δὲ καὶ ἐκ τοῦ νοσάζεσθαι εἰς τὸ ὑγιάζεσθαι μεταβάλλων· ἐκ νόσου γὰρ εἰς ὑγείαν οὕτως εἶπεν ὡς ἐκ κινήσεως εἰς κίνησιν τὸ δὲ εἰς ἕτερον εἶδος καλῶς πρόσκειται, καἰ τὴν αἰτίαν αὐτὸν ἐπήγαγεν. εἰπὼν αὔτη γὰρ ἡ κίνησις ἐξ ἄλλου εἴδους εἰς ἄλλο ἐστὶ μεταβολή. χαἰ οὐ μόνη ἠ κίνησις ἀλλὰ καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ὡσαύτως ἔχει· ἐξ ἄλλου γὰρ εἴδους εἰς ἄλλο καὶ ἐπὶ τούτων ἡ μεταβολή μεταβολή· πᾶσα γὰρ μεταβολὴ ἐξ ἀντικειμένου εἰς ἀντικείμενον, πλὴν ὅτι ἡ μὲν γένεσις καὶ ἡ φθορὰ εἰς τὰ ἀντικείμενα οὕτως ὡς κατὰ ἀντίφασιν, ἡ δὲ κίνησις εἰς τὰ ἀντικείμενα τὰ ὡς ἐναντία. τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ αἱ μέν, τουτέστιν ἡ γένεσις καὶ ἡ φθορά, εἰς ἀντικείμενα ὡδί, τουτέστι κατὰ ἀντίφασιν, ἡ δὲ ὡδί, τουτέστιν εἰς τὰ ἐναντία, ἡ κίνησις. Ἔδειξε δὲ καὶ διὰ τοῦ παραδείγματος, ὅτι πᾶσα μεταβολὴ ἐξ ἄλλου εἴδους εἰς ἄλλο |γίνεται, εἰπών· οἷον ἄνθρωπος ἐκ νόσου εἰς ὑγείαν. ὡς γὰρ ἐπὶ τούτου διαφέροντά ἐστι τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, οὕτω καὶ εἰ ἐκ κινήσεως τι εἰς κίνησιν κινοῖτο, διαφέρουσα ἔσται ἡ ἐξ ἧς τῆς εἰς ἥν. ἡ γὰρ ἐκ τῆς βραδυτέρας κινήσεως εἰς τὴν θάττω μεταβολὴ τάχα μὲν καὶ αὐτὴ ἐξ ἀντικειμένου εἴδους εἰς ἀντικείμενόν ἐστι, τάχα δὲ οὐκ ἐκ κινήσεως εἰς κίνησίν ἐστι· μία γὰρ ἡ εἰς τὸ αὐτό· γίνεται δὲ ἡ ἐπίτασις ἐκ τοῦ μεταξὺ καὶ ὡς ἐκστάσεως τε καὶ ἠρεμίας· ἡ γὰρ βραδεῖα κίνησις μίξει ἠρεμίας καὶ ἔχει πρὸς τὴν ταχεῖαν οὕτως ὡς τὸ φαιὸν πρὸς τὸ λευκόν. κατὰ συμβεβηκὸς μὲν οὖν ὡς εἴρηται δυνατὸν κινήσεως εἶναι κίνησιν, ὅταν τὸ ὑποκείμενον εἰς ἑτέραν κίνησιν ἐξ ἑτέρας μεταβάλλῃ, καθ’ αὑτὸ δὲ ἀδύνατον. καὶ τὸ ἑπόμενον ἄτοπον ἐπήγαγεν αὐτὸς εἰπὼν ἅμα οὖν μεταβάλλει ἐξ ὑγιείας εἰς νόσον, καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην. εἰ γὰρ ἡ ἐξ ὑγείας εἰς νόσον μεταβολὴ ἢ κίνησις αὐτὴ κινεῖσθαι λέγοιτο, τὸ ἐξ ὑγείας εἰς νόσον κινούμενον ἅμ τε ταύτην κινεῖται τὴν κίνησιν καὶ ἐξ αὐτῆς ταύτης εἰς ἄλλην μεταβάλλει οἷον εἰς λεύκανσιν, εἴπερ ἡ κίνησις κινεῖται. ἅμα τε οὖν εἰς νόσον εἴη μεταβάλλον, καὶ εἰς ἐκεῖνο, ὃ τέλος ἐστὶ τῆς μεταβολῆς, εἰς ἣν μετέβαλεν ἐκ τῆς ἐξ ὑγείας εἰς νόσον μεταβεβληκὸς οἷον τὸ λευκόν. ὅταν οὖν ἐν νόσῳ ᾖ, δῆλον ὅτι ἅμα τε εἴη ἄν εἰς νόσον μεταβεβληκὸς καὶ εἰς ἄλλο τι εἰς ὃ ἦν ἡ κίνησις, εἰς ἣν ἡ προτέρα κίνησις μετέβαλεν· ἐπειδὴ δὲ οὐκ ἦν ὡρισμένον τὸ εἰς ὁποίαν, διὰ τοῦτο ὅταν νοσήσῃ, φησί, μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν· ἐνδέχεται γὰρ καὶ μεταβαλεῖν τὸ μεταβάλλον καὶ ἠρεμῆσαι παυσάμενον τῆς μεταβολῆς. ὅταν μέντοι ἐκ κινήσεως εἰς κίνησιν κινεῖσθαι λέγηται, ἀνάγκη εἰς ὁποιανοῦν κίνησιν μεταβεβληκέναι καὶ οὐκέτι εἰς ἠρεμίαν. τὸ οὖν ἐκ κινήσεως εἰς κίνησιν μεταβάλλον, δῆλον ὅτι κινούμενον ἔτι τὴν κίνησιν ἐκείνην, ἐξ ἧς λέγεται μεταβάλλειν, ἔσται καὶ ἄλλην κινούμενον, εἰς ἣν λέγεται ἐκ ταύτης μεταβάλλειν· ὡς γὰρ τὸ ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλον ἔτι πὼς ὃν ἐν τῷ λευκῷ ἐξ αὐτοῦ μεταβάλλει καὶ ἔχει τι αὐτοῦ, ἕως ἂν τελέως μεταβάλλῃ ἐξ αὐτοῦ, οὕτως εἰ καὶ ἐκ κινήσεως τι εἰς κίνησιν μεταβάλλει, ἔτι ὂν ἐν τῇ κινήσει ἐξ ἧς λέγεται μεταβάλλειν καὶ κινούμενον κατ’ αὐτήν, ἅμα καὶ κατ’ ἐκείνην κινήσεται εἰς ἣν μεταβάλλει. καὶ ἔτι ὅταν ἡ εἰς τὸ ἕτερον μεταβεβληκός, ὅπερ εἶπεν αὐτὸς ὅταν νοσήσῃ, τότε καὶ εἰς ἕτερον ὁποιονοῦν ἔσται μεταβεβληκός. ὥστε πρῶτον μὲν ἄτοπον τὸ ἐπὶ πλείω ἅμα καὶ διαφέροντα κινεῖσθαι, ἔπειτα τὸ ἐν πλείοσιν ἅμα εἶναι, τρίτον δὲ εἰ ἡ κίνησις μεταβολή ἐστιν ἐξ ἐναντίου εἰς ἐναντίον καὶ μεταβάλλει τι ἐκ κινήσεως εἰς κίνησιν, δῆλον ὅτι ἐκ τῆς ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλοι ἄν εἰς τὴν ἐξ ἐναντίου εἰς ἐναντίον· αὗται γάρ εἰσιν ἐναντίαι κινήσεις. ὡς γὰρ τὸ ἐκ χρώματος εἰς χρῶμα μεταβάλλον οὐκ ἐκ τοὐ τυχόντος εἰς τὸ τυχόν, ἀλλ’ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλει, οὕτω καὶ τὸ ἐκ κινήσεως εἰς κίνησιν μεταβάλλον καὶ κινούμενον οὐκ εἰς τὴν τυχοῦσαν μεταβάλλει, ἀλλ’ εἰς τὴν ἐναντίαν· αὕτη δὲ ἦν ἡ ἐξ ἐναντίου εἰς ἐναντίον. καὶ ἐπὶ τῆς κινήσεως ἔτι μᾶλλον τοῦτο, εἴπερ τὸ κινήσει εἶναί ἐστι τὸ μεταβολῇ εἶναι ἐξ ἐναντίου εἰς ἐναντίον. ὥστε συμβήσεται καὶ τῶν πρόσθεν ἀτοπώτερον· οὐ μόνον γὰρ ἐπὶ πλείω ἅμα διαφέροντα κινήσεται, ἀλλὰ καὶ ἐπὶ ἐναντία, καὶ οὐ μόνον ἐν πλείοσιν ἅμα διαφέρουσιν ἔσται, ἀλλὰ καὶ ἐν ἐναντίοις. ᾗ μὲν γὰρ ἐν κινήσει ἐστὶ τῇ κατὰ τὸ ὑγιάζεσθαι, ἐκ νόσου ἂν εἰς ὑγείαν μεταβάλλοι· ᾗ δὲ ἐκ τῆς κινήσεως ταύτης μεταβάλλει εἰς ἄλλην τὴν ἐναντίαν αὐτῇ (oὐ γὰρ εἰς τὴν τυχοῦσαν), ἅμα ἄν εἰς ὑγείαν μεταβάλλον ἐν τῷ ὑγιάζεσθαι κατὰ τὴν αὐτὴν ταύτην μεταβολὴν καὶ εἰς τὸ ἐναντίον τῇ ὑγείᾳ τὴν νόσον μεταβάλλοι, εἰ κινεῖται καθ’ αὑτὸ ἡ κίνῆσις. ἐπειδὴ δὲ τὸ κινούμενον ἐπί τι κἄν γένοιτο ἐν ἐκείνῳ ἐφ’ ὃ κινεῖται, ὅταν παύσηται τῆς κινήσεως, ἅμα ἔσται ἐν τοῖς ἐφ’ ἃ ἅμ ἐκινεῖτο κατὰ ἀμφοτέρας τὰς κινήσεις· ἦν δὲ ταῦτα νόσος τε καὶ ὑγίεια. ἅμ ἄρα ἐν ὑγείᾳ τε καὶ νόσῳ ἔσται καὶ ὅλως ἐν τοῖς ἐναντίοις τὸ ἐκ κινήσεως εἰς κίνησιν κινούμενον. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης τὸ μὲν ἐπὶ πλείω διαφέροντα κινεῖσθαι καὶ τὸ ἐν πλείοσι διαφέρουσιν εἶναι ἐσήμανεν διὰ τοῦ ἅμα οὖν μεταβάλλει ἐξ ὑγείας εἰς νόσον καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην. δῆλον δὴ ὅτι ὅταν νοσήσῃ μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν. τὸ δὲ ἐπὶ τὰ ἐναντία ἅμα κινεῖσθαι καὶ ἐν τοῖς ἐναντίοις ἅμα εἶναι ἐσήμανεν διὰ τοῦ καὶ ἔτι εἰς μὴ τὴν τυχοῦσαν ἀεί, κἀκείνην ἔκ τινος εἴς τι ἕτερον· ὥστε καὶ ἡ ἀντικειμενη ἔσται ὑγίανσις. Τί οὖν οὐ μεταβάλλει τι ἐκ τοῦ ἀναμιμνῄσκεσθαι εἰς τὸ ἐπιλανθάνεσθαι, καὶ ἐκ τοῦ νοσάζεσθαι εἰς τὸ ὑγιάζεσθαι; εἰ οὖν κινήσεις αὗται καὶ ἐναντίαι, πῶς οὐκ ἂν εἴη μεταβολῆς μεταβολὴ καὶ κινήσεως κίνησις; ταύτην δὴ λύων τὴν ἔνστασιν οὐ καθ’ αὑτό φησιν ἐκ κινήσεως εἰς κίνησιν εἶναι τὴν μεταβολήν, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ᾧ συμβέβηκεν ἀναμιμνῄσκεσθαι οὗτος ἐπιλανθάνεται πάλιν· εἰ μὲν γὰρ ἀναμιμνῃσκόμενος ἐν τῷ ἀναμιμνῄσκεσθαι ἐπελανθάνετο, ἦν ἂν οὕτως ἐκ κινήσεως εἰς κίνησιν μεταβολή. ἔδει γὰρ ἔτι μένουσαν τὴν μνήμην κινεῖσθαι εἰς λήθην· τὸ γὰρ κινούμενον ἔτι μένον ὅπερ ἐστὶ κινεῖται καὶ οὐχ οὕτως ἔχει ὡς τὸ γινόμενον. ἐπειδὴ δὲ καθόλου χρὴ τὸ κινηθὲν γενόμενον ἐφ’ ὃ ἐκινεῖτο στῆ ’ναι, εἰ μέλλοι τὴν ἐναντίαν πάλιν κίνησιν κινεῖσθαι, καὶ ὁ ἀναμιμνῃσκόμενος ὅταν ἀναμνησθῇ ἔστη, εἶτα οὕτως, εἴπερ ἄρα, ἐπιλανθάνεται. τὸ οὖν περὶ τὸν αὐτὸν ἀμφότερα γίνεσθαι παρὰ μέρος κινεῖσθαι λέγομεν ἐν τῇ συνηθείᾳ ἐκ τοῦδε εἰς τόδε. πῶς δὲ τὸ κατὰ συμβεβηκὸς ἀναμιμνῄ|σκεσθαι μεταβάλλει 198v εἰς τὸ ἐπιλανθάνεσθαι, ἐδήλωσεν εἰπὼν ὅτι ᾧ ὑπάρχει παρὰ μέρος ταῦτα, τουτέστιν ὁ ἄνθρωπος ἢ ἡ ψυχή, ἐκεῖνο μεταβάλλει κατὰ ταῦτα. εἰ οὖν ἀνάγκη μὲν ἢ ὑποκείμενον εἶναι τὴν κίνησιν ἢ ἐν ὑποκειμένῳ, οὔτε δὲ ὑποκείμενόν ἐστιν οὔτε ἐν ὑποκειμένῳ οὖσα δυνάται κινεῖσθαι, κατ’ οὐδένα τρόπον εἴη ἂν κινήσεως κίνησις. ἐπιστῆσαι δὲ ἐν τούτοις ὡς οἶμαι ἄξιον, ὅτι οὐ πᾶσαν μεταβολὴν ἀποφάσκει τῆς κινήσεως, ἀλλὰ τὴν κίνησιν μόνην. τὸ γὰρ ἅμα μεταβάλλειν ἐξ ὑγείας εἰς νόσον, καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην, ὅπερ ὡς ἄτοπον ἐπήγαγε, τούτῳ ἕπεται τῷ τὴν κίνησιν κινεῖσθαι· τὸ γὰρ κινούμενον ὑπομένον ὅπερ ἐστὶ κινεῖται. εἰ οὖν τὸ νοσάζεσθαι κινεῖται μένον ὅπερ ἐστὶν εἰς τὸ ἀντικείμενον τὸ ὑγιάζεσθαι μεταβάλλει, ὥστε τὸ αὐτὸ ἅμα ἂν νοσάζοιτο καὶ ὑγιάζοιτο. τοῦτο δὲ τὸ ἄτοπον τῇ γενέσει οὐκ ἀκολουθεῖ· οὐ γὰρ μένον τι ὅπερ ἐστὶ γίνεται, ὥσπερ μένον ὅπερ ἐστὶ κινεῖ. τι· οὐ γὰρ ἐξ ὄντος εἰς ὄν, ἀλλ’ ἐκ μὴ ὄντος εἰς ὂν καὶ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον. ἀλλὰ κἂν ἐκ μὴ ὄντος εἰς ὂν ἡ γένεσις, ἐὰν τὴν μεταβολὴν ταύτην μεταβάλλειν τις εἴπῃ, ἐπειδὴ καὶ τὸ μεταβάλλον ἐξ ἀντικειμένου εἰς ἀντικείμενον μεταβάλλει, ἅμ ἐκ μὴ ὄντος εἰς ὂν καὶ ἐξ ὄντος εἰς μὴ ὂν μεταβάλλει, ὥστε καθὸ γίνεται φθείρεται. p. 225b33 ἔτι δὲ εἰς ἄπειρον βαδιεῖται ἕως τοῦ οὔτε τὸ γίνεσθαι οὖν οὔτε τὸ κινεῖσθαι οἷόν τε οὔτε μεταβέλλειν οὐθέν. Δείξας ὅτι οὐκ ἔστι κινήσεως κίνησις, τουτέστιν ὅτι ἡ κίνησις οὐ κινεῖται, καθολικώτερον ἔτι δείκνυσι τὸ πρόβλημα, ὅτι οὐδὲ μεταβολῆς μεταβολή ἐστιν ὅλως. καὶ ἵνα δείξῃ ὅτι τὴν μεταβολὴν νῦν οὐκ ἀντὶ τῆς κινήσεως εἶπεν, ἀλλ’ ἐπὶ τῆς κυρίως μεταβολῆς τὸ ὄνομα τέθεικε τῆς κοινῆς, ὑφ’ ἣν καὶ ἡ κίνησίς ἐστι καὶ ἡ γένεσις καὶ ἡ φθορά, ἐπήγαγεν τὸ καὶ γενέσεως γένεσις. δείκνυσι δὲ αὐτὸ διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς συλλογιζόμενος οὕτως· εἰ ἔστι κινήσεως κίνησις ἢ γενέσεως γένεσις ἢ ὅλως μεταβολῆς μεταβολή, οὔτε κίνησίς ἐστιν οὔτε γένεσις οὔτε ὅλως μεταβολή· τούτων δὲ μὴ ὄντων, οὔτε τὸ γίνεσθαι, οὔτε τὸ κινεῖσθαι, οὔτε τὸ μεταβάλλειν ὅλως τι δυνατὸν εἶναι· εἰ δὲ μὴ ταῦτα, οὔτε τὰ κινούμενα οὔτε τὰ μεταβάλλοντα ἔσται. καὶ ὅτι μὲν ταῦτα ἄτοπα καὶ ἀδύνατά ἐστι καὶ διὰ τοῦτο καὶ ἐκεῖνα, οἷς ταῦτα ἕπεται, εἴπερ ἕπεται, τουτέστι τὸ εἶναι κινήσεως κίνησιν καὶ γενέσεως γένεσιν καὶ μεταβολῆς μεταβολήν, πρόδηλον. τὸ δὲ συνημμένον διὰ δύο μέσων ὅρων δείκνυσιν· εἰ γάρ ἐστι γενέσεως γένεσις ἢ μεταβολῆς μεταβολή, εἰς ἄπειρον ἀνάγκη προϊέναι· εἰ δὲ τοῦτο, οὔτε τὸ πρῶτον ἔσται οὔτε τὸ ἔσχατον· ὥστε οὐκ ἔσται οὔτε γένεσις οὔτε μεταβολή. ὅτι δὲ ἀνάγκη εἰς ἄπειρον εἶναι τὴν πρόοδον, εἰ ἔστι μεταβολῆς μεταβολὴ, δείκνυσιν ἐκ τοῦ, εἴπερ ὅλως ἐστὶ μεταβολῆς μεταβολή, μὴ μόνον ταύτης εἶναι τῆς προβεβλημένης, ἀλλὰ καὶ ἐκείνης, ἀφ’ ἧς ἡ εἰς ταύτην γέγονε, καὶ πάλιν ἐκείνης ἄλλην, καὶ ἀεὶ τῆς λαμβανομένης μεταβολῆς προϋπάρχουσάν τινα ἄλλην μεταβολὴν ἀνάγκη λαμβάνεσθαι, εἰ δὲ τοῦτο, εἰς ἄπειρον ἀεὶ προιέναι ἄλλην ἀεὶ πρὸ ἄλλης λαμβάνοντα, εἰ δὲ τοῦτο, καὶ τὸ ἐφεξῆς ἀκολουθήσει· πρώτης γὰρ μὴ οὔσης μεταβολῆς οὐδ’ ἂν ἡ μετ’ αὐτὴν εἴη οὐδὲ ἡ ταύτης ἐφεξῆς οὐδὲ ἄλλη τις ὅλως ἕως τῆς ἐσχάτης· ὥστε εἰ ἔστι μεταβολῆς μεταβολή, οὐκ ἔσται μεταβολή. αὐτὸς δὲ ἐπὶ τῆς γενέσεως τὸν λόγον προάγει, μᾶλλον τῇ ἀφωρισμένῃ μεταβολῇ τῆς διανοίας ἐπερειδόμενος ἤπερ τῆ κοινῇ. καὶ τὸ ἄτοπον ἐπὶ τοῦ μηδὲν γίνεσθαι φανερώτερόν ἐστιν· ἕπεται γὰρ τούτῳ τὸ μηδὲ εἶναί τι τῶν γενητῶν ἐναργῶς ἄτοπον ὑπάρχον. καὶ μέντοι καὶ ἄλλο τι ἄτοπον προσαναφαίνεται κατὰ ταύτην τὴν ἀπόδειξιν τὸ μὴ οὖσαν τὴν γένεσιν ἤδη εἶναι. Διαφόρου δὲ οὔσης ἐν τούτῳ τῷ χωρίῳ τῆς γραφῆς ὁ Ἀλέξανδρος καὶ τὴν σάφ’ σαφεστέραν ἔγραψεν ἔχουσαν οὕτως, οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίνετό ποτε, καὶ τὸ γινόμενον ἐγίνετο, ὥστε οὔπω ἦν ἤδη. καὶ ἐξηγεῖται ἁπλῆν γένεσιν τὴν χωρὶς τοῦ γινομένου νοουμένην, περὶ ἧς ζητοῦμεν, εἰ γίνεται. εἰ οὖν αὕτη ἡ γένεσις ἐγίνετό ποτε, τὸ δὲ γινόμενον γίνεται τέως καὶ οὔπω ἐστίν οὐ γὰρ οἷόν τε αὐτὸ γινόμενον μὴ γίνεσθαι), οὔπω οὖσα ἡ γένεσις ἤδη ἦν· οὐ γὰρ ἠδύνατο γενέσθαι μὴ οὔσης γενέσεως. οἶδε δὲ καὶ τοῦτο τῷ εἰρημένῳ προσκείμενον ὁ Ἀλέξανδρος ἀλλὰ γινόμενον ἦν γινόμενον ἤδη, ὅπερ τῷ εἰρημένῳ ἀτόπῳ τῷ μήπω οὖσαν τὴν γένεσιν ἤδη εἷναι τὸ ἀντίστροφον ὂν ἄτοπον ἀποδίδωσι τὸ ἤδη οὖσαν τὴν γένεσιν γινόμενον ἔτι εἶναι, τουτέστι μήπω εἶναι. καὶ ἄλλην δὲ γραφὴν προστίθησι τοιαύτην· ὥστε οὔπω ἦν γινόμενον ἀπλῶς, ἀλλά τι γινόμενον ἤδη. καὶ εἴη ἄν τὸ λεγόμενον, ὅτι ἡ ἁπλῆ γένεσις ἐγίνετο ἤδη τινὸς γενέσεως οὔσης· δι’ ἧς γὰρ ἡ ἁπλῆ γένεσις ἐγίνετο, αὕτη γένεσις οὖσα ἤδη ἦν. καὶ ἐν πολλοῖς ἀντιγράφοις αὕτη φέρεται ἡ γραφή. μήποτε δὲ οὕτως αὐτὴν ἐξηγητέον· εἰ γίνοιτο ἡ γένεσις, οὔπω ἦν ἁπλῶς γένεσις γινόμενον, ἀλλά τι γινόμενον ἤδη, τουτέστιν ἀλλὰ καὶ ἄλλο τι μετὰ τῆς γενέσεως πεπονθὸς τὴν γένεσιν, ὥστε τὸ ὅλον γινόμενον εἶναι, ὥσπερ ἐστὶ ἄνθρωπος. ἄνθρωπος. εἰ οὖν γίνοιτο ἡ γένεσις, οὐ γένεσις ἔσται ἁπλῶς, ἀλλ’ ἕν τι τῶν γινομένων. ταῦτα οὖν μεταξὺ τὰ ἄτοπα προσενδειξάμενος ἐφεξῆς |προστίθησι, πῶς ἐπ’ ἄπειρον προελεύσεται ἡ γένεσις καὶ πῶς ἀναιρεθήσεται, εἰ ἔστι γενέσεως γένεσις. εἰ γὰρ ἡ γένεσις διὰ γενέσεως γίνεται καὶ πάλιν ἐκείνη ἡ γένεσις διὰ γενέσεως καὶ ὁμοίως πᾶσα γένεσις διὰ γενέσεως οὐ γὰρ ἔστιν εἰπεῖν διὰ τί ἥδε μὲν γίνεται, δι’ ἧς δὲ αὕτη γίνεται γενέσεως οὐχὶ καὶ αὐτὴ γίνεται), εἰ οὖν ταῦτα οὕτως. ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι ἄλλην πρὸ ἄλλης γένεσιν γενέσεως λαμβάνοντα. ἐπὶ δὲ τῶν ἀπείρων, φησί, οὐκ ἔστι πρῶτον. παντὸς γὰρ τοῦ λαμβανομένου ἔστι τι πρότερον λαβεῖν. εἰ δὲ μὴ πρῶτον, φησίν, οὐδὲ τὸ ἐχόμενον· οὐδὲ τὸ μετ’ ἐκεῖνο ἄρα· ὥστε οὐδὲ τὸ ἔσχατον τοῦτο ἀφ’ οὗ ὁ λόγος ὡρμήθη. ὁ δὲ Ἀσπάσιος “ἐὰν γράφηται, φησίν, οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίνετό ποτε, καὶ τὸ γινόμενον ἐγίνετο, ὥστε οὔπω ἦν γινόμενον ἁπλῶς, ἀλλὰ γινόμενον ἤδη, ἔσται μόνον, φησί, δεικνύμενον διὰ ταύτης τῆς λέξεως ὃ προέθετο, ὅτι ἐπ’ ἄπειρον προήξει ἡ γένεσις· εἰ γὰρ ἡ γένεσις γίνεται ἀπλῶς δὲ γινόμενόν ἐστιν τὸ εἰς οὐσίαν ἐρχόμενον), εἰ οὖν τὸ γινόμενον γινόμενόν ἐστιν, οὔπω ἦν ἀπλῶς γινόμενον· οὐ γὰρ ἔρχεται εἰς οὐσίαν, ἀλλ’ εἰς τὸ ἁπλῶς γινόμενον· πάλιν δὲ ἐκεῖνο, ἐξ οὗ γινόμενον ἐγίνετο, δεῖ γινόμενον εἶναι καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ τῷ ἐπὶ τῆς κινήσεως δέ, φησί, λόγῳ συμφωνοτέρα ἔσται αὕτη ἡ γραφή· ἐπὶ γὰρ τῆς κινήσεως ἡ ἀπειρία μόνον δείκνυται κατὰ τὸν αὐτὸν τρόπον, εἰ ἔστι κινήσεως κίνησις.” ταῦτα μὲν οὖν ἐν τούτοις τὰ τοῦ Ἀριστοτέλους καὶ τῶν τοῦ Ἀριστοτέλους ἐξηγητῶν. Ἐφιστάνειν δὲ ἄξιον, ὡς οἶμαι, πῶς ἐπὶ τῶν ἀπείρων, εἰ μὴ ἔστι τὸ πρῶτον οὐδὲ τὸ ἐχόμενόν ἐστιν, ὡς εἶπεν ὁ ’Ἀριστοτέλης. καὶ διὰ τοῦτο εἰ ἐπ’ ἄπειρόν ἐστι γένεσις προγενέσεως καὶ μεταβολὴ πρὸ μεταβολῆς, οὐκ ἔστι γένεσις οὐδὲ μεταβολή. οὗτος γὰρ ὁ λόγος ἀναιρεῖν δοκεῖ τὴν ἐπ’ ἄπειρον πρόοδον τῶν γινομένων καὶ φθειρομένων, ἣν φαίνεται μάλιστα βεβαιῶν ὁ Ἀριστοτέλης. καὶ γὰρ ὅτι ἔστι δείκνυσι καὶ τὰς αἰτίας αὐτῆς ἀνευρίσκει πάσας ἐν τῆ Περὶ γενέσεως καὶ φθορᾶς τήν τε ὑλικὴν καὶ ποιητικὴν καὶ τελικήν. καὶ αὐτός ἐστιν ὁ λέγων ἐν τῷ δευτέρῳ τῆς πρκγματείας ἐκείνης ὅτι “τῷ λειπομένῳ τρόπῳ συνεπλήρωσε τὸ ὅλον ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσιν,” τοῦ ἐνδελεχοῦς τὸ ἐπ’ ἄπειρον δηλοῦντος. καὶ ἐν τῷ τρίτῳ δὲ ταύτης τῆς πραγματείας ἀναιρῶν τὸ κατ’ ἐνέργειαν ἄπειρον, καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ τὸ ἐπ’ ἄπειρον εἶναι συγχωρεῖ, ὅπερ ἐν τούτοις ἀναιρεῖν δοκεῖ. εἰ δὲ ὅπερ ἐπὶ τῆς γενέσεως αὐτὸς ἐρωτᾷ, ἐπί τινος ἐρωτήσω τῶν ἀτόμων, οἷον εἰ τοῦδε τοῦ πατρὸς ἢ τοῦ ἀνθρώπου ἀνάγκη πατέρα εἶναι καὶ ἐκείνου πατέρα καὶ τοῦτο εἰς ἄπειρον, καὶ ἐπειδὴ τῶν ἀπείρων οὐκ ἔστι πρῶτον, εἰ δὲ μὴ πρῶτον, ὥς φησιν, οὐδὲ τὸ ἐχόμενον ἔσται, οὐδὲ οὗτος ὁ πατὴρ ἢ ὁ ἄνθρωπος οὐδὲ ὅλως ἔσται πατὴρ ἢ ἄνθρωπος κατὰ ταύτην τὴν ἐρώτησιν, εἴπερ πρὸ παντὸς πατρὸς ἀνάγκη πατέρα εἶναι καὶ πρὸ παντὸς ἀνθρώπου ἄνθρωπον. “ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἠλιος,” ὡς αὐτός φησιν. εἰ οὖν οὕτω καὶ γενέσεως γένεσις προηγεῖται, καὶ διὰ τοῦτο τὴν γένεσιν ἀνεῖλεν, ὅτι ἀνάγκη ἐπ’ ἄπειρον προιέναι, ἐπὶ δὲ τῶν ἀπείρων, ὥς φησιν, οὐκ ἔστι πρῶτον, ὥστε οὐδὲ τὸ ἐχόμενον, τῷ αὐτῷ λόγῳ ἀναιρεθήσεται πᾶσα ἡ ἐπ’ ἄπειρον πρόοδος. καίτοι, ὅπερ εἶπον, αὐτὸς τὰ ἄνα τοῦ ἀπείρου σημαινόμενα τὰ κατ’ ἐνέργειαν ἀνελών, ὅσα ὁμοῦ τὸ ἄπειρον εἶναί φησιν εἴτε ἀριθμῷ εἴτε μεγέθει, μόνον τοῦ ἀπείρου σημαινόμενον τὸ ἐπ’ ἄπειρον καταλέλοιπε λέγων οὕτως· “ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ αἰεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν λαὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον, ὡς ἡ ἡμέρα καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν, ἀλλ᾿ ἀεὶ ἐν γενέσει ἢ φθορᾷ πεπερασμένον, ἀλλ᾿ ἀεὶ ἕτερον καὶ ἕτερον.” εἶναι δὲ τοῦτο τὸ ἐπ’ ἄπειρον ἔν τε τῷ χρόνῳ φησὶ καὶ ἐπὶ τῶν ἀνθρώπων. δῆλον δὲ ὅτι καὶ πάντων τῶν ἐν γενέσει, καὶ ἐπὶ τῆς τῶν μεγεθῶν διαιρέσεως. ἐν πᾶσι δὲ τοῖς τοιούτοις οὐκ ἔστι τὸ πρῶτον. χρόνος γὰρ ἀεὶ πρὸ χρόνου καὶ ἄνθρωπος πρὸ ἀνθρώπου. διὰ τί οὖν μὴ καὶ γένεσις οὕτω, κἂν ἄλλη πρὸ ἄλλης ἀεὶ καὶ μὴ ἔστι πρώτη, ἔστιν ὅμως κατὰ τὸ ἐπ’ ἄπειρον. μήποτε γὰρ τὸ μὲν ἐπ’ ἄπειρον ἰέναι ἀναγκαίως ἐπῆκται τῷ λόγῳ καὶ τὸ μὴ εἶναι πρῶτον ἐπὶ τῶν οὕτως ἀπείρων· παντὸς γὰρ τοῦ ληφθέντος ἔστι τι πρότερον λαβεῖν. τὸ δὲ ἱεῖ μὴ ἔστι τὸ πρῶτον οὐδὲ τὸ ἐχόμενόν ἐστιν' οὐκ οἶδα ὅπως ἀληθὲς δοκεῖ. ἐπὶ γὰρ τῆς ἐπ’ ἄπειρον προόδου πρῶτον μὲν οὐκ ἔστιν οὐδὲ ἔσχατον· παντὸς δὲ τοῦ ληφθέντος ἔστι τι ἐχόμενον καὶ ἄνωθεν καὶ κάτωθεν. διὸ οὐδὲν κωλύει καὶ ἐπ’ ἄπειρον πατέρα πρὸ πατρὸς καὶ ἄνθρωπον πρὸ ἀνθρώπου, οὕτω δὲ καὶ γένεσιν πρὸ γενέσεως φαίη ἄν τις, τιθέντων ἡμῶν εἶναι ὅμως πατέρα καὶ γένεσιν, κἂν μὴ ἔστι πρῶτος πατὴρ καὶ πρώτη γένεσις· τοῦ γὰρ ἀεὶ ληφθέντος τὸ ἐχόμενον οὐκ ἐπιλείπει. καὶ γὰρ ἐφ’ ὧν μὲν ἄπειρα κατ’ ἐνέργειαν ὑποτίθεταί τις προηγεῖσθαι τοῦ λαμβανομένου οἷον τοῦδε τοῦ πατρὸς ἀπείρους κατ’ ἐνέργειαν πατέρας, τουτέστιν ἅμ πάντας ὑφεστῶτας, ἀληθὲς ὅτι ἀδύνατον τοῦτον γενέσθαι τὸν πατέρα· τὸ γὰρ τοιοῦτον ἄπειρον ἀδιεξίτητόν ἐστιν. ἐπὶ δὲ τῶν ἐπ’ ἄπειρον, ἐφ’ ὧν μὴ πάντα τὰ ἄπειρα ἅμα ὑφέστηκεν, ἀλλὰ τὸ λαμβανόμενον ἀεὶ πεπερασμένον ἐστὶν ἐν πέρατι τῶν προυπαρξάντων ὑποστάν, ἀεὶ δὲ ἕτερον καὶ ἕτερον καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον, ἐπὶ τούτων οὐκ ἀναιρεῖται τὸ προτεθὲν οὐδὲ ἡ πρόοδος, κἂν ἐπ’ ἄπειρον τὰ αἴτια αὐτοῦ πρόεισιν ἄλλο πρὸ ἄλλου λαμβανόμενον· πεπέρανται γὰρ ἐν τῷ προκειμένῳ οἷον ἐν τῷ Σωκράτει τὰ πρὸ αὐτοῦ πατρικὰ αἴτια ἢ ἀνθρώπινα. διὰ τοῦτο οὖν κἀν ἐπ’ ἄπειρον ἄλλος πρὸ ἄλλου ἄνθρωπος ἢ ἄλλος πρὸ ἄλλου πατὴρ καὶ μὴ ἔστι τὸν πρῶτον λαβεῖν, οὐκ ἀναιρεῖται ὅμως ὁ ὁ Σωκράτης ὡς πατὴρ ἢ ὡς ἄνθρωπος, ὅτι ἐπερατώθη εἰς αὐτὸν τὰ αἴτια. ὅπου μέντοι ἀπείρων κατ’ ἐνέργειαν, τουτέστιν ἅμα πάντων ὑφεστώτων τῶν προηγουμένων αἰτίων ὁ Ἀριστοτέλης ἀναιρεῖ τὴν τοῦ ἐκείνοις ἕπεσθαι λεγομένου ὑπόστασιν, ὀρθῶς ὁ λόγος ἔχει. Ἀλλὰ τὸ μὲν μὴ εἶναι γένεσιν γενέσεως καὶ κίνησιν κινήσεως καὶ ὅλως μεταβολὴν μεταβολῆς καὶ διὰ τῶν προτέρων ἐπιχειρημάτων δειχθὲν καὶ διὰ τῶν ἐφεξῆς δειχθησόμενον τῷ Ἀριστοτέλει μενέτω, πρὸς δὲ τὸν διὰ τοῦ ἐπ’ ἄπειρον λόγον ἡ ζήτησίς μοι νῦν γέγονεν, εἰ ἀληθῶς ἔλαβεν τὸ μὴ ὄντος ἐν τῷ ἐπ’ ἄπειρον τοῦ πρώτου μηδὲ τὸ ἐχόμενον εἶναι, ᾧ ἠκολούθησεν τὸ εἰ ἔστι γενέσεως γένεσις μὴ εἶναι γένεσιν· εἰ γὰρ ἔστι γενέσεως γένεσις, ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι. εἰ δὲ τοῦτο, οὐκ ἔστι τὸ πρῶτον, ὥστε οὐδὲ τὸ ἐχόμενόν φησιν. ὥστε οὐδὲ ἡ προτεθεῖσα γένεσις. ἀλλ’ ἐγυμνάσατο μὲν μετρίως ὁ λόγος οὗτος ἢ λαθὼν ἢ οὐ νοήσας, ὅτι τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ ἐπὶ δὲ τῶν ἀπείρων οὐκ ἔστι πρῶτον, ὥστε οὐδὲ τὸ ἐχόμενον, οὐκ ἐπὶ πάντων εἴρηται τῶν ἐπ’ ἄπειρον, ἀλλ’ ἐπὶ τῶν νῦν ὑποτεθέντων ἐπ’ ἄπειρον ἰέναι τῆς τε γενέσεως καὶ τῆς μεταβολῆς. εἰ γὰρ ἡ ἁπλῆ, φησί, γένεσις, ἥτις οὐχὶ γενέσεως γένεσίς ἐστιν ἀλλὰ ἄλλου τινὸς οἷον άνθρώπου, εἰ οὖν αὕτη ἐγίνετό ποτε, ὡς λέγουσιν οἱ γενέσεως γένεσιν τιθέντες, γινόμενον ἐγίνετο. ἐπειδὴ γὰρ ἡ γένεσις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ἐὰν γίνηται ἡ γένεσις, γινόμενόν τι γίνεται καὶ οὔπω ἐστὶ γινόμενον· τὸ γὰρ γινόμενον οὔπω ἐστὶν ὃ γίνεται, καὶ δῆλον ὅτι καὶ ἡ τούτου γένεσις ἐγίνετο καὶ οὔπω ἦν. τὸ μὲν γὰρ γίνεσθαι ἤδη ἔχει, τὸ δὲ εἶναι ὅπερ γίνεται, τουτέστι γινόμενον, οὔπω ἔχει. καὶ εἰ ἐπ’ ἄπειρον τοῦτο, ἐπὶ δὲ τῶν ἀπείρων πάντων μὲν κοινῶς οὐκ ἔστι τὸ πρῶτον λαβεῖν ἄλλο γὰρ πρὸ ἄλλου ἀεὶ), ἐπὶ δὲ τούτων καὶ ἰδικῶς, ὅτι οὐδὲν τῶν λαμβανομένων ἐστὶν ὃ λέγεται οὐ γὰρ ἔστι γένεσις, ἀλλὰ γίνεται, εἰ ἔστι γενέσεως γένεσις), εἰ οὖν μὴ ἔστι τις γένεσις ὅλως ἀφ’ ἧς ἄρξασθαι δυνατόν, οὐδὲ τὸ ἐχόμενον ἔσται, τουτέστιν οὐδὲ ἐφεξῆς ἄλλη γένεσις ἔσται, ὅτι μὴ ἔστι πρὸ αὐτῆς γένεσις, καθ’ ἣν γενήσεται. καὶ γὰρ καὶ ἡ πρὸ αὐτῆς ἐγίνετο γένεσις, καὶ τοῦτο ἤδη εἶχεν τὸ γίνεσθαι γινόμενον, ἐπειδὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ἡ γένεσις, οὐ μέντοι εἶναί πω τοῦτο ὅπερ ἐγίνετο, τουτέστι γένεσις. οὐδὲ αἱ ἐφεξῆς οὖν γενέσεις εἰσίν, εἴπερ γίνεσθαι μὲν ὑπόκεινται, γένεσις δὲ αὐτῶν οὐ προυπάρχει κατὰ τοὺς λέγοντας γενέσεως εἶναι γένεσιν. διὸ καὶ τοῦτο ἐπήγαγεν τὸ ἄτοπον τὸ μήτε τὸ γίνεσθαι εἶναι μήτε τὸ κινεῖσθαι μήτε τὸ μεταβάλλειν, ἃ ἕπεται τοῖς ἐπ’ ἄπειρον γένεσιν γενέσεως καὶ μεταβολὴν μεταβολῆς ὑποτιθεμένοις. ἄν θρωπον δὲ πρὸ ἀνθρώπου τιθεὶς ἐπ’ ἄπειρόν τις οὐ περιπίπτει τούτῳ τῷ ἀτόπῳ. κἀν γὰρ πρῶτος ἄνθρωπος μὴ ᾖ, ἀλλὰ πᾶς ὁ λαμβανόμενος ἄνθρωπος ἤδη ἐστίν, ὡς δύνασθαι ποιεῖν ἄνθρωπον καὶ οὐχὶ γινόμενος ἄνθρωπος, ὥσπερ ἡ γένεσις γινομένη ἦν ἔτι καὶ οὐκ οὖσα. p. 226a6 ἔτι τοῦ αὐτοῦ κίνησις ἡ ἐναντία ἕως τοῦ εἶναι γὰρ δεῖ τὸ φθειρόμενον. Καὶ δι’ ἄλλης ἐπιχειρήσεως δείκνυσιν, ὅτι οὐκ ἔστι γενέσεως γένεσις, εἰς ἄτοπον ἀπάγων τὸ τὸ γινόμενον, ὅταν γίνηται, τότε φθείρεσθαι. καὶ ἔστιν οὕτως ἄτοπον τὸ τὰς ἐναντίας κινήσεις ἅμα κινεῖσθαι. δείκνυσι δὲ αὐτὸ προλαβὼν ὡς ἀξίωμα τὸ τὰς ἐναντίας κινήσεις τοὐ αὐτοῦ εἶναι, οὐχ ἅμα δηλονότι ἄμφω, οὐδὲ ἄμφω πάντως κατὰ φύσιν, ἀλλ’ ὅτι τὸ κινούμενόν τινα κίνησιν κινητόν ἐστι καὶ κατὰ τὴν ἐναντίαν αὐτῇ. ὁμοίως δὲ προλαμβάνει καὶ ὅτι οὗ ἐστι κίνησίς τις, τούτου καὶ ἡ τῇ κινήσει ἐκείνῃ ἀντικειμένη ἠρέμησις. καὶ γὰρ ἐπὶ ἀλλοιώσεως καὶ αὐξήσεως καὶ φορᾶς καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς ἀληθῆ ταῦτα. εἰ οὖν ἔστι γενέσεως γένεσις, ὥστε γινόμενόν τι εἶναι τὴν γένεσιν, δῆλον ὅτι καὶ φθειρόμενον ἔσται· τοῦ γὰρ αὐτοῦ τὸ γίνεσθαι καὶ φθείρεσθαί ἐστι. πότε οὖν φθείροιτο ἄν τοῦτο τὸ γινόμενον ἡ γένεσις, εἰ γὰρ μήτε ἐν ἀρχῇ τοῦ γίνεσθαι, ὅπερ αὐτὸς εἶπεν εὐθὺς γινόμενον οὐ γὰρ ἄν ἐγίνετο ἔτι), μήτε ὕστερον μετὰ τὸ γενέσθαι, ὅτε πάντα φθείρεται τὰ φθειρόμενα ἡ γὰρ γένεσις ἐν τῷ γίνεσθαι οὖσα καὶ μετὰ τὸ γενέσθαι οὐκέτι οὖσα οὐκ ἄν τότε φθείροιτο· εἶναι γὰρ δεῖ τὸ φθειρόμενον, ἵνα φθείρηται, ἡ δὲ γένεσις μετὰ τὸ γενέσθαι οὐκέτι ἐστὶν ὥσπερ οὐδὲ ἡ κίνησις μετὰ τὸ κινηθῆναι τὸ κατ’ αὐτὴν κινούμενον), εἰ οὖν μήτε εὐθὺς γινομένη ἡ γένεσις φθείρεται μήτε ὕστερον μετὰ τὸ γενέσθαι, ἀνάγκη ὅταν γίνηται τότε φθείρεσθαι. ὁ μὲν γὰρ Σωκράτης, ὅταν παύσηται τοῦ γίνεσθαι καὶ γενόμενος ἤδη ᾖ, τότε φθείρεται· ἡ δὲ γένεσις, εἴπερ γίνοιτο. ὅταν γενομένη ᾖ, οὐκέτι ἐστίν, ὥστε οὐδὲ φθείρεται τότε. εἶναι γὰρ δεῖ τὸ φθειρόμενον. ὥστε ἐὰν γινόμενον ᾖ ἡ γένεσις, ὅταν γίνηται γινόμενον, τότε φθείρεται· ὅπερ ἄτοπον τὸ ἅμα τὸ αὐτὸ γίνεσθαί τε καὶ φθείρεσθαι. εἰ γὰρ γίνεται ἡ γένεσις, δῆλον ὅτι καὶ φθείρεται διὰ τὸ προληφθὲν ἀξίωμα τὸ τοῦ αὐτοῦ εἶναι τὰς ἐναντίας κινήσεις. Καὶ ὁ μὲν Ἀριστοτέλης ἐπὶ τῆς γενέσεως διὰ βραχέων τὸ ἄτοπον ἐνεδείξατο. εἰ δὲ ἡ γένεσις τινός ἐστι γένεσις, καὶ τὸ γινόμενον ὅταν γινηται τότε φθαρήσεται οἷον ὁ Σωκράτης ἤ τι ἄλλο τῶν γινομένων, ἐφ’ ὧν ἐναργέστερον τὸ ἄτοπον τὸ τὸ αὐτὸ ἅμα γίνεσθαι καὶ φθείρεσθαι ἀναιρουμένης γενέσεως καὶ φθορᾶς. ἐμφαίνεται δέ τι καὶ ἄλλο συμπέρασμα τοῖς εἰρημένοις. εἰ γὰρ μὴ φθείρεται ἡ γένεσις μήτε εὐθὺς ἀρχομένη μήτε ὕστερον μετὰ τὸ γενέσθαι, διότι ἀρχομένη μὲν οὔπω ἐστί, γενομένη δὲ οὐκέτι ἐστί, μὴ μέντοι |μηδὲ γινομένη φθείροιτο, ἵνα μὴ ἅμα τὰς ἐνκντίας κινῆται κινήσεις, δῆλον ὅτι ὅλως οὐ φθείρεται. εἰ δὲ μὴ φθείρεται, οὐδὲ γίνεται διὰ τὸ προληφθὲν ἀξίωμα τὸ λέγον ὅτι τοῦ αὐτοῦ κίνησις ἡ ἐναντία. ἀλλὰ τούτῳ μὲν τῷ ἀξιώματι τῷ τοῦ αὐτοῦ κίνησιν εἶναι τὴν ἐναντίαν καὶ διὰ τοῦτο γένεσιν καὶ φθορὰν τοῦ αὐτοῦ προσχρησάμενος ἔδειξε τὰ εἰρημένα, τὸ δὲ καὶ ἠρέμησιν τοῦ αὐτοῦ εἶναι καὶ τοῦτο προαξιωθὲν τίνα αὐτῷ χρείαν ἐν τούτοις παρέσχετο; λέγουσι δὴ καλῶς οἱ ἐξηγηταί, ὅτι διὰ τῆς ἠρεμίας ἐνεδείξατο καὶ ἐπὶ κινήσεως ἁρμόττειν τὸν αὐτὸν λόγον· εἰ γὰρ ἡ κίνησις κινεῖται, τὸ δὲ κινούμενόν τινα κίνησιν καὶ ἠρεμεῖν πέφυκε τὴν ἐκείνῃ τῇ κινήσει ἀντικειμένην ἠρεμίαν, δῆλον ὅτι καὶ ἡ κίνησις ἠρεμήσει κίνησις οὖσα, ὅπερ ἄτοπον. ἔτι δὲ ἀτοπώτερον τὸ ἅμα αὐτὴν κινεῖσθαι καὶ ἠρεμεῖν· εἰ γὰρ εἶναι δεῖ τὸ ἠρεμοῦν ὥσπερ καὶ τὸ φθειρόμενον, ἡ δὲ κίνησις εὐθὺς μὲν ἀρχομένη οὔπω ἐστί, παυσαμένη δὲ οὐκέτι ἐστίν, ἀλλ’ ἐν τῷ κινεῖσθαι τὸ εἶναι ἔχει, εἴπερ κινοῖτο, δῆλον ὅτι ἅμα κινήσεται καὶ ἠρεμήσει. καὶ ἐκ τοῦ ἑτέρου δὲ ἀξιώματος τοῦ λέγοντος τοῦ αὐτοῦ τὰς ἐναντίας εἶναι κινήσεις καὶ ἐπὶ τῆς κινήσεως τὸ ἄτοπον συναχθήσεται. εἰ γὰρ ἐν τῷ κινεῖσθαι μόνως ἐστὶν ἡ κίνησις ὥσπερ ἡ γένεσις ἐν τῷ γίνεσθαι καὶ οὔτε πρότερον οὔτε ὕστερον, ἐὰν κινῆται ἡ κινησις, ἐπειδὴ εἰς τὴν ἐναντίαν κινεῖται μένουσα ὅπερ ἦν, ἅμ τὰς ἐναντίας κινήσεται· Ἐπειδὴ δὲ ἡ γένεσις ἐδείχθη μήτε γινομένη μήτε φθειρομένη, ζητεῖν οἶμαι πάλιν ἀναγκαῖον, εἰ μὴ περὶ τῆς ἁπλῶς γενέσεως, ἀλλὰ καὶ περὶ τῆς τινὸς οἷον τῆς Σωκράτους ἐδείχθη, ὅτι οὗτε ἐγένετο οὔτε ἐφθάρη, πῶς ὅλως τῶν ὄντων ἦν, εἴπερ ἀνάγκη πᾶν τὸ ὁπωσοῦν ὑποστὰν ἢ τῶν ἀεὶ ὄντων εἶναι ἢ τῶν γινομένων καὶ φθειρομένων; εἰ οὗν ἡ τοῦ Σωκράτους γένεσις, καθ’ ἣν γέγονεν ὁ Σωκράτης, μὴ τῶν ἀεὶ ὄντων ἐστί, τῶν γινομένων καὶ φθειρομένων ἀνάγκη αὐτὴν εἶναι, καὶ ὅλως εἰ πρότερον μὴ οὖσα ὕστερον ἦν καὶ πάλιν οὐκ ἔστι, πῶς οὐχὶ καὶ γεγονέναι καὶ ἐφθάρθαι αὐτὴν ἐροῦμεν; μήποτε οὖν ἀνάγκη μὲν εἶναι μεταβολὴν καὶ περὶ τὴν μερικὴν γένεσιν, εἴπερ πρότερον μὴ ἔστιν] οὖσα ὕστερον ἔστιν καὶ πάλιν οὐκ ἔστι, καὶ εἰ χρόνῳ μετρουμένην ἔχει τὴν ὑπόστασιν. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης κατὰ συμβεβηκὸς καὶ ταῦτα μεταβάλλειν ἐρεῖ μετ’ ὀλίγον· καθ’ αὑτὸ μὲν γὰρ μεταβάλλει τὸ ὑποκείμενον, ἡ δὲ μεταβολὴ κατὰ συμβεβηκός, ὅτι ἐν τῷ καθ’ αὑτὸ μεταβάλλοντί ἐστι. μήποτε δὲ καὶ καθ’ αὑτὸ μεταβάλλειν ἀνάγκη τὴν μεταβολὴν τὴν γινομένην καὶ φθειρομένην, ἀλλ’ ὀνομάτων ἔνδεια τὴν ἀπορίαν ποιεῖ. τὰς γὰρ τῶν πραγμάτων μεταβολὰς εἰς δύο ἢ τρία διαστησάμενοι εἴς τε κίνησιν καὶ εἰς γένεσιν καὶ φθοράν, ταῖς τῶν μεταβολῶν μεταβολαῖς κατ’ ἄλλον τρόπον γινομέναις οὐκέτι ἔχομεν οἰκεῖα προσάπτειν ὀνόματα· ὥσπερ γὰρ ἄλλο τί ἐστιν ὁ Σωκράτης καὶ ἄλλο παντελῶς κατὰ ὑποστάσεως εἶδος ἡ τοῦ Σωκράτους μεταβολή, οὕτω καὶ αἱ τούτων ἀμφοῖν μεταβολαὶ διαφέρουσιν τῇ ὅλῃ φύσει. καὶ εἴπερ ἦν ὀνόματα ἴδια τῖς τῆς γενέσεως καὶ τῆς φθορᾶς μεταβολαῖς, οὐκ ἄν ἴσως τὰ εἰρημένα ἄτοπα ἠκολούθησεν. οὐ γὰρ ἦν γινόμενον ἡ γένεσις οὐδὲ φθειρόμενον, ἀλλὰ ἄλλως πὼς εἰς τὸ εἶναι καὶ μὴ εἶναι μεταβάλλουσα. τεκμαίρομαι δὲ τοῦτο καὶ ἐκ τῆς κινήσεως· τὴν γὰρ κίνησιν κινεῖσθαι μὲν ἢ ἠρεμεῖν λέγοντες ἀτόποις περιπεσούμεθα, γίνεσθαι δὲ καὶ φθείρεσθαι αὐτὴν οὐ παραιτούμεθα λέγειν. τὴν γοῦν κίνησιν ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχειν πάντες φαμέν, καὶ τάχα ταῦτα καὶ τῷ Ἀριστοτέλει δοκοῦντα μετ’ ὀλίγον φανήσεται, ὅταν μεταβολὴν μὲν εἶναι τῆς κινήσεως λέγῃ, κίνησιν δὲ αὐτὴν ὀνομάζειν οὐ συγχωρῇ· ἰού γὰρ ἔσται, φησί, μάθησις ἡ τῆς μαθήσεως γένεσις.” Μήποτε δὲ καὶ τὸ συναχθὲν ὡς ἄτοπον, εἰ ἔστι γενέσεως γένεσις τὸ ἅμα γίνεσθαι καὶ φθείρεσθαι τὴν γένεσιν, εἴπερ ἐν τῷ γίνεσθαι φθείρεται καὶ οὔτε ἐν ἀρχῇ οὔτε ἐν τέλει, ἐπὶ τῶν τοιούτων τῶν ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἐχόντων οὐκ ἔστιν ἄτοπον. καὶ γὰρ ἡ ἡμέρα καὶ ὁ ἀγὼν καίτοι φθειρόμενα οὔτε ἐν ἀρχῇ φθείρεται, ὅτι μήπω τότε ἐστίν, εἶναι δὲ χρὴ ῥῆ τὸ φθειρόμενον, οὔτε ἐν τέλει, ὅτι τότε οὐκέτι ἐστίν, ἀλλὰ τῷ γίνεσθαι καὶ τὸ φθείρεσθαι συνακολουθεῖ. οὕτω δὲ καὶ ἡ κίνησις ὥσπερ καὶ ὁ χρόνος, κἄν τῷ λόγῳ διαφέρῃ ἐπ’ αὐτῶν τὸ γίνεσθαί τε καὶ φθείρεσθαι, ἀλλ’ ὅπερ ἂν λάβῃς μέρος γινόμενον ὄψει· εἰ γὰρ πρότερον γινόμενον μέρος τι τῆς κινήσεως ἢ τοῦ χρόνου ὕστερον φθείρεται ὥσπερ ἡ οἰκία, ἀνάγκη εἶναι μεταξὺ χρόνον, ἐν ᾧ οὔτε γίνεται οὔτε φθείρεται, ἀλλ’ ἔστι καὶ ἕστηκε κατὰ τὸ εἶναι· καίτοι ἐπὶ τῆς κινήσεως καὶ τοῦ χρόνου καὶ πάντων τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων οὐκ ἔστι στάσιν λαβεῖν. ἀλλ’ ἔοικε θαυμασίως πὼς ἐν τοῖς τοιούτοις ὁμοῦ τὰ τρία μεμῖχθαι, γένεσις καὶ φθορὰ καὶ τὸ εἶναι. καὶ γὰρ καὶ τοῦτο ἐν παντὶ μέρει τῶν τοιούτων φαντάζεται, καθ’ ὃ καὶ εἶναι δοκεῖ, κατὰ τὸ ἐπιβάλλον αὐτῷ τοῦ ὄντος μέτρον, ὥσπερ καὶ γίνεσθαι καὶ φθείρεσθαι κατὰ τὴν μῖξιν ταύτην τῆς γενέσεως καὶ φθορᾶς. καὶ οὐχὶ κατ’ ἐκείνας τὰς διεστηκυίας ἀλλήλων καὶ τῇ φύσει, ὡς ἐναντίας καὶ συνυπάρχειν μὴ δυναμένας, καὶ τῷ χρόνῳ, ὡς τὴν μὲν προτέραν εἶναι, τὴν δὲ ὑστέραν. τὸ δὲ μικτὸν τοῦτό ἐστι τὸ παρὰ τῷ Πλάτωνι γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὂν. εἰκὼν γὰρ τοῦ ὄντως ὄντος ἐστὶ τὸ ἐν αὐτῷ μετὰ τῆς γενέσεως καὶ φθορᾶς ἐμφαινόμενον. τάχα δὲ κἄν ᾖ ἐν τοῖς οὖσιν ἡ μικτὴ φύσις αὕτη, καθ’ ἣν τὸ γινόμενον ἅμα καὶ φθείρεται, οὐδὲν ἧττον ἄτοπον ἔσται τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ἐπηγμένον, εἰ γίνοιτο ἡ γένεσις καὶ ἡ κίνησις κινοῖτο. εἰς γὰρ τὸ ἐναντίον οὔσης τῆς μεταβολῆς αὐτὸ τὸ γίνεσθαι καὶ |φθείρεσθαι ἔσται καὶ τὸ κινεῖσθαι ἠρεμεῖν. ἀλλ’ ὅτι μὲν καὶ ὁ Ἀριστοτέλης συγχωρεῖ καὶ τὴν μεταβολὴν κατὰ συμβεβηκὸς μεταβάλλειν αὐτοῦ λέγοντος ἀκουσόμεθα, εἰ δὲ καὶ καθ’ αὑτὸ κατ’ ἄλλον τινὰ τρόπον. ἐπὶ πλέον ζητείσθω. τὸ δὲ ἑξῆς ἐπιχείρημα προσφυέστερον οἶμαι τῶν προκειμένων δεικτικὸν ὑπάρχον τοιοῦτόν ἐστιν. p. 226a10 Ἔτι δεῖ ὕλην ὑπεῖναι καὶ τῷ γινομένῳ ἕως τοῦ δεῖ γὰρ 200v εἶναι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν ἢ γένεσιν. Καὶ τοῦτο κοινὸν ἐπὶ πάσης μεταβολῆς ἐστι τὸ ἐπιχείρημα. εἰ γὰρ γενέσεως γένεσίς ἐστιν καὶ ὅλως μεταβολῆς μεταβολή, ἐπειδὴ πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται καὶ ὕλης τινός, ἥτις τὸ εἶδος δεχομένη γίνεται τοῦτο ὃ γίνεται, γίνεσθαι δὲ λέγεται ἡ γένεσις καὶ ἡ μεταβολὴ μεταβάλλειν, ἔσται τι ὑποκείμενον ἐξ οὗ ἡ γένεσις καὶ ἡ μεταβολή, ὥσπερ καὶ τῷ πυρὶ γινομένῳ ὑπόκειταί τις ὕλη, ἐξ ἧς γίνεται, καὶ τῶ ἀνδριάντι ὁ χαλκός, καὶ τῇ ἀλλοιώσει ὑπόκειται ἢ σῶμα ἢ ψυχή, οὕτω καὶ τῷ γινομένῳ· καὶ οὐ μόνον τῷ ἁπλῶς γινομένῳ, ἀλλὰ καὶ τῇ τινὶ γενέσει καὶ κινήσει καὶ ὅλως μεταβολῇ μεταβολῇ· τούτου γὰρ χάριν παραδείγματι τῇ ἀλλοιώσει ἐχρήσατο. μηδενὸς γὰρ ὄντος ὑποκειμένου, οὐδ’ ἄν γίνοιτό τι. εἰ οὖν ἡ γένεσις γίνεται καὶ ἔστι γινόμενον ἡ γένεσις, δεῖ πάντως καὶ τούτῳ γινομένῳ ὕλην ὑπάρχειν, ἥτις τῇ μεθέξει τῆς γενέσεως γίνεται. καὶ εἰ κινεῖται ἡ κίνησις, ὁμοίως ὑποκείμενόν τι ἔσται τὸ κατὰ τὴν κίνησιν κινούμενον ἐκ τοῦδε εἰς τόδε, τουτέστιν ἐξ ἄλλου εἴδους εἰς ἄλλο, εἰς ὃ μεταβάλλον τὸ ἐν τῷ γινομένῳ καὶ κινουμένῳ ὑποκείμενον γένεσις καὶ κίνησις γίνεται, ὥσπερ ἐν τῷ λευκαινομένῳ τὸ ὑποκείμενον κατὰ τὴν λεύκανσιν μεταβάλλον εἰς λευκὸν μεταβάλλει. εἰ οὖν ὑποκείμενόν τι χρὴ εἶναι τὸ γινόμενον κίνησις ἢ γένεσις ἄλλο παρὰ τὴν κίνησιν καὶ τὴν γένεσιν, τί τοῦτό ἐστιν, ὥσπερ τὸ ἀλλοιωτὸν ἢ σῶμά ἐστιν ἢ ψυχὴ ἄλλο παρὰ τὴν ἀλλοίωσιν; εἰ δὲ ἡ κίνησις κινεῖται καὶ ἡ γένεσις γίνεται, οὐκ ἔστι τι ὡς ὕλη ὑποκείμενον, ὅπερ ἄτοπον καὶ ἀδύνατον, εἰ ἀνάγκη ὕλην ὑποκεῖσθαι τῷ κινουμένῳ καὶ γινομένῳ. τοῦτο μὲν οὖν ἓν ἄτοπον συνήγαγε συντόμως διὰ τοῦ τίς οὖν ἔσται ἡ ὑποκειμένη ὕλη, ὥσπερ τὸ ἀλλοιωτὸν ἢ σῶμα ἢ ψυχή, ἕτερον δὲ ἐκ τοῦ δεῖν μὲν εἶναί τι εἰς ὃ κινοῦνται τὰ κινούμενα ἄλλο παρ’ αὐτά· οἷον εἰ λευκαίνεται τὸ σῶμα, ἔστι τι τὸ λευκὸν παρὰ παρὰ τὸ σῶμα, εἰς ὃ κινεῖται τὸ σῶμα, μηδὲν δὲ ἐπὶ τῶν προκειμένων εἶναι ἄλλο παρ’ αὐτά. εἰ γὰρ κινεῖται καὶ ἡ κίνησις γίνεται ἡ γένεσις, τίνα ἔσται παρὰ τὴν κίνησιν καὶ τὴν γένεσιν ἄλλα, εἰς ἃ κινεῖται ἡ κίνησις καὶ γίνεται ἡ γένεσις, ὥσπερ τὸ λευκὸν καὶ ἡ ἐπιστήμη ἄλλα ἐστὶ σώματος καὶ ψυχῆς, εἰς ἃ κινοῦνται τὸ σῶμα καὶ ἡ ψυχή. εἰ οὖν ἐπὶ τούτων μὴ ἔστιν ἄλλο τι τὸ εἰς ὅ, χρὴ δὲ πάντως εἶναι ἐπὶ τοῦ κινουμένου καὶ γινομένου, δῆλον ὅτι οὔτε ἡ κίνησις κινεῖται οὔτε ἡ γένεσις γίνεται. δεύτερον οὖν τοῦτο ἄτοπον ἀπὸ τοῦ δεῖν μὲν ἐπὶ τῶν κινουμένων εἶναί τι τὸ εἰς ὃ κινοῦνται καὶ εἰς ὃ γίνονται, ὥσπερ καὶ ἐξ οὗ κινοῦνται καὶ ἐξ οὗ γίνονται, εἰ δὲ λέγοι τις τὴν κίνησιν κινεῖσθαι καὶ τὴν γένεσιν γίνεσθαι, μὴ ἔχειν εἰπεῖν, εἰς ὃ κινεῖται ἡ κίνησις, καὶ εἰς ὃ γίνεται ἡ γένεσις ἄλλο τι παρ’ αὐτά, ὥσπερ οὐδὲ τὸ ἐξ οὗ εἴχομεν εἰπεῖν πρότερον. ταῦτα μὲν οὖν, εἰ οὕτως εἴη γεγραμμένον δεῖ γὰρ εἶναί τι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν ἢ γένεσιν. ὁ δὲ Ἀλέξανδρος καὶ ἄλλην θεὶς γραφὴν τὴν λέγουσαν ἐκ τοῦδε εἰς τόδε κίνησιν μὴ κίνησιν ἐξηγεῖται καὶ ταύτην οὕτως· εἰ ἡ κίνησις κινούμενόν ἐστιν, ἄλλο δέ τι τὸ κινούμενον καὶ ἄλλο τὸ καθ’ ὃ ἡ κίνησις οἷον τὸ σῶμα καὶ ἡ λεύκανσις, δῆλον ὅτι ἡ κίνησις τῆς κινήσεως ἡ ἐκ τοῦδε εἰς τόδε οὐκ ἄν εἴη κίνησις· ὥστε οὐκ ἀληθὲς ὅτι κινεῖται ἡ κίνησις. καὶ ὁ Θεμίστιος ταύτην ἔοικεν ἀποδέχεσθαι τὴν γραφήν. ἐφιστάνει δὲ καλῶς ὁ Ἀλέξανδρος, ὅτι ἡ προτέρα γραφὴ μᾶλλον οἰκεία τοῖς προκειμένοις, διότι τοῦτο τὸ συμπέρασμα τὸ τὴν κίνησιν μὴ εἶναι κίνησιν ἐφεξῆς δείκνυσιν ὁ Ἀριστοτέλης. καὶ τοῦτο δὲ ῥητέον ὅτι τὸ ἐπιχείρημα τοῦτο πεποίηται ἐκ τοῦ δεῖν μὲν ἐπὶ τῶν κινουμένων καὶ γινομένων εἶναι τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ. εἰ δὲ λέγει τις τὴν κίνησιν κινεῖσθαι καὶ τὴν γένεσιν γίνεσθαι, μηδέτερον ἔχειν ἐπ’ αὐτῶν ἀποδιδόναι μήτε τὸ ἐξ οὗ μήτε τὸ εἰς ὅ. p. α14 Ἅμα δὲ πῶς καὶ ἔσται ἕως τοῦ οὐδὲ τὶς τινός. Πέμπτον οἶμαι τοῦτο ἐπιχείρημα δεικνύον, ὅτι οὔτε γενέσεως γένεσίς ἐστιν οὔτε κινήσεως κίνησις, ἀπάγει δὲ καὶ τοῦτο εἰς ἄτοπον· εἰ γάρ ἐστι κινήσεως κίνησις καὶ γενέσεως γένεσις, οὔτε ἡ τῆς κινήσεως κίνησις δύωαται τι κίνησις εἷναι οὔτε ἡ τῆς γενέσεως γένεσις εἴη ἄν γένεσις. δείκνυσι αὐτὸ ἐξ ὁμοίου παραθέσεως. ὥσπερ γὰρ οὐκ ἔστι μάθησις ἡ τῆς μαθήσεως γένεσις εἴη γὰρ ἄν ἡ μάθησις πρὶν γενέσθαι) οὕτως οὐδὲ γενέσεως γένεσις. εἰ γὰρ ἡ γένεσις γινόμενόν ἐστιν, εἴπερ ἔστι τῆς γενέσεως γένεσις, τὸ δὲ γινόμενον οὔπω ἔστιν, οὐκ ἂν εἴη γένεσις ἡ τῆς γενέσεως γινομένη γένεσις. ἔτι δὲ εἰ ἄλλο τὸ ἀλλοιούμενον καὶ ἄλλο ἡ ἀλλοίωσις αὐτοῦ καὶ ἄλλο τὸ μανθάνον καὶ ἄλλο ἡ μάθησις αὐτοῦ, οὕτω δὲ καὶ ἄλλο τὸ γινόμενον καὶ ἄλλο ἡ γένεσις αὐτοῦ, εἰ τὸ γινόμενον ἡ γένεσίς ἐστιν, ἡ τῆς γενέσεως γένεσις οὐκ ἔσται γένεσις. οὐδὲ ἡ τῆς |κινήσεως κίνησις ἔσται κίνησις. διὰ τοῦτο οὖν ἀρχόμενος τοῦ ἐπιχειρήματος οὕτως εἶπεν· ἅμα δὲ πῶς καὶ ἔσται ἢ ἅμα δὲ καὶ πῶς ἔσται; ἑκατέρως γὰρ εὑρίσκεται γεγραμμένον, τὸ δὲ αὐτὸ σημαίνει. πῶς γάρ, φησίν, ἔσται κίνησις ἡ τῆς κινήσεως λεγομένη κίνησις ἢ γένεσις ἡ τῆς γενέσεως γένεσις; προστέθεικε δὲ τὸ οὐδὲ τὶς τινός, ἵνα μὴ νομίσῃ τις τῆς μὲν καθόλου γενέσεως μὴ εἶναι γένεσιν, ὅτι ἀνάγκη καὶ ταύτην εἶναι καθόλου, δύο δὲ καθόλου ἀδύνατον τὰ αὐτὰ εἶναι, καὶ ὅτι τῶν καθόλου οὐκ ἔστι γένεσις, ὡς αὐτὸς ἐν τῷ πρώτῳ τῶν Περὶ γενέσεως εἶπεν, τῆς δὲ τινὸς μηδὲν κωλύειν ἄλλην τινὰ γένεσιν εἶναι. καὶ τοῦτο οὖν ἀνεῖλεν. ἁπλῶς γὰρ ἄλλο καὶ τῷ γένει καὶ τῷ εἴδει τὸ γινόμενόν ἐστι καὶ ἄλλο ἡ γένεσις αὐτοῦ. ἐπιστῆσαι δὲ ἄξιον, ὅπερ πρότερον ἔλεγον, ὅτι καὶ ὁ Ἀριστοτέλης μεταβολὴν τῆς κινήσεως εἶναί φησι, γένεσιν δὲ αὐτὴν ἀλλ’ οὐ κίνησιν εἶναι βούλεται, ὅταν λέγῃ οὐ γὰρ ἔσται μάθησις ἡ τῆς μαθήσεως γένεσις· κίνησις γάρ ἐστιν ἡ μάθησις. καὶ τὴν μεταβολὴν αὐτῆς γένεσιν μὲν εἶναι βούλεται, μάθησιν δὲ οὔ. καὶ τῆς τινὸς οὖν γενέσεως ἔστι τις πάντως μεταβολή, καθ’ ἣν εἰς τὸ εἶναι καὶ τὸ μὴ εἶναι πρόεισιν. ἀλλ’ οὔτε γένεσιν οὔτε φθορὰν ταύτας ῥητέον, διὰ τὰ εἰρημένα ἄτοπα· ἀλλ’ ὥσπερ αὗται μεταβολαί εἰσιν ἄλλων τῷ γένει τινῶν οἶον ἀνθρώπου καὶ ἵππου, οὕτως καὶ τούτων ἄλλας τῷ γένει θετέον μεταβολάς· βολάς· ἀνάγκη γὰρ τῷ κοινῷ ὀνόματι καλεῖν οὐκ ἔχοντα ἴδιον. p. 226a16 Ἔτι εἰ τρία εἴδη κινήσεως ἐστιν ἕως τοῦ τὴν φορὰν ἀλλοιοῦσθαι ἢ φέρεσθαι. Καλῶς ἐξ ὑποθέσεως εἶπεν εἰ τρία εἴδη κινήσεως ἐστι· τοῦτο γὰρ ἀποδεῖξαι προέκειτο, ὅτι ἐν ταῖς τρισὶ μόναις κατηγορίαις ἐστὶ κίνησις, ἐν ποσῷ καὶ ποιῷ καὶ τῷ ποῦ καὶ οὔτε ἐν ταῖς ἄλλαις οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, διότι κινήσεως κίνησις οὐκ ἔστιν, εἰς ὃ καὶ τὰ προειρημένα ἐπιχειρήματα καὶ τοῦτο τὸ νῦν προκείμενον κατεβάλετο. ἐπειδὴ οὖν ἴδιόν τι γέγονε πρόβλημα τὸ μὴ εἶναι κινήσεως κίνησιν, δείκνυσιν αὐτὸ ὑποθέμενος τρία εἶναι τῆς κινήσεως εἴδη καὶ προσθείς, ὅτι ἀνάγκη πᾶν τὸ κινούμενον κατὰ τούτων τι τῶν τῆς κινήσεως εἰδῶν κινεῖσθαι. καὶ διὰ τοῦτο καὶ ἡ ὑποκειμένη τῷ λόγῳ φύσις, τουτέστιν ἡ κίνησις ἣν λέγομεν κινεῖσθαι, ἢ ἀλλοίωσίς ἐστιν ἢ φορὰ ἢ κατὰ ποσὸν μεταβολή. οὐ μόνον δὲ τὴν κίνησιν, ἣν λέγομεν κινεῖσθαι, ὑποκειμένην τῇ κινήσει, καθ’ ἣν λέγεται κινεῖσθαι, ἀνάγκη τούτων τι εἶναι, ἀλλὰ καὶ τὰ εἰς ἃ κινοῦνται· ἢ γὰρ ποιὸν ἢ ποσὸν ἢ ποῦ καὶ τούτων ἕκαστον· ἢ γὰρ εἰς λευκὸν ἢ εἰς μεῖζον ἢ ἄνω ἢ ἐπὶ τὰ τούτων συγγενῆ. τούτων δὲ οὕτως ἐχόντων κατὰ κοινοῦ λαβὼν τὸ ἀνάγκη ἐπήγαγεν, ὅτι ἀνάγκη τὴν φοράν, εἴπερ αὕτη τύχοι ἡ κίνησις ἣν λέγομεν κινεῖσθαι, ἢ ἀλλοιοῦσθαι, ἢ φέρεσθαι, ἢ κατὰ ποσὸν μεταβάλλειν. ὅπερ καὶ καταγέλαστον δοκεῖ τὸ τὴν φορὰν λευκαίνεσθαι ἢ θερμαίνεσθαι ἢ φέρεσθαι καὶ ἀδύνατόν ἐστιν. p. 226a19 Ὅλως δὲ ἐπεὶ κινεῖται τὸ κινούμενον ἕως τοῦ τὴν δὲ κατὰ συμβεβηκὸς ἀφεῖμεν πάλαι. Δείξας ὅτι ἀδύνατον κίνησιν κινήσεως εἶναι ἢ γένεσιν γενέσεως καθ’ αὑτὸ ἢ ὅλως μεταβολὴν μεταβολῆς διὰ πλειόνων ἐπιχειρημάτων, προστίθησιν ὅτι τριχῶς τῆς κινήσεως λεγομένης, ὡς διώρισται πρότερον, ἢ καθ’ αὑτὸ ἢ κατὰ μόριον ἢ κατὰ συμβεβηκός, κατὰ συμβεβηκὸς μόνως δυνατὸν εἶναι κινήσεως κίνησιν καὶ γενέσεως γένεσιν καὶ ὅλως μεταβολὴν μεταβολῆς, ὅταν ὁ ὑγιαζόμενος, φησί, τρέχῃ ἢ μανθάνῃ, οὐχ ὡς ὁ Ἀλέξανδρος οἶμαι λέγει, διότι διὰ ταύτης τῆς κινήσεως ὑγιάζεται. ἀλλ’ οὐκ ἐκ ταύτης εἰς ἐκείνην μεταβάλλει. ὅτι γὰρ οὐχ ὡς αἴτιον τὸ τρέχειν τῆς ὑγιάνσεως παρέλαβεν, ἀλλ’ ὡς τὴν τυχοῦσαν κίνησιν, δηλοῖ πρῶτον μὲν ὅτι οὐ τὸν τρέχοντα ὑγιαζόμενον ὑπέθετο, ἀλλὰ τὸν ὑγιαζόμενον τρέχοντα· ἔπειτα ὅτι ἐπήγαγεν τὸ ἢ μανθάνῃ. οὐ γὰρ δὴ καὶ διὰ τῆς μαθήσεως ὑγιάζεται, ἀλλ’ οὐδὲ εἰ ἦν κινήσεως κίνησις, ἐκ τῆς ἑτέρας εἰς τὴν ἑτέραν ἦν ἄν μεταβολή, ἀλλ’ ὑπῆρχεν ἡ ἑτέρα τῇ ἑτέρᾳ, ὥστε κατ’ αὐτὴν κινεῖσθαι. ἀλλὰ λέγοι ἂν κινήσεως κίνησιν εἶναι κατὰ συμβεβηκός, ὅταν τῷ κινουμένῳ κίνησις οἷον ἡ ὑγίανσις τῷ ὑγιαζομένῳ ὑπάρχῃ καὶ ἄλλη κίνησις τὸ τρέχειν ἢ τὸ μανθάνειν. τότε γὰρ κατὰ συμβεβηκὸς τούτων τις τῶν κινήσεων ὑπάρχει τῷ ὑγιάζεσθαι· ὥστε κατὰ συμβεβηκὸς τὴν κατὰ τὸ ὑγιάζεσθαι κίνησιν τρέχειν ἢ μανθάνειν, ὅτι ᾧ συμβέβηκε τὸ ὑγιάζεσθαι οἷον τῷ Σωκράτει οὗτος τρέχει ἢ μανθάνει. ἰστέον δὲ ὅτι τὰ μὲν τῶν βιβλίων οὕτως ἔχει τὴν γραφήν κατὰ συμβεβηκὸς μόνως ἂν ἐνδέχοιτο μεταβάλλειν τὴν μεταβολήν, οἷον εἰ ὁ ὑγιαζόμενος τρέχοι ἢ μανθάνοι, τὰ δὲ οὕτως κατὰ συμβεβηκὸς, μόνως ἄν ἐνδέχοιτο μεταβάλλειν τὴν μεταβολήν, εἰ συμβαίνει τινὶ τροχάσαντι ὑγιαίνειν, οἷον εἰ ὁ ὑγιαζόμενος τρέζοι ἢ μανθάνοι. καὶ οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Ἀλέξανδρος. κἂν οὕτως δὲ ᾖ γεγραμμένον, οὐχ οὕτως οἶμαι λέγεσθαι ὡς τοῦ τρέχειν αἰτίου τῆς ὑγείας γινομένου, ἀλλ’ ὡς ἀμφοῖν τῷ αὐτῷ ὑπαρχόντων. καὶ τοῦτο οἶμαι ἐνδεικνύμενος ὁ Ἀριστοτέλης ἐπήγαγεν τὸ ἢ μανθάνοι· οὐ γὰρ δὴ ὥσπερ τὸ τρέχειν οὕτω καὶ τὸ μανθάνειν αἴτιον ὑγείας δοκεῖ, ἀλλὰ τὸ τρέχειν ὡς κίνησίν τινα παρέλαβεν, ὥσπερ καὶ τὸ μανθάνειν. μόνως οὖν κατὰ συμβεβηκὸς δυνατὸν εἶναι κινήσεως κίνησιν, καὶ οὔτε καθ’ αὑτό, ὡς δέδεικται πρότερον, οὔτε κατὰ μέρος· ὡς γὰρ οὐκ ἂν καθ’ ὅλην ἡ ἀλλοίωσις φέροιτο, οὕτως οὐδὲ κατὰ μέρος ἂν φέροιτο. εἰ οὖν μόνον τὸ κατὰ συμβεβηκός, τὸ δὲ κατὰ συμβεβηκὸς ἐκβέβληται ὡς ἀνεπιοὗ δῆλον ὅτι οὐκ ἔστιν ἐν τῷ |ποιεῖν καὶ πάσχειν κίνησις, ὅπερ προέκειτο 201v δεῖξαι. ἐπὶ δὲ τοῦ πάσχοντος μόνου τὸν λόγον ἐποιήσατο, διότι μία οὖσα ἡ ἐνέργεια ἐκ τοῦ ποιοῦντος ἐν τῷ πάσχοντί ἐστιν. p. 226a23 ἐπεὶ δὲ οὔτε οὐσίας οὔτε τοῦ πρός τι ἕως τοῦ ἐν ἑκάστῳ γάρ ἐστι τούτων ἐναντίωσις. Προθέμενος δεῖξαι ὅτι οὐκ ἐν πάσαις ἐστὶ ταῖς κατηγορίαις κίνησις, ἀλλ’ ἐν τρισὶ μόναις, τῷ τε ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποῦ, καὶ δείξας ὅτι οὗτε ἐν οὐσία, οὔτε ἐν τῷ πρός τι οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, ἐπειδὴ κινήσεις μὲν αὗταί τινές εἰσι, κινήσεως δὲ κίνησις οὐκ ἔστι καθ’ αὑτό, ὅπερ διὰ πλειόνων ἀπέδειξε, συμπεραίνεται λοιπὸν ὅτι μὴ οὔσης κινήσεως ἐν ταῖς ἄλλαις κατηγορίαις, λείπεται κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸ ποῦ κίνησιν εἶναι μόνον, καὶ τὴν αἰτίαν τοῦ ἐν τούτοις εἶναι κίνησιν προστίθησιν εἰπὼν ἐν ἑκάστῳ γάρ ἐστι τούτων ἐναντίωσις· ἡ γὰρ κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἦν μεταβολή. εἰ οὖν ἔστιν ἐναντίωσις καὶ ἐν τῇ τῶν πρός τι κατηγορίᾳ. ὡς αὐτὸς ἐν Κατηγορίαις ἐδήλωσεν εἰπών “ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τῖ’, οὐδὲν κωλύει καὶ κατὰ ταύτην εἶναι κίνησιν. τὸ μὲν γὰρ κινούμενον καὶ ἐνταῦθα ἡ οὐσία ἐστίν, κινεῖται δὲ κατὰ τὴν σχέσιν ὥσπερ κατὰ ποιότητα καὶ ποσότητα καὶ τὴν τοῦ ποῦ κατηγορίαν. καὶ γὰρ ἐκεῖ ἡ οὐσία ἐστὶν ἡ κατ’ ἐκείνας κινουμένη ὑπομένουσα. αἱ δὲ ποιότητες αὗται καὶ ποσότητες καὶ αἱ κατὰ τόπον φοραὶ γίνονται καὶ φθείρονται μᾶλλον ἤπερ κινοῦνται· οὐ γὰρ ὑπομένουσιν, ὅπερ προσεῖναι χρὴ τοῖς κινουμένοις, ἀλλ’ ἡ ὑποκειμένη οὐσία ἐν τῇ κατ’ ἐκείνην μεταβολῇ ὑπομένουσα κινεῖσθαι λέγεται. καὶ κατὰ τὸ ποιεῖν δὲ καὶ τὸ πάσχειν κινοῖτο ἂν τὸ ὑποκείμενον, κἂν αὐτὴ ἡ ποίησις καὶ ἡ πεῖσις οὐ κινῶνται, ἀλλὰ γίνονται καὶ φθείρονται καὶ ταύτῃ μεταβάλλουσιν. ἀντίκεινται δὲ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὡς τὰ πρός τι· διὸ καὶ συνυπάρχει ἀλλήλοις καὶ μεταβάλλει εἰς ἄλληλα πολλάκις. ὑγρανθεὶς γὰρ ὁ ἀὴρ ὑπὸ τοῦ ὕδατος ὑγραίνει τὴν γῆν καὶ θερμανθεὶς ὑπὸ τοῦ πυρὸς θερμαίνει, καὶ κατὰ τὰς λοιπὰς δὲ κατηγορίας ἡ ὑποκειμένη οἶμαι οὐσία λέγοιτο ἄν κινεῖσθαι. κατὰ χρόνον μὲν ἐκ τοῦ παρεληλυθότος εἰς τὸ μέλλον, κἄν μὴ κυρίως ᾖ ἐναντία ταῦτα, εἴπερ τὸ μὲν παρεληλυθὸς εἰς τὸ μέλλον μεταβάλλει, τὸ δὲ μέλλον οὐκέτι εἰς τὸ παρεληλυθός. κατὰ δὲ τὸ κεῖσθαι καὶ ἐναντιότης φαίνεται τῆς στάσεως πρὸς τὴν καθέδραν καὶ τοῦ πρηνοῦς πρὸς τὸ ὕπτιον. καὶ οὐδὲν ἄτοπον τὴν ὑποκειμένην οὐσίαν κινεῖσθαι καὶ κατὰ ταύτας τὰς ἀντιθέσεις αὐτὴν ὑπομένουσαν. καὶ ἐν τῷ ἔχειν δὲ μεταβολή τίς ἐστι τοῦ ὑποκειμένου ἀπὸ στερήσεως τῆς καταφάσει δηλουμένης εἰς τὴν ἕξιν, οἷον ἐκ τοῦ γυμνοῦ εἰς τὸ ἔχειν ἱμάτιον. καὶ τοῦτο καὶ αὐτὸς Ἀριστοτέλης στερήσεως καταφατικῆς τέθεικε παράδειγμα δηλῶν τὰς κατὰ κίνησιν μεταβολάς, ὅτε ἔλεγε “καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον”· καὶ δηλοῦται καταφάσει τὸ γυμνὸν καὶ λευκὸν καὶ μέλαν. Ἀλλὰ μήποτε ὁ Ἀριστοτέλης τὴν κίνησιν ὡς μεταβολὴν τοῦ ὑποκειμένου κατὰ διάθεσιν θεασάμενος πασῶν αὐτὴν ἀπέφησε τῶν κατηγοριῶν τῶν σχετικῶν καὶ ἀμενηνῶν καὶ οὐδὲν ἐκφανῶς τὸ ὑποκείμενον διατιθεισῶν· τὸ γὰρ κεῖσθαι καὶ τὸ ἔχειν οὐδεμίαν δοκεῖ τῷ ὑποκειμένῳ δευσοποιὸν διάθεσιν ἐμποιεῖν. τί γὰρ διαφέρει τῷ σώματι πρηνεῖ κεῖσθαι ἢ ὑπτίῳ καὶ περικεῖσθαι δακτύλιον ἢ μή; καὶ τὸν χρόνον δὲ ὡς ἀδρανῆ δοκεῖ τεθεᾶσθαι. διὸ γενέσεως μὲν οὐδαμῶς αἴτιόν φησιν εἶναι, φθορᾶς δὲ μόνης δοκεῖν καὶ ταύτης διὰ τὸ μηδὲν ἄλλο ὁρᾶν αἴτιον· τοιαύτη δὲ καὶ ἡ κατὰ τὸ πρός τι σχέσις, δι’ ἧς οἶμαι καὶ τὸ αἴτιον ἐνεδείξατο τοῦ μὴ εἶναι κίνησιν ἐν ταῖς σχετικαῖς κατηγορίαις τὸ μὴ διατιθέναι τὸ ὑποκείμενον, ὅταν λέγῃ “ἐνδέχεται γὰρ θατέρου μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον”, τουτέστι μὴ τρεπόμενον μηδὲ ἀποβάλλον τινὰ διάθεσιν ἢ προσλαμβάνον, ὅπερ ἐπὶ τῶν σχετικῶν κατηγοριῶν πασῶν ὑπάρχον διὰ μιᾶς τῆς τῶν πρός τι κατηγορίας ἐνεδείξατο. τὸ γὰρ ποιὸν καὶ τὸ ποσὸν καὶ ἡ κατὰ ταῦτα μεταβολὴ τρέπει καὶ διατίθησιν ἄλλοτε ἄλλως τὰς ὑποκειμένας οὐσίας. ὁμοίως δὲ καὶ ὁ τόπος δύναμιν οὐ τὴν τυχοῦσαν ἔχει κατ’ αὐτόν, εἴπερ γένεσιν νομίζει τῶν στοιχείων τὴν ἐπὶ τοὺς οἰκείους τόπους φοράν. ἐν δὲ τῷ ποιεῖν καὶ πάσχειν οὐ βούλεται εἶναι κίνησιν, διότι κίνησις ἐκεῖνα, κινήσεως δὲ κίνησις οὐκ ἔστι, κἄν γένεσις αὐτῆς ᾖ καὶ φθορά· γενέσεως δὲ γένεσις οὐκ ἔστι, κἂν μεταβολὴ ᾖ, ἀλλ’ οὐδὲ μεταβολῆς μεταβολὴ, κἂν ἄλλος τις ᾖ τρόπος, καθ’ ὃν ἡ μεταβολὴ ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι πρόεισι καὶ ἀπὸ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι. Διὰ τὰς εἰρημένας οὖν ἴσως διαφορὰς ὁ Ἀριστοτέλης ἀπαγορεύει κίνησιν εἶναι ἐν ταῖς εἰρημέναις κατηγορίαις μεταβολὴν πάντως εἶναι συγχωρῶν ἐν αὐταῖς, εἴπερ μὴ εἰσὶν ἀίδιοι· ὁ μέντοι Εὔδημος ἐν τοῖς ἑαυτοῦ Φυσικοῖς τὰ τοῦ Ἀριστοτέλους παραφράζων καὶ εἰπὼν ὅτι “ἐν τῷ πρός τι οὐκ ἔστιν κίνησις πλὴν κατὰ συμβεβηκός” καὶ τὴν αἰτίαν προσθείς “γίνεται γάρ, φησί, καὶ ἔστι τὸ δίπηχυ διπλάσιον ἀκίνητον ὂν πάντῃ πάντως γινομένου πηχυαίου”, καὶ εἰπὼν ὅτι τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι συμβαίνει, ἐπήγαγεν “ἐν χρόνῳ δὲ πάντα κινεῖται”, τρόπον δὲ ἄλλον τοῦτο οἶμαι ἐνδεικνύμενος, ὅτι κίνησις μὲν τῶν ὐποκειμένων ἐστὶν καὶ κατὰ τὰς σχέσεις, ἄλλον δὲ τρόπον ἤπερ κατὰ τὰς διαθέσεις, ὥσπερ ἄλλον τρόπον κατὰ τὴν οὐσίαν, ὅτι οὐδὲ κίνησιν καλεῖν ἀξιοῦσιν οἱ ἀπὸ τοῦ Περιπάτου, ἀλλὰ γένεσιν καὶ φθορὰν διὰ τὸ μὴ ὑπομένειν τὸ μεταβάλλον. ὁ μέντοι Θεόφραστος ἐν τῷ πρώτῳ τῶν ἑαυτοῦ Φυσικῶν καθ’ ἕκαστον γένος τῶν κατηγοριῶν τὴν κίνησιν θεωρεῖσθαί φησι γράφων οὕτως· “περὶ δὲ κινήσεως τὸν μὲν καθόλου καὶ κοινὸν λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν, ὡς ἐνέργειά τίς ἐστιν ἀτελὴς τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον καθ’ ἕκαστον γένος τῶν κατηγοριῶν.” ἔοικε δὲ νῦν κίνησιν κοινῶς τὴν μεταβολὴν λέγειν· καὶ γὰρ ὁ ὁρισμὸς ὁ λέγων ἐντελέχειαν τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστιν, οὐ τῆς κυρίως κινήσεως ἐστιν, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς καὶ ὅλως πάσης μεταβολῆς. διὸ καὶ προελθὼν ὀλίγον ὁ Θεόφραστος “ζητεῖν δεῖ, φησί, περὶ τῶν κινήσεων, εἰ αἱ μὲν γενέσεις εἰσίν, αἱ δὲ ὥσπερ ἐνέργειαί τινες”. ἀλλ’ ὅτι μὲν μεταβολὴν ἀνάγκη πάντως εἶναι καὶ ἐν ταῖς σχετικαῖς κατηγορίαις τῶν ὑποκειμένων κατὰ τὰς σχέσεις, πρόδηλον, εἴπερ μὴ ἀίδιοί εἰσιν αἱ τῶν οὐσιῶν κατ’ αὐτὰς σχέσεις. εἰ οὖν μεταβάλλου σί’ κατ’ αὐτὰς αἱ οὐσίαι, ἢ κατὰ γένεσιν καὶ φθορὰν αὐτὰς ἀνάγκη μεταβάλλειν ἢ κατὰ. κίνησιν, εἴπερ αὗται διαφοραὶ μεταβολῆς ὑπὸ τοῦ Ἀριστοτέλους ἐκ διαιρέσεως παραδίδονται. ἀλλὰ γίνεσθαι τὸν ἄνθρωπον οὐκ ἄν λέγοιμεν, ὅταν δακτύλιον περιθῆται ἢ κατ’ ἄλλην μεταβάλλῃ σχέσιν· ὥστε κινεῖσθαι ἀνάγκη κατὰ τὰς τοιαύτας μεταβολάς. Κατ’ ἄλλον δὲ τρόπον κινήσεως ὁ Εὔδημος εἶπεν, καὶ οὐ κατ’ ἐκεῖνον, καθ’ ὃν αἱ κατὰ διάθεσιν μεταβολαὶ γίνονται. καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης προιὼν τὴν ἀποβολὴν τῇ λήψει ἐναντίαν εἶναί φησι, καὶ μεταβολὰς ταύτας ἀξιοῖ καλεῖν λέγων “διὸ γένεσις φθορᾷ ἐναντία καὶ ἀποβολὴ λήψει”. αὗται δὲ μεταβολαὶ μέν, κινήσεις δὲ οὔ. εἰ δὲ βούλεταί τις μηδὲ ὅλως κίνησιν ἐν ταύταις εἶναι ταῖς κατηγορίαις, μηκέτι τὴν μεταβολὴν εἰς μόνας γένεσιν καὶ φθορὰν καὶ κίνησιν διαιρείτω, ἀλλὰ προστιθέτω τι καὶ ἄλλο εἶδος τὸ ταῖς κατὰ σχέσιν μεταβολαῖς ἐφαρμόττον, ὥστε τὴν μὲν ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴν γένεσιν εἶναι, τὴν δὲ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον φθοράν, τὴν δὲ λοιπὴν τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον διαιρεῖσθαι εἴς τε τὴν κατὰ διάθεσιν, ἣν κίνησιν ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης, καὶ εἰς τὴν κατὰ σχέσιν, ἣν κίνησιν μὲν ἀπαγορεύει καλεῖν ὡς οὐδεμίαν ἐμφαίνουσαν τοὐ ὑποκειμένου τροπήν, διὰ δὲ τὸ μὴ κεῖσθαι ὄνομα ἰήιον τῷ τοῦ γένους ὀνόματι μεταβολὴν καὶ αὐτὴν καλεῖ. καὶ τοῦτο δὲ ἀληθὲς οἶμαι λέγειν, ὡς εἰ τὰ κατὰ μέρος κινούμενα μὴ ἀξιοῖ καθ’ αὑτὸ λέγειν κινεῖσθαι, ἀλλὰ τοῖς κατὰ συμβεβηκὸς κινουμένοις αὐτὰ συντάττει, πολλῷ μᾶλλον τὰ κατὰ σχέσιν καὶ τὰ ἴλλων κινουμένων αὐτὰ μεταβάλλοντα οὐκ ἄν εἴποι καθ’ αὑτὸ κινεῖσθαι. περὶ δὲ τῶν καθ’ αὑτὸ κινουμένων ἦν ἡ ζήτησις, ὥστε κἄν ὁ Θεόφραστος ἐν πάσαις εἶναι λέγῃ ταῖς κατηγορίαις τὴν κίνησιν, ἀδιορίστως εἶπεν μήπω μήτε τὴν κίνησιν τῆς μεταβολῆς διορίσας μήτε τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός. ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητείσθω, εἴπερ δόξει ζητήσεως ἄξια, διὰ τὴν ἐν αὐτοῖς τῶν ἐξηγητῶν παραδρομήν. ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον. p. 226a26 Ἡ μὲν οὖν κατὰ τὸ ποιὸν κίνησις ἀλλοίωσις ἔστω ἕως τοῦ καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον. Ἀφορίσας τὰς κατηγορίας, ἐν αἷς χρὴ τὴν καθ’ αὑτὸ κίνησιν ὑπάρχειν, τὴν τοῦ ποιοῦ καὶ τὴν τοῦ ποσοῦ καὶ τὴν τοῦ ποῦ, διδάσκει λοιπόν, τίς ἐν ἑκάστῳ τῶν γενῶν τούτων κίνησις καὶ τίνες αὐτῶν αἱ διαφοραὶ καὶ μέχρι τῶν ὀνομάτων, καὶ τέως ὅτι ἡ κατὰ τὸ ποιὸν κίνησις κοινῷ ὀνόματι ἀλλοίωσις καλεῖται. ἐπειδὴ δὲ ποιαὶ λέγονται καὶ αἱ οὐσιώδεις διαφοραὶ οἷον τὸ λογικόν, τὸ χρεμετιστικόν, ποιαὶ δὲ λέγονται καὶ αἱ παθητικαὶ καλούμεναι ποιότητες οἷον θερμότητες καὶ ξηρότητες, καθ’ ἃς πάσχειν ἢ ἀπαθὲς εἶναι λέγομεν, διορίζει καλῶς, ὅτι τὴν κατὰ ταύτας τὰς ποιότητας μεταβολὴν καὶ κίνησιν καλεῖν ἀξιοῦμεν καὶ ἀλλοίωσιν ὀνομάζομεν. ἡ γὰρ κατὰ τὰς οὐσιώδεις διαφορὰς μεταβολή, οὐ κίνησις, ἀλλὰ γένεσις καλεῖται καὶ φθορά. διὸ οὔτε ἀλλοίωσις, ἀλλὰ ἀλλότης μᾶλλον ἄλλο γὰρ καὶ οὐκ ἀλλοῖον ἀναφαίνεται τὸ γινόμενον), οὐ κίνησις δέ, ὅτι οὐδὲν ὑποκείμενον ἐνεργείᾳ τὸ αὐτὸ μένον ἐκ λογικοῦ εἰς ἄλογον μεταβάλλει ἢ ὅλως ἐξ ἐναντίου εἰς ἐναντίον. ποιότητες δὲ λέγονται αἱ συστατικαὶ τῶν εἰδῶν διαφοραὶ καίτοι οὐσίαι οὖσαι, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσιν. ἔοικε δὲ τὸ τῆς ἀλλοιώσεως ὄνομα αὐτὸς ἐπιθεῖναι τῇ κατὰ τὸ ποιὸν κινήσει, ἐπὶ δὲ τῆς κατὰ ποσότητα μεταβολῆς οὐκέτι κοινὸν ὄνομα κεῖται, ὥσπερ ἐπὶ τῆς κατὰ ποιότητα τὸ τῆς ἀλλοιώσεως. ἀλλ’ ἐκεῖ ἡ μὲν εἰς τὸ τέλειον μέγεθος κίνησις αὔξησις λέγεται, ἡ δὲ ἐκ τοῦ τελείου μεγέθους μείωσις. ἔδειξε δὲ διὰ τούτου καὶ τίς ἡ κατὰ τὸ ποσὸν ἐναντίωσις, ὅτι τὸ τέλειον μέγεθος καθ’ ἕκαστον τῶν αὔξεσθαι πεφυκότων καὶ τὸ ἀτελές. ἀλλ’ ἡ μὲν κατὰ τὸ ποιὸν μεταβολὴ τὸ κοινὸν εἶχεν ὠνομασμένον, ἡ δὲ κατὰ τὸ ποσὸν τὰ ἴδια. ἡ μέντοι κατὰ τόπον κίνησις κατ’ ἄμφω, φησίν, ἀνώνυμός ἐστιν. οὔτε γὰρ κοινὸν ὄνομα τῆς κατὰ τόπον κινήσεως ἐστιν οὔτε ἰδία ἑκάστης. Φορὰν δὲ τὸ κοινὸν αὐτὸς καλέσας ἢ καὶ οὕτως καλούμενον εὑρών, ὅτι μὴ κυρίως καλεῖται, δείκνυσιν, εἴπερ μόνα ταῦτα κυρίως φέρεσθαι λέγεται τὰ ἄψυχα τά τε φύσει καὶ τὰ βίᾳ κινούμενα. τὰ μέντοι ἔμψυχα καὶ τοῦ κινεῖσθαι καὶ τοῦ στῆναι ἀρχὴν ἐν αὑτοῖς ἔχοντα τὴν ψυχήν, οὐκέτι κυρίως λέγομεν φέρεσθαι, |ἀλλ’ ἐκεῖνα μόνα, ὅσα μήτε αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον μήτε ὅταν κινῆται ἐξουσίαν ἔχει τοῦ στῆναι. ἐν τούτοις ὁ Εὔδημος προστίθησιν, ὅτι πᾶσαι αἱ κινήσεις καὶ αἱ μεταβολαὶ ἀπὸ τοῦ εἰς ὃ μᾶλλον λέγονται ἢ ἀπὸ τοῦ ἐξ οὗ, αὔξησις μὲν ἡ ἐπὶ τὸ μέγα, μείωσις δὲ ἡ ἐπὶ τὸ μικρόν, καὶ ἐπὶ ἀλλοιώσεως μάθησις ὑγίανσις, καὶ ἐπὶ τῶν κατὰ τόπον, εἰς Ἀθήνας καὶ εἰς Κόρινθον μᾶλλον ἢ ἀνάπαλιν. p. 226b1 ’H δὲ ἐν τῷ αὐτῷ εἴδει μεταβολὴ ἕως τοῦ ἐκ τούτων δῆλ’ ὂν. Εἰπὼν ὅτι ἡ μὲν ποσὸν τὸ ποιὸν κίνησις κοινὸν ὄνομα ἔχει καὶ ἀλλοίωσιν, ἡ δὲ κατὰ τὸ ποσὸν κοινὸν μὲν οὐκ ἔχει, ἴδια δὲ τὴν αὔξησιν ὡς τὴν μείωσιν, ἡ δὲ κατὰ τόπον οὔτε κοινὸν οὔτε ἴδιον, ἐπειδὴ τὰ κατὰ ποιότητα μεταβάλλοντα ποτὲ μὲν ἐξ ἄλλου εἴδους εἰς ἄλλο μεταβάλλει ὡς ἐκ τοῦ εἰς τὸ λευκόν, ποτὲ δὲ ἐν τῳ αὐτῷ εἴδει μένοντα ἐπὶ τὸ μᾶλλον αὐτοῦ καὶ ἧττον τὴν μεταβολὴν ποιεῖται, ἐφιστάνει καλῶς, ὅτι ἡ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν τῷ αὐτῷ εἴδει μεταβολὴ ἀλλοίωσίς ἐστι καὶ οὐ χρἠ ζητεῖν ἕτερον ἐπ' αὐτῆς ὄνομα. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δείκνυσιν ἐκ τοῦ πᾶσαν κίνησιν δεδεῖχθαι ἐξ ἐναντίου εἰς ἐναντίον γινομένην ἢ ἁπλῶς ἢ ῇ. ἔστι δὲ ἡ πῇ ἐκ τοῦ μεταξὺ γινομένη κατὰ τὴν ἐν τῷ αὐτῷ εἴδει ἐπίτασιν. ἐδείχθη δὲ καὶ ἡ ἀπὸ τοῦ μεταξὺ ἢ εἰς τὸ μέλανος μεταβολὴ ἀπὸ ἐναντίου καὶ ἐπὶ ἐναντίον οὖσα. εἰ οὖν τὸ λευκὸν ἧττον γινόμενον λευκὸν εἰς τὸ μεταξὺ μεταβάλλει ὡς εἰς τὸ ἐναντίον ἐαυτοῦ, δῆλον ὅτι ὡς εἰς μέλαν μεταβάλλει· τὸ γὰρ ἧττον λευκὸν μίξει τοῦ μᾶλλον γίνεται τοτοῦτον. διὸ καὶ ἐπὶ τὸ ἧττον ἰοῦσα ἡ κίνησις εἰς τοὐναντίον λεχθήσεται μεταβάλλειν, ἐπὶ δὲ τὸ μᾶλλον, ὅταν μᾶλλον λευκὸν γίνηται, ὡς ἐκ τοῦ ἐναντίου ἑαυτῷ λευκῷ ὄντι μεταβάλλειν τοῦ ἧττον λευκοῦ, καθόσον μέλαν ἦν τὸ μεταξύ. εἰ οὖν τὸ εἰς τὸ ἧττον καὶ τὸ μᾶλλον ὡς εἰς τὸ μεταξὺ καὶ ἐκ τοῦ μεταξὺ κινεῖσθαί ἐστι, τὸ δὲ μεταξύ πῃ ἐναντίον, καὶ ἡ εἰς τὸ ἧττον καὶ εἰς τὸ μᾶλλον κίνησις ὡς εἰς ἐναντίον καὶ ἐξ ἐναντίου πῃ οὖσα ὁμοίως ἀλλοίωσις καλεῖ· τᾶι, ὥσπερ καὶ ἡ εἰς τὸ ἀπλῶς ἐναντίον αὐτὸ τὸ μέλαν καὶ ἡ ἐκ τοῦ μελανος· διαφέρει γὰρ οὐδὲν πρὸς τὸ ἀλλοίωσιν λέγεσθαι τὸ πῇ μεταβάλλειν καὶ ἁπλῶς, τουτέστιν εἰς τὰ μεταξὺ καὶ ἐκ τούτων ἢ εἰς τὰ ἄκρα καὶ ἐξ ἐκείνων. εἰπὼν δὲ ὅτι οὐδὲν διαφέρει τὸ πῇ μεταβάλλειν ἢ ἀπλῶς προσέθηκεν ἀσφαλῶς, ὅτι ἐπὶ τῆς πῇ μεταβολῆς πῇ δεήσει τὰ ἐναντία ὑπάρχειν. τὸ γὰρ μεταξύ, ἐξ οὗ καὶ εἰς ὃ ἡ πῇ μεταβολή, οὐχ ἁπλῶς ἐναντίον ἐστὶ πρὸς ἑκάτερον τῶν ἄκρων, ἀλλὰ πῇ ἐναντίον καὶ πῇ οὐκ ἐναντίον· διὸ οὐχ ἁπλῶς ἐναντίον. καὶ διὰ τὸ μεταξὺ τοῦτο πῇ μὲν ὂν ἐναντίον πῇ δὲ οὔ, καὶ ποτὲ μὲν πλέον ποτὲ δὲ ἔλαττον ἔχον τοῦ ἐναντίου τὸ μᾶλλον καὶ τὸ ἧττον συμβαίνει ταῖς ἐκ τούτου καὶ εἰς τοῦτο μεταβολαῖς. εἰ οὖν διὰ τὸ μεταξύ ἐστιν ἡ τοῦ μᾶλλον καὶ ἧττον φύσις, εἰκότως ἡ μὲν ἐπὶ τὸ μεταξὺ κίνησις ἧττον ἐν τῷ αὐτῷ εἴδει ποιεῖ τὸ κινούμενον ἡ δὲ ἀπὸ τοῦ μεταξὺ μᾶλλον. ’0 μὲν οὖν Ἀλέξανδρος καὶ ὁ Θεμίστιος τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπὶ μόνης τῆς κατὰ τὸ ποιὸν μεταβολῆς ὑπὸ τοὐ Ἀριστοτέλους εἰλῆφθαι νομίζουσιν, ἴσως ἐπειδὴ τοῦ ποιοῦ τὸ μᾶλλον καὶ τὸ ἧττον ἴδιά ἐστιν· ὁ δὲ Πορφύριος “ἐπειδή, φησίν, ἐν πάσῃ κινήσει ἔστιν τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ γὰρ ἐν τῇ κατὰ τόπον ἐπίτασις καὶ ἄνεσις καὶ ἐν τῇ κατὰ αὔξησιν καὶ φθίσιν καὶ ἐν τῇ κατὰ ἀλλοίωσιν), ζητεῖ τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον κίνησιν τίνος χρὴ γένους θέσθαι, καί φησιν ὅτι ἡ ἐν τῳ αὐτῷ ειοει μεταβολὴ ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀλλοίωσίς ἐστι· κατὰ ποιότητα γὰρ εἶναι, ἐν ᾧ ἄν κινήσεως γίνηται εἴδει.” ταῦτα δὲ εἰπὼν ἐπὶ τῆς κατὰ τὸ ποιὸν κινήσεως καὶ αὐτὸς τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα ἐξηγεῖται. εἰκὸς δὲ τὸν Πορφύριον εἰς ταύτην ἐλθεῖν τὴν ἔννοιαν διὰ τὸ τὸν Ἀριστοτέλην μηδαμοῦ παρενδείξασθαι, ὅτι τῆς κατὰ ποιότητα μόνης κινήσεως τὸ μᾶλλον καὶ τὸ ἧττον ζητεῖ. εἰ δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ποιότητος ἴδια δοκεῖ, χρὴ γινώσκειν ὅτι παντὸς εἴδους αἱ συστατικαὶ διαφοραὶ ποιότητές τινές εἰσι, καὶ τοῦ ποσοῦ αἱ τοῦ τελείου καὶ ἀτελοῦς διαφοραὶ καὶ τοῦ μεταξύ, καὶ τοῦ ποῦ αἱ τοῦ ἄνω καὶ κάτω καὶ τοῦ μεταξύ. κτὰ τὰς διαφορὰς οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχόμεναι καὶ αὗται ἀλλοιοῦσθαι λέγονται, τὰ δὲ ἐναντία καὶ τὰ μεταξὺ καὶ ἐν τῷ ποσῷ κατὰ τὸ τέλειον καὶ ἀτελὲς καὶ ἐν τῷ ποῦ κατὰ τὸ ἄνω καὶ κάτω θεωρεῖται τάχα καὶ αὐτὰ κατὰ τὴν χαρακτηριστικὴν αὐτοῖς ποιότητα ἐνυπάρχοντα. εἰπὼν δὲ ταῦτα ὁ Ἀριστοτέλης συμπεραίνεται λοιπὸν λέγων ἐκ τῶν εἰρημένων εἶναι δῆλον, ὅτι μόναι τρεῖς εἰσιν αὗται κινήσεις, ἡ κατὰ τὸ ποιὸν καὶ ἡ κατὰ τὸ ποσὸν καὶ ἡ κατὰ τόπον. p. 226b 10 Ἀχίνητον δέ ἐστι τό τε ὅλως ἀδύνατον ἕως τοῦ ὥστε στέρησις ἄν εἴη τοῦ δεκτικοῦ. |Διακρίνας τὴν κίνησιν ἀπὸ τῆς γενέσεως καὶ φθορᾶς καὶ αὐτὴν καθ’ αὑτὴν ἀφορισάμενος, ὅτι ἐστὶν ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβολὴ ὑπομένοντος τοῦ ὑποκειμένου καὶ μεταβάλλοντος, καὶ δείξας ἐν τίσιν μὲν τῶν τοῦ ὄντος γενῶν ἔστι κίνησις, ἐν τίσι δὲ οὐκ ἔστιν, ἀκολούθως ἂν καὶ περὶ ἠρεμίας εἶπεν, ἥτις ἀντίκειται. τῇ κινήσει στέρησις οὖσα αὐτῆς. ὁ δὲ εἰς τὸ καθολικώτερον ἀνελθὼν περὶ ἀκινησίας λέγει, ὑφ’ ἣν καὶ ἡ ἠρεμία τάττεται. καὶ διαιρεῖ τὸ ἀκίνητον τετραχῶς, κυρίως μὲν ἀκίνητον λέγων τὸ μὴ πεφυκὸς ὅλως κινεῖσθαι. καὶ παράδειγμα τοῦ κυρίως μὴ πεφυκότος παρέθετο τὸ τὸν ψόφον ἀόρατον λέγεσθαι· ὅλως γὰρ οὐ πέφυκεν ὁ ψόφος ὁρᾶσθαι. ἀκίνητοι δὲ οὕτως εἰσὶν καὶ οἱ ἐν τῶ οὐρανῷ πόλοι ὡς μὴ πεφυκότες κινεῖσθαι, ἀλλ’ οὗτοί γε κἄν καθ’ αὑτὸ μὴ κινῶνται, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ ἐν κινουμένῳ εἶναι. κυριώτατα δὲ ἀκίνητοί εἰσιν αἱ πάντῃ χωρισταὶ σωμάτων οὐσίαι· αὗται γὰρ οὐδὲ κατὰ συμβεβηκὸς πεφύκασι κινεῖσθαι. λέγεται δὲ καταχρηστικώτερον ἀκίνητον τὸ κινούμενον μέν, βραδέως δὲ κινούμενον, ὡς ἐν πολλῷ χρόνῳ ὀλίγον ἐξανύειν διάστημα. ὥστε τῇ αἰσθήσει ἢ μηδὲ ὅλως δοκεῖν κινεῖσθαι ἢ βραχύτατον, ὡς οἱ ἀπλανεῖς ἀστέρες ἀκίνητοι δοκοῦσι τὴν ἐπ’ ἀνατολὰς κίνησιν διὰ τὸ κατὰ ἑκατὸν ἔτη μίαν κινεῖσθαι μοῖραν. λέγεται δὲ ἀκίνητον καὶ τὸ βραδέως ἀρχ’ ὁ μένον κινεῖσθαι καὶ μόλις ἄλλο ὂν τοῦ βραδύνοντος ἐν τῇ κινήσει, ὡς λέγομεν ἀοργήτους τοὺς βραδέως καὶ μόγις ἀρχομένους ὀργίζεσθαι. τέταρτον δὲ σημαινόμενον τοῦ ἀκινήτου λέγει τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε, ὅτε πέφυκε καὶ δύναται κινεῖσθαι, καὶ ταύτην τὴν ἀκινησίαν ἠρεμίαν καλεῖ μόνην. ἀκριβῶς αὐτὴν περιγράψας. ἠρεμία γάρ ἐστιν ἀκινησία τοῦ πεφυκότος κινεῖσθαι, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλὰ τότε ὅτε πέφυκε. καὶ γὰρ πέφυκεν ὁρᾶν τὸ σκυλάκιον, ἀλλ’ οὐκ εὐθὺς τεχθέν· διὸ οὐδὲ ἠρεμεῖν ἄν τότε λέγοιτο κατὰ τὴν ὅρασιν· οὐδὲ γὰρ τυφλὸν εἶναι ὡς ἐστερημένον ὄψεως· στέρησις γὰρ καὶ ἡ ἠρεμία τῆς κινήσεως. ἀλλὰ καὶ εἴ τι μὴ κινοῖτο ἔνθα μὴ πέφυκε κινεῖσθαι ὡς ἐν ἀέρι τὰ πεζά, οὐκ ἄν λέγοιτο ἠρεμεῖν, ὅτι μηδὲ πέφυκεν ἐκεῖ κινεῖσθαι. ἀλλὰ καὶ εἰ ὡς πέφυκε κινεῖσθαι μὴ κινεῖται, τότε λέγεται ἠρεμεῖν· τὰ μὲν γὰρ ὄρνεα κατὰ πτῆσιν ἠρεμεῖ, τὰ δὲ πεζὰ κατὰ βάδισιν καὶ ἕρψιν, τὰ δὲ ἔνυδρα κατὰ νῆξιν· οὐ μέντοι τὰ πεζὰ λέγοιτο ἄν κατὰ πτῆσιν ἠρεμεῖν οὐδὲ τὰ ἄλλα παρηλλαγμένως, ἐπεὶ μηδὲ τὴν ἀρχὴν οὕτω πέφυκε κινεῖσθαι. ζητεῖν δὲ χρὴ τὰ μὴ κινούμενα, ὅτε μὴ πέφυκε κινεῖσθαι· ὡς τὸ νεογενὲς σκυλάκιον οὐχ ὁρᾷ· τότε ὑπὸ ποῖον εἶδος ἀναχθήσε τᾶι τοῦ ἀκινήτου; οὔτε γὰρ ὑπὸ τὰ ὅλως ἀνεπίδεκτα κινήσεως οὔτε ὑπὸ τὰ ἐναργῶς κινούμενα οὔτε ὑπὸ τὰ πεφυκότα τότε κινεῖσθαι καὶ μὴ κινούμενα, ἀλλ’ ἢ ὑπὸ τὰ βραδέως ἀρχόμενα ἢ ἄλλο τι τοῦ ἀκινήτου εἶδός ἐστιν, ὃ ποτὲ μὲν πέφυκε μὴ κινεῖσθαι μόνως, ποτὲ δὲ πέφυκε κινεῖσθαι καὶ μὴ κινεῖσθαι. ἐπὶ δὲ τούτων τῶν μήπω πεφυκότων ὁ Ἀλέξανδρος οὐ τὸ ἀκί· νητόν φησιν ἁρμόζειν, ἀλλὰ τὸ μὴ κινούμενον. τὸ δὲ ἐναντίον γὰρ ἡ ἠρεμία τῇ κινήσει κοινότερον εἴρηται, διότι ποτὲ καὶ τὴν στέρησιν ἐναντίον λέγει καὶ καταφάσει δηλοῦσθαι ὡς τὸ γυμνόν. διὸ καὶ ἐπήνεγκεν ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ· καὶ γὰρ ὑπαλλάσσει πολλάκις τὰ ἐναντία καὶ τὴν στέρησιν· τοιγαροῦν καὶ ἐπὶ τῶν ὁμολογουμένων ἐναντίων τὸ χεῖρον αὐτῶν στέρησιν λέγει τοῦ βελτίονος ὡς τὸ μέλαν τοῦ λευκοῦ καὶ τὸ ψυχρὸν τοῦ θερμοῦ. καὶ πάλιν τὰ κατὰ στέρησιν ἀντικείμενα ἐναντία καλεῖ, ὅταν μὴ ἀκριβολογῆται περὶ τὰ εἴδη τῆς ἀντιθέσεως, ὡς νῦν τὴν ἠρεμίαν ἐναντίαν λέγει τῇ κινήσει· εἰ μὴ ἄρα ἐναντίον εἶπεν ἀντὶ τοῦ ἀντικείμενον. ἀλλὰ διὰ τί ἡ μὲν ἠρεμία στέρησις τῆς κινήσεως ἐστιν, ἡ δὲ κίνησις οὐκέτι στέρησις τῆς ἠρεμίας; ἢ ὅτι προηγουμένως ἡ φύσις κινήσεως ἐστιν αἴτια ἐνεργείας ουσης, αἱ δὲ στερήσεις ἐξεῶν εἰσι καὶ ἐνεργειῶν ἀπουσίαι. καὶ ἡ ἠρεμία οὐκ ἔστι στάσις ἐνεργεία· ἐνέργεια γὰρ καὶ ἡ στάσις καὶ εἶδος τῇ κινήσει σύστοιχον, ἡ δὲ ἠρεμία οὐκ ἔστιν ἐνέργεια, ἀλλ’ ἀπουσία μόνον κινήσεως. οὐ γὰρ τοιαύτη στέρησίς ἐστιν ἡ ἠρεμία, οἵα ἡ τυφλότης· ἐκεῖναι γὰρ οὐκ ἀπουσίαι μόνον εἰσὶ τῶν ἐνεργειῶν, ἀλλὰ καὶ τῶν ἕξεων καὶ τῶν οὐσιῶν παρὰ φύσιν διαθέσεις. διὸ οὐδὲ ἀνακάμπτουσιν ὡς ἡ ἠρεμία στέρησις οὖσα τοὐ δεκτικοῦ τῆς κινησεως. p. 226b16 Τί μὲν οὗν ἐστι κίνησις ἕως τοῦ φανερὸν ἐκ τῶν εἰρημένων· Συμπεραίνεται λοιπὸν τὸ ὅλον πρόβλημα τὸ διακρῖναν τὴν κίνησιν τῶν ἄλλων μεταβολῶν καὶ τὰς κατηγορίας ἐν αἷς ἐστιν ἡ κίνησις ἀφορισάμενον καὶ τὴν ἠρεμίαν πῶς ἔχει πρὸς τὴν κίνησιν ὑποδεῖξαν. τί μὲν οὖν ἐστιν ἡ κίνησις εἴρηκε μεταβολὴν αὐτὴν εἰπὼν ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ὑπομένοντος τοῦ ὑποκειμένου καὶ μεταβάλλοντος· τί δὲ ἠρεμία, ὅτι †στερήσεως ἀκινησία τοῦ πεφυκότος κινεῖσθαι, ὅτε πέφυκε καὶ οὗ πέφυκε καὶ ὡς πέφυκε· πόσαι δὲ αἱ μεταβολαί, ὅτι πᾶσαι αἱ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόοδοι μένοντος ἔτι τοῦ δυνάμει· καὶ ὅτι τούτων κινήσεις μὲν αἱ ἐξ ἐναντίου εἰς ἐναντίον, ὡς εἴρηται, αἱ δὲ ἄλλαι αἱ κατὰ ἀντίφασιν γενέσεις καὶ φθοραί. τὸ γὰρ ἐν ταῖς τρισὶ κατηγορίαις εἶναι τὴν κίνησιν, τῷ ποιῷ, τῷ ποσῷ, τῷ ποῦ, ἤδη πρότερον συνεπεράνατο, ὅτε ἔλεγεν “ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆλον”. p. 226b18 Μετὰ δὲ ταῦτα λέγωμεν τί ἐστι τὸ ἅμα ἕως τοῦ καὶ τοῖς ποίοις ἕκαστον τούτων, ὑπάρχειν πέφυκεν. τῶν πρώτων πέντε βιβλίων τῆς Φυσικῆς ἀκροάσεως σκοπὸν ἐχόντων περὶ τῶν φυσικῶν ἀρχῶν καὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων διδάξαι τὸ πέμπτον τοῦτο βιβλίον τὸν περὶ τῆς μεταβολῆς λόγον ἐτελεώσατο· ἐν μὲν γὰρ τῷ τρίτῳ τὸ κοινὸν τέως πάσης μεταβολῆς ἀποδέδωκε κίνησιν ὀνομάσας αὐτήν, ἐνταῦθα δὲ ἀναλαβὼν τὸν λόγον τὸ γένος τῆς μεταβολῆς εἰς τὰ οἰκεῖα διελὼν εἴδη ἓν τούτων τὴν κίνησιν οὖσαν ἀπέδειξε, καὶ τίνι τῶν ἄλλων μεταβολῶν διαφέρει παραδέδωκε καὶ ἐν τίσι γένεσι τῶν ὄντων τὴν ὑπόστασιν ἔλαχε. τὸ δὲ ἐντεῦθεν διδάσκει περί τινων τῶν καὶ αὐτῶν κοινῶς παρακολουθούντων τοῖς φυσικοῖς πράγμασι τοῖς ἐν τόπῳ τὴν ὑπόστασιν ἔχουσιν. καί μοι δοκεῖ τὰ μὲν περὶ τῶν μεταβολῶν ἐν τούτοις εἰρημένα τοῖς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ κινήσεως ῥηθεῖσι τὸ πλῆρες ἀποδιδόναι, τὰ δὲ ἐντεῦθεν ῥηθησόμενα τοῖς περὶ τόπου λόγοις ἀκολουθεῖν, οὗς ἐν ἀρχῇ τοῦ τετάρτου βιβλίου συνεπεράνατο. ἔχει δέ τινα χρείαν ταῦτα, τὰ μὲν πρὸς τὰ ἐφεξῆς ἐν τοῖς τρισὶ βιβλίοις περὶ κινήσεως ῥηθησόμενα, τὰ δὲ πρὸς τὸ δεῖξαι ὅτι μὴ γίνεται συνεχές τι ἐξ ἀμερῶν· διὸ καὶ ἀρχόμενος τοῦ ἕκτου βιβλίου ἐπὶ τούτοις ὡς δεδειγμένοις ποιεῖται τὸν λόγον εἰπών “ἐπεὶ δέ ἐστι συνεχὲς καὶ ἁπτόμενον καὶ ἐφεξῆς.” ὅτι δὲ ὡς τῷ φυσικῷ χρησίμων ὄντων μνήμην αὐτῶν ποιεῖται νῦν, δῆλον εὐθὺς ἀπὸ τοὺ ἅμα· ἐν μὲν γὰρ ταῖς Κατηγορίαις, ὅπου περὶ τῶν σημαντικῶν φωνῶν ἦν ὁ λόγος, ὡς πλεοναχῶς λεγόμενον τὸ ἅμα διελὼν εἰς τὰ σημαινόμενα τὰ μὲν τῷ χρόνῳ εἶπεν ἅμα, τὰ δὲ τῷ συναναιρεῖν ἄλληλα, καὶ μηδέτερον ἴν εἶναι θατέρῳ τοῦ εἶναι, τὰ δὲ τῷ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρῆσθαι. ἐνταῦθα δὲ τούτων μὲν οὐδενὸς μνημονεύει, τίνα δὲ λέγεται κατὰ τόπον ἅμα εἶναι, νῦν ἐκτίθεται· τοῖς γὰρ φυσικοῖς σώμασι τὸ ἅμα κατὰ τόπον μάλιστα ὑπάρχει. ζητεῖν δὲ ἀξιοῖ καὶ ἐν ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκεν, ὅπερ διὰ τοῦ τί ἐστιν ἕκαστον δηλωθήσεται. δείξει δὲ καὶ αὐτός, ὅτι τὸ μὲν ἅμα καὶ τὸ χωρὶς καὶ τὸ ἅπτεσθαι καὶ τὸ ἐχόμενον καὶ τὸ συνεχὲς καὶ τὸ μεταξὺ ἐν τοῖς θέσιν ἔχουσι θεωρεῖται, τὸ δὲ ἐφεξῆς καὶ ἐν τοῖς οὐκ ἔχουσι θέσιν ὥσπερ ἐν ἀριθμοῖς. p. 226b21 21 Ἅμα μὲν οὖν λέγω εἶναι ταῦτα κατὰ τόπον ἕως τοῦ χωρὶς δὲ ὅσα ἐν ἑτέρῳ. Ἅμα εἶναι λέγει κατὰ τόπον ταῦτα, ὅσα ἐν ἑνὶ τόπῳ ἐστὶ τῷ πρώτῳ. τίς οὖν ὁ εἷς τόπος καὶ τίς ὁ πρῶτος, διακριτέον. ‘‘εἴς μὲν οὖν ἐστιν, ὥς φησιν Ἀλέξανδρος, ὁ μὴ διῃρημένος, ἀλλὰ συνεχής, τῷ καὶ αὐτὰ τὰ ἅμα λεγόμενα ἐν τόπῳ συνεχῆ ἀλλήλοις εἶναι ὡς τὰ τοῦ συνεχοῦς μέρη. οὐ γὰρ ὅτι ἐν ἑνὶ τῷ αὐτῷ κατ’ ἀριθμόν ἐστι τόπῳ δύο σώματα ἢ πλείω, τὰ ἅμα λεγόμενα εἶναι, ὡς δι’ ἀλλήλων χωρεῖν (τοῦτο γὰρ ἀδύνατον ἀποδέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ), ἀλλ’ ὅτι ὅσα μὴ διῄρηται μηδὲ ὑπὸ οἰκείας ἐπιφανείας περιέχεται, ταῦτα οὐδὲ ἴδιον ἔχει τόπον. ἓν γάρ ἐστι καὶ συνεχὲς καὶ τὸ τοῦ περιέχοντος πέρας τὸ περιέχον τὰ οὕτως ἀλλήλοις.” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος τὸν ἕνα τόπον τὸν συνεχῆ ἀκούει καὶ τὰ ἅμα ἐν τόπῳ συνεχῆ νομίζει εἶναι. καίτοι τὰ ἅμα μᾶλλον διέστηκεν ἀλλήλων ἤπερ τὰ ἁπτόμενα, καὶ τὰ ἁπτόμενα μᾶλλον ἤπερ τὰ συνεχῆ, ὡς μαθησόμεθα. πῶς οὖν τὰ ἅμα συνεχῆ; ἀλλ’ ἕνα τόπον ῥητέον τῶν ἅμα κατὰ τόπον λεγομένων, τὸν προσεχῶς διῃρημένα αὐτὰ περιέχοντα τὴν πόλιν, εἰ ἐν πόλει καὶ τὸν περίβολον, εἰ ἐν περιβόλῳ. τὸ δὲ πρώτῳ πρόσκειται μηνυτικὸν τοῦ προσεχῶς οἰκείου τόπου τῶν ἅμα λεγομένων ἐν τόπῳ· ταῦτα γάρ ἐστι τὰ κυρίως ἅμα κατὰ τόπον, ἐπεὶ κοινότερον ἅμα λέγονται ἐν τόπῳ εἶναι καὶ τὰ ἐν τῇ αὐτῇ οἰκίᾳ ὄντα καὶ τὰ ἐν τῷ αὐτῷ θεάτρῳ καὶ τὰ ἐν τῇ αὐτῇ πόλει καὶ τὰ ἐν τῷ κόσμῳ. ἀλλ’ οὔτε εἷς κυρίως ὁ τῶν οὕτως ἅμα λεγομένων τόπος οὔτε προσεχὴς καὶ οἰκεῖος πολλὰ καὶ ἄλλα ἐν ἑαυτῷ ἔχων, ἀλλ’ ὁ πρώτως καὶ κυρίως ἐστὶ τόπος ὁ προσεχῶς περιέχων τοῦτο, ὃ λέγεται “ἐν ἑαυτῷ” εἶναι ὡς ἐν τόπῳ· οὕτω γὰρ ἐδίδαξεν αὐτὸς ἐν τῷ πρὸ τούτου βιβλίῳ. καὶ ἐπὶ τῶν παχυλῶς δὲ ἅμα λεγομένων εἶναι ἐν τόπῳ, ὡς ἐν οἰκίᾳ ἢ ἐν πόλει διὰ τὸ ὡς ἕνα καὶ προσεχῆ τόπον λαμβάνεσθαι τὴν οἰκίαν ἢ τὴν πόλιν, κἂν μὴ κυρίως, διὰ τοῦτο καὶ αὐτὰ ἅμα λέγονται κοινότερον· τὸ γὰρ ἅμα συναγωγὸν ἔχον ἔννοιαν καὶ τὰ κεχωρισμένα συνάγει ἢ ἀκριβῶς ἢ παχύτερον, ἀκριβῶς μὲν ὅταν καὶ αὐτὸ ἀκριβῶς λέγηται τὸν ἕνα καὶ προσεχῆ τόπον ἀκριβῶς σημαῖνον, παχύτερον δὲ ὅταν ἐν διαφόροις μὲν ὑφ’ ἑνὸς δέ τινος περιεχομένοις, ἐν ᾧ λέγονται ἅμα εἶναι οἷον οἰκίᾳ ἢ πόλει· κυριώτερον δὲ ἅμα λέγεται τὰ ἐν ἐλάσσονι τῷ αὐτῷ· τὰ γὰρ ἐν τῇ αὐτῇ οἰκίᾳ τῶν ἐν τῇ αὐτῇ πόλει κυριώτερον ἅμα λέγεται καὶ τῆς οἰκίας τὰ ἐν τῷ αὐτῷ οἰκήματι καὶ τοῦ οἰκήματος τὰ ἐν μέρει, καὶ ἁπλῶς τὰ ἐν τῷ πρώτῳ ἀτόμῳ τῷ αὐτῷ τῷ μὴ καὶ ἀγλα’ σώματα στερεὰ περιέχοντι, κἄν ἀήρ τις ᾖ μεταξύ, κἄν μὴ συνεχῆ ἡ μηδὲ ἁπτόμενα, ταῦτα κυρίως ἅμα. τοῖς κεκραμένοις δὲ τοῦτο μάλιστά φησιν ὑπάρχειν ὁ Εὔδημος, οὐδὲ τούτοις δὲ κυριώτατα· δύο γὰρ εἶναι σώματα οὐχ οἷόν τε ἅμα ἐν ἑνὶ καὶ ἀτόμω τόπῳ· ἀλλὰ κατὰ μὲν τὸν λόγον τὸ ἀκριβές φὴ σί’ ζητητέον, κατὰ δὲ τὰς χρείας καὶ τὸ ἱκανὸν καὶ τὸ σύνεγγυς δὴ τούτου πᾶν ἅμ λεκτέον. Λέγεται δὲ καὶ ἐν χρόνῳ ἅμα τὰ ἐν τῷ αὐτῷ ἀτόμῳ χρόνῳ, ὃς δηλονότι καὶ εἷς καὶ προσεχής ἐστι. τὸ δὲ χωρὶς ἀπὸ τοῦ ἅμ δῆλόν ἐστι· τὰ γὰρ ἐν διεστῶσιν ἀλλή|λων τόποις καὶ χρόνοις ὄντα ταῦτα χωρὶς ἀλλήλων ἐστὶ καὶ κατὰ τόπον καὶ κατὰ χρόνον. p. 226b23 Ἅπτεσθαι δὲ ὧν τὰ ἄκρα ἅμ. Ζήτει μὲν ἐν τούτοις καλῶς ὁ Ἀλέξανδρος, ἐπειδὴ διχῶς τὰ ἄκρα λέγεται, τὰ μὲν ὡς μέρη τῶν ὧν ἐστιν ἄκρα, τὰ δὲ ὡς πέρατα, ποῖα ἄκρα τῶν ἁπτομένων ἅμα εἶναί φησι. τὰ δὲ ἐφεξῆς οὐκ οἶδα ὅπως ἐπάγει· “εἰ μὲν γὰρ τὰ ὡς μέρη φησίν, οὐκ ἔστι ταῦτα ἅμα· ἦν γὰρ ἅμα τὰ ἐν ἑνὶ τόπῳ πρώτῳ, ἅπερ συνεχῆ ἐστι. τὰ δὲ τῶν διῃρημένων καὶ ἁπτομένων σωμάτων μέρη οὐκ ἐν ἑνὶ πρώτῳ τόπῳ ἐστίν οὔτε γὰρ συνεχῆ ἐστιν ἀλλήλοις οὔτε κατὰ πάντα τὰ οἰκεῖα μόρια ἐφαρμόζει ἀλλήλοις), ἀλλ’ ἔστι καὶ αὐτὰ ἁπτόμενα ἀλλήλων. ἢ ἄκρα μέν, φησί, λέγει τὰς ἐπιφανείς καὶ τὰ πέρατα τῶν σωμάτων, καθ’ ἃ ἅπτεται ἀλλήλων. ἅμα δὲ ταῦτα λέγει καὶ ἐν τῷ αὐτῷ τόπῳ κατὰ συμβεβηκός. ὡς γὰρ ἡ ἐπιφάνεια ἡ τοῦ ἑτέρου τῶν ἀπομένων σωμάτων κατὰ συμβεβηκὸς ἐν τόπῳ τῷ τὸ σῶμα οὗ ἐστι πέρας ἐν τόπῳ εἶναι, οὕτω καὶ αἱ ἀμφοτέρων ἐπιφάνειαι τῶν σωμάτων, καθ’ ἃς ἅπτονται ἀλλήλων, ἐν τόπῳ κατὰ συμβεβηκός, καὶ ἐν ᾧ ἡ ἑτέρα τέως ἦν, ἐν τούτῳ ἀμφότεραι γίνονται· ἐφαρμόζουσι γὰρ ἀλλήλαις ἐν τῇ τῶν σωμάτων ἁφῇ. δύναται δέ, φησί, τὸ ἅμα νῦν ἀντὶ τοῦ ἐφαρμόζειν λέγειν· τὰ γὰρ ἐφαρμόζοντα ἀλλήλοις καὶ ἅμα· ἅπτεται οὖν ταῦτα ἀλλήλων, ὧν τὰ πέρατα ἐφαρμόζει ἀλλήλοις καὶ οὕτως ἐστὶν ἅμα· τὸ γὰρ πρότερον εἰρημένον ἅμα οὐχ ἀπλῶς, ἀλλ' ὡς προσέθηκε ‘κατὰ τόπον'. καὶ εἴη ἄν, φησίν, ἄλλο τοῦτο σὴ μαινόμενον τοῦ ἅμ.’’ ἐν δὴ τούτο· ις ὁ Ἀλέξανδρος τὴν τοῦ ἅμα ἐξήγησιν ἑαυτοῦ φυλάττων, καθ’ ἣν ἔλεγε τὰ ἅμα συνεχῆ εἶναι ἀπορεῖ δικαίως, πῶς τῶν ἁπτομένων ἅμα τὰ πέρατα ἔσται, καὶ ἀναγκάζεται ἄλλο τοῦ ἅμα σημαινόμενον εἰσάγειν, τὸ ἐφαρμόζον. ἔστι δὲ οὐκ ἄλλο, ἀλλὰ ἄλλων· ἐκεῖνο μὲν γὰρ τὸ ἅμα τῶν σωμάτων ἦν τῶν ἐν ἑνὶ τόπῳ τῷ προσεχῶς αὐτὰ περιέχοντι, κἄν ἦν οἶμαι καὶ ἄλλα τὰ ὑπὸ τοῦ αὐτοῦ τόπου περιεχόμενα (καὶ γὰρ καὶ αὐτὰ ἅμα τοῖς πρότερον εἰρημένοις ἦν), ἐν δὲ τοῖς ἁπτομένοις οὐ τὰ σώματα αὐτὰ μόνα ὑπὸ ἑνὸς τόπου περιέχεσθαι λέγει, κἄν διῃρημένα ᾖ, ἀλλὰ καὶ τὰς ἐπιφανείας αὐτῶν συνῆφθαι καὶ ἐν ἑνὶ τόπῳ εἶναι, ὡς πέφυκεν ἡ ἐπιφάνεια ἐν τόπῳ εἶναι. προποδισμὸς γὰρ ἀπὸ τοῦ ἅμα ἐπὶ τὴν συνέχειαν καὶ τὴν ἕνωσίν ἐστι τὸ ἅπτεσθαι. τὰ γὰρ ὑπὸ ἑνὸς τοῦ προσεχοῦς τόπου περισχεθέντα, ὅταν πελάσῃ ἀλλήλοις, ὡς τὰς ἐπιφανείας συνάψαι καὶ ἐν ἑνὶ τόπῳ ποιῆσαι ἐφαρμοζούσας ἀλλήλαις διὰ τὸ ἀβαθές, τότε ἅπτεσθαι λέγεται ἀλλήλων, ὥσπερ ὅταν αἱ δύο ἐπιφάνειαι μία γένωνται, τότε συνεχίζεται. δῆλον δὲ τοῦτο οὕτως ἔχον καὶ ἐκ τοῦ τὰ μὲν ἁπτόμενα πάντως καὶ ἅμα εἶναι, τὰ δὲ ἅμα ὄντα μὴ πάντως καὶ ἅπτεσθαι. p. 226b23 Μεταξὺ δὲ εἰς ὃ πέφυκε πρῶτον ἀφικνεῖσθαι ἕως τοῦ μέτρον δὲ τὸ πεπερασμένον. Περὶ τοῦ ἐν κινήσει μεταξὺ λέγει, ὅτι τοῦτό ἐστι μεταξύ, ὃ μέσον ἐστὶ τοὐ τε ἐξ οὗ μεταβάλλει τὸ μεταβάλλον καὶ τοῦ εἰς ὃ ἔσχατον μεταβάλλει. διὸ καὶ ἐκ τούτου ἐσήμανεν αὐτὸ ἐκ τοῦ πρῶτον εἰς αὐτὸ ἀφικνεῖσθαι τὸ μεταβάλλον ἤπερ εἰς ἐκεῖνο εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν συνεχῶς μεταβάλλον. καὶ ὅτι μὲν τὸ μεταξὺ παρ’ ἑκάτερα ἑαυτοῦ ἔχει τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, δῆλον καὶ ἐκ τοῦ ὀνόματος. τοῦτο γάρ ἐστι τὸ δι’ ἑαυτοῦ μετάξον τὸ κινούμενον ἀπὸ θατέρου ἐπὶ θάτερον. διὸ καὶ ἐν ἐλαχίστοις τρισίν ἐστιν· ἀδύνατον γὰρ μὴ ἑκατέρωθεν ὄντος τινὸς εἶναι τὸ μεταξύ. ἐν ἐλαχίστοις δὲ τρισὶν εἶπε, διότι δύναται καὶ πλείω εἶναι τὰ μεταξύ τινων λαμβανόμενα. τὰ μέντοι ἄκρα δύο ἐστί, τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, ἅπερ ἐστὶν ἐναντία ἔμμεσα· ἐξ ἐναντίου γὰρ καὶ εἰς ἐναντίον ἡ κατὰ φύσιν γίνεται κίνησις. εἰ γὰρ τὸ ἔσχατον τῆς μεταβολῆς, εἰς ὃ ἡ μεταβολὴ τελευτᾷ, ἐναντίον ἐστί, τὸ δὲ ἐναντίον ἐναντίῳ ἐναντίον ἐστί, καὶ τὸ πρῶτον ἐξ οὗ ἡ μεταβολὴ ἐναντίον. τὸ δὲ μεταξὺ τῶν ἐναντίων κατὰ τόπον μὲν φοσικῶς, ὁ μέσος τοῦ ἄνω τε καὶ κάτω, κατὰ ποιότητα δὲ τὸ καθ’ ἑκάστην ἐναντίωσιν τῶν ἐμμέσων ἐναντιώσεων μέσον, κατὰ δὲ τὸ ποσὸν τὸ μέσον τοῦ τελείου μεγέθους καὶ τοῦ ἀτελοῦς, ἐξ ὧν καὶ εἰς ἃ μεταβάλλει τὸ αὐξόμενον καὶ μειούμενον ἔτι σῳζόμενον· ὥρισται γὰρ τὰ κατὰ φύσιν ἑκάστῳ μεγέθη. τὰ δὲ ἄλως μέσα τινῶν λεγόμενα οὐ κυρίως ἐστὶ μεταξύ, ἀλλὰ ἀπὸ τῆς πρὸς ταῦτα ὁμοιότητος λέγεται. τὸ δὲ κατὰ φύσιν συνεχῶς μεταβάλλον δηλωτικόν ἐστι τοῦ δεῖν τὸ μεταξύ, καθ’ ὃ ἡ κίνησις, ὁμοειδὲς εἶναι τοῖς ὧν ἐστι μεταξύ. τότε γὰρ συνεχῶς κινεῖται μηδὲν διαλείποντα ἢ ὀλίγον τοῦ ἐφ’ ὃ κινεῖται ἢ καθ’ ὃ κινεῖται. ταῦτα δὲ ἐξ ἐναντίου εἰς ἐναντίον. ἐπεὶ δύναταί τι εἰς τὸ ἄνω κινηθὲν κατὰ φύσιν πάλιν ἀπὸ τούτου εἰς τὸ κάτω κινεῖσθαι βία· ἀλλ’ οὐ διὰ τοῦτο ἔσται τὸ ἄνω μεταξὺ τοῦ κάτω, ἀφ’ οὗ καὶ ἐφ’ ὃ κεκίνηται τὸ κινούμενον. οὔτε γὰρ κατὰ φύσιν ἀμφότερα, οὗτε συνεχῶς. δῆλον δὲ ὅτι τῶν ἐναντίων τὰ μέν ἐστιν ἄμεσα, 204v τὰ δὲ ἔμμεσα, καὶ ὅτι ἐν τοῖς ἐμμέσοις ἐναντίοις ἐστὶ τὸ μεταξύ. εἰπὼν δὲ τοῦτο εἶναι μεταξύ, εἰς ὃ τὸ συνεχῶς κατὰ φύσιν κινούμενον πέφυκε πρῶτον μεταβάλλειν ἤπερ εἰς ὃ ἔσχατον, καὶ τί τὸ ἔσχατον ὅτι τὸ ἐναντίον, ἀκολούθως λέγει τὸ συνεχὲς τοῦτο ποῖόν ἐστιν. ἐπειδὴ γὰρ μεταβολὴ διττὸν ἔχει τὸ συνεχές, τὸ μὲν ἀπὸ τοῦ χρόνου τὸ δὲ ἀπὸ τοῦ ὐποκειμένου, καθ’ ὃ ἡ μεταβολὴ γίνεται, οἷον τῆς ἀλλοιώσεως ἢ τῆς αὐξήσεως ἢ τῆς φορᾶς, καὶ ἑκάτερον συνεχὲς τοιοῦτόν ἐστιν ὡς μηδὲν ἢ ἐλάχιστον ἀπολείπειν (τὸ μὲν ἀπὸ τοῦ χρόνου κατὰ χρόνον, τὸ δὲ ἀπὸ τοῦ ὑποκειμένου κατὰ τὸ ὑποκείμενον), λέγει ὅτι οὐ τοῦ κατὰ χρόνον συνεχοῦς χρεία τῷ μεταβάλλοντι πρὸς τὴν εἰς τὸ μεταξὺ ἄφιξιν πρὸ τοῦ εἰς τὸ πέρας ἐλθεῖν· τοῦ πράγματος γὰρ ἢ τοῦ χρόνου εἶπεν ἀντὶ τοῦ ῾τοῦ πράγματος ἤπερ τοῦ χρόνου᾿· καὶ γὰρ διαλείποντος τοῦ χρόνου τῆς βαδίσεως, ὥστε τὸ βαδίζον ἀναπαυσάμενον πάλιν βαδίζειν, οὐδὲν κωλύει ἐλθεῖν εἰς τὸ τῆς βαδίσεως μεταξὺ καὶ τοῦ ὑποκειμένου μήκους, καὶ μὴ διαλείποντος δὲ τοῦ χρόνου, ἀλλὰ συνεχοῦς ὄντος ἐνδέχεται ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον εὐθὺς μεταβάλλειν, ὡς εἴ τις τὴν ὑπάτην κρούσας εἰς τὴν νήτην εὐθὺς μεταβαίνοι. οὐκ ἄρα τὸ συνεχὲς τοῦ χρόνου συντελεῖ πρὸς τὸ μεταξὺ τοῦτο, ἀλλὰ τὸ τοῦ ὑποκειμένου, εἰ μὲν κατὰ τόπον ἡ μεταβολή, τοῦ τε τόπου αὐτοῦ καὶ τῆς κατὰ τόπον κινήσεως. καὶ γὰρ συνεχοῦς κατὰ ταῦτα τῆς μεταβολῆς οὔσης ἀδύνατον τὸ κινούμενον μὴ εἰς πρῶτον ἐλθεῖν τὸ μεταξὺ καὶ τότε εἰς τὸ ἔσχατον. καὶ εἰ μὴ συνεχὴς οὕτως, ἀλλ’ ἔχοι τινὰ μεγάλα διαλείμματα, οὐ πάντως εἰς τὸ μεταξὺ πρὸ τοῦ πέρατος ἀφικνεῖται. ἀρχαιοπρεπῶς δὲ ἀπήγγελται τὸ οὐθὲν γὰρ κωλύει διαλείποντα, καὶ εὐθὺς δὲ μετὰ τὴν ὑπάτην φθέγξασθαι τὴν νεάτην. εἰπὼν δὲ συνεχῶς κινεῖσθαι κατὰ τοῦτο τὸ συνεχὲς τὸ μηδὲν ἢ τὸ ἐλάχιστον διαλεῖπον τοῦ πράγματος ἤπερ τοῦ χρόνου, ὅτι οὐ χρεία τοῦ χρόνου, ἐδήλωσεν ἔκ τε τοῦ διαλείποντος τοῦ χρόνου μηδὲν κωλύειν διὰ τοῦ μεταξὺ τὴν κίνησιν εἶναι καὶ μὴ διαλείποντος μηδὲν κωλύειν ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον εἶναι τὴν μετάβασιν μὴ διὰ τοῦ μεταξύ. δείξας δὲ ἐξ ἀμφοῖν, ὅτι οὐχὶ τῆς τοῦ χρόνου συνεχείας χρεία πρὸς τὴν διὰ τοῦ μεταξὺ κίνησιν, ἐπήγαγεν ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται, ὥστε τοῦτο μηδὲν ἢ τὸ ἐλάχιστον διαλείπειν. τὸ δὲ ἐλάχιστον διάλειμμα τοῦ πράγματος ὡς πρὸς ἀναλογίαν τῆς ὅλης κινήσεως παραβάλλοντι, ἐὰν μὲν ὀλίγον ᾖ πρὸς αὐτὸ τὸ διάλειμμα, καὶ ὁ σκοπὸς εἷς μένει τοῦ πράγματος, ὡς εἴ τις Ἀθήνηθεν εἰς Πειραιᾶ βαδίζων ἐπιστὰς πρὸς βραχὺ δήσοι τὸ ὑπόδημα, οὐ διέκοψε τὴν συνέχειαν· εἰ μέντοι μήτε εἷς εἴη σκοπὸς τῆς εἰ Πειραιᾶ ἀφίξεως, ἀλλὰ καὶ τῆς ὁδοῦ ἐκτραπεὶς οἰκονομήσοι τι τῶν πρὸς χρείαν, οὐκέτι συνεχὴς αὕτη ἡ κίνησις. καὶ τὰ μὲν μιᾶς οὔσης τῆς προθέσεως μεταξὺ συμβαίνοντα, ὅταν πολυχρονία γένηται, διασπᾷ τῆς κινήσεως τὴν συνέχειαν ὡς τοῦ κιθαρίζειν, ὅταν ῥαγείσης χορδῆς ἄλλην ἐνάπτειν ἀναγκασθῶμεν. μὴ μενούσης δὲ μιᾶς τῆς προθέσεως καὶ ὀλιγοχρόνιόν τι παρεμπεσὸν λύει τὴν συνέχειαν, ὡς εἴ τις εἰς Πειραιᾶ τε ἅμα καταβαίνειν προτίθοιτο καὶ τῶν ἐν τῇ ὁδῷ τινι διαλεχθῆναι. Μετὰ δὲ τὸ εἰπεῖν ποίου συνεχοῦς χρεία πρὸς τὸ μεταξύ, ὅτι τοῦ κατὰ τὸ πρᾶγμα, λέγει καὶ περὶ τοῦ ἐναντίου, εἰς ὃ ἔσχατον μεταβάλλει τὸ μεταβάλλον διὰ τοῦ μεταξύ, τί τοῦτο ἔστι καὶ ἐν τίσι θεωρεῖται. καὶ λέγει ὅτι κατὰ τόπον ἐναντίον ἐστὶ τὸ κατ’ εὐθεῖαν πλεῖστον ἀπέχον· τὸ μὲν γὰρ πλεῖστον ἀπέχειν ἀνάγκη τοῦς ἐναντίοις. τὸ δἐ κατ’ εὐθεῖαν προσκείμενον ὡρισμένον καὶ μεμετρημένον ποιεῖ τὸ πλεῖστον· ὡρισμένη γάρ ἐστιν ἡ εὐθεῖς, μετρεῖται δὲ πάντα τῷ ὡρισμένῳ. ἐπειδὴ γὰρ ἡ εὐθεῖα ἐλαχίστη ἐστὶ τῶν τὰ αὐτὰ πέρατα ἐχουςῶν γραμμῶν, ἡ δὲ ἐλαχίστη ὥρισται (τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ πεπέρανται), ἡ δὲ ὡρισμένη μεμέτρηται, καὶ τὸ κατ’ εὐθεῖαν πλεῖστον μεμετρημένον ἄν εἴη καὶ ὡρισμένον, ὥστε καὶ <τὸ> πλεῖστον κυρίως λέγεσθαι. ἡ γὰρ ἐπὶ τἀ αὐτὰ πἐρατα τῆς εὐθείας περιφερὴς ἀόριστός ἐστι καὶ ἄλλοτε ἄλλου μέ τρου, ἡ μὲν μᾶλλον κυρτουμένη, ἡ δὲ ἧττον· ὥστε εἰ τῇ περιφερεῖ κρίνοιτο ἡ τῶν περάτων διάστασις, δυντὸν τῆς μείζονος περιφερείας τὰ πέρατα κυρτοτέρας οὔσης ἐγγυτέρω εἶναι ἤπερ τὰ τῆς ἐλλάττονος καὶ ἔσται ἐγγυτέρω τὰ μείζονι γραμμῇ διεστῶτα. καὶ ὅλως ἡ μὲν ἐπὶ τὰ αὐτὰ πέρατα εὐθεῖα μία καὶ διὰ τοῦτο ὡρισμένη. αἱ δὲ περιφέρειαι πολλαὶ καὶ ἀόριστοι. καὶ ἔοικε τὰ ἐναντία πρῶτον ἐν τῷ τόπῳ φανῆναι καὶ ἀπὸ τού του καὶ εἰς τὰ ἄλλα μετῆχθαι· διὸ καὶ ἡ ὑπογραφὴ τῶν ἐναντίων τὰ πλεῖ στον ἀπέχοντα ἀποδίδωσι. τὰ οὖν κεχωρισμένα πλεῖστον ἀπ’ ἀλλήλων κατὰ τόπον οἶα τὰ κατὰ τόπον ἐναντία ἐστίν, εἰ μέλλοι τὸ πλεῖστον ὄντως ὡρισμένον διεστάναι· καὶ γὰρ τὸ πλεῖστον ὥρισται καὶ τὸ ἐλ΄παχιστον κατ’ εὐθεῖαν ἔχειν χρὴ τὴν διάστασιν. p. 226b34 Ἐφεξῆς δὲ οὖ μετὰ τὴν ἀρχὴν ὄντος ἕως τοῦ ἀλλἀ ταῦτα ἐκείνοις. Τὸ ἐφεξῆς τινὶ ἐφεξῆς ἐστιν, ὃ ἀρχῆς ἔχει πρὸς αὐτὸ λόγον· τὸ γὰρ μετὰ τὴν ἀρχὴν ὁμογενὲς ὄν τῇ ἀρχῇ, μᾶλλον δὲ ὁμοειδές, ἐφεξῆς ἐστι τῇ ἀρχῇ, ὅταν μηδὲν ὁμογενὲς ἤ ὁμοειδὲς μεταξὺ ᾖ αὐτοῦ τε |καὶ τῆς ἀρχῆς, οἶον οἰκία οἰκίᾳ ἐφεξῆς ἡ δευτέρα τῇ πρώτῃ, ὅταν μὴ ᾖ αὐτῶν ἄλλη μεταξὺ οἰκία· καὶ ἡ ἀρχὴ δὲ τοῦ ἐφεξῆς ὄντος, καὶ τὸ ἐφεξῆς αὐτὸ πολλαχῶς λέγεται· ἤ γὰρ θέσει ἤ τάξει ἤ εἴδει ἤπάθει ἤ χρόνῳ ἤ γενέσει ἤ ἀριθμῷ ἄλλῳ τινὶ τοιούτῳ· θέσει μὲν ὅσα ποῦ ἐστιν, οἶον εἰ γραμμὰς πλείους γράψαιμεν ἢ οἰκίας πλείους ἢ πόλεις λάβοιμεν, τάξει δὲ ὡς τὸ προοίμιον τῆς διηγήσεως καὶ αὕτη τῶν ἀγώνων, εἴδει δὲ οἷον εἰ τὰ χρώματα ἐφεξῆς καθ’ ἕκαστον λάβοιμεν ἀπὸ τοῦ λευκοῦ ἀρξάμενοι μέχρι τοῦ μέλανος, εἴτε ἑπτὰ εἴη ταῦτα εἴτε πλείω (καταριθμεῖται δὲ αὐτὰ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν αἰσθητῶν), πάθει δὲ εἰ τὴν ἀπὸ τοῦ ψυχροῦ μεταβολὴν ὁδῷ γινομένην εἰς τὸ γαλακτῶδες καὶ χλιαρὸν καὶ θερμὸν καὶ ζεστὸν νοήσαιμεν, κατὰ χρόνον δὲ ὅταν νουμηνίαν καὶ δευτέραν καὶ τρίτην καὶ τὰς ἐφεξῆς ὀνομάζωμεν, γενέσει δὲ ὅταν ἐπὶ μὲν τῶν ζῴων λέγωμεν πρώτην τὴν καρδίαν συνίστασθαι, εἶτα πνεύμονα εἰ τύχοι, εἶτα σπλῆνα, εἶτα νεφρούς, ἐπὶ δὲ τῶν φυτῶν ῥίζαν, εἶτα πρέμνον, εἶτα στέλεχος καὶ τὰ ἑξῆς, ἀριθμῷ δὲ ὅταν μονάδα δυάδα τριάδα λέγωμεν ἐφεξῆς. τῶν δὲ ἀρχῶν αἱ μὲν φύσει εἰσὶν ὡς αἱ κατὰ τὸν ἀριθμόν· φύσει γὰρ πρῶτον τὸ ἓν τῶν δύο καὶ ταῦτα τῶν τριῶν· καὶ αἱ κατὰ τὴν γένεσιν τῶν ζῴων καὶ τῶν φυτῶν. ἔτι δὲ καὶ αἱ κατὰ τὰ εἴδη, οἷον ἐπὶ τῶν χρωμάτων· αἱ δὲ κατὰ τὰ πάθη ἀρχαί, ὡς ἐπὶ τοῦ ψυχροῦ καὶ λευκοῦ εἴρηται, ὡς ἂν ἡμεῖς ὁρίσωμεν, οὕτως ἕξουσι τὸ δεύτερον καὶ τὸ ἐφεξῆς, εἴτε ἀπὸ τοῦ ψυχροῦ εἴτε ἀπὸ τοῦ ζέοντος ἀρξόμεθα, καὶ ἐπὶ τῶν χρωμάτων, εἴτε ἀπὸ τοῦ λευκοῦ εἴτε ἀπὸ τοὐ μέλανος· ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ῥεόντων καὶ γινομένων φύσει τὸ πρότερον πρότερόν ἐστιν· ἃς δὲ ἡμεῖς ποιούμεθα ἀρχὰς ἐνιαυτοῦ μὲν περὶ θερινὰς τροπὰς ὡς Ἀθηναῖοι, ἢ περὶ μετοπωρινὰς ὡς οἱ περὶ τὴν νῦν καλουμένην Ἀσίαν, ἢ περὶ χειμερινὰς ὡς ῾Ρωμαῖοι, ἢ περὶ ἐαρινὰς ὡς Ἄραβες καὶ Δαμασκηνοί· μηνὸς δὲ εἴ τινες ἀρχὴν τὴν πανσέληνον λέγουσιν ἢ τὴν νέαν, θέσει ἔσονται αὗται. ἐπὶ δὲ τῶν ἐν τόπῳ, ὅταν μὲν τάξις τις εἴη τῶν κειμένων καὶ ᾖ ὡρισμένα ἐπ’ εὐθείας ἢ ξύλα ἢ κίονες, ἔσονται ἀρχαὶ τὰ ἄκρα ἐφ’ ἑκάτερον καί, ὡς ἂν ἡμεῖς θώμεθα, οὕτως ἔσται τῶν περάτων ἀρχὴ ἐκεῖνο καὶ τὸ ἐφεξῆς λαμβανόμενον. ἐπὶ δὲ τῶν ἐν πόλεσιν οἰκιῶν οὐκέτι ἄκραι τινές εἰσι, τὸ δὲ ἀφ’ ὁποτέρας ἀρξώμεθα, ἐφ’ ἡμῖν καταλείπεται, καὶ ἔστιν ὅλον θέσει, εἴτε στρογγύλος εἴτε τετράγωνος εἴτε ὁποῖος ἂν ᾖ ὁ περίβολος. τὸ παραπλήσιον δὲ κἀπὶ τῶν πόλεων αὐτῶν τὸ ἐφεξῆς κατὰ θέσιν ἐστί. τούτων δὲ διωρισμένων ἐκεῖνο χρὴ κρατεῖν, ὅτι ὁμογενῆ ἀνάγκη εἶναι τὰ ἐφεξῆς, τὸ δὲ ὁμογενὲς πολυχούστερον. εἰ μὲν γὰρ ἄρρενας παῖδας διαστήσαντες λέγοιμεν ἐφεξῆς, ὡς ἐν παιδίοις φαμὲν τὸ ὁμογενές, εἰ δὲ καὶ ἄνδρας ἀναμίξαντες, ὡς ἄρρεν τὸ ὁμογενές, εἰ δὲ καὶ γυναῖκας, ὡς ἀνθρώπους προσθέντες δὲ καὶ ἄλογα ζῷα, ὡς ζῷα λέγομεν ὁμογενῆ καὶ ἐφεξῆς· προσεχέστερον γὰρ καὶ πορρώτερον ἑκάστων τὸ ὁμογενές. εἰ μὲν γὰρ βάθρα εἴη πάντα, καθὸ βάθρα, ἔσται ὁμογενῆ, εἰ δὲ καὶ δίφροι, καθὸ καθέδραι, εἰ δὲ καὶ κλῖναι, καθὸ ἀναπαυόμεθα ἐπ’ αὐτῶν· ἀκατονόμαστον γάρ ἐστι τὸ κοινὸν ἐπ’ αὐτῶν. εἰ δέ τινων ἐφεξῆς μεταξύ τινα γίνεται ἀνομοειδῆ, οὐκ ἐπὶ πάντων τῶν ἐφεξῆς τοῦτο οἰητέον συμβαίνειν· οὔτε γὰρ ἐπὶ τῶν κατ’ ἀριθμὸν οὔτε ἐπὶ τῶν κατὰ χρόνον οὔτε ἐπὶ τῶν κατ’ εἶδος ἢ πάθος μεταβαλλόντων· ἐπὶ δὲ τῶν κατὰ γένεσιν οἷον ἐπὶ καρδίας καὶ πνεύμονός ἐστιν μεταξὺ ἀνομογενῆ γεννώμενα οἷον αἱ φλέβες διὰ τὸ εἰλῆφθαι ὡς ἐν σπλάγχνοις τὰ ἐφεξῆς. δῆλον δὲ ὅτι ἐπὶ μὲν τῶν φύσει τὴν ἀρχὴν ἐχόντων καὶ τὸ ἐφεξῆς φύσει, καὶ ὅτι οὐκ ἔστιν ἀναστρέφοντα εἰπεῖν· τὰ γὰρ δύο τοῦ ἑνὸς ἐφεξῆς, οὐ μέντοι τὸ ἓν τῶν δύο. ἐπὶ δὲ τῶν θέσει. ὡς ἂν ὁρίσωμεν τὴν ἀρχήν, οὕτως καὶ τὸ ἐφεξῆς ἔχει, εἴτε τὸ ψυχρὸν ἀρχὴν εἴτε τὸ ζέον ὁρίσαιμεν. ὁ δὲ Θεμίστιος προστίθησιν. ὅτι κυρίως μὲν ἐφεξῆς τὰ ὁμοειδῆ ἐστιν, οἶκος οἴκῳ καὶ γραμμὴ γραμμῇ, λέγεται δὲ ἐφεξῆς καὶ μὴ ὁμοειδῆ τινα πολλάκις· “ἐφεξῆς γὰρ ὁ ἀγὼν τῇ πομπῇ καὶ τὸ νυμφαῖον τῷ γυμνασίῳ.” Ἰστέον δὲ ὅτι τῶν πολλῶν ἀντιγράφων ἐχόντων ἐφεξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος ἡ θέσει ἢ εἴδει, ὁ Ἀλέξανδρος οὕτω γράφει οὗ μετὰ τὴν ἀρχὴν μόνον ὄντος, τὸ μόνον προστιθείς, καὶ ἐξηγεῖται ὅτι δηλωτικόν ἐστι τὸ μόνον τοῦ μὴ κυρίως πάντως τὴν ἀρχὴν λαμβάνεσθαι, ἀλλ’ ὅπως ἂν ἡ ἀρχὴ ληφθῇ, ἢ θέσει ἢ φύσει, τοῦ ἐφεξῆς ἀκολουθοῦντος. ἐφεξῆς δὲ εἶπεν γραμμὴ γραμμῆς ἢ γραμμαὶ ἢ μονὰς μονάδος ἢ μονάδες. διότι καὶ μίαν γραμμὴν ἐφεξῆς εἶναι δυνατὸν τῇ πρώτῃ γραμμῇ, καὶ πλείονας, καὶ μίαν μονάδα τῇ πρώτῆ μονάδι, καὶ πλείονας. p. 227a6 ἐχόμενον δὲ ὃ ἐφεξῆς ὂν ἄπτεται. Εἰπὼν τί τὸ ἁπτόμενον καὶ τί τὸ ἐφεξῆς ἐπάγει τί τὸ ἐχόμενον, ὅτι τὸ ἐφεξῆς ἅμ ὂν καὶ ἁπτόμενον τοῦτο ἐχόμενόν ἐστιν· οὔτε γὰρ τὸ ἐφεξῆς μόνον ἀρκεῖ πρὸς τὸ ἔχεσθαι (oἱ γοῦν ἀριθμοὶ ἐφεξῆς ὄντες οὐ λέγονται ἔχεσθαι ἀλλήλων, ὅτι μὴ ἅπτονται) οὔτε τὸ ἅπτεσθαι μόνον αὔταρκες πρὸς τὸ ἔχεσθαι. ὁ γοῦν χιτὼν ἁπτόμενος τοῦ σώματος διὰ τὸ μὴ ἐφεξῆς εἶναι οὐ λέγεται ἐχόμενος αὐτοῦ, οἰκία δὲ οἰκίας ἐφεξῆς οὖσα, ὅταν καὶ ἅπτωνται ἀλλήλων, ἐχόμεναί εἰσι, καὶ οἱ τῶν ἁλύσεων κρίκοι. ὁμογενῆ γὰρ δεῖ εἶναι τὰ ἐχόμενα καὶ μηδὲν ἔχειν μεταξὺ μήτε ὁμογενὲς μήτε ἀνομογενές. διὸ οὐ μόνον ἐφεξῆς ἐστιν, ἀλλὰ καὶ ἁπτόμενα. τὸ μὲν γὰρ ἐχόμενον πᾶν καὶ ἐφεξῆς ἐστι, τὸ δὲ ἐφεξῆς |οὐ πᾶν ἐχόμενον, εἰ μὴ καὶ θέσιν ἔχοι καὶ ἅπτοιτο. διὸ οὔτε ἡ δευτέρα τῆς νουμηνίας ἔχεσθαι λέγεται κυρίως οὔτε τὸ ἐκ λευκοῦ μέλαν γινόμενον ἔχεσθαι τοῦ λευκοῦ, ὅτι μὴ θέσιν ἔχει ταῦτα μηδὲ ὑπομένει ἄμφω, ἀλλὰ τῆς δευτέρας οὔσης ἡ νουμηνία οὐκέτι ἔστι καὶ τοῦ μέλανος γινομένου τὸ λευκὸν οἴχεται. τὰ δὲ μήτε θέσιν ἔχοντα μήτε ὑπομένοντα ἄμφω οὐκ ἄν ἅπτοιτο, τὰ δὲ μὴ ἁπτόμενα οὐκ ἂν ἔχοιτο. εἰ δὲ θείη τις λευκὸν σῶμα καὶ τούτου ἁπτόμενον φαιὸν καὶ ἐκείνου μέλαν, οὐδὲν κωλύει ταῦτα ἔχεσθαι ἀλλήλων· τῶν δὲ ὑγρῶν τὰ μὲν συγχεόμενα οὐκ ἔχεται ἀλλήλων, ἔλαιον δὲ καὶ ὕδωρ λέγοιτο ἄν ἔχεσθαι. p. 227a7 ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις ἕως τοῦ φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις ἔσται τὸ μεταξύ. εἴρηκε μὲν ἤδη, τί ἐστι τὸ μεταξύ, ὅτι τὸ “εἰς εἰς ὃ πέφυκε πρῶτον ἀφικνεῖσθαι” πᾶν “τὸ μεταβάλλον” πρὸ τοῦ εἰς τὸ ἔσχατον ἐλθεῖν, καὶ προσθεὶς ὅτι “ἔσχατον τῆς μεταβολῆς ἐστι τὸ ἐναντίον”, ἐκείνοις οὖν τὰ ἀκόλουθα προστιθεὶς ἀποδείκνυσιν, ὅτι τὸ μεταξὺ ἐν τοῖς ἐναντίοις ἐστί. δείκνυσι δὲ αὐτὸ οὕτως· τὸ μεταξὺ ἐν μεταβολῇ ἐστι· πᾶσα μεταβολὴ ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον· πᾶσα ἡ ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον μεταβολὴ ἢ ἀπὸ ἀντιφάσεως ἢ ἀπὸ ἐναντίου ἐστί· καὶ γὰρ ἡ στέρησις ἐναντίον πὼς, ὡς εἴρηκεν αὐτός. καὶ τῶν πρός τί τινά ἐστιν ἐναντία. εἰ οὖν ἡ κατὰ ἀντίφασιν μεταβολὴ κατὰ γένεσιν καὶ φθοράν ἐστιν, οὐκ ἔστι δὲ γενέσεως καὶ φθορᾶς μεταξύ, διότι τὸ μὲν μεταξὺ ὑφεστώτων ἐστὶ τινῶν μεταξύ, ἐν δὲ τῇ γενέσει καὶ φθορᾷ οὐχ ὑφέστηκεν ἄμφω τὰ ἄκρα, ἀλλ᾿ ἐν μὲν τῇ γενέσει μόνον τὸ εἰς ὅ, ἐν δὲ τῇ φθορᾷ μόνον τὸ ἐξ οὗ (τὰ γὰρ ἄλλα οὐχ ὑποκείμενά ἐστιν, ἀλλὰ ἀποφάσει δηλούμενα), ἀνάγκη ἐν τοῖς ἐναντίοις εἶναι τὸ μεταξύ. οὐκ ἐν πᾶσι δὲ τοῖς ἐναντίοις λέγει (ἔστι γάρ τινα τῶν ἐναντίων ἄμεσα), ἀλλ᾿ ὅτι ἐν τῷ γένει τῶν ἐναντίων. p. 227 a10 Τὸ δὲ συνεχὲς ἔστι μὲν ὅπερ ἐχόμενον ἕως τοῦ καὶ τοῖς ὁποίοις ἕκαστον τούτων ὑπάρχει, εἴρηται. Ὅσπερ ἀπὸ τοῦ ἐφεξῆς καὶ τοῦ ἅπτεσθαι ἐγίνετο τὸ ἐχόμενον, οὕτως ἀπὸ τοῦ ἐχομένου τὸ συνεχές, ὅταν ἡ ἁφὴ τῶν ἐχομένων γένηται ἕνωσις. τοῦτο δὲ γίνεται, ὅταν τῶν ἁπτομένων τὰ πέρατα δύο τέως ὄντα, συμφυέντα ἓν γένηται· τότε γὰρ οὐκέτι μένει ἁπτόμενα. δεῖ δὲ καὶ τὰ ἅπτεσθαι μέλλοντα ἀλλήλων, συνεχῆ εἶναι· μεριστὰ γάρ, διότι τὰ ἀμερῆ οὐχ ἅψεται ἀλλήλων. φανερὸν οὖν ὅτι ἐν τούτοις ἐστὶ τὸ συνεχές, ἐξ ὧν ἕν τι πέφυκε γίνεσθαι κατὰ τὴν συναφήν. πέφυκε δὲ γίνεσθαι ἓν τὰ μὲν συμφύσει ὥσπερ τὰ ἐγκεντριζόμενα φυτά, τὰ δὲ ἁφῇ καὶ συναρμογῇ ὡς ἡ ναῦς. τῶν δὲ τὸ αἴτιον τοῦ ἓν εἶναι πλεῖον μὲν ἢ κατὰ ἁφήν, ἐνδεέστερον δὲ συμφύσεως, ὥσπερ ὕδατος καὶ ἀέρος· καὶ διαλυθέντων γὰρ αὐτῶν οὐχ ἧττον τὰ μόρια ἥνωται καὶ τὴν αὐτὴν τῷ ὅλῳ σῴζει φύσιν. ἄλλα δὲ δεσμῷ τὸ ἓν ἔχει ὡς φάκελος, τὰ δὲ πλοκῇ ὡς ἱμάτιον, τὰ δὲ ἐμπλέξει τῶν μορίων ὡς ἡ ἅλυσις, τὰ δὲ ῥάψει ὡς ὑποδήματα, τὰ δὲ κόλλῃ ὡς χάρτης, τὰ δὲ κράσει ὡς μελίκρατον, τὰ δὲ συνθέσει τοιᾷδε ὡς σωρός, τὰ δὲ συντάξει ὡς τὸ στράτευμα, τὰ δὲ συνδέσμῳ ὥσπερ αἱ οὐχ ἁπλαῖ προτάσεις. τὸ δὲ ἅρμα καὶ ἡ συνωρὶς κατὰ πολλοὺς τρόπους ἓν γίνεται · ὁ μὲν γὰρ δίφρος ὥσπερ καὶ οἱ τροχοὶ συναρμόσει ἓν γίνονται, τὸ δὲ πρὸς ἄλληλα τούτων ἑνοποιὸν αἴτιον σύνθεσις ἄν τις εἴη. τῶν δὲ ἵππων ὡς πρὸς ἀλλήλους τε καὶ τὸν δίφρον σύζευξις. τὸ μέντοι πᾶν σύστημα σύνθεσις. εἰσὶ δὲ καὶ ἄλλοι πλείους τρόποι τῆς τοῦ ἑνὸς συστάσεως. ὁ μέντοι Ἀριστοτέλης τεττάρων ἐμνήσθη ἢ γόμφῳ εἰπὼν ἢ κόλλῃ ἢ ἁφῇ ἢ προσφύσει γίνεσθαι τὸ συνέχον ἕν. λέγει δὲ συνέχον ἓν τὸ ἀναβεβηκός, καὶ ὑπερσυνεχὲς ὂν καὶ αἴτιον τοῦ συνεχοῦς· οὑς· καὶ γὰρ τὸ μὲν συνεχὲς καὶ ἕν, τὸ δὲ ἓν οὐ πᾶν συνεχές· πλοῖον γὰρ καὶ ἱμάτιον καὶ οἰκία ἕν τι, ἀλλ’ οὐχὶ συνεχές. φανερὸν δέ φησι καὶ ὅτι πρὸς νόησιν πρῶτόν ἐστι τὸ ἐφεξῆς τοῦ ἁπτομένου, τὸ δὲ ἁπτόμενον τοῦ συνεχοῦς· τὸ μὲν γὰρ ἁπτόμενον ἀνάγκη |ἐφεξῆς εἶναι, τὸ δὲ ἐφεξῆς οὐ πᾶν ἅπτεσθαι. διὸ καὶ ἐν προτέροις τῷ λόγῳ τὸ ἐφεξῆς ἐστι. πρότεροι δὲ καὶ πρεσβύτεροι οἱ ἀριθμοὶ τῶν μεγεθῶν, καὶ ἐν τούτοις τὸ ἐφεξῆς· τὰ γὰρ δύο τοῦ ἑνὸς ἐφεξῆς. ἁφὴ δὲ οὐκ ἔστι μονάδων. πρότεροι δὲ ἀριθμοὶ καὶ μονάδες σωμάτων καὶ μεγεθῶν οὐχ ὑποστάσει, ἀλλὰ λόγῳ. διὸ κατὰ γένεσιν τελευταῖον τῇ ἐπινοίᾳ τὸ συνεχές· πρῶται γὰρ αἱ μονάδες, ἐν αἷς τὸ ἐφεξῆς, θέσιν δὲ λαβουσῶν τὸ ἅπτεσθαι ἐπιγίνεται, τῆς δὲ ἁφῆς συμφυείσης τὸ συνεχές, καὶ οὐδὲν ἔτι μετὰ τοῦτο. Ὁ μέντοι Εὔδημος τὸ συμφυὲς τοῦ συνεχοῦς μᾶλλον ἡνωμένον θεασάμενος καὶ ἴδιον τῶν φυσικῶν αὐτὸ εἰπών “τοῦτο, φησί, κατὰ τὸν λόγον πρῶτόν ἐστι καὶ ἀρχή· τούτῳ γὰρ ἕπεται τὸ συνεχὲς καὶ ἐχόμενόν τε καὶ ἐφεξῆς· κατὰ δὲ τὴν γένεσιν, φησί, τελευταῖον τὸ συμφυές”. δῆλον δὲ ὅτι τῷ λόγῳ τοῦτο πρῶτον εἶπεν ὡς ἐξ ἐκείνων συνεστώς. ὁ δὲ Ἀριστοτέλης τὸ ἐφεξῆς τοῦ ἅπτεσθαι πρῶτον εἶπε τῷ λόγῳ ὡς ὁλικώτερον καὶ ἁπλούστερον καὶ συναναιροῦν καὶ συνεπιφερόμενον. ὕστατον οὖν κατὰ γένεσιν τὸ συνεχές. διὸ εἰ συνεχῆ εἴη, ἀνάγκη ἅπτεσθαι. οὐχ οὕτω δὲ λέγει ὡς τοῦ συνεχοῦς, καὶ ὅτε συνεχές ἐστιν, ἁπτομένου ὄντος οὐκέτι γὰρ ἔσται συνεχὲς κατ’ ἐκεῖνο τὸ μέρος, καθ’ ὃ ἡ ἁφή), ἀλλ’ ὅτι συνεχοῦς γενομένου, ἐκ πλειόνων ἀνάγκη τὴν ἁφὴν προυποστῆναι. εἰ δὲ ἅπτοιτό τινα, οὐκ ἀνάγκη συνέχειαν ἐπινοεῖσθαι, ὥστε ἐν οἷς οὐκ ἔστιν ἡ ἁφή, οὔτε σύμφυσις οὔτε συνέχειά ἐστιν ἐν τούτοις, εἴπερ τῆς συνεχείας προηγεῖσθαι δεῖ τὴν ἁφήν. οὐ μέντοι ἐν πᾶσιν, ἐν οἷς ἐστιν ἁφή, καὶ σύμφυσιν ἤδη γενέσθαι δυνατόν· καὶ γὰρ ξύλου λίθος ἅπτεται καὶ ἱμάτιον ζῴου, ἀλλ’ οὐ συμφύεται ταῦτα εἰς ἕνωσιν. Εἰ οὖν ἀληθὲς τὸ μὴ εἶναι ταὐτὸν τὸ ἐφεξῆς καὶ τὸ ἅπτεσθαι μηδὲ τοῖς αὐτοῖς ὑπάρχει, συναχθήσεταί τι ὥσπερ πόρισμα ἀπὸ τούτου, ὅτι κἄν εἷεν στιγμὴ καὶ μονὰς χωρισταὶ τῶν πραγμάτων, ὥσπερ ὑποτίθενταί τινες οἱ τὰ ὑποκείμενα τοῖς μαθήμασι μὴ ἐξ ἀφαιρέσεως λέγοντες οὐκ ἄν εἴη ταὐτὸν στιγμὴ καὶ μονάς, ὡς ἔδοξέ τισι, κἂν ἀμερῆ ἄμφω κἄν ἀρχὴ ποσοῦ ἑκάτερον ᾗ, εἴπερ ταῖς μὲν στιγμαῖς ὑπάρχει θέσιν ἐχούσαις τὸ ἅπτεσθαι κατὰ στιγμήν, ταῖς δὲ μονάσι τὸ ἐφεξῆς ὑπάρχει· εἰ οὖν μὴ ἐν τοῖς αὐτοῖς τὸ ἅπτεσθαι καὶ τὸ ἐφεξῆς οὐκ ἂν εἴη ταὐτὸν στιγμὴ καὶ μονάς· ὑπάρχει δὲ ταῖς στιγμαῖς τὸ ἅπτεσθαι οὐ καθ’ αὑτάς (ἀμερεῖς γάρ εἰσι, τὰ δὲ ἁπτόμενα μεριστὰ ἀνάγκη εἶναι), ἀλλ’ ὅτι ἢ τὸ ἅπτεσθαι ἀντὶ τοῦ ἐφαρμόζειν εἶπεν (σημεῖον γὰρ σημείῳ συντιθέμενον σημεῖον ποιεῖ· οὕτω δὲ ἤκουσεν ὁ Ἀλέξανδρος), ἢ μᾶλλον ὅτι κατὰ τὰ σημεῖα ὑπάρχει τὸ ἅπτεσθαι ταῖς γραμμαῖς. Οὐ μόνον δὲ ἐκ τῆς διαφορᾶς τοῦ ἅπτεσθαι καὶ τοῦ ἐφεξῆς ἡ δία· φορὰ τοῦ σημείου καὶ τῆς μονάδος δείκνυται, ἀλλὰ καὶ ἐκ τοῦ μεταξύ, εἴπερ τινῶν μὲν στιγμῶν ἐνδέχεται εἶναί τι μεταξύ, τινῶν δὲ οὔ. τῶν μὲν γὰρ ἐφαρμοζουσῶν ἀλλήλαις στιγμῶν οὐδέν ἐστι μεταξύ, τῶν δὲ μὴ ἐφαρμοζουσῶν ἐνδέχεται εἶναι μεταξὺ γραμμὴν ἢ γραμμάς· οὐδὲ γὰρ τούτων ἀνάγκη μεταξὺ εἶναι γραμμήν, ἀλλ’ ἐνδέχεται, εἴπερ καθ’ αὑτὰς ὑποτεθεῖεν αἱ στιγμαὶ καὶ μὴ ὡς τῶν ἐν σώματι γραμμῶν πέρατα. τῶν δὲ μονάδων οὐθὲν μεταξύ ἐστιν· μονάδος γὰρ καὶ δυάδος ἀνάγκη μηθὲν μεταξὺ εἷναι. τὸ γὰρ οὐκ ἀνάγκη μεταξύ ἀντὶ τοῦ ῾ἀνάγκη μὴ εἶναι μεταξύ’ εἴρηται· οἱ γὰρ ἀριθμοί, ὡς οἱ Πυθαγόρειοι λέγουσι, τῷ κενῷ ἀπ’ ἀλλήλων χωρίζονται οὐδὲν ἔχοντες ἀλλήλων μεταξύ. Ἰστέον δὲ ὅτι διχῶς φερομένης τῆς γραφῆς ἐν τοῖς βιβλίοις ὅπου μὲν πᾶσα γὰρ γραμμὴ μεταξὺ στιγμῶν, ὅπου δὲ πάσης γὰρ γραμμῆς μεταξὺ στιγμή, τὴν προτέραν σαφεστέραν οὖσαν ἴσασιν οἱ ἐξηγηταί· πᾶσα γὰρ γραμμὴ πεπερασμένη μεταξὺ δυεῖν στιγμῶν ἐστι τῶν τὰ πέρατα αὐτῆς ὁριζουσῶν· ἐνδέχεται δὲ καὶ μὴ εἶναι μεταξὺ γραμμήν, ὅταν καθ’ αὑτὰς αἱ στιγμαὶ νοηθῶσιν ὑπὸ τῶν χωριστὰς αὐτὰς ὑποτιθεμένων. ἡ δὲ ἑτέρα, εἴπερ μὴ κατὰ διαφθορὰν εἴη γεγραμμένη, ἀκολουθοίη ἄν τῷ προσυνάγεται εἰρημένῳ. εἰπὼν γὰρ περὶ τῶν στιγμῶν καὶ τῶν μὲν ἐνδέχεται εἶναί τι μεταξύ ἐπήγαγεν· πάσης γὰρ γραμμῆς μεταξὺ στιγμή. εἰ γὰρ πάσης γραμμῆς μεταξὺ στιγμὴν ἐνδέχεται εἶναι τὴν διαιροῦσαν αὐτήν, καὶ πάλιν τῶν παρ’ ἑκάτερα τῆς στιγμῆς γραμμῶν ἑκατέραν ἔστι διελεῖν στιγμῇ, ἀληθὲς ὅτι τῶν στιγμῶν τῆς τε ἄκρας ὁποτερασοῦν καὶ τῆς μέ. σὴς ἐνδέχεται εἶναί τι μεταξὺ τὴν γραμμήν (τῶν γὰρ ὄντων τί ἐστιν ἡ γραμμή) καὶ τῆς μέσης καὶ τῆς λοιπῆς ἄκρας τὴν ἑτέραν γραμμήν. καὶ ἔχοι ἄν τι πλέον ἡ γραφὴ αὕτη ἡ λέγουσα πάσης γὰρ γραμμῆς μεταξὺ στιγμή τὸ μὴ ἐπὶ τῆς πεπερασμένης μόνης γραμμῆς ἀληθεύειν τὸ ἐνδέχεσθαί τι εἶναι μεταξὺ τῶν στιγμῶν, ἀλλὰ καὶ ἐπὶ τῆς ἀπείρου. καὶ γὰρ καὶ ταύτην ἐνδέχεται διελεῖν στιγμῇ καὶ δεῖξαι, ὡς εἴρηται, ὅτι μεταξὺ τῶν στιγμῶν ἐνδέχεται εἶναι γραμμάς. εἰπὼν δὲ περὶ ἑκάστου τῶν προτεθέντων συμπεραίνεται λοιπὸν τὸν λόγον, ὑπομιμνῄσκων κατὰ τάξιν, ὅτι εἴρηται περὶ πάντων καὶ τί ἐστιν ἕκαστον καὶ τοῖς ποίοις τῶν ὄντων ὑπάρχει· εἴρηται γὰρ ὅτι τὰ μὲν ἄλλα πάντα τοῖς ἔχουσι θέσιν ὑπάρχει, τὸ δὲ ἐφεξῆς καὶ τοῖς οὐκ ἔχουσι θέσιν, εἴπερ καὶ ἐν ἀριθμοῖς τοῦτο θεωρεῖται. p. 227b3 Μία δὲ κίνησις λέγεται πολλαχῶς ἕως τοῦ |γένος δὲ τῶν ἐπιστημῶν. Ἀκόλουθον μὲν ἦν μετὰ τὰ περὶ κινήσεως ἤδη ῥηθέντα, ἐν οἷς διέκρινε τὴν κίνησιν τῆς γενέσεως καὶ τῆς φθορᾶς, καὶ τὰς κατηγορίας ἐν αἷς ἡ κίνησις ὑπάρχει παραδέδωκε, ταῦτα τὰ νῦν ῥηθησόμενα περὶ κινήσεως ἐπαγαγεῖν, τίς ἡ μία κίνησις, καὶ ὅτι τριχῶς λεγομένου τοῦ ἑνὸς ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, ὡς καὶ ἐν ἄλλοις διώρισται, καὶ ἡ μία κίνησις τριχῶς ῥηθήσεται. καὶ τὶς μὲν ἡ τῷ γένει μία, τὶς δὲ ἡ τῷ εἴδει, τὶς δὲ ἡ τῷ ἀριθμῷ, ἥτις καὶ κυρίως μία δειχθήσεται. ἐπειδὴ δὲ ἡ μία συνεχής ἐστι καὶ ἡ συνεχὴς μία, ἔδει προγινώσκειν τί τὸ σύνεχές ἐστιν, ἵνα καὶ ἐπὶ κινήσεως αὐτὸ γνωρίζειν δυνώμεθα. ἐπειδὴ δὲ τὸ μὲν συνεχὲς ἐχόμενόν τί ἐστι, τὸ δὲ ἐχόμενον ἐφεξῆς τι καὶ ἁπτόμενον, ταῦτα δὲ ἅμα εἶναι χρή, συνθεωρεῖται δὲ τούτοις καὶ τὸ μεταξύ, εἰκότως ἡ ἐκείνων διδασκαλία πρὸ τῶν νῦν ῥηθησομένων παραδέδοται. αὐτὸ μέντοι τοῦτο τὸ πρόβλημα τὸ δεικνύον, τίς ἡ μία κίνησις, ἔστι μὲν καθ’ αὑτὸ τῆς φυσικῆς θεωρίας οἰκειότατον (ὡς δηλώσει τὰ περὶ αὐτοῦ λεγόμενα, καὶ πρὸς τὸ τέλος δὲ τῆς ὅλης φυσικῆς πραγματείας συντελέσει τὸ σκοπιμώτατον· ἀπ’ αὐτοῦ γὰρ δειχθήσεται τίς ἡ μία καὶ συνεχὴς ἐν τῷ κόσμῳ κίνησις, ὅτι ἡ κυκλοφορία, καὶ τί τὸ προσεχῶς ταύτην κινοῦν, ὅτι τὸ ἀκίνητον καὶ ἀμερὲς καὶ ἀίδιον αἴτιον), τὸ δὲ νῦν ἔχον τὴν μίαν κίνησιν τριχῶς λέγεσθαί φησιν, ὥσπερ καὶ τὸ ἕν, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ. Γένει μὲν οὖν μία κίνησις ἡ ἐν τῇ αὐτῇ κατηγορίᾳ· οἷον πᾶσα φορὰ πρὸς πᾶσαν φορὰν μία τῷ γένει ἐστίν· ἐν γὰρ τῆ ποῦ κατηγορίᾳ ἑνὶ γένει ὄντι πᾶσαι. καὶ ἀλλοίωσις πρὸς ἀλλοίωσιν· ἐν γὰρ ποιότητι. ὁμοίως δὲ καὶ αὔξησις πρὸς αὔξησιν καὶ μείωσις πρὸς μείωσιν· ἐν ποσότητι γὰρ πάντα. εἰ οὖν ἕτεραι τῷ γένει κινήσεις, οὐχ ὡς γένος τι κοινὸν ἡ κίνησις κατηγορεῖται τῶν πολλῶν κινήσεων, ὥστε οὐδὲ ὁ ὁρισμὸς αὐτῆς ὡς ἑνὸς γένους καὶ μιᾶς φύσεως ἐγένετο. εἴδει δὲ μίαι πλείονές εἰσι κινήσεις, ὅταν ἐν τῷ αὐτῷ γένει οὖσαι καὶ ἐν τῇ αὐτῇ κατηγορίᾳ καὶ ἐν εἴδει τῶ αὐτῷ εἰσιν ὑπὸ τὸ αὐτὸ γένος ὄντι ἀτόμῳ καὶ μὴ διαιρουμένῳ εἰς εἴδη. οἷον πᾶσαι αἱ λευκάνσεις καὶ τῷ γένει μία εἰσί (χρώματα γὰρ καὶ καὶ τῷ εἴδει μία, λεύκανσις δὲ καὶ μέλανσις τῷ μὲν γένει αἱ αὐταί, τῷ δὲ εἴδει διάφοροι. εἰπὼν δὲ ὅτι χρώματος μέν εἰσι διαφοραὶ κατὰ κίνησιν λεύκανσις καὶ μέλανσις, καὶ διὰ τοῦτο λεύκανσις μὲν καὶ μέλανσις διάφοροι κατ’ εἶδός εἰσι, λεύκανσις δὲ λευκάνσει ἡ αὐτὴ τῷ εἴδει καὶ μέλανσις μελάνσει, ἐπήγαγεν· λευκότητος δὲ οὐκ ἔσται· διό πὼς εἴδει μία λεύκανσις λευκάνσει. καὶ εἴη ἄν λέγων ὅτι χρώματος μέν εἰσι κατ’ εἶδος διαφοραί, ὅτι μὴ ἔστιν ἄτομον εἶδος τὸ χρῶμα εἰς ειοη καὶ αὐτὸ οιαιρουμενον τὸ λευκὸν καὶ τὸ μέλαν, λευκότητος δὲ οὐκ εἰσὶ κατ’ εἶδος διαφοραί, διότι ἄτομον εἶδος ἡ λευκότης ὡς ὁ ἄνθρωπος. καὶ διὰ τοῦτο, φησίν, ἡ αὐτή πὼς τῷ εἴδει λεύκανσις λευκάνσει. τὸ δὲ πῶς ἐνίοτε πρόσκειται διὰ τὴν ἐπαχθησομένην ἀπορίαν πρὸς τὴν μίαν τῷ εἴδει κίνησιν. ἰστέον δὲ ὅτι ἔν τισι τῶν βιβλίων τοῦτο τὸ ῥητὸν οὐ φέρεται λευκότητος δὲ οὐκ ἔστι· διό πὼς εἴδει μία λεύκανσις λευκάνσει. καὶ οἱ ἐξηγηταὶ δὲ φαίνονται παρατρέχοντες αὐτό. Εἰπὼν δὲ μίαν εἶναι τῷ εἴδει κίνησιν τὴν ἐν ἀτόμῳ μίαν οὖσαν, ἐπειδὴ ἔστι τινὰ εἴδη, ἃ οὐδὲν κωλύεται καὶ γένη ἄλλων εἰδῶν εἶναι διὰ τὸ μὴ εἶναι ἄτομα εἴδη, ὥσπερ τὸ ὄρνεον εἶδος ὂν τοῦ ζῴου καὶ γένος ἐστὶν εἰδῶν τινων, οἷον ἀετοῦ καὶ ἱέρακος, λέγει ὅτι αἱ κατὰ <τὰ> τοιαῦτα αἱ αὐταὶ κινήσεις ἀπλῶς μὲν οὐκ εἰσὶν αἱ αὐταὶ τῷ εἴδει, διότι διαιροῦνται εἰς διάφορα εἴδη, ὡς τὸ λευκὸν καὶ μέλαν· πῶς δέ εἰσιν, ὅτι ἐν τῶ αὐτῶ εἴδει εἰσί, κἄν μὴ ᾖ ἄτομον τὸ εἶδος. παράδειγμα δὲ τῶν ὑπαλλήλων εἰδῶν τὴν ἐπιστήμην παρέθετο, εἶδος μὲν οὖσαν ὑπολήψεως, ταὐτὸν δὲ εἰπεῖν γνώσεως, γένος δὲ τῶν ἄλλων ἐπιστημῶν, γεωμετρίας, ἀριθμητικῆς, μουσικῆς, ἰατρικῆς καὶ τῶν λοιπῶν. εἰ οὖν ἡ μάθησις ἀνάληψίς ἐστιν ἐπιστήμης καὶ κίνησις κατὰ ἐπιστήμην, ὡς ἡ ἐπιστήμη πῶς μὲν ἓν εἶδός ἐστιν, ὅτι ἀπὸ γένους διῃρέθη τῆς γνώσεως, ἁπλῶς δὲ οὐχ ἕν, ὅτι οὐκ ἔστιν ἄτομον εἶδος, οὕτως ἕξει καὶ ἡ μάθησις κίνησις οὖσα καὶ ἐπιστήμης ἀνάληψις. p. 227b14 Ἀπορήσειε δὲ ἄν τις, εἰ εἴδει μία ἡ κίνησις ἕως τοῦ γένει μὲν οὖν καὶ εἴδει μία κίνησις οὕτως. Εἰπὼν μίαν κατ’ εἶδος εἶναι κίνησιν τὴν κατὰ τὸ αὐτὸ εἶδος ἐπιτελουμένην, ἀπορεῖ εἰ δεῖ λέγειν μίαν κίνησιν κατ’ εἶδος τὴν τοῦ αὐτοῦ κινουμένου ἐκ τοὐ αὐτοῦ εἰς τὸ αὐτὸ πάλιν καὶ πάλιν, κινούμενον μὲν τὴν στιγμὴν λαβών, ἓν δὲ εἶδος κινήσεως τὸ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό. καὶ λέγει ὅτι, εἴ τις ταύτην μίαν τῷ εἴδει λέγοι κίνησιν, ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ἡ αὐτὴ κατ’ εἶδος. δύναται γὰρ τὸ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ποτὲ μὲν ἐπ’ εὐθείας κινεῖσθαι, ποτὲ δὲ κύκλω. καὶ ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ἡ αὐτὴ τῷ εἴδει, ὁμοίως δὲ καὶ ἡ κύλισις τῇ βαδίσει. καὶ λύει τὴν ἀπορίαν, διωρίσθαι λέγων ‘‘μίαν τῷ εἴδει γίνεσθαι κίνησιν, ὅταν ἄτομον εἶδος ᾖ, καθ’ ὃ γίνεται” ἢ ὡς |αὐτὸς εἶπεν, ἐν ᾧ γίνεται· ἐὰν δὲ ἕτερον καὶ ἕτερον ᾖ τοῦτο, ὅτι ἑτέρα καὶ ἑτέρα ἡ κίνησίς ἐστι. τὸ δὲ περιφερὲς τοῦ εὐθέος ἕτερον τῷ εἴδει, εἴτε τὸ ἐν ᾧ ἡ κίνησις ληφθείη ὡς εὐθεῖα γραμμὴ καὶ περιφερής, εἴτε ὁ τρόπος καθ’ ὃν ἡ κίνησις ὡς ἡ κύλισις καὶ ἡ βάδισις. καὶ τοῦτο ἄν μᾶλλον σημαίνοι τὸ ἐν ᾧ ἡ κίνησις. ἡ γὰρ κύλισις καὶ ἡ βάδισις δύνανται ἐπ’ εὐθείας ἀμφότεραι γίνεσθαι, καὶ οὐδὲν διοίσουσι κατὰ τὸ ὑποκείμενον. καὶ ὁ Ἀριστοτέλης δὲ τοὺς τρόπους τῆς κινήσεως παραφέρειν ἔοικε κυκλοφορίαν λέγων καὶ εὐθυφορίαν καὶ περιφερὲς καὶ εὐθὺ κινήσεως εἶδος, ἀλλ’ οὐχὶ γραμμὰς ὑποτίθεσθαι. ἡ δὲ ἀπορία αὕτη καὶ λύσις ἔοικεν ἐπῆχθαι πρὸς διορισμὸν ἀκριβέστερον τῆς μιᾶς τῷ εἴδει κινήσεως, δι’ οὗ τὸ μὲν οὕτως ἓν εἶδος ὡς ὑπάλληλον καὶ δυνάμενον εἰς εἴδη καὶ αὐτὸ διαιρεῖσθαι, δείκνυσι μὴ ποιοῦν μίαν κατ’ εἶδος κίνησιν· τὸ γὰρ εἶδος τοῦτο, καθ’ ὃ τὸ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ πάλιν καὶ πάλιν κινεῖται, εἴ τις λέγοι κυρίως ἓν εἶδος, ὁμοίως καὶ τὴν κυκλοφορίαν καὶ εὐθυφορίαν κυρίως ἓν εἶδος ἐρεῖ. ἐπειδὴ δὲ οὐκ ἔστιν ἄτομον τὸ εἶδος τοῦτο τῆς κινήσεως, ἀλλὰ διαιρεῖται εἰς ταῦτα, πῶς μὲν τὰ αὐτὰ τῷ εἴδει ἐστὶ ταῦτα, ἁπλῶς δὲ οὐκ ἔστι τὰ αὐτά. p. 227b21 ῾Απλῶς δὲ μία κίνησις ἡ τῇ οὐσίᾳ μία καὶ τῷ ἀριθμῷ ἕως τοῦ εἰ δὲ μή, ἡ αὐτὴ μέν, μία δὲ οὐχί. Εἰπὼν τίς ἡ τῷ γένει μία κίνησις καὶ τίς ἡ τῷ εἴδει ἥ τε κυρίως καὶ ἡ πῶς μὲν πῶς δὲ οὔ, λέγει λοιπόν, τίς ἡ τῷ ἀριθμῷ μία κίνησις, ἣν καὶ ἀπλῶς καὶ κυρίως καὶ τῆ οὐσίᾳ μίαν λέγει. κυρίως γὰρ ἓν τὸ τῷ ἀριθμῷ ὅν, ὅτι τὸ τῷ γένει καὶ τῷ εἴδει ἓν πολλὰ μᾶλλόν ἐστιν ἢ ἕν. μίαν δὲ τῷ ἀριθμῷ φησιν τὴν ἓν τῷ ἀριθμῷ τῶν τριῶν ἕκαστον ἔχουσαν, περὶ ἃ ἡ κίνησίς ἐστιν ὡς δυνατὸν ἐν ἑκάστῳ τὸ ἓν τῷ ἀριθμῷ ὑπάρχειν. τρία δέ ἐστι περὶ ἃ ἡ κίνησις τό τε κινούμενον αὐτὸ οἷον ὁ Σωκράτης, καὶ τὸ ἐν ᾧ ἤτοι καθ’ ὃ εἶδος κινεῖται τὸ κινούμενον οἷον ἡ βάδισις, καὶ τὸ ὅτε ὁ χρόνος, ἐν ᾧ κινεῖται τὸ κινούμενον· πᾶν γὰρ τὸ κινούμενον ἐν χρόνῳ κινεῖται. τούτων δὲ τῶν τριῶν τὸ μὲν ἐν ᾧ ἡ κίνησις καθ’ αὑτὸ τὴν τῷ γένει ἢ εἴδει μίαν κίνησιν ἐπιδείκνυσιν. ἡ μὲν γὰρ κυκλοφορία τῆ εὐθοφορίᾳ ἡ αὐτὴ τῷ γένει, ὅτι καὶ ἡ εὐθεῖα τῇ πεφιφερείᾳ τῷ γένει ἡ αὐτή· γραμμαὶ γὰρ ἄμφω· πᾶσα δὲ εὐθυφορία τῷ ἔδει ἡ αὐτή, ὁμοίως δὲ καὶ πᾶσα κυκλοφορία, ἐπειδὴ καὶ πᾶσα εὐθεῖα πάσῃ εὐθείᾳ ἡ αὐτὴ τῷ εἴδει καὶ πᾶς κύκλος παντὶ κύκλῳ. ὁ δὲ συνεχὴς χρόνος καθ’ αὑτὸν ἐχομένας ποιεῖ τὰς κινήσεις τὰς διαφόρους, κἄν τε τὸ αὐτὸ ᾖ τὸ κινούμενον κἄν τε διάφορον μὴ διαλείποντος τοῦ χρόνου. ὅταν μέντοι καὶ τὸ κινούμενον ἓν κατ’ ἀριθμὸν ᾖ τὸ αὐτὸ οἷον ὁ Σωκράτης καὶ τὸ εἶδος τῆς κινήσεως ἓν οἷον ἡ βάδισις καὶ ὁ χρόνος εἷς καὶ συνεχὴς ὡς ἡ ἡμέρα, μία τότε γίνεται κατ’ ἀριθμὸν ἡ κίνησις. καὶ πῶς μὲν εἷς ὁ χρόνος λαμβάνεται, κἄν διαστατὸς ᾖ, ἐσήμηνε διὰ τοῦ μὴ διαλείπειν εἷς γὰρ χρόνος ὁ συνεχὴς καὶ μὴ διαλείπων λέγεται), πῶς δὲ ἓν κατ’ ἀριθμὸν τὸ κινούμενον, ἐδήλωσεν ὅτι τὸ μὴ ὡς κατὰ συμβεβηκὸς λαμβανόμενον. ὁ γὰρ Κορίσκος ὅταν ἅμα μελαίνηται καὶ βαδίζῃ, εἷς κατ’ ἀριθμὸν ὤν, ὡς δοκεῖ κινεῖται δύο κινήσεις ἅμα. ἀλλὰ κατὰ συμβεβηκὸς τὸ ἓν ἐν τῷ λευκῷ Κορίσκῳ, ὅτι τὸ λευκὸν τῷ Κορίσκῳ συμβέβηκε. διὸ καὶ αἱ κινήσεις δύο, κἄν ἐν συνεχεῖ γίνωνται χρόνῳ, ὅτι καὶ τὸ κινούμενον οὐ καθ’ αὑτὸ ἕν, ἀλλὰ κατὰ συμβεβηκὸς ἐλήφθη· οὐ γὰρ κατὰ τὸ αὐτὸ ἀμφοτέρας κινεῖται τὰς κινήσεις ὁ Κορίσκος, ἀλλ’ ἑκατέραν αὐτῶν κατ’ ἄλλο καὶ ἄλλο ὡς δύο ὄντων τῶν κινουμένων· καθὸ μὲν γὰρ λευκὸς ὁ Κορίσκος μελαίνεται, καθὸ δὲ βαδιστικὸς βαδίζει, τοῦτο μὲν καθ’ αὑτὸ ἔχων, τὸ δὲ λευκὸν κατὰ συμβεβηκός. τὸ δέ, καθ’ ὃ ἡ κίνησις ἐν τοῖς τοιούτοις, οὐ μόνον ἀριθμῷ οὐκ ἔστιν ἕν, ἀλλ’ οὐδὲ εἴδει οὐδὲ γένει, εἴπερ τὸ μὲν μελαίνεσθαι ἀλλοιοῦσθαί ἐστιν, τὸ δὲ βαδίζειν φέρεσθαι. Εἰπὼν δὲ ὅτι ἓν εἶναι δεῖ τὸ κινούμενον μὴ κατὰ συμβεβηκὸς ἕν, ἐπάγει ὅτι καὶ καθ’ ὃ ἡ κίνησις ἓν εἶναι δεῖ οὕτως ὡς ἄτομον καὶ ἓν τῷ ἀριθμῷ, ἀλλὰ μὴ ὡς κοινὸν καὶ τῷ εἴδει ἕν, ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ, οἵα ἐστὶν ἡ τῶν ὀφθαλμῶν εἰ τύχοι νοσούντων ὑγίανσις. εἴη γὰρ ἂν δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν τὴν τῆς ὀφθαλμίας. ἀλλ’ ἡ τοιαύτη μία καὶ ἡ αὐτὴ τῷ εἴδει καὶ οὐ τῷ ἀριθμῷ, ὅταν ὡς κοινὴ λαμβάνηται. εἰπὼν δὲ ὅτι ἐπὶ τῆς κυρίως μιᾶς κινήσεως καὶ τὸ κινούμενον ἓν εἶναι χρὴ καθ’ αὑτὸ ἀλλὰ μὴ κατὰ συμβεβηκός, καὶ τὸ καθ’ ὃ ἡ κίνησις ἓν ὡς ἄτομον, ἀλλὰ μὴ ὡς κοινὸν ἐπάγει ὅτι καὶ τὸν χρόνον ἐν τῇ συνεχείᾳ ἕνα εἶναι χρή, οἷον εἰ ὁ Σωκράτης μανθάνοι γραμματικὴν ἐν συνεχεῖ χρόνῳ· μία γὰρ αὕτη κίνησίς ἐστιν, ὅτι τὸ |ἓν ὁ χρόνος κατὰ τὴν συνέχειαν ἔχει, καὶ οὐ κατὰ τὸ ἀριθμῷ κυρίως ἓν ὡς τὸ ὑποκείμενον. ὁ δὲ Εὔδημός φησιν, ὅτι ὡς ὁ χρόνος ἔχει τὸ ἓν, οὕτως καὶ ἡ ἀλλοίωσις καὶ ἡ φορά. “οὐδὲ γὰρ ἡ ἀλλοίωσις, φησίν, ὑπομένει οὐδὲ ἡ φορά, ἀλλ᾿ ὥσπερ ὁ χρόνος ὑπορρεῖ καὶ ἄλλη γίνεται ἀεί· διὸ τῷ εἴδει ἓν τοῦτο ῥητέον καὶ οὐ τῷ ἀριθμῷ.” εἰ μέντοι, φησὶν ὁ Ἀριστοτέλης, ἀπὸ τῆς *πάλιν ἐν ἄλλῳ χρόνῳ τὴν αὐτὴν ἣν ἀπέβαλεν ἀναλαμβάνοι, οὐ λεκτέον ἔτι ταύτην μίαν τῷ ἀριθμῷ, ἀλλὰ μᾶλλον τῷ εἴδει τὴν αὐτήν. καὶ τὴν ἀνάγκην ἐνεδείξατο τοῦ λόγου διὰ τῆς ἀδυνάτου ὑποθέσεως. τότε γὰρ ἂν ἦν μία τῷ ἀριθμῷ κίνησις, ἡ τῆς προτέρας μώσεως καὶ τῆς μετὰ τὴν λήθην ἀναλήψεως τῆς ἐπιστήμης, εἰ ἐνεδέχετο τὸ φθαρὲν τὸ αὐτὸ τῷ ἀριθμῷ πάλιν γίνεσθαι. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ τὴν ἐν ἄλλῳ καὶ ἅλῳ χρόνῳ γινομένην κίνησιν μίαν εἶναι κατ’ ἀριθμόν. τοῦτο δὲ τὸ ζήτημα τῇ τῶν Στωικῶν ἐστι μᾶλλον ἁρμόττον παλιγγενεσίᾳ· λέγοντες τες γὰρ ἐκεῖνοι τὸν αὐτὸν ἐμὲ πάλιν γίνεσθαι ἐν τῇ παλιγγενεσίᾳ ζητοῦσιν εἰκότως, πότερον εἷς εἰμι τῷ ἀριθμῷ ὁ νῦν καὶ τότε διὰ τὸ τῇ οὐσίᾳ εἶναι ὁ αὐτός, ἢ τῇ κατατάξει τῇ εἰς ἄλλην καὶ ἄλλην κοσμοποιίαν διαφοροῦμαι. ἁπλῶς δὲ μία κίνησις, ἐν ᾗ τὸ κινούμενον ἀριθμῷ ἓν καθ᾿ αὑτό ἐστι, καὶ τὸ καθ᾿ ὃ κινεῖται ἓν εἶναι εἴδει κατηγορίας, ἄτομον ὑπάρχον καὶ μὴ κοινόν, καὶ ὁ χρόνος συνεχὴς καὶ μὴ διαλείπων· εἰ δὲ μὴ πάντα ταῦτα συνδράμοι, ἡ αὐτὴ μὲν τῷ εἴδει δύναται εἶναι κίνησις, μία δὲ κυρίως οὐκέτι κατ᾿ ἀριθμόν. p. 228a6 Ἔχει δὲ ἀπορίαν ταύτῃ παραπλήσιον ἕως τοῦ αὗται μὲν οὖν εἰσιν αἱ ἀπορίαι ἔξω τῆς νὺν σκέψεως. Εἰπὼν ὅτι τοῦ χρόνου διαλείποντος οὐκ ἄν εἴη μία τῷ ἀριθμῷ ἡ κίνησις, εἰ μὴ τὸ φθαρὲν καὶ γινόμενον ἓν εἴδει εἴη ἢ τῷ ἀριθμῷ, καὶ τοῦτο ὡς ἀδύνατον ἐνδειξάμενος διὰ τοῦ “εἰ μὲν ἐνδέχεται τὸ φθαρὲν πάλιν ἓν γίνεσθαι τῷ ἀριθμῷ”, βουλόμενός τινα ἀπορίαν ἐκθέσθαι τὴν δοκοῦσαν δεικνύναι, ὅτι οὐδὲν κωλύει τὴν φθειρομένην κίνησιν καὶ τὴν γινομένην μίαν τῷ ἀριθμῷ γίνεσθαι, μετάγει τὴν ἀπορίαν ἀπὸ τῶν κινήσεων ἐπὶ τὰς ἕξεις, ὡς ἐκείναις πιθανώτερον ἐπιχειρουμένην. χρῆται δὲ τῷ ῾Ηρακλείτου λόγῳ τῷ λέγοντι πάντα ῥεῖν καὶ μηδέποτε τὸ αὐτὸ εἶναι, καὶ λέγει ὅτι εἰ μία κατ’ ἀριθμὸν ἡ ὑγεία ἐστὶν ἡ ἕωθεν ἄχρι ἑσπέρας συνεχοῦς ὄντος τοῦ χρόνου, καίτοι καὶ τῶν σωμάτων καὶ τῶν ἕξεων καὶ τῶν παθῶν πάντων ῥεόντων, ὥς φησιν ῾Ηράκλειτος, διὰ τί οὐχὶ καὶ ὅταν διαλιπὼν τουτέστι νοσήσας ὑγιασθῇ, τὴν αὐτὴν τῷ ἀριθμῷ ῥηθήσεται εἰληφέναι; καὶ γὰρ Σωκράτης ἐξ ἀποδημίας ἐπανελθὼν εἷς καὶ ὁ αὐτός ἐστι κατ’ ἀριθμὸν τῷ πρὶν ἀποδημῆσαι, καὶ ἡ ὑγεία καὶ ἡ ἐπιστήμη ἡ αὐτὴ τοῦ αὐτοῦ δοκεῖ, ὥσπερ τὰ διαλυτὰ καὶ συνακτὰ κλινίδια τὰ αὐτά ἐστι, κἄν πολλάκις διαλυθέντα συντεθῇ. ἢ τὰ μὲν κλινίδια τὰ αὐτά, αἱ δὲ συνθέσεις καὶ διαλύσεις οὐχ αἱ αὐταὶ τῷ ἀριθμῷ. εἰ δ’ οὖν ἕξις μία, κἄν διαλίπῃ ὁ χρόνος, διὰ τί μὴ καὶ ἡ κίνησις ἤτοι ἡ ἐνέργεια μία ἡ ἐκ τῆς ἕξεως; ὅπερ δὲ ἐπὶ τῆς ἕξεως, τοῦτο καὶ ἐπὶ τῶν παθῶν δυνατὸν λέγειν, ὅτι ἐὰν εἷς ὁ πυρετὸς ἢ μία ἡ ὀφθαλμία ἡ ἐν τῷ χρόνῳ τῷ ἕωθεν ἕως ἑσπέρας, διὰ τί μὴ καὶ διαλείποντος τοῦ χρόνου μία· εἰ δὲ ἓν κατ’ ἀριθμὸν ταῦτα, διὰ τί μὴ καὶ αἱ κινήσεις καὶ ἐνέργειαι. ταῦτα εἰπὼν ἐφιστάνει τῇ ἀπὸ τῶν ἐνεργειῶν ἐπὶ τὰς ἕξεις μεταβάσει, ὅτι διαφορά τίς ἐστι τῶν ἐνεργειῶν πρὸς τὰς ἕξεις καὶ τὰ πάθη. εἰ μὲν γὰρ ἡ ἐνέργεια μία, ἀνάγκη καὶ τὴν ἕξιν μίαν εἶναι καὶ ἔτι πρότερον τὸ ὑποκείμενον· μία γὰρ ἀριθμῷ ἐνέργεια μιᾶς τῷ ἀριθμῷ ἕξεως, καὶ μιᾶς τῷ ἀριθμῷ ἕξεως ἓν τὸ ὑποκείμενον. οὐκέτι δὲ τὸ ἀνάπαλιν ἀληθές· οὐ γὰρ ἑνὸς ὄντος τοῦ ὑποκειμένου μίαν ἀνάγκη τὴν ἕξιν εἶναι, οὔτε μιᾶς τῆς ἕξεως οὔσης, ἀνάγκη μίαν τὴν ἐνέργειαν εἶναι. τό τε γὰρ ἓν ὑποκείμενον δύναται πολλὰς ἕξεις ἔχειν, καὶ μιᾶς οὔσης ἕξεως δυνατὸν πολλὰς ἐνεργείας ἀποδίδοσθαι διαλειμμάτων τοῦ χρόνου μεταξὺ γινομένων καὶ οὕτως πληθυομένων τῶν ἐνεργειῶν. ὅσα δὲ περὶ τῶν ἕξεων, ταῦτα καὶ περὶ τῶν παθῶν ἁρμόττει λέγειν· διάθεσις γὰρ ἑκάτερον ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν πάθος εὐαπόβλητός ἐστι διάθεσις, ἡ δὲ ἕξις μόνιμος. πῶς δέ, εἰ ἡ αὐτὴ ἕξις ἢ τὸ αὐτὸ πάθος, οὐχὶ καὶ ἡ κίνησις ἤτοι ἡ ἐνέργεια ἡ ἀπὸ τῆς ἕξεως τῆς αὐτῆς μία καὶ ἡ αὐτή, κἂν ἐκ διαλειμμάτων γίνηται. ἐνδέχοιτο γὰρ ἄν τὸ αὐτὸ φθείρεσθαι καὶ εἶναι πολλάκις, ὅπερ πρότερον ἀπεγνώσθη. Αὗται οὖν, φησίν, αἱ ἀπορίαι ἔξω τῆς νῦν εἰσι σκέψεως καὶ ὅλως τῆς περὶ κινήσεως πραγματείας. τὸ γὰρ περὶ ἕξεων καὶ παθῶν ζητεῖν, πῶς ταῦτα ἓν καὶ οὐχ ἕν, καὶ εἰ ὁμοίως τὸ ἓν ἔχει ἥ τε διαλείπουσα ἕξις καὶ πάλιν καὶ πάλιν ἐγγινομένη, καὶ ἡ μένουσα μὲν τῷ δὲ ῥεῖν τὸ ὑποκείμενον ἀλλάσσεσθαι δοκοῦσα ὡς ἐν ἄλλω καὶ ἄλλω ὑποκειμένω ἄλλη κατ’ ἀριθμὸν οὖσα, ταῦτα τὰ ζητήματα ἐφαπτό|μενα τοῦ τε πρώτου ὑποκειμένου καὶ τοῦ δευτέρου καὶ τί τὸ μένον ζητοῦντα ῥεούσης τῆς ὕλης, ἄλλης ἂν εἴη πραγματείας. ἐφάπτεται γὰρ καὶ τῶν τοῦ αὐξομένου δυσλύτων ἀπορημάτων, τί τὸ μένον ἐν τῷ δι’ ὅλου μεταβάλλοντι καὶ αὐξομένῳ· οὐ γὰρ δὴ ἀσκῷ παραπλησίως φυσᾶται τὸ αὐξόμενον καὶ μένον μὲν ὡς ὁ ἀσκός, εὐρυνόμενον δὲ καὶ ὀγκούμενον, ἀλλ’ ἔστι τρόπος δυσκατανόητος, ὃν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς πραγματείᾳ παραδέδωκε. διὸ πάντα ταῦτα ὡς ἀλλότρια τῆς περὶ κινήσεως πραγματείας ἀποσκευάζεται. ταῦτα μὲν οὖν περὶ τῆς ὅλης τῶν εἰρημένων ἐννοίας· κτὰ δὲ τὴν λέξιν τὸ εἰ μὲν δύο, δι’ αὐτὸ τοῦτο βραχέως ἀπαγγελθὲν ἀσάφειαν ἐποίησεν. λέγει δὲ ὅτι ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἕξεων καὶ τῶν κινήσεων ἁρμόζει, πλὴν τοσοῦτον διαφέρει ὁ τῶν ἕξεων λόγος πρὸς τὸν τῶν κινήσεων, ὅτι εἰ μὲν δύο αἱ ἕξεις αἱ ἐκ διαλείμματος ἐγγινόμεναι, δι’ αὐτὸ τοῦτο δύο καὶ αἱ ἀπὸ τῶν ἕξεων ἐνέργειαι καὶ κινήσεις, ὅπερ ἐλλείπει τῷ λόγῳ. δείκνυσι δὲ τοῦτο ἐκ τοῦ ἀντιστρόφου αὐτῷ. ὡς γὰρ τῷ ἀριθμῷ ὅταν ᾖ μία ἐνέργεια ἡ πάλιν καὶ πάλιν, καὶ τὰς ἕξεις τὰς πάλιν καὶ πάλιν μίαν εἶναι ἀνάγκη, οὕτως ἐὰν δύο ὦσιν αἱ ἕξεις, καὶ τὰς ἐνεργείας δύο εἶναι ἀνάγκη· εἰ γὰρ μία, καὶ ἡ ἕξις μία καὶ τὸ ὑποκείμενον ἔτι μᾶλλον ἕν. καὶ τὴν ἀνάγκην ἐπήγαγεν· μία γὰρ τῷ ἀριθμῷ ἐνέργει ἑνὸς τῷ ἀριθμῷ τοῦ ἐνεργοῦντος, εἴτε ἕξις εἴη εἴτε δύναμις εἴτε τὸ ὑποκείμενον. εἰπὼν δὲ ὅτι δυεῖν οὐσῶν τῶν ἕξεων δι’ αὐτὸ τοῦτο καὶ αἱ ἐνέργειαι δύο, καὶ πρὸς τὴν τούτου ἀπόδειξιν τὸ ἀντίστροφον παραθεὶς καὶ καθ’ ἑαυτὸ χρήσιμον τοῖς προκειμένοις ὑπάρχον τὸ λέγον, ὅτι ἡ τῷ ἀριθμῷ μία ἐνέργεια ἀπὸ μιᾶς τῷ ἀριθμῷ ἕξεως ἐστι, καὶ κατὰ ταῦτα δείξας τὴν ὁμοιότητα τῶν πρὸς ἄλληλα λόγων τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας, προστίθησι καὶ τὴν διαφοράν, δι᾿ ἣν καὶ τὴν ὁμοιότητα παρέθετο. εἰ γὰρ ἡ ἕξις μία, φησίν, οὐκ ἄν τῳ δόξειε μία καὶ ἡ ἐνέργεια εἶναι, ὡς μιᾶς τῆς ἐνεργείας οὔσης μίαν ἦν ἀνάγκη τὴν ἕξιν εἶναι. ἀπὸ γὰρ τῆς αὐτῆς ἕξεως καὶ μία δύναται εἶναι ἐνέργεια καὶ πλείους. διὸ εἶπεν οὐκ ἄν τῳ δόξειέ πω μία, ὅτι καὶ πλείους. ὅταν γὰρ παύσηται βαδίζων, οὐκέτι ἔσται ἡ βάδισις, πάλιν δὲ βαδίζοντος ἔσται μιᾶς οὔσης τῆς βαδιστικῆς ἕξεως. καὶ ἄλλην δὲ γραφὴν τοῦδε τοῦ ῥητοῦ φέρεσθαί φησιν Ἀλέξανδρος τοιαύτην· ὅτι εἰ μὲν δύο οὕτως τῷ ἀριθμῷ, καὶ τὰς ἕξεις ἀνάγκη· μία γὰρ ἀριθμῷ ἐνέργεια ἑνὸς ἀριθμῷ. καὶ ἀκούει τὸ εἰ μὲν δύο οὕτως τῷ ἀριθμῷ οὐκ ἐπὶ τῆς ἕξεως ἀλλ᾿ ἐπὶ τοῦ ὑποκειμένου τῇ ἕξει, ὅπερ διὰ τὴν συνεχῆ ῥύσιν οὐ μένει ἓν τῷ ἀριθμῷ, καὶ διὰ τοῦτο καὶ τὰς ἕξεις ἀνάγκη πλείους εἶναι τῷ ἀριθμῷ· ἡ γὰρ μία ἕξις τῷ ἀριθμῷ ἑνὸς τῷ ἀριθμῷ ὑποκειμένου· ὡς δὲ τὸ ὑποκείμενον ἔχει πρὸς τὴν ἕξιν, οὕτως ἡ ἕξις πρὸς τὴν ἐνέργειαν· καὶ γὰρ μιᾶς μὲν ἐνεργείας μία ἕξις, μιᾶς δὲ ἕξεως καὶ πολλὰς ἐνεργείας εἶναι δυνατὸν τοῖς διαλείμμασι τοῦ χρόνου μεριζομένας. p. 228a20 Ἐπεὶ δὲ συνεχὴς πάσα κίνησις ἕως τοῦ τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται. Δείξας τίς ἡ μία κίνησις ἐκ τῶν τριῶν τῶν περὶ ἃ ἡ κίνησις, τοῦ τε κινουμένου καὶ τοῦ καθ᾿ ὃ ἡ κίνησις καὶ τοῦ χρόνου, ὧν ἕκαστον ὡς πέφυκεν ἓν ἀριθμῷ χρὴ εἶναι, εἰ μέλλοι μία εἶναι κυρίως κίνησις, προστίθησι καὶ ἄλλα τινὰ καθ᾿ αὑτὰ ὑπάρχοντα τῇ μιᾷ κινήσει, ὧν πρῶτον τὸ συνεχῆ εἶναι τὴν μίαν κίνησιν. δείκνυσι δὲ αὐτὸ ἐκ τοῦ πᾶσαν τὴν λαμβανομένην κίνησιν αὐτὴν ἑκάστην, κἂν μέρος ᾖ κινήσεως, συνεχῆ εἶναι κατὰ φύσιν, οὐχ ὅτι πᾶσα κίνησις πάσῃ κινήσει συνεχής, ἀλλ᾿ ὅτι ἑκάστη καθ᾿ ἑαυτήν. εἰ δὲ τοῦτο ἀληθές, διότι πᾶσαν κίνησιν ἀνάγκη διαιρετὴν εἶναι, ὅπερ μετ᾿ ὀλίγον τῆς ἀρχῆς παρενέβαλε ῾τὸ γὰρ διαιρετὸν συνεχές᾿, ἀνάγκη τὴν ἁπλῶς μίαν κίνησιν δειχθεῖσαν συνεχῆ εἶναι πρὸς ἑαυτὴν μίαν οὖσαν, ὡς καὶ ἕκαστον μέρος κινήσεως. καὶ εἰ συνεχὴς δέ, μία ἐστίν, ὡς ἀντιστρέφειν ἀλλήλοις. ὅτι δὲ ἡ μία κατ᾿ ἀριθμὸν κίνησίς ἐστιν ἡ συνεχὴς καὶ ἀδύνατον τὰς μὴ οὕτω μίαν κίνησιν ποιούσας συνεχεῖς εἶναι, ἔδειξε διὰ τοῦ οὐ γὰρ πᾶσα γένοιτο ἄν συνεχὴς πάσῃ. οὔτε γὰρ αἱ τῷ εἴδει αἱ αὐταὶ συνεχεῖς ἀλλήλαις ὁμοίως οὔτε αἱ τῷ γένει. ἔτι δὲ μᾶλλον αἱ ἀνομογενεῖς οὐκ ἂν εἶεν συνεχεῖς. |οὐ γὰρ δύναται πᾶσα κίνησις πάσῃ κινήσει συνεχὴς εἶναι, οἷον ἡ βάδισις τῇ λευκάνσει ἢ μαθήσει. εἰ γὰρ ἠδύνατο, οὐκ ἂν ἡ συνεχὴς μία ἦν τῷ ἀριθμῷ· οὔτε γὰρ αἱ τῷ εἴδει αἱ αὐταὶ οὔτε αἱ τῷ γένει οὔτε ἔτι μᾶλλον αἱ κατὰ ταῦτα διαφέρουσαι μία τῷ ἀριθμῷ εἰσιν. αὐτὸς μέντοι δείκνυσιν, ὅτι οὐ πᾶσα κίνησις πάσῃ κινήσει συνεχής, κἂν ἐν συνεχεῖ γίνοιντο χρόνῳ, ἐκ τοὐ μηδὲ ἄλλο μηδὲν τῷ τυχόντι τὸ τυχὸν συνεχὲς εἶναι, κἂν ὁμοειδῆ τύχῃ. οὔτε γὰρ σῶμα σώματι πᾶν παντὶ οὔτε ἐπιφάνειαι οὔτε γραμμαί, κἄν ἐν τῷ αὐτῷ χρόνῳ ὦσιν. ἀλλ’ ἐκεῖνα τῶν ὄντων γίνεται συνεχῆ ἀλλήλοις, ὧν τὰ ἔσχατα δυνατὸν ἓν γενέσθαι· ἔσχατα δὲ τὰ μὲν τῶν ὄντων οὐκ ἔχει ὥσπερ αἱ μονάδες ἀδιαίρετοι οὖσαι διὸ οὐ γίνεταί τι συνεχὲς ἐξ αὐτῶν), τὰ δὲ ἔχει μὲν ἔσχατα, ἄλλα δὲ τῷ εἴδει καὶ διαφέροντα καὶ ὁμωνύμως ἔσχατα λεγόμενα ἢ πέρατα, ὅπερ ἐπὶ μὲν τῶν ἑτεροφύλων ἐναργές ἐστιν· ἄλλο γὰρ πέρας γραμμῆς καὶ ἄλλο βαδίσεως· καὶ ἐπὶ κινήσεως δέ· ἄλλο γὰρ πέρας λευκάνσεως καὶ ἄλλο θερμάνσεως· καὶ λευκάνσεως δὲ ἄλλο πέρας τῆς ἐμῆς καὶ ἄλλο τῆς σῆς· καὶ ἐν ἐμοὶ ἄλλο τῆς τῶν τριχῶν καὶ ἄλλο τῆς τοῦ δέρματος. διὸ ἐκ τούτων οὐκ ἄν γένοιτο συνεχὴς κίνησις. ἀλλ’ ἐχόμεναι μέν, φησίν, εἶεν ἄν κινήσεις καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει μηδὲ τῷ γένει δηλονότι· δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθύς· ἐχόμενα δὲ ταῦτα οὐ τῷ ἅπτεσθαι, ὡς πρόσθεν ἐπὶ τῶν κατὰ θέσιν ἀφωρίζετο τὸ ἐχόμενον (οὐδὲ γὰρ ἔστιν ἁφὴ ἐπὶ τούτων), ἀλλὰ τῷ τὸν χρόνον εἶναι συνεχῆ. εἶπεν γὰρ καὶ τῇ τοῦ χρόνου συνεχείᾳ κρίνεσθαι τὰς ἐχομένας κινήσεις, ὡς τῇ τοῦ καθ’ ὃ κινοῦνται ταὐτότητι, τὰς τῷ γένει ἢ τῷ εἴδει τὰς αὐτάς. κἄν δραμὼν οὖν τις εὐθὺς πυρέξειε, μηδενὸς μεταξὺ γενομένου χρόνου, οὐ συνεχεῖς αἱ κινήσεις· ἀνομοειδῆ γὰρ αὐτῶν τὰ πέρατα, ὡς μὴ δύνασθαι ἓν γενέσθαι. συνεχῆ δὲ ἦν, ὧν τὰ πέρατα ἕν. τὰ δὲ τούτων πέρατα ὁμωνύμως λεγόμενα πέρατα καὶ μὴ κοινωνοῦντα τῆς αὐτῆς φύσεως οὐκ ἂν συμφύοιτο εἰς ἕν. ἀλλ’ ἐπὶ μὲν τούτων πρόδηλον. καὶ τῶν ὁμοειδῶν δὲ κινήσεων, κἄν ὁμοειδῆ τὰ πέρατα, εἰ μὴ συμφύοιτο, οὐ ποιεῖ συνέχειαν, ὡς ἐπὶ τῆς ἐμῆς καὶ σῆς λευκάνσεως κἂν ἐν συνεχεῖ γίνοιντο χρόνῳ, οὔτε συνεχεῖς οὔτε μία γίνοιντ’ ἄν, διότι τὴν μὲν συνεχῆ καὶ τῷ ἀριθμῷ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι. τὴν δὲ τῷ εἴδει μίαν οὐκ ἀνάγκη καὶ τῷ ἀριθμῷ μίαν εἶναι, ἐπὶ δὲ τῆς φορᾶς τῆς λαμπάδος τῆς ἐκ διαδοχῆς μετὰ δρόμου διαδιδομένης ἀλλήλοις ὑπὸ τῶν τρεχόντων οἱ μὲν ἐξηγηταὶ μίαν καὶ συνεχῆ δοκεῖν τὴν τῶν τρεχόντων κίνησίν φασιν ὁμοειδῆ οὖσαν, μὴ μέντοι κυρίως εἶναι μίαν μηδὲ συνεχῆ τῷ μὴ τὸ αὐτὸ εἶναι τὸ κινούμενον. ἀλλ’ ἔστι, φησίν, ἐχομένη καὶ αὐτή· οὐδὲ γὰρ τούτων τῶν κινήσεων τὰ ἔσχατα ἕν, ἀλλ’ ἑκάστου τῶν τρεχόντων οἰκεῖόν τι τοῦ δρόμου πέρας ἐστί, καὶ οὐκ ἔστι τὸ τοῦ φθάσαντος δρόμου πέρας ἀρχὴ τοῦ μετ’ αὐτὸν τρέχοντος, αἱ δὲ τοιαῦται κινήσεις ἐχόμεναί εἰσιν τῷ τὸν χρόνον ἐν ᾧ γίνονται συνεχῆ εἶναι, ἀλλ’ οὐχὶ αὐταὶ αἱ κινήσεις συνεχεῖς. μήποτε δὲ οὐ τὴν τῶν τρεχόντων κίνησιν δοκοῦσαν μίαν ἐχομένην εἶναι καὶ οὐ συνεχῆ φησιν ὁ Ἀριστοτέλης, ἀλλὰ τὴν τῆς λαμπάδος φορὰν καὶ κίνησιν μίαν δοκοῦσαν, ὡς ἑνὸς οὖσαν τοῦ φερομένου καὶ διὰ τὴν τῆς λαμπηδόνος συνέχειαν μηδὲ αὐτὴν μίαν καὶ συνεχῆ εἶναι ἀλλ’ ἐχομένην. ὁ μὲν γὰρ τῶν πολλῶν δρόμος οὐκ ἄν εἷς εἴη πολλῶν ὄντων τῶν τρεχόντων, ἡ δὲ τῆς λαμπάδος φορὰ καὶ μιᾶς οὔσης καὶ τὴν αἴγλην ἐχούσης συνεχῆ μία δοκοῦσα οὐκ ἔστιν οὐδὲ αὐτὴ μία, ὅτι διώρισται τὰ πέρατα καὶ στάσει διαλαμβάνεται ἐν τῇ διαδοχῇ. Διχῶς δὲ τὴν γραφὴν ηὗρον ταύτην φερομένην· ὅπου μὲν οἷον ἡ λαμπὰς ἐκ διαδοχῆς φορᾶς γενομένη, συνεχοῦς δὲ οὔ, ὅπου δὲ οἷον ἡ λαμπὰς ἐκ διαδοχῆς φορὰ ἐχομένη, συνεχὴς δὲ οὔ. καὶ ἔοικεν ἑκατέρωθι ἡ λαμπὰς οὐ τὴν δᾷδα λέγειν, ἀλλὰ τὴν ἔκλαμψιν καὶ διαδρομὴν τοῦ φωτός. ἐχόμεναι, γάρ φησιν, εἶεν ἂν κινήσεις καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει καὶ αἱ αὐταί, ὡς ἡ λαμπάς, τουτέστιν ἡ διαδρομὴ τῆς λαμπάδος· τὴν γὰρ κίνησιν λαμπάδα ἐκάλεσεν τὴν κτὰ τὸ αὐτὸ εἶδος, ὡς πρότερον περὶ τῆς μὴ κατὰ τὸ αὐτὸ λέγων. δραμὼν γὰρ ἄν τις, φησί, πυρέξειεν. καὶ τάχα τῆς ἐν Πειραιεῖ λαμπάδος τῆς ἐν Βενδιδίοις μνημονεύει, περὶ ἧς ὁ Πλάτων ἐν ἀρχῇ τῆς Πολιτείας· “λαμπὰς ἔσται, φησίν, ἀφ᾿ ἵππων τῇ θεῷ”. καὶ ἑρμηνεύων τὸ γινόμενον “λαμπάδια, φησίν ἔχοντες διαδώσουσιν ἀλλήλας ἀμιλώμενοι τοῖς ἴπποις”. Αἱ οὖν τοιαῦται, φησί, κινήσεις ἐχόμεναί εἰσιν, ἀλλ᾿ οὐ συνεχεῖς. συνεχῆ γὰρ ὧν τὰ ἔσχατα ἕν. ὥστε εἰ συνεχεῖς, καὶ ἐχόμεναι. συνεχὴς γάρ, φησίν, ἐστὶν ὅπερ ἐχόμενόν τι. ἔτι δὲ καὶ ἐφεξῆς εἰσιν. εἰ γὰρ ἐχόμεναι, καὶ ἐφεξῆς. εἴπερ ἐχόμενον ἔλεγεν, ὃ ἐφεξῆς ὂν ἅπτεται. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν θέσιν ἐχόντων. κινήσεις δὲ ἐχόμεναι ἀλλήλων οὖσαι εὐθὺς καὶ συνεχεῖς εἰσι συναλειφομένων ἀλλήλοις τῶν περάτων τῷ καὶ τὸν χρόνον τὸν μετροῦντα τὴν κίνησιν συνεχῆ εἶναι. τὰ γὰρ νῦν ἐφεξῆς ὄντα, ὡς μὴ ἔχειν μεταξὺ χρόνον, ὃς ἦν ὁμογενὴς τοῖς ἑκατέρωθεν, οὐκ ἐφεξῆς ἀλλὰ συνεχῆ γίνεται· ἀμερῆ γὰρ ὄντα οὐχ ἅπτεται, ἀλλ᾿ ἐφαρμόζεται ἀλλήλοις καὶ γίνεται ἓν καὶ συνεχὲς ποιεῖ τὸ ὅλον. τό δὲ αὐτὸ καὶ ἐπὶ τῆς κινήσεως συμβαίνει. εἰ οὖν ὁ χρόνος μέτρον ἐστὶ κινήσεως καὶ ἡ κίνησις διὰ τὸν χρόνον γίνεται συνεχὴς καὶ ὁ χρόνος διὰ τὴν κίνησιν καὶ ἑκάτερον δι᾿ ἑαυτὸ τῷ τὰ ἔσχατα τῶν μερῶν εἰς ἓν συντρέχοντα ἔχειν, εἴ οὖν ταῦτα οὕτως ἔχει, καλῶς ἐξ ἀρχῆς ἐλέγετο, ὅτι ἀνάγκη τὴν ἁπλῶς συνεχῆ καὶ μίαν κίνησιν τὰ τρία ταῦτα, τό τε εἶδος καθ’ ὃ ἡ |κίνησις καὶ τὸ κινούμενον καὶ τὸν χρόνον, ἕκαστον ἓν τῷ ἀριθμῷ ἔχειν. τῷ μὲν γὰρ χρόνῳ ἀνάγκη μίαν εἶναι, ἵνα μὴ ἀκινησία μεταξὺ γένηται· οὐ γὰρ ἂν εἶεν δύο ἢ πλείονες χρόνοι μὴ μεταξὺ ἀκινησίας οὔσης, εἰ γὰρ μὴ εἴη μεταξὺ ἀκινησία, συνεχίζονται πρὸς ἀλλήλους καὶ οἱ χρόνοι ὥσπερ καὶ ἡ κίνησις, ἀκινησίας δὲ οὕσης μεταξὺ καὶ αἱ κινήσεις πλείους γίνονται μιᾶς αἱ παρ᾿ ἑκάτερα τῆς ἀκινησίας καὶ οἱ χρόνοι τρεῖς ὅ τε τὴν ἀκινησίαν μετρῶν καὶ οἱ τὰς παρ᾿ ἑκάτερα τῆς ἀκινησίας κινήσεις· συλλογίζεται οὖν δυνάμει οὕτως· ἡ κίνησις ἡ πλείονας ἔχουσα χρόνους στάσει διαλαμβάνεται· ἡ στάσει διαλαμβανομένη οὐκ ἔστι μία. καὶ ταύτην πρώτην τέθεικε τὴν πρότασιν. καὶ τὸ συμπέρασμα δῆλον, ὅτι ἡ κίνησις πλείονας ἔχουσα χρόνους οὐκ ἔστι μία. εἰ δὲ τοῦτο ἀληθές, καὶ τὸ σὺν ἀντιθέσει ἀντίστροφον ἀληθές, ὅτι ἡ μία κίνησις ὑφ’ ἑνὸς μετρεῖται χρόνου. ἡ μέντοι τῷ εἴδει μὴ μία κίνησις, κἂν ἐν συνεχεῖ χρόνῳ γίνηται, οὐκ ἄν εἴη μία τῷ ἀριθμῷ, κἂν τὸ αὐτὸ ἔχῃ τὸ κινούμενον. ὡς δραμὼν ἄν τις πυρέξειεν εὐθύς. οὐ γὰρ γίνεται τῶν τοιούτων κινήσεων ἓν τὰ ἔα ἄτα· ἄλλη γὰρ τῷ εἴδει ἡ κατ’ ἄλλο εἶδος· ὥστε ἔτι μᾶλλον τῷ ἀριθμῷ ἕτεραι αὗται. εἰ μὲν γὰρ μία τῷ ἀριθμῷ κίνησίς ἐστι, δεῖ καὶ τὸ εἶδος τῆς κινήσεως τὸ αὐτὸ εἶναι. εἰ δὲ τὸ εἶδοε ἕν, οὐ πάντως μία ἡ κίνησις, εἰ μὴ καὶ τὸ κινούμενον ἓν εἴη καὶ ὁ χρόνος συνεχὴς καὶ εἷς. αὕτη γάρ ἐστιν ἡ εἰρημένη ἁπλῶς μία κίνησις. καὶ δῆλον ὅτι τὸ προστεθὲν τῇ μιᾷ κινήσει τὸ καὶ συνεχῆ αὐτὴν εἶναι τῇ κατ’ ἀριθμὸν μιᾷ καὶ κυρίως μιᾷ προσήκει μόνῃ, οὔτε τῇ κατὰ γένος οὔτε τῇ κατ’ εἶδος τὸ ἓν ἐχούσῃ. ἐπιστῆσαι δὲ ἄξιον, ὅπως ἀναγκαίως προπαρελήφθη θῆ τῆς κατὰ τὴν μίαν κίνησιν ἀποδείξεως ἡ τοῦ ἐφεξῆς καὶ τοῦ ἐχομένου καὶ τοῦ συνεχοῦς διδασκαλία, εἴπερ δι’ ἐκείνων ἐδείχθη, τίς μὲν ἡ μία καὶ συνεχὴς κίνησις, τίνες δὲ αἱ ἐφεξῆς καὶ ἐχόμεναι. p. 228b11 ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος ἕως τοῦ ἐὰν μόνον ᾖ συνεχὴς. Δεύτερον ἄλλο τι προστίθησι τῆς μιᾶς κινήσεως ἴδιον. τὸ τέλειον οὐ τῇ κατ’ ἀριθμὸν μιᾷ, τῇ κυρίως μιᾷ προσῆκον μόνῃ, ἀλλὰ καὶ τῇ κατὰ γένος καὶ κατὰ εἶδος μιᾷ λεγομένῃ· μίαν γάρ, φησί, κυριώτερον λέγομεν κίνησιν, ἐὰν καὶ τέλειος ᾖ, εἴτε κατὰ γένος ἐστὶν ἡ λαμβανομένη εἴτε κατ’ εἶδος, εἴτε κατ’ ἀριθμόν, ὅπερ καὶ οὐσίαν ἐκάλεσε· κατὰ γένος μὲν γὰρ κίνησις ἡ κατὰ τόπον ἡ πόθεν ποῖ. καὶ ὅταν τέλειος γένηται αὕτη, τουτέστιν ὅταν τὸ κινούμενον ἀφίκηται εἰς ἐκεῖνο, ἐφ’ ὃ ἔσπευδε, καὶ τελεία γένηται ἡ κίνησις, τότε μίαν αὐτὴν λέγομεν· κατ’ εἶδος δὲ ἡ κάτωθεν ἄνω καὶ ἄνωθεν κάτω· κατ’ ἀριθμὸν δὲ ἡ τοῦδε τοῦ πυρὸς καὶ τῆσδε τῆς βώλου. καὶ τούτων οὖν ἑκάστη ὅταν τελεία γένηται, τότε μία κυρίως ἐστίν. αἱ μὲν γὰρ κατὰ γένος καὶ κατ’ εἶδος πλείονες τῶ ἀριθμῷ οὖσαι μία γίνονται κατὰ τὸ γένος καὶ κατὰ τὸ εἶδος· αἵ τε γὰρ πόθεν ποῖ κατ’ αὐτὸ τοῦτο σία καὶ αἱ ἄνωθεν κάτω πᾶσαι μία, καὶ ὁμοίως αἱ κάτωθεν ἄνω. καὶ μία μᾶλλον ἕκασται, ἂν τέλειοι ὦσιν, ἤπερ ἐὰν ἀτελεῖς. εἰ γὰρ ἓν ἕκαστον λέγομεν εἰς τὴν οὐσίαν αὐτοῦ καὶ τὸ εἶδος ἀποβλέποντες ῾εἷς ὁ Σωκράτης᾿, ῾εἷς ὁ ἄνθρωπος᾿, ῾ἓν τὸ ζῷον’, ὅταν μήπω τὸ εἶδος ἀπειλήφῃ τούτων ἕκαστον, ἀλλὰ ἀτελὲς ᾖ, ὥσπερ τὸ εἶδος οὔπω ἀπείληφεν, οὕτως οὐδὲ τὸ ἓν κατὰ τὴν μορφὴν καὶ τὸν χαρακτῆρα, καθ’ ὃ ἕκαστον λέγεται ἕν. ὥσπερ γὰρ οὔπω ὂν λέγομεν τὸ γινόμενον καὶ κατ’ οὐσίαν ἀτελὲς ὄν, οὕτως οὐδὲ ἓν αὐτὸ λέγειν δυνατόν· ἓν μὲν γὰρ καὶ τὸ ἀτελὲς λέγομεν, οἷον τὸ σπέρμα ἓν καὶ τὸ ἔμβρυον ὅν, ἀλλ’ οὐχ ὡς ἄνθρωπον ἕν, ἀλλ’ ἐκεῖνο ὅπερ ἐστὶ τέλειον σπέρμα ὅν, ὅτι τέλειον σπέρμα, καὶ ἔμβρυον ὁμοίως. ὅλως δὲ τὸ ἀτελὲς δυνάμει ἔτι ἔστιν, τὸ δὲ δυνάμι τι ὂν πλείω δύναται, καὶ οὐ τοῦτο μόνον. δῆλον οὖν ὅτι ἡ κατ’ ἀριθμὸν μία κίνησις, ὅταν πρὸς τοῖς τρισὶν ἐκείνοις τοῖς ἤδη ῥηθεῖσι καὶ τὸ τέλειον προσλάβῃ, τότε κυριώτερον γίνεται μία. ῾Ο δὲ Ἀλέξανδρος ἐν τούτοις τοῖς Πυθαγορείοις αὐτὸν καὶ τοῖς Πλατωνικοῖς κατακολουθεῖν φησιν, οἵτινες τὸ ἓν ἄριστον ὑπολαμβάνοντες τῷ τελείω ἀπένεμον καὶ ὁλοκλήρῳ καὶ διὰ τοῦτο ἀρχὴν ἔλεγον αὐτό, ὡς καὶ τῆς κοινῆς χρήσεως κατὰ τῶν τελείων καὶ ὅλων τὸ ἓν κατηγορούσης. εἰκὸς δὲ καὶ τὸν Ἀριστοτέλη καὶ τὸν Ἀλέξανδρον εἰς τὰ ἐν τῷ Πλάτωνος Παρμενίδῃ κατὰ τὴν δευτέραν ὑπόθεσιν λεγόμενα ἀφορᾶν, ἐν οἷς τὸ ἓν ὂν ὅλον ἀποδείξας ὅτι καὶ τέλειόν ἐστι δείκνυσιν ἀρχὴν αὐτὸ καὶ μέσα καὶ τέλος ἔχειν συλλογιζόμενος οἷς τὸ τέλειον χαρακτηρίζεται. λέγει δὲ περὶ μὲν τοῦ ὅλου συμπεραινόμενος· “καὶ ὅλον ἄρα ἐστίν, ὃ ἄν ᾖ ἕν, καὶ μόρια ἔχει,” περὶ δὲ τοῦ τελείου· “τί δέ; εἰ ὅλον, οὐ καὶ ἀρχὴν ἄν ἔχοι καὶ μέσον καὶ τελευτήν, ἢ οἷόν τε ὅλον εἶναι ἄνευ τριῶν τούτων.” Προστίθησι δὲ ὁ Ἀριστοτέλης, ὅτι κυριώτερον μὲν μία κίνησις ἡ συνεχής, ὅταν καὶ τέλειος ᾖ· ἤδη δὲ καὶ ἡ ἀτελής, ἐὰν μόνον συνεχὴς ᾖ, μία λέγεται κατ’ ἀριθμὸν καὶ αὐτή. ἐπιστῆσαι δὲ χρή, ὅτι τὸ μὲν συνεχὲς τῆ κατ’ ἀριθμὸν μιᾷ κινήσει φησὶ μόνῃ προσήκειν, ἣν καὶ κυρίως μίαν εἶναί φησι, τοῦ δὲ τελείου καὶ ταῖς κατὰ γένος καὶ ταῖς κατ’ εἶδος τὸ ἓν ἐχούσαις μετεῖναί φησιν, |ὅτι τοῦ μὲν συνεχοῦς οὐ μέτεστιν αὐταῖς διῃρημέναις εἰς τὰ οἰκεῖα πλήθη, ἅπερ οὐκ ἔστιν ἀλλήλοις συνεχῆ· οὔτε γὰρ οἱ πολλοὶ ἄνθρωποι συνεχεῖς ἀλλήλοις, ἐξ ὧν καὶ ἐν οἷς ἐστιν ὁ εἷς ἄνθρωπος, οὔτε τὰ ζῷα. τέλειον δέ ἐστιν ἕκαστον εἶδος καὶ γένος κατὰ τὴν τοῦ οἰκείου χαρακτῆρος ἀπόληψιν· κἄν γὰρ κοινὸν ᾖ τι καὶ μὴ ἄτομον, καὶ αὐτὸ κατ’ εἶδος ἀφωρισμένον ἔχει τελειότητα οἰκείαν. p. 228b15 ἔτι δὲ ἄλλως παρὰ τὰς εἰρημένας λέγεται μία κίνησις, ἡ ὁμαλής ἕως τοὐ δέοι γὰρ ἄν ἐφαρμόττειν. Τρίτον τοῦτο προστίθησι τῇ μιᾷ κινήσει ὑπάρχον τὸ ὁμαλὲς καὶ τῇ κατὰ γένος καὶ τῇ κατ’ εἶδος καὶ τῇ κατ’ ἀριθμὸν δυνάμενον ὑπάρχειν, ὥσπερ καὶ τὸ ἀντικείμενον αὐτῷ τὸ ἀνώμαλον. καὶ πανταχοῦ τῶν ἄλλων τῶν αὐτῶν ὄντων ἡ ὁμαλὴς μᾶλλον μία δοκεῖ εἶναι τῆς ἀνωμάλου, διότι ἡ ἀνώμαλος διῃρημένη πὼς εἶναι δοκεῖ κατὰ τὰς ἐν τῇ ἀνωμαλίᾳ διαφοράς. λέγει δὲ πρῶτον, τίς ἡ ὁμαλὴς κίνησις καὶ τίς ἡ ἀνώμαλος. καὶ δεῖγμα τῆς ὁμαλοῦς τὴν εὐθεῖαν παρήγαγεν, ὥς φησιν ὁ Ἀλέξανδρος, διὰ τὸ καὶ τῆς κινήσεως τῆς ἐπ’ εὐθείας ὅμοια εἶναι πάντα τὰ μόρια καὶ πάντα πᾶσιν ἐφαρμόζειν ὥσπερ καὶ τῆς εὐθείας γραμμῆς, ἐφ’ ἧς ἡ τοιαύτη· κίνησις γίνεται. ‘‘ὁμοίως δέ, φησί, καὶ ὁ κύκλος ἔχει καὶ ἡ ἐπὶ τοῦ κύκλου κίνησις· ὁμαλὴς γὰρ καὶ αὕτη διὰ τὸ πανταχόθεν ὁμοίως περιαγὲς τῆς κυκλικῆς γραμμῆς. ἀνώμαλοι δέ εἰσιν αἱ κεκλασμέναι γραμμαὶ καὶ αἱ μὴ ὁμοίως περιηγμέναι, ὡς πᾶν μόριον παντὶ ἐφαρμόττειν καὶ αἱ ἐπὶ τῶν τοιούτων κινήσεις.” μήποτε δὲ τὸ ὥσπερ ἡ εὐθεῖα οὐ τὴν κίνησιν τὴν ἐπὶ τῆς εὐθείας γραμμῆς ἐνδείκνυται, ἀλλ’ οὕτως ἔχειν πᾶσαν ὁμαλὴν κίνησίν φησι κατὰ πᾶν εἶδος κινήσεως, οὐ μόνον φορᾶς ἀλλὰ καὶ ἀλλοιώσεως ἴον καὶ αὐξήσεως, ὡς ἔχει ἡ εὐθεῖα· ὁμαλὴς γὰρ αὕτη διὰ τὸ πᾶν μόρ παντὶ ἐφαρμόζειν καὶ πᾶσα οὖν κίνησις εἴτε ἐπ’ εὐθείας εἴτε ἐπὶ κύκλου εἴτε κατ’ ἀλλοίωσιν εἴτε κατὰ αὔξησιν ὁμαλὴς οὖσα οὕτως ἔχει ὡς ἡ εὐθεῖα· ἐπεὶ δυνατὸν καὶ ἐπ’ εὐθείας ἀνωμάλως κινεῖσθαι, ὅταν μὴ αὐτὴ ἡ κίνησις ὁμοίως ᾖ τῇ εὐθείᾳ διακειμένη, ὡς πᾶν μόριον ὅμοιον εἶναι παντί. “διαφέρειν δέ φησι τὴν ὁμαλὴν τῆς ἀνωμάλου κατὰ τὸ μᾶλλον καὶ ἧττον, ὡς μέν φησιν ὁ Ἀλέξανδρος, διότι μᾶλλον μία ἡ ὁμαλὴς τῆς ἀνωμάλου καὶ ἧττον ἐκείνη ταύτης· συνεχεῖς γὰρ ἀμφότεραι.” μήποτε δὲ οὐ πρὸς τὸ μία τὸ μᾶλλον καὶ τὸ ἧττον νῦν λέγει, ἀλλὰ πρὸς τὸ εἶδος, ἐν ὧ εἰσιν· εἰ μὲν κατ’ εὐθεῖαν ἢ κύκλον τὸ ὁμαλὲς καὶ ἀνώμαλον, ὅτι μᾶλλον εὐθεῖα καὶ κύκλῳ ἡ ὁμαλὴς τῆς ἀνωμάλου, εἰ δὲ κατὰ λεύκανσιν ἢ θέρμανσιν, ὅτι μᾶλλον λεύκανσις καὶ μᾶλλον θέρμανσις ἡ ὁμαλὴς τῆς ἀνωμάλου, καὶ εἰ κατὰ αὔξησιν, ὁμοίως. διὸ καὶ ἐπήγαγεν ὅτι ἔστιν ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλῶς ἢ μή. εἰ δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν τῶ αὐτῷ εὕει διαφέρουσιν, οὐ κατ’ εἶδος αὐτῶν ἐστιν ἡ διαφορά. ἐν γὰρ τῷ αὐτῷ εἴδει τὸ ἧττον μίξει τοῦ ἐναντίου τοιοῦτόν ἐστιν, ὡς τὸ ἧττον λευκὸν μίξει μέλανος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰπὼν δέ, ὅτι ἐν πάσῃ κινήσει ἔστι τὸ ὁμαλῶς ἢ μή· καὶ γὰρ ἀλλοιοῖτο ἄν τι ὁμαλῶς, ἐπήγαγε καὶ φέροιτο ἐροῖ τὸ ἐφ’ ὁμαλοῦ, ἢ ἐφ’ ὁμαλῷ, ὡς ὁ Ἀλέξανδρος καὶ ὁ Πορφύριος γράφουσιν, οἷον κύκλῳ ἢ εὐθείᾳ. ἐπειδὴ γὰρ ἀδύνατον ὁμαλῶς τι ἐνεχθῆναι μὴ ἐπὶ ὁμαλοῦς φερόμενον τὴν ὁμαλὴν φοράν, ἀπέδωκεν ἀπὸ τῶν ἐφ’ ὧν οἷόν τε γενέσθαι αὐτὴν εἰπὼν οἷον κύκλου ἢ εὐθείας· δύναται μὲν γὰρ καὶ ἐπὶ τούτων ἀνώμαλος φορὰ γενέσθαι, ἀλλ’ ἥ γε ὁμαλὴς ἐπ’ οὐδενὸς γίνεται ἢ ἐπὶ ὁμαλοῦς. εἰπὼν δὲ τίς ἡ ὁμαλὴ κίνησις, ὅτι ἡ μία καὶ ὁμοιομερὴς ὡς ἡ εὐθεῖα, καὶ τίς ἡ ἀνώμαλος, ὅτι ἡ εἰς πολλὰ διαιρουμένη, καὶ τίς αὐτῶν ἡ διαφορά, ὅτι οὐ κατ’ εἶδος ἀλλὰ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, λέγει λοιπὸν τίνες αἱ τῆς ἀνωμάλου κινήσεως διαφοραί, καὶ παρὰ πόσας καὶ τίνας αἰτίας ἀνώμαλος γίνεται κίνησις· οἰκεῖα γὰρ τῷ περὶ κινήσεως καὶ ταῦτα λόγῳ. ἢ γὰρ παρὰ τὸ ἐφ’ οὗ γίνεται, οἷον εἰ ἐπὶ κεκλασμένης· ἀδύνατον γὰρ ὁμαλῆ κίνησιν γενέσθαι ἐπὶ ἀνωμάλου γινομένην, οἵα καὶ ἡ ἕλιξ ἐστίν. ἢ ὅλως ἐπὶ μεγέθους τοιούτου, οὗ μὴ ἐφαρμόζοι τὸ τυχὸν μέρος ἐπὶ τὸ τυχόν, κἂν συνεχὴς ἡ ἐπ’ αὐτοῦ κίνησις γίνηται. ζητητέον δὲ εἰ καὶ ἐπ’ ἀλλοιώσεως κατὰ τοῦτο ἔσται ὁμαλὴς καὶ ἀνώμαλος κίνησις κατὰ τὸ ἐφ’ οὗ ἡ κίνησις. ὅπερ γὰρ |ἐπὶ τῶν φερομένων ὁ τόπος, ἐφ’ οὗ 210r φέρεται τὸ φερόμενον, τοῦτο ἐπὶ ἀλλοιώσεως ἡ ποιότης ἐστί· πᾶν δὲ τὸ κατὰ ποιὸν μεταβάλλον ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλει, μελαινόμενον ἢ λευκαινόμενον· οὐδὲν δὲ μέρος τῆς λευκάνσεως ἢ μελάνσεως ἐφαρμόσαι δύναται ἄλλῳ μέρει, οὐχ ὅτι οὐχ ὑπομένει, ἀλλ’ οὐδὲ τῇ ἐννοία (οὐ γὰρ ἔσται μέρος ἑτέρῳ μέρει ὅμοιον), ἀλλ’ ὡς ἐπὶ τῆς ἡμέρας. ἐπὶ δὲ τῆς γίνεσθαι δοκοῦσι καὶ ὁμαλαί· ἢ ἔστιν ἄλλη τις ἀνωμαλία κατά γε τὸ αὐξόμενον, εἰ ποτὲ μὲν ἵσταιτο ἡ αὔξησις τροφῆς μὴ ἐνούσης, ποτὲ δὲ καὶ εἰς φθορὰν μεταβάλλοι ὡς ἐν ταῖς νόσοις· ἀνώμαλος γὰρ τότε ἔσται ἡ αὔξησις, ὥσπερ καὶ εἰ ποτὲ μὲν πλέον, ποτὲ δὲ ἔλαττον εἰς φθίσιν ἐπιδιδοίη. καὶ ἐν ἀλλοιώσει δὲ ἡ μὲν κατὰ τὸν τεταγμένον προποδισμὸν τῆς ποιότητος ἀνωμαλία τίς ἐστιν αὐτῆς ἀνωμαλία· ὅταν δὲ νῦν μὲν σφοδρότερον θερμαίνηται, αὖθις δὲ ἧττον, καὶ πάλιν ἐπιτείνῃ, τότε ἀνωμαλία κατὰ τὴν ποιότητα, ἐφ’ ἧς ἡ κίνησις γίνεται. ἄλλη δέ τις ἀνωμαλία ἐν πάσαις ταῖς κινήσεσίν ἐστι κατὰ ταχυτῆτα καὶ βραδυτῆτα καὶ ὅλως παρὰ τὸν χρόνον. καὶ ἔστιν αὕτη <ἡ> κυρίως κινήσεως ἀνωμαλία οὔτε παρὰ ἐφ’ οὗ κινεῖται τὸ κινούμενον ὡς ἡ προειρημένη (τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ ποῦ), οὔτε ἐν τῷ τὸν χρόνον μὴ ἕνα καὶ συνεχῆ εἶναι, ὅπερ αὐτῷ τὸ ποτὲ σημαίνει, οὔτε [τὸ] παρὰ τὸ εἰς ὃ ἡ μεταβολὴ γίνεται, οἷον εἰς τὸ ἄνω ἢ κάτω ἢ λευκὸν ἢ μέλαν ἢ μέγα ἢ μικρόν· ἐνδέχεται γὰρ πάντων τούτων τῶν αὐτῶν καὶ ὁμοίων ὄντων, τοῦ ἐφ’ οὗ, τοῦ χρόνου, τοῦ εἰς ὅ, ἀνώμαλον κίνησιν γίνεσθαι παρὰ τὸν τῆς κινήσεως τρόπον καὶ τὸ ὥς, εἰ ποτὲ μὲν ταχέως, ποτὲ δὲ βραδέως κινοῖτο· τότε γὰρ ἀνώμαλος γίνεται κίνησις, ὥσπερ ὁμαλής, ὅταν ὁμοία ᾖ ἡ κίνησις. ἔστι γὰρ ὅτε, φησίν, ἡ ἀνωμαλία οὐ τοῖς πρότερον εἰρημένοις, ἀλλὰ ταχυτῆτι διώρισται καὶ βραδυτῆτι. Εἰπὼν δέ, ὅτι ἔστι τις ὁμαλότης καὶ ἀνωμαλία παρὰ τὴν τοῦ κινουμένου ταχυτῆτα καὶ βραδυτῆτα, ἐπάγει, ὅτι ταῦτα, τουτέστιν ἡ ταχυτὴς καὶ ἡ βραδυτής, οὐκ ἔστιν εἴδη κινήσεως οὐδὲ διαφοραὶ κατ’ εἶδος ἡ ταχυτὴς καὶ ἡ βραδυτής, καθ’ ἃς διαφέρουσιν ἀλλήλων αἱ ὁμαλαὶ καὶ ἀνώμαλοι κινήσεις. καὶ δείκνυσι τοῦτο ἐκ τοῦ ἐν πᾶσι τοῖς εἴδεσι τῆς κινήσεως εἶναι ταχυτῆτα καὶ βραδυτῆτα· καὶ γὰρ φέρεσθαι καὶ ἀλλοιοῦσθαι καὶ αὔξεσθαι δυνατὸν ἑκατέρως. τὸ δὲ ἐν πᾶσιν ὂν τοῖς εἴδεσιν οὐκ ἀντιδιαιρεῖται ἐκείνοις τοῖς ἐν οἷς ἐστι· τὸ γὰρ ἀντιδιαιρούμενόν τινι ἔξω ὀφείλει εἶναι ἐκείνου. ἀλλὰ μὴν οὔτε ἑνός τινος τῶν τῆς κινήσεως εἰδῶν εἴδη ἐστὶν ἡ ταχυτὴς καὶ ἡ βραδὺ τῆς· τὸ γάρ τινος εἶδος οὐχ οἷόν τε εἶδοε εἶναι καὶ τοῦ ἀντιδιῃρημένου αὐτῷ. διὰ γὰρ ταύτην τὴν αἰτίαν οὐδὲ τὸ θῆλυ καὶ τὸ ἄρρεν εἴδη ζῴου, ὅτι ἐν πᾶσίν ἐστι σχεδὸν τοῖς εἴδεσιν. οὔτε οὖν ἀντιδιαιρεῖσθαι τούτοις δυνατὸν οἷον τῷ πεζῷ καὶ ἐνύδρῳ καὶ πτηνῷ, ὡς εἶναι πρὸς τούτοις τὸ θῆλυ καὶ τὸ ἄρρεν· ἐν ἐκείνοις γάρ ἐστιν, ἀλλ’ οὐδέ τινος αὐτῶν εἴδη εἴη ἄν οἷον τοῦ πεζοῦ· ἔστι γὰρ καὶ ἐν τοῖς ἄλλοις. οὐχ οἷόν τε δὲ τῶν διαφερόντων γενῶν τὰ αὐτὰ εἴδη εἶναι. διὸ οὐδὲ γυνὴ καὶ ἀνὴρ εἴδη τοῦ ἀνθρώπου, ὅτι ἔστι καὶ ἐν τοῖς ἀντιδιῃρημένοις τῷ ἀνθρώπῳ· ἡ γὰρ γυνὴ καὶ ὁ ἀνὴρ κατὰ τὸ θῆλυ καὶ τὸ ἄρρεν τὴν διαφορὰν ἔχουσιν. ἡ μὲν γὰρ κουφότης καὶ βαρύτης κατ’ εἶδος διαφέρουσιν ἀλλήλων, ἡ δὲ ταχυτὴς καὶ βραδυτὴς ἐνέργειαί εἰσιν καθ’ ἑκατέραν τούτων τῶν δυνάμεων· καὶ τὸ κοῦφον γὰρ θᾶτον καὶ βραδύτερον ἐπὶ τὸ ἄνω φέρεται καὶ τὸ βαρὺ ἐπὶ τὸ κάτω· τὸ μὲν γὰρ βαρύτερον θᾶττον, τὸ δὲ ἧττον βαρὺ βραδύτερον. ὡς οὖν τὸ βαρύτερον καὶ τὸ ἧττον βαρὺ οὐ κατ’ εἶδος διαφέρουσιν ἐν ῥοπῇ ἀλλήλων, οὕτω καὶ αἱ ταῖς δυνάμεσι ταύταις ἀκολουθοῦσαι ἐνέργειαι ἡ ταχυτὴς καὶ ἡ βραδυτὴς οὐκ εἰσὶ κατ’ εἶδος διαφοραὶ τῆς ἐνεργητικῆς κινήσεως· ἐν γὰρ τῷ αὐτῷ εἴδει μένουσιν ποτὲ μὲν τῷ τοῦ πυρός, ὅταν θᾶττον καὶ βραδύτερον κινῆται, ποτὲ δὲ τῷ τῆς γῆς· οὐδὲ γὰρ ἡ βαρύτης καὶ ἡ κουφότης αἱ ἐν τῷ αὐτῷ εἴδει μένουσαι, ὅταν πυρὸς τὸ μὲν κουφότερον τὸ δὲ βαρύτερον λέγωμεν, κατ’ εἶδός εἰσι διαφοραί, ὅτι μηδὲ πῦρ πυρὸς κατ’ εἶδος διαφέρει μηδὲ γῆ γῆς. ἀλλ’ οὐδὲ αὐτὴ ἡ ἄτομος γῆ ἑαυτῆς κατ’ εἶδος διαφέρει, κἄν πρὸς τὸν οἰκεῖον τόπον θάττον κινῆται. ἐπιστῆσαι οὖν χρὴ ὅτι ταχυτῆτα καὶ βραδυτῆτα λέγει νῦν μὴ διαφέρειν κατ’ εἶδος ἀλλήλων τὰς ἐν τῆ ἀνωμαλίᾳ θεωρουμένας· αὗται δὲ ἐν τῷ αὐτῷ εἴδει κατὰ τὸ μᾶλλον καὶ ἧττον ὑφεστήκασι. τὸ δὲ μᾶλλον καὶ ἧττον ἐν τῷ αὐτῷ εἴδει ὂν οὐ ποιεῖ τὴν κατ’ εἶδος διαφοράν. αὗται δέ εἰσιν αἱ ἐν πᾶσιν τοῖς εἴδεσιν τῆς κινήσεως θεωρούμεναι, ἐν οἷς καὶ ἡ ἀνωμαλία. εἰ δέ τις εἴη ταχυτὴς καὶ βραδυτὴς μὴ ἐν τῷ αὐτῷ εἴδει θεωρούμεναι μηδὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀφωρισμέναι, ὡς ὅταν ταχὺν λέγωμεν τὸν ἵππον καὶ βραδεῖαν τὴν χελώνην καὶ ταχέα τὰ πτηνὰ καὶ βραδέα τὰ χερσαῖα, ἡ τοιαύτη ταχυτὴς καὶ βραδυτὴς οὔτε ἐν πᾶσιν τοῖς εἴδεσι τοῖς κατὰ τόπον κινουμένοις οὔτε ἐν ἑνὶ ἄμφω οὔτε κτὰ τὸ μᾶλλον καὶ ἧττον ὑφεστήκασιν, εἰ μὴ ἄρα καὶ ἐν ταύταις καθ’ ὕφεσιν τοῦ τάχους ἐστὶν ἡ βραδυτὴς κά κατὰ σύγκρισιν λεγόμεναι τὸ μᾶλλον ἔχουσι καὶ ἧττον. ὁ γὰρ ἵππος, κἂν τῆς χελώνης ταχύτερος ᾖ, ἀλλὰ πτηνοῦ βραδύτερος· καὶ κἂν ἐν ἄλλῳ καὶ ἄλλῳ εἴδει ζῴων ὑφεστήκασιν, ἀλλ’ ἐν ἑνὶ κινήσεως εἴδει τῷ τῆς φορᾶς. ὁ δὲ αὐτὸς τρόπος τῆς διαφορᾶς ἐστι καὶ ἐν ἀλλοιώσει· καἰ γὰρ τὸ μὲν θερμαίνει θᾶττον, τὸ δὲ βραδύτερον. καὶ οὐδὲν ἧττόν ἐστιν ἐν τούτοις τὸ μᾶλλον καὶ τὸ ἧττον τοῦ αὐτοῦ τῆς κινήσεως ὄντος εἴδους. Εἰπὼν δὲ τὴν ὁμαλὴν κίνησιν μίαν εἶναι, καὶ μᾶλλον τῆς ἀνωμάλου διὰ τὴν ὁμοιότητα, λέγει ὅτι καὶ ἡ ἀνώμαλος |μία διὰ τὸ συνεχές, εἴπερ 210v εἴη συνεχὴς μέν, ἀνώμαλος δέ. ἔκειτο γὰρ ἡμῖν ἡ συνεχὴς μία εἶναι, ὥσπερ ἡ μία καὶ συνεχής. συνεχὴς δέ ἐστί ποτε καὶ ἡ ἀνώμαλος. κἂν συνεχὴς δὲ ᾖ, ἧττόν ἐστιν αὕτη μία τῆς ὁμαλοῦς· εἰ δὲ ἧττον, τὸ δὲ ἧττον ἐν παντὶ μίξει τοῦ ἐναντίου, ἔχοι ἄν τι καὶ πλήθους ἐν ἑαυτῇ ἡ ἀνώμαλος. τὸ δὲ ἧττον δέ, ὅπερ τῇ κεκλασμένῃ μέ νῇ συμβαίνει φορᾷ, ταὐτόν ἐστι τῷ ὃ τῇ ἐπὶ τῆς κεκλασμένης γινομένῃ φορᾷ συμβαίνει. πᾶσα γὰρ ἡ ἐπὶ τῆς τοιαύτης ἀνώμαλος καὶ ἧττον συνεχὴς καὶ μία. εἰπὼν δὲ ὅτι καὶ ἀνώμαλός τις κίνησίς ἐστι συνεχὴς καὶ μία ὥσπερ ἡ ἐπὶ τῆς κεκλασμένης, εἰ καὶ ἧττον ἔχει τὸ συνεχὲς ἐπάγει, τίνες ἀνώμαλοι κινήσεις οὐ δύνανται συνεχεῖς εἶναι καὶ μία. καὶ λέγει ὅτι καὶ αἱ ἐχόμεναι ἀλλήλων κινήσεις, ἂν μὴ κατ’ εἶδος εἶεν αἱ αὐταί, οὐκ ἂν εἶεν μία καὶ συνεχής. καὶ δείκνυσιν αὐτὸ λαβὼν ἐκ τῶν προειρημένων, ὅτι τὴν μίαν καὶ συνεχῆ κίνησιν, οἷον τὴν ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω ἢ τὴν λεύκανσιν ἢ θέρμανσιν ἢ αὔξησιν ἢ μείωσιν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι καὶ ἀνώμαλον, καὶ προσλαβὼν ὅτι ἡ ἐξ ἀνομοίων εἰδῶν συγκειμένη οἷον ἐξ ἀλλοιώσεως καὶ φορᾶς οὐκ ἂν εἴη ὁμαλής, συνήγαγε συμπέρασμα ἐν δευτέρῳ σχήματι, ὅπερ καὶ μέσον τέθεικεν, ὅτι αἱ μὴ κατ’ εἶδος ἐχόμεναι κινήσεις οὐκ ἂν εἶεν μία καὶ συνεχής. τῶν δὲ προτάσεων τὴν μὲν μείζονα πρώτην τέθεικε τὴν λέγουσαν πᾶσαν μίαν καὶ συνεχῆ κίνησιν ἐνδέχεσθαι καὶ ὁμαλὴν εἶναι καὶ ἀνώμαλον, τὴν δὲ ἐλάττονα ἐσχάτην τὴν λέγουσαν πῶς γὰρ ἂν εἴη ὁμαλὴς ἡ ἐξ ἀλλοιώσεως συγκειμένη καὶ φορᾶς, ἀντὶ ἀποφάσεως τὸ σχῆμα τοῦτο τῆς ἐρωτήσεως παραλαβών. καὶ τὴν αἰτίαν ἐπήγαγε δέοι γὰρ ἄν ἐφαρμόττειν. ὁμαλὴς γάρ ἐστιν, ἧς τὰ μόρια ἀλλήλοις ἐφαρμόττειν δύναται. οὐ μόνον δὲ ὁμαλὴν ἀδύνατον εἶναι τὴν ἐκ διαφόρων εἰδῶν, ἀλλὰ καὶ ἀνώμαλον οὕτως ὡς μίαν καὶ συνεχῆ· ἡ γὰρ ἀνώμαλος κίνησις εἴρηται ἧττον μία, τὸ δὲ ἧττον μίξει τοῦ ἐναντίου, οὐ τοῦ ἀνομοειδοῦς πάντῃ καὶ ἐκβεβηκότος, ἀλλὰ τοῦ ἐν τῷ αὐτῷ εἴδει τὸ μετέχον φυλάττοντος· τὸ γὰρ φαιὸν ἧττόν ἐστι λευκὸν οὐ φορᾶς μίξει ἀλλὰ μέλανος. καὶ τὸ μετὰ συνεχείας οὖν ἀνώμαλον ἐν τῷ αὐτῷ εἴδει ἢ γένει ἔχει τὸ μᾶλλον καὶ ἧττον. τὸ οὖν ἐκ διαφερόντων εἰδῶν τῆς κινήσεως οὐκ ἂν εἴη οὐδὲ ἀνώμαλον ὡς συνεχὲς καὶ ἕν. p. 229a7 Ἔτι δὲ διοριστέον ποία κίνησις ἕως τοῦ οὐ γάρ ἐστιν ἄλλως ἀντιτιθέναι. Τοῖς εἰρημένοις περὶ κινήσεως καὶ μεταβολῆς προβλήμασι καὶ τοῦτο προστίθησιν ἀναγκαῖον, ποία κίνησις ποίᾳ κινήσει ἐναντία· ζητήσει δὲ καὶ περὶ μονῆς ἤτοι ἠρεμίας τὰ αὐτὰ ζητήματα. καὶ ἔστιν ἀναγκαῖον τὸ πρόβλημα· ἐκ τούτου γὰρ αἵ τε φυσικαὶ κινήσεις δείκνυνται καὶ ἡ τῶν στοιχείων πρὸς ἄλληλα ἐναντίωσις, καὶ τίνα ἐκ τίνων γίνεται, καὶ ἄλλα πλεῖστα τῶν ἐν φυσιολογίᾳ. ἐπειδὴ δὲ ἡ κίνησις ἔκ τινος εἴς τι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολή ἐστιν, ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς δυνατὸν δύο κινήσεις ἐναντίας εἶναι, καὶ διακρίνει, τίνες ἐν ταύταις αἱ ἐναντίαι κινήσεις εἰσίν. ἐπειδὴ δὲ ἀπεφήνατο μὴ εἶναι ἄλλως ἀντιτιθέναι ἢ κατὰ τοὺς εἰρημένους τρόπους τὰ ἔκ τινος εἴς τι μεταβάλλοντα, πειρατέον ἐκ διαιρέσεως αὐτοὺς ἀνευρεῖν, ᾗ φαίνεται καὶ αὐτὸς χρώμενος. ἐπεὶ οὖν ἔκ τινος εἴς τι ἡ μεταβολὴ καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, ἀνάγκη τὰς ἐναντίας κινήσεις ἢ ἐξ ἑνὸς τῶν δύο ἢ ἐκ τῶν δύο τῶν ἐναντίων χαρακτηρίζεσθαι. ἢ οὖν ἄμφω αἱ κινήσεις ἐξ ἑνὸς τοῦ αὐτοῦ χαρακτηρισθήσονται, ὅταν ἡ μὲν ἐξ αὐτοῦ, ἡ δὲ εἰς αὐτὸ γίνηται, οἷον ἡ ἐκ νόσου μεταβολὴ τῇ εἰς νόσον, ἢ ἡ ἐξ ὑγείας τῇ εἰς ὑγείαν, ὡς δοκοῦσιν ἀντικεῖσθαι γένεσις καὶ φθορά· ἡ μὲν γὰρ γένεσις εἰς τὸ ὄν ἐστι μεταβολή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος. ὥστε ἡ εἰς τὸ αὐτὸ τῇ ἐκ τοῦ αὐτοῦ· ἡ γὰρ ἐκ τοῦ αὐτοῦ τῇ ἐκ τοῦ αὐτοῦ ἢ ἡ εἰς τὸ αὐτὸ τῇ εἰς τὸ αὐτὸ οὐδ’ ἄν δόκησιν ἐναντιώσεως παράσχοιντο. ἢ ἀφ’ ἑκατέρου ἑκάτερον χαρακτηρισθήσεται, καὶ τοῦτο τριχῶς· ἢ γὰρ ὡς ἐκ τοῦ ἐναντίου ὡς ἡ ἐξ ὑγείας τῇ ἐκ νόσου, ἢ ὡς εἰς τὸ ἐναντίον ὡς ἡ εἰς ὑγίειαν τῇ εἰς νόσον, ἢ ὅταν ἡ μὲν ἐκ τοῦ ἐναντίου, ἡ δὲ εἰς τὸ ἐναντίον, ὡς ἡ ἐξ ὑγείας τῇ εἰς νόσον. ἢ ἄμφω ἀπ’ ἀμφοῖν χαρακτηρισθήσονται ἀντικειμένως τὸ ἐξ οὗ καὶ τὸ εἰς ὃ ἔχουσαι, ὅταν ἑκατέρα ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον γίνηται. οἷον ἡ ἐξ ὑγείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγείαν. καὶ οὕτω διελὼν ἐπήγαγεν, ὅτι ἀνάγκη ἢ ἕνα τούτων εἶναι τῶν τρόπων, καθ’ ὃν κίνησις κινήσει ἐναντιοῦται, ἢ πλείους, διότι οὐκ ἔστιν ἄλλως ἀντιτιθέναι τὰς ἀντικειμένας μεταβολάς. p. 229a16 Ἔστι δὲ ἡ μὲν ἐξ ἐναντίου τῇ εἰς ἐναντίον ἕως τοῦ |οἷον τὸ γενέσθαι λευκὸν μὴ ἔκ τινος. ’Ex διαιρέσεως οὕτως ἀπαραλείπτου τὰς ἀντιθέσεις λαβὼν ἑκάστην λοιπὸν προχειριζόμενος δείξει, ποῖαί εἰσιν ἐναντίαι κινήσεις. καὶ πρῶτον ὅτι ἡ ἐξ ἐναντίου τῇ εἰς ἐναντίον οὐκ ἔστιν ἐναντία, οἷον ἡ ἐξ ὑγείας τῇ εἰς νόσον· ἡ αὐτὴ γάρ ἐστι καὶ μια. εἰ γὰρ ἡ κίνησις ἐξ εναντίου εἰς ἐναντίον ἡ ἐξ ὑγείας μεταβολὴ εἰς νόσον γίνεται, πάντως καὶ ἡ εἰς νόσον ἐξ ὑγείας· ὥστε μία καὶ οὔτε ἐναντίαι οὔτε πλείους. οὐ μέντοι ὁ αὐτός, φησί, λόγος τῇ τε ἐξ ἐναντίου καὶ τῇ εἰς ἐναντίον, διότι ἡ μὲν ἐξ ἐναντίου τὸ ἐξ οὗ ἡ μεταβολὴ μηνύει, ἡ δὲ εἰς ἐναντίον τὸ εἰς ὅ. καὶ ἔστιν καθ’ ἑκατέραν ἐκφορὰν προηγούμενον μὲν τὸ ἕτερον τῶν ἐναντίων, κατὰ συμβεβηκὸς δὲ θάτερον δηλούμενον. καὶ διὰ τοῦτο εἶπεν ὥσπερ οὐ τὸ αὐτὸ τὸ ἐξ ὑγείας μεταβάλλειν καὶ τὸ εἰς νόσον μεταβάλλειν. οὐ γὰρ ταὐτὸν ἑκάτερον σημαίνει τῷ ὅπου μὲν τὸ ἐξ οὗ, ὅπου δὲ τὸ εἰς ὃ ὡρίσθαι. καὶ καθόλου οὖν οὐ τὸ αὐτὸ πάντῃ τὸ ἐξ ἐναντίου τῷ εἰς ἐναντίον. Δευτέραν ἀντίθεσιν προχειρίζεται τὴν ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου, κατὰ μὲν τὸ ἐξ ἐναντίων δοκοῦσαν ἐναντίαν εἶναι, οὐ μέντοι κινήσεις ἐναντίας περιέχουσαν, ὅτι πᾶσα κίνησις οὐ μόνον τὸ ἐξ οὗ ἔχει, ἀλλὰ καὶ τὸ εἰς ὅ. τὸ γὰρ ἐξ ὑγείας κινούμενον, πόθεν μὲν ἡ κίνησις ἄρχεται, δηλοῖ, τὴν δὲ κίνησιν οὐκ ἐμφαίνει. αὐτὸς δὲ πρῶτον δείκνυσιν, ὅτι αὕτη ἡ αὐτή ἐστι τῇ κατ’ ἄμφω λεγομένῃ. ἅμα γὰρ συμβαίνει ἐξ ἐναντίου εἶναι καὶ εἰς ἐναντίον ἢ τὸ μεταξύ, καὶ τοῦτο ὡς ἐναντίον· ὥστε εἶναι τὴν ἀντίθεσιν τῆς ἐξ ἐναντίου εἰς ἐναντίον, ἐν ἡ μόνῃ δείξει προελθὼν τὴν τῶν κινήσεων ἐναντίωσιν· διὸ νῦν ἀναβάλλεται αὐτήν. δῆλον δὲ ὅτι καὶ ἡ εἰς ἐναντίον τῇ εἰς ἐναντίον ἡ αὐτή ἐστι· τὸ γὰρ εἰς ἐναντίον ἐξ ἐναντίου πάντως. ὥστε πάλιν τὴν αὐτὴν ἀντίθεσιν γίνεσθαι τὴν ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον. εἰ δέ τις οὕτω ψιλῶς ὡς κατὰ τὴν διαίρεσιν λάβοι τὴν ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου μόνον μὴ προσλογιζόμενος, ὅτι καὶ εἰς ἐναντία αὗται, καὶ πάλιν τὴν εἰς ἐναντίον τῇ εἰς ἐναντίον μὴ ἐννοῶν ὅτι αἱ εἰς ἐναντία καὶ ἐξ ἐναντίων πάντως εἰσί, μᾶλλον δόξουσιν αἱ εἰς ἐναντίον γινόμεναι μεταβολαὶ ἐναντίαι εἶναι ἤπερ αἱ ἐξ ἐναντίων, διότι ἡ λῆψις τῶν ἐναντίων μᾶλλον ἔχει ἐναντίωσιν ἤπερ ἡ ἀποβολὴ τῶν ἐναντίων. τὰ μὲν γὰρ ἀποβάλλοντα τὰ ἐναντία παύεσθαι κατὰ τοῦτο δοκεῖ τῆς τι, τὰ δὲ προσλαμβάνοντα γίνεσθαι μᾶλλον ἐναντία. καὶ ἔστιν ἡ μὲν εἰς ἐναντίον μεταβολὴ τῇ λήψει τῶν ἐναντίων χαρακτηριζομένη, ἡ δὲ ἐξ ἐναντίων τῇ ἀποβολῇ. ἔτι δὲ καὶ αἱ κινήσεις καὶ αἱ μεταβολαὶ χαρακτηρίζεσθαι δοκοῦσιν μᾶλλον ἀπὸ τῶν εἰς ἃ γίνονται καὶ οὐκ ἀπὸ τῶν ἐξ ὧν, ὡς ἤδη καὶ πρότερον εἴρηται. νοσάζεσθαι γὰρ λέγομεν τὸ εἰς νόσον ἰὸν καὶ ὑγιάζεσθαι τὸ εἰς ὑγείαν. Εἰπὼν δὲ μᾶλλον ἐναντίας δύνασθαι εἶναι τὰς εἰς ἐναντία γινομένας ἤπερ τὰς ἐξ ἐναντίων καὶ ἀποκρίνας ἔτι μᾶλλον διὰ τοῦ τὰς ἐξ ἐναντίων ἀπαλλαγὴν ἔχειν τῶν ἐναντίων, ζητεῖ λοιπὸν περί τε τῶν εἰς ἐναντία γινομένων εἰ αὗται ἐναντίαι καὶ περὶ τῶν ἐξ ἐναντίων εἰς ἐναντία. λείπεσθαι γὰρ ταύτας τὰς συζυγίας φησὶ τῶν ἐν αἷς αἱ ἐναντίαι δύνανται κινήσεις γίνεσθαι, ἐπεὶ καὶ ἡ πρώτη κατὰ τὴν διαίρεσιν λείπεται ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό· οὐδέπω γὰρ οὐδὲ περὶ ταύτης εἴρηται. δείξει δὲ ὅτι οὐκ ἐν κινήσει ἡ ἀντίθεσις αὕτη. λέγει δὲ περὶ τῶν εἰς ἐναντία, ὅτι συμβαίνει μὲν ταῖς εἰς ἐναντία γινομέναις καὶ ἐξ ἐναντίων γίνεσθαι. ὥσπερ εἶπεν καὶ ἐπὶ τῶν ἐξ ἐναντίων, προσθεὶς ἐκεῖ, ὅτι μᾶλλον ἐναντίαι αἱ εἰς ἐναντία τῶν ἐξ ἐναντίων. κἄν συμβαίνῃ δέ, φησί, ταῖς εἰς ἐναντία καὶ ἐξ ἐναντίων γίνεσθαι, ὡς εἶναι ταὐτὸν τό τε εἰς ἐναντίον καὶ τὸ ἐξ ἐναντίου εἰς ἐναντίον (τὸ γὰρ εἰς ὑγείαν μεταβάλλον ἅμα καὶ ἐκ νόσου μεταβάλλει), τὸ δὲ εἶ ’ναι καὶ ὁ λόγος οὐχ ὁ αὐτός ἐστι τοῦ τε εἰς ὑγείαν καὶ τοῦ ἐκ νόσου. καὶ διὰ τοῦτο οὐδὲ αὗται ἐναντίαι μὴ ἔχουσαι πρὸς τῷ εἰς ὃ καὶ τὸ ἐξ οὗ, ὥσπερ ἐρεῖ προιών. οὕτως ἀποδείξας ὅτι ἐν οὐδεμιᾷ τῶν εἰρημένων ἀντιθέσεων ἐστι κινήσεων ἐναντίωσις ἐφεξῆς δείκνυσιν ὅτι τῶν λοιπῶν δύο, τῆς τε ἐξ ἑαυτοῦ εἰς ἑαυτὸ καὶ τῆς ἐξ ἐναντίου εἰς ἐναντίον, αὕτη ἐστὶν ἡ τὴν ἐναντίωσιν ἔχουσα τῶν κινήσεων. δείκνυσι δὲ ἀπ’ αὐτῆς τῆς αἰτίας ἀρξάμενος· ἐπειδὴ γὰρ ἡ κίνησις τῆς μεταβολῆς ταύτῃ διενήνοχε τῷ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον εἶναι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ ἐναντίον ὑποκείμενόν ἐστιν, εἰκότως ἡ ἐξ ἐναντίου εἰς ἐναντίον κίνησις τῇ ἐξ ἐναντίου εἰς ἐναντίον κινήσει ἐναντία ἐστί. μεταβολαὶ μὲν γὰρ καὶ ἐξ ὑποκειμένων εἰς |οὐχ ὑποκείμενά εἰσι καὶ ἐξ οὐχ ὑποκειμένων εἰς ὑποκείμενα ὥσπερ ἡ φθορὰ καὶ ἡ γένεσις. αἱ μέντοι κινήσεις ἐξ ὑποκειμένων εἰς ὑποκείμενά εἰσι καὶ ἐξ ἐναντίων εἰς ἐναντία. Ὄτι δὲ τοῦτο οὕτως ἔχει καὶ ἐκ τῆς ἐπαγωγῆς ἐπιστώσατο. τὰς γὰρ ὁμολογουμένως ἐναντίας κινήσεις λαβών, τὸ νοσάζεσθαι καὶ τὸ ὑγιάζεσθαι, εὑρίσκει ταύτας ἐξ ἐναντίων εἰς ἐναντία γινομένας. τοιοῦτον δὲ καὶ τὸ μανθάνειν καὶ ἀπατᾶσθαι ὑφ’ ἑτέρου φησί, τὸ ὑφ’ ἑτέρου προσθεὶς ἢ ὅτι τὸν ὑφ’ ἑαυτοῦ ἀπατώμενον δυνατὸν μὴ ἐξ ἐναντίας δόξης μεταβάλλειν μηδὲ γεγονέναι ἐν τῇ ἄλη θεῖ πρότερον δόξῃ περὶ τὸ προκείμενον, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς περὶ αὐτὸ ψευδοδοξῆσαι· ὁ δὲ τοιοῦτος οὐκ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλει. ὁ μέντοι ὑφ’ ἑτέρου παραγόμενος εἰς τὸ ἀντικείμενον περιάγεται ἀπὸ ἀληθοῦς εἰς ψεῦδος μεθιστάμενος. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὥσπερ ὁ μανθάνων ποτὲ μὲν ἐκ ψεύδους εἰς ἀλήθειαν μετάγεται, ποτὲ δὲ οὐδὲν περὶ τοῦ προκειμένου ἐννοῶν οὔτε ψευδὲς οὔτ’ ἀληθές, ἐπιστήμην αὐτοῦ λαμβάνει, οὕτω καὶ ὁ ἀπατώμενος ἢ ἀπὸ ἀληθοῦς εἰς ψεῦδος μεταβάλλει ἢ ψευδῆ δόξαν εὐθὺς ἴσχει ἀπὸ τοῦ ἀπατῶντος. δύο δὲ τούτων ὄντων τοῦ τε μανθάνειν καὶ τοῦ εὑρίσκειν, τοῦ μὲν ἔξωθεν τοῦ δὲ ἔνδοθεν τὴν ἐπιστήμην πορίζοντος, ἀντίκειται τῇ μὲν μαθήσει ἡ ὑφ’ ἑτέρου ἀπάτη, τῇ δὲ εὑρέσει ἡ ὑφ’ ἑαυτοῦ. εἰκότως οὖν τῇ μαθήσει οὐχ ἁπλῶς ἀπάτην, ἀλλὰ τὴν ὑφ’ ἑτέρου ἀπάτην ἀντιτέθεικεν οὐχ ὡς ἀπὸ ἀληθοῦς εἰς ψεῦδος πάντως μετατιθεῖσαν, ἀλλ’ ὡς ἐκ τοῦ μὴ ψευδοδοξεῖν εἰς τὸ ψευδοδοξεῖν μεθιστᾶσαν, εἴτε ἀληθές τι πρότερον δοξάζων ἔτυχε περὶ τοῦ προκειμένου ὁ ἀπατώμενος, εἴτε μηδὲ δοξάζων ὅλως. ἡ δὲ ἀντίθεσις τοῦ μανθάνειν πρὸς τὸ ἀπατᾶσθαι μὴ δι’ αὑτοῦ, κινήσεων ἐστιν ἀντίθεσις τῆς ἀπὸ ἀγνοίας εἰς γνῶσιν πρὸς τὴν ἀπὸ γνώσεως εἰς ἄγνοιαν. καὶ τρίτην δὲ πίστιν ἀπὸ τῶν κατὰ τὴν φορὰν ἐναντιώσεων ἐπάγει τοῦ ἐναντίας εἶναι κινήσεις τὰς ἐξ ἐναντίων εἰς ἐναντία. τὴν γὰρ ἐπὶ τὸ ἄνω φορὰν τῇ ἐπὶ τὸ κάτω ἐναντίαν λέγομεν ὡς ἐν μήκει, καὶ ἡ εἰς δεξιὰ καὶ εἰς ἀριστερὰ ἐναντίαι ὡς ἐν πλάτει, καὶ ἡ εἰς τὸ ἔμπροσθεν καὶ ὄπισθεν ὡς ἐν βάθει. δείξας δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς, ὅτι ἐναντίαι κινήσεις ἐκεῖναι αἱ ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γινόμεναι, ἐπισημαίνεται πάλιν, ὅτι ἡ εἰς τὰ ἐναντία μόνον λεγομένη μὴ συμπροφέρουσα δὲ καὶ τὸ ἐξ ἐναντίων οὐ κίνησίς ἐστιν, ἀλλὰ μεταβολή, διότι ἓν ὑποκείμενον δηλοῖ τὸ εἰς ὃ μόνον, τὸ δὲ ἐξ οὗ οὐκέτι· ὅπερ χρὴ τῇ κινήσει προσεῖναι ἐξ ὑποκειμένου εἰς ὑποκείμενον γινομένη. τὸ γὰρ γίνεσθαι λευκὸν κατ’ αὐτὸ τοῦτο μεταβολὴν μὲν ὡς γένεσιν σημαίνει, κίνησιν δὲ οὔ, ὅτι μὴ πρόσκειται αὐτῷ τὸ ἐξ οὗ καὶ ἐν τῇ λέξει, ἐπεὶ δῆλον ὅτι ἐκ μέλανος τὸ λευκὸν γίνεται. p. 299b11 Καὶ ὅσοις μή ἐστιν ἐναντίον ἕως τοῦ καθάπερ εἴρηται κί’ πρότερον. Μία λοιπὸν ἀντίθεσις καὶ αὕτη δοκοῦσα ἀπελείπετο, ἣν πρώτην ἀπηριθμήσατο κτὰ τὴν διαίρεσιν, ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό. λέγει οὖν καὶ περὶ τούτου, ὅτι ὥσπερ αἱ εἰς ἐναντία μὴ ἔχουσαι ἀντικείμενον τὸ ἐξ οὗ μεταβολαὶ μὲν ἦσαν, κινήσεις δὲ οὔ, οὕτω καὶ ἡ ἐκ τοῦ αὐτοῦ καὶ ἡ εἰς τὸ αὐτὸ ἓν μόνον τὸ ὑποκείμενον λαμβάνουσαι τὸ αὐτό, τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, τὸ δὲ ἐναντίον αὐτῷ παραλείπουσαι μεταβολαί εἰσιν ἐναντίαι, ἀλλ’ οὐχὶ κινήσεις· ἡ γὰρ κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῇ φθορᾷ καὶ τῇ γενέσει προσήκει. ἐξ οὗ γὰρ ἡ φθορὰ μεταβάλλει, εἰς τοῦτο ἡ γένεσις πρόσεισι. καὶ ἐξ οὗ ἡ γένεσις, εἰς τοῦτο ἡ φθορά. ὁμοίως δὲ καὶ ἡ ἀποβολὴ πρὸς τὴν λῆψιν ἔχει· ἡ γὰρ τοῦ αὐτοῦ λῆψις πρὸς τὴν τοῦ αὐτοῦ ἀποβολὴν ἐναντίως ἔχει· οὗ γὰρ ἡ ἀποβολή, τούτου ἡ λῆψις, καὶ οὗ ἡ λῆψις, τούτου ἡ ἀποβολή. εἰπὼν δὲ πρότερον, ὅτι “ἅμα μὲν συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ μεταξύ,” δείκνυσι νῦν, ὅτι καὶ αἱ εἰς τὸ μεταξὺ καὶ ἐκ τῶν μεταξὺ ὡς εἰς ἐναντία καὶ ἐξ ἐναντίων γίνονται τῷ τὸ μεταξὺ πρὸς ἑκάτερον τῶν ἄκρων ἐναντίου λόγον ἔχειν. μίξει γὰρ τῶν ἐναντίων τὰ μεταξὺ συνίσταται, ὡς εἴρηται πρότερον. διὸ καὶ ὡς ἐναντίῳ χρῆται τῷ μεταξὺ ἡ κίνησις, ἐφ’ ὁπότερα ἂν μεταβάλλῃ· οἷον ἐκ φαιοῦ μέν, ὅταν εἰς λευκὸν μεταβάλλῃ, ὡς μέλανι χρῆται τῷ φαιῷ, καὶ ὅταν ἐκ λευκοῦ εἰς φαιόν· ὅταν δὲ ἐκ φαιοῦ εἰς μέλαν ἢ ἐκ μέλανος εἰς φαιόν, τότε ὡς λευκῷ χρῆται τῷ φαιῷ. καὶ τὰς ἐπὶ τὸ μεταξὺ οὖν καὶ ἐκ τοῦ μεταξὺ κινήσεις ὡς ἐναντίας θετέον. p. 229b23 Ἐπεὶ δὲ κινήσει οὐ μόνον δοκεῖ κίνησις ἐναντία ἕως τοῦ |ἐναντία τῇ ἐν ὑγιείᾳ. Δείξας, ποῖαι κινήσεις ἐναντίαι εἰσὶν ἀλλήλαις, ἐπειδὴ καὶ ἠρεμία πρὸς κίνησιν ἀντίκειται καὶ δοκεῖ ἐναντία εἶναι, ζητεῖ καὶ περὶ ταύτης πρῶτον μὲν ὅπως ἀντίκειται ἁπλῶς ἡ ἠρεμία τῇ κινήσει, ἔπειτα καὶ ποία ἠρεμία ποίᾳ κινήσει ἀντίκειται, ἐπειδὴ καὶ πρὸ τῆς κινήσεως ἐστιν ἠρεμία καὶ μετὰ τὴν κίνησιν. καὶ λέγει ὅτι κυρίως μὲν ἐναντίον κίνησις κινήσει ἐστί καὶ γὰρ εἴδη ἄμφω καὶ μεταβάλλει εἰς ἄλληλα), ἡ δὲ ἠρεμία πρὸς κίνησιν ἀντίκειται μέν. ὡς στέρησις δὲ μᾶλλον ἀντίκειται καὶ οὐχ ὡς κυρίως ἐναντία, διότι μὴ εἶδός τί ἐστι καὶ αὐτὴ ὥσπερ ἡ κίνησις, ἀλλὰ ἀπουσία μόνον κινήσεως. ἔστι δὲ ὡς καὶ ἡ στέρησις, φησίν, ἐναντία λέγεται, κοινῶς μὲν πᾶσα στέρησις, καθόσον ἀντίκειται τῷ εἴδει ἢ τῇ ἕξει ἢ τῇ ἐνεργείᾳ· ἡ δὲ ἀντίθεσις ἐναντιότης δοκεῖ. αὕτη δὲ ἡ στέρησις ἡ κατὰ τὴν ἠρεμίαν καὶ ἄλλο τι ἔχει, καθὸ καὶ ἐναντία λέγοιτο ἄν μᾶλλον τῶν ἄλλων στερήσεων· τὰ μὲν γὰρ τὰς ἄλλας ἔχοντα στερήσεις οὐ μεταβάλλει εἰς τὰς ἕξεις ἢ τὰ εἴδη (ὁ γὰρ νεκρὸς καὶ ὁ τυφλὸς οὐ μεταβάλλουσιν εἰς τὸ ζῆν ἢ τὸ ὁρᾶν), τὰ δὲ ἠρεμοῦντά ποτε καὶ κινεῖσθαι πάλιν πέφυκεν· ἠρεμία γάρ ἐστιν ἡ τοῦ πεφυκότος κινεῖσθαι ἀκινησία. καὶ ἔοικεν ἡ στέρησις αὕτη τῇ τῆς ὕλης στερήσει τῇ μετὰ τῆς ἐπιτηδειότητος τῆς πρὸς τὸ εἶδος θεωρουμένη, ἐφ᾿ ἧς καὶ ἀληθὲς τὸ ἔστιν ὡς καὶ ἡ στέρησις ἐναντία λέγεται. ἐπειδὴ γὰρ αἱ γενέσεις ἐκ τῶν ἐναντίων, τὰ πεφυκότα μεταβάλλειν κατὰ τὴν ἐν ἑαυτοῖς ἐναντίωσιν ἔχει ταύτην τὴν ἐπιτηδειότητα. εἶτα ζητεῖ ποία ἠρεμία ποίᾳ κινήσει ἀντίκειται κατὰ τὴν μέσην ταύτην ἀντίθεσιν τῶν τε κυρίως λεγομένων στερήσεων καὶ τῶν ἐναντίων, καθ᾿ ἣν ἡ ἠρεμία τῇ κινήσει ἀντίκειται, καὶ πρῶτον λέγει ὅτι ἡ ἔν τινι γένει ἠρεμία ἐναντία τῇ ἐν τῷ αὐτῷ γένει κινήσει· τοῦτο γὰρ δι᾿ ἑνὸς γένους κινήσεως ἐσήμανεν εἰπὼν τῇ κατὰ τόπον ἡ κατὰ τόπον. δῆλον γὰρ ὅτι καὶ ἐπὶ τῶν ἄλλων κινήσεων, ἀλλοιώσεως τέ φημι καὶ αὐξήσεως, ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ ἡ κατὰ τὸ ποιὸν ἠρεμία ἐναντία τῇ κατὰ τόπον κινήσει, ἀλλ᾿ ἡ κατὰ τόπον τῇ κατὰ τόπον. καὶ ἡ κατὰ ἀλλοίωσιν τῇ κατὰ ἀλλοίωσιν καὶ ἡ κατὰ τὸ ποσὸν τῇ κατὰ τὸ ποσόν. ἀλλ᾿ οὐκ ἀρκεῖ τοῦτο εἰπεῖν, ὅτι ἡ κατὰ τόπον ἠρεμία τῇ κατὰ τόπον κινήσει ἀντίκειται καὶ ὅλως αἱ ὁμογενεῖς ἀλλήλαις· τοῦτο γὰρ ἁπλῶς καὶ ὁλοσχερῶς λέγεται· πλείους γὰρ καὶ κινήσεις καὶ ἠρεμίαι καθ᾿ ἑκάστην τοπικὴν διάστασίν εἰσι· καὶ γὰρ κατὰ μῆκος κίνησις ἡ μὲν ἐπὶ τὸ ἄνω ἡ δὲ ἐπὶ τὸ κάτω, καὶ ἠρεμία ἡ μὲν ἐν τῷ ἄνω ἡ δὲ ἐν τῷ κάτω. Ζητητέον οὖν, ποία ἐν τούτοις ἠρεμία ποίᾳ κινήσει ἀντίκειται. καὶ φησὶν ὅτι, ἐπειδὴ ἡ κίνησις ἐξ ὑποκειμένου εἰς ὑποκείμενόν ἐστι (τοῦτο γὰρ δηλοῖ τὸ ἐν δυσὶν ὑποκειμένοις εἶναι· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον ἐστίν, ᾧ καὶ διαφέρει κίνησις γενέσεως καὶ φθορᾶς), τῇ μὲν κινήσει τῇ ἐκ τοῦδε εἰς τὸ ἐναντίον οἷον τῇ ἐκ τοῦ κάτω εἰς τὸ ἄνω ἢ τῆ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν ἡ ἐν τῷ κάτω καὶ ἡ ἐν τῷ λευκῷ μοναὶ ἐναντίαι· πάλιν δὲ τῇ ἐκ τοῦ ἄνω ἐπὶ τὸ κάτω κινήσει ἢ τῇ ἐκ τοῦ μέλανος εἰς τὸ λευκὸν ἡ ἐν τῷ ἄνω ἠρεμία καὶ ἡ ἐν τῷ μέλανι ἐναντία. ὥστε καθόλου τὴν ἐν τούτῳ, ἐξ οὗ ἡ κίνησις γίνεται, ἠρεμίαν ἐναντίαν τῇ ἐξ αὐτοῦ κινήσει γίνεσθαι, ἀλλ’ οὐχὶ τῇ εἰς αὐτό· καὶ γὰρ ἀνάγκη ἐκεῖνο μὲν ὃ φεύγει κατὰ φύσιν ἐναντίον εἶναι, τὸ δὲ εἰς ὃ ἄπεισιν οἰκεῖον. ἐπειδὴ δέ, φησίν, ἄτοπον κινήσεις μὲν ἐναντίας εἶναι ἀλλήλαις, ἠρεμίας δὲ μὴ εἶναι, ἰστέον ὅτι καὶ ἠρεμίαι αὗταί εἰσιν ἐναντίαι ἀλλήλαις αἱ ἐν τοῖς ἐναντίοις τόποις καὶ ταῖς ἐναντίαις ποιότησιν ἢ ποσότησιν, οἷον ἡ ἐν τῷ ἄνω ἠρεμία τῆ ἐν τῷ κάτω καὶ ἡ ἐν τῷ λευκῷ τῇ ἐν τῷ μέλανι καὶ ἡ ἐν ὑγείᾳ τῇ ἐν νόσῳ· κινήσει μέντοι ἡ ἐν ὑγείᾳ ἠρεμία ἀντίκειται τῇ εἰς νόσον, ὡς εἴρηται πρότερον· τῇ γὰρ ἐκ νόσου εἰς ὑγείαν ἀντικεῖσθαι αὐτὴν ἄλογόν ἐστι. καὶ τὴν αἰτίαν νῦν προστίθησιν ἐναργῆ· ἡ γὰρ κατὰ φύσιν, φησί, κίνησις ἡ ἐπ’ ἐκεῖνο, ἐν ᾧ κατὰ φύσιν ἠρεμεῖ τὸ κινούμενον, σκοπὸν ἐκείνην ἔχουσα τὴν ἠρεμίαν. καὶ δι’ αὐτὴν γινομένη, γένεσις τρόπον τινὰ τῆς ἠρεμίας ἐστὶ καὶ ἠρέμησις. ὥστε οἰκειότης ἐστὶ πλείστη τῇ κινήσει τῇ ἐν ᾧ ἠρεμήσει πρὸς τὴν ἐν ἐκείνῳ ἠρεμίαν. εἰ δὲ οἰκεία, οὐκ ἐναντία· οὐ γὰρ τῇ γενέσει τινὸς τὸ γινόμενον ἐναντίον οἷόν τε λέγειν ἢ στέρησιν αὐτῆς. εἰ δὲ καὶ τέλος τῶν ἐπί τι κινουμένων ἡ ἐν ἐκείνοις ἠρεμία, τὸ τέλος τινὸς πῶς ἂν ἐναντίον εἴη ἢ στέρησις αὐτοῦ; εἰ οὖν ἀνάγκη τὴν ἐξ οὗ ἢ τὴν εἰς ὃ ἠρεμίαν ἐναντίαν εἶναι τῇ κινήσει (οὐ γὰρ δὴ ἡ ἐξ ἄλλου γένους ἠρεμία ἐναντία ἔσται τῇ ἐν ἄλλῳ γένει κινήσει), ἀδύνατον δὲ τὰς εἰς ὃ ἐναντίας ἀλλήλαις εἶναι, ἀνάγκη τὴν ἐξ οὗ ἠρεμίαν ἐναντίαν εἶναι τῇ ἐξ αὐτοῦ κινήσει. καὶ γὰρ εἰ κατὰ φύσιν ἐστὶ τῷ κινουμένῳ ἡ ἐκ τοῦδε κίνησις, ἡ ἐν αὐτῷ ἠρεμία παρὰ φύσιν αὐτῷ γίνεται. ἐναντίον δὲ τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν. εἰ δέ τις ἀπορεῖ, πῶς εἰ ἓν ἑνὶ ἐναντίον, τῆ κινήσει καὶ κίνησις ἀντίκειται καὶ ἠρεμία, καὶ τῇ ἠρεμίᾳ ὁμοίως καὶ ἠρεμία καὶ κίνησις ἐναντίαι λέγονται εἶναι, ῥητέον ὅτι οὐ κυρίως ἐναντίαι εἰσὶν ἠρεμία καὶ κίνησις, ἀλλ’ οὐδὲ στέρησις ἡ ἠρεμία τοιαύτη, οἵαν ἐν Κατηγορίαις εἶπεν τὴν μὴ ὑποστρέφουσαν εἰς τὸ εἶδος, ἀλλὰ κατά τι μέσον εἶδος στερήσεως καὶ ἐναντιότητος ἔοικεν ἀντικεῖσθαι ἀλλήλοις ἠρεμία καὶ κίνησις. |p. 230a7 Ὅσοις δὲ μὴ ἔστιν ἐναντίον ἕως τοῦ ἡ δὲ γένεσις εἰς εκεινην. Εἰπὼν τὴν ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων ἠρεμίαν ἐναντίαν εἶναι τῇ ἐξ αὐτοῦ κινήσει ζητεῖ, εἰ καὶ ἐπὶ τῶν μεταβολῶν τῶν μὴ ἐξ ἐναντίου εἰς ἐναντίον γινομένων καὶ διὰ τοῦτο μὴ οὐσῶν κινήσεων, ὡς ἐλέγετο ἐπὶ γενέσεως καὶ φθορᾶς, ἔστι τις ἠρεμία ταύταις ταῖς μέτα βολαῖς ἐναντία τῇ ἐξ αὐτοῦ εἰς αὐτό. αὗται γὰρ ἦσαν αἱ μεταβολαὶ αἱ ὡς γένεσις καὶ φθορὰ ἀντικείμεναι· φθορὰ μὲν γὰρ ἡ ἐκ τοῦ ὄντος, γένεσις δὲ ἡ εἰς τὸ ὄν. ἢ οὐκ ἔστι ταύταις ἀντικειμένη ἠρεμία, διότι οὐδὲ κινήσεις αὗται λέγονται, ἀλλὰ μεταβολαὶ μόνον· ἡ δὲ ἠρεμία τῇ κινήσει ἀντίκειται. τί οὖν οὐκ ἔστι τι πέρας τῆς γενέσεως ἡ ἐν τῷ εἴδει μονὴ ὥσπερ τῆς ἄνωθεν κάτω κινήσεως ἡ ἐν τῷ κάτω μονή; ἡ ἔστι μέν, ἠρεμία δὲ οὐ κλητέα αὕτη, ἀλλὰ ἀμεταβλησία μᾶλλον, διότι ἡ μὲν τῆς κινήσεως ἀπουσία ἠρεμία λέγεται, ἡ δὲ τῆς μεταβολῆς ἀμεταβλησία. ἀλλ’ ἔστω ἀμεταβλησίαν καλεῖσθαι· τίνι ἂν εἴη ἀμεταβλησίᾳ καὶ τίνι μεταβολῇ ἐναντία ἡ ἀμεταβλησία αὕτη; ἢ εἰ μὲν ἔστι τι ὑποκείμενον τὸ μὴ ὂν ὥσπερ ἡ ὕλη, ἡ ἐν τῷ ὄντι ἀμεταβλησία τῇ ἐν τῷ μὴ ὄντι ἀμεταβλησίᾳ ἔσται ἐναντία καὶ τῇ ἐκ τοῦ ὄντος κινήσει, εἰ δὲ μὴ ἔστι τι τὸ μὴ ὄν, φησίν, ἀπορήσοι ἄν τις τίνι ἀμεταβλησίᾳ ἐστὶν ἐναντία ἡ ἐν τῷ ὄντι ἀμεταβλησία, ἀπορήσοι δὲ ἄν τις, φησί, καὶ εἰ ἠρεμίαν χρὴ λέγειν τὴν ἐν τῷ ὄντι ἀμεταβλησίαν διὰ τὰ ἑπόμενα ἄτοπα. εἰ γὰρ ἠρεμίαν τις λέγοι ἐπὶ γενέσεως καὶ φθορᾶς τὴν ἐν τῷ ὄντι ἀμεταβλησίαν, δυοῖν θάτερον ἀνάγκη συμβαίνειν· ἢ γὰρ οὐ πᾶσα ἠρεμία κινήσει ἐναντία ἔσται, εἴπερ ἡ ἐν τῷ ὄντι ἀμεταβλησία ἠρεμία οὖσα τῇ ἐκ τοῦ ὄντος μεταβολῇ ἀντίκειται· αὕτη δὲ οὐκ ἐστι κίνησις, ὡς οεοεικται πρότερον, διότι μὴ ἔστιν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον. ἢ εἰ πᾶσα ἠρεμία κινήσει ἀντίκειται, ἔσται καὶ ἡ φθορὰ κίνησις, ὁμοίως δὲ καὶ ἡ γένεσις. δέδεικται δὲ ὅτι οὐκ εἰσὶν αὗται κινήσεις. ἵνα οὖν μηδέτερον τούτων τῶν ἀτόπων συμβαίνῃ, ἠρεμίαν μὲν οὐ κλητέον τὴν ἐν τῷ ὄντι μονήν, ὅμοιον δέ τι αὐτὸ ἠρεμίᾳ ῥητέον. καὶ κλητέον αὐτὸ ἀμεταβλησίαν στέρησιν οὖσαν οὐ κινήσεως, ἀλλὰ μεταβολῆ. αὕτη δὲ ἡ ἐν τῷ ὄντι ἀμεταβλησία ἢ οὐδενί ἐστιν ἐναντία· ἡ γὰρ ἠρεμία καὶ οὐχὶ ἡ ἀμεταβλησία ἔκειτό τινι ἐναντία. ἢ εἰ ἔστι τινὶ ἐναντία, ἤτοι τῇ ἐν τῷ μὴ ὄντι ἀμεταβλησίᾳ ἔσται ἐναντία, εἰ ἔστι τι τὸ μὴ ὄν, ἢ τῇ φθορᾷ, ἥτις ἐστὶν ἐκ τοῦ ὄντος μεταβολή· ταύτῃ γὰρ ὡς μεταβολῇ ἀντικείσεται, κἄν μὴ ᾖ τι τὸ μὴ ὄν. διὸ οὕτως εἶπεν ἢ τῇ ἐν τῷ μὴ ὄντι ἢ τῇ φθορᾷ· αὕτη γάρ, φησίν, ἡ φθορὰ ἐξ αὐτῆς ἐστι τῆς ἐν τῷ ὄντι ἀμεταβλησίας, ἡ δὲ γένεσις ὁδός ἐστιν ἐπ᾿ ἐκείνην. ὡς γὰρ ἐπὶ τῆς ἠρεμίας ἐδείχθη, οὕτως ἔχει καὶ ἐπὶ τῆς ἀμεταβλησίας· ἡ γὰρ ἐξ οὗ μεταβάλλει ἀμεταβλησία τῇ ἐξ αὐτοῦ μεταβολῇ ἀντίκειται, ἀλλ᾿ οὐχὶ τῇ εἰς αὐτό· ὥστε τῇ μὲν φθορᾷ ὡς μεταβολῇ ἀντίκειται ἡ ἐν τῷ ὄντι ἀμεταβλησία. τῇ δὲ γενέσει καὶ τῇ ἐν τῷ ὄντι ἀμεταβλησίᾳ εἴη ἄν ἀμεταβλησία ἀντικειμένη ἡ ἐν τῷ μὴ ὄντι, εἴπερ εἴη τι τὸ μὴ ὄν. Ἡ δὲ ἐν ἀρχῇ ταύτης τῆς λέξεως γραφὴ τριχῶς φέρεται. ἢ γὰρ οὕτως· ὅσοις δὲ μὴ ἔστιν ἐναντίον, μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δὲ οὐκ ἔστιν. ἢ οὕτως· ὅσοις δὲ μὴ ἔστιν ἐναντία, τούτων μεταβολὴ μέν ἐστιν ἀντικειμένη καὶ τὰ ἑξῆς τὰ αὐτὰ δηλονότι τοῖς προτέροις σημαίνοντα. ἔστι δὲ καὶ τρίτη τοιαύτη ὅσοις δὲ μὴ ἔστιν ἐναντία, ὧν μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δὲ οὐκ ἔστι. καὶ ταύτην μᾶλλον ὁ Ἀλέξανδρος ἀποδέχεται. “ὡς γὰρ σημαίνων, φησί, τίνων οὐκ ἔστιν ἠρεμία ἀλλὰ ἀμεταβλησία ,λέγει, ἀλλ᾿ οὐχ ὡς δεικνὺς ὅτι μὴ εἰσὶ κινήσεις αἱ τοιαῦται μεταβολαὶ μηδὲ ὡς κινήσεις ἀλλήλαις ἀντίκεινται, ἀλλ᾿ ὡς μεταβολαί· τοῦτο γὰρ ἤδη δέδεικται”. p. 230a18 Ἀπορήσειε δὲ ἄν τις ἕως τοῦ |ἀλλ’ ᾗ ἡ μὲν τοιαδί, ἡ δὲ τοιαδὶ αὐτῶν ἐστιν. Εἰπὼν τίνες κινήσεις καὶ ἠρεμίαι τίσι κινήσεσι καὶ ἠρεμίαις εἰσὶν ἐναντίαι κατὰ φύσιν ἄμφω, ὅτι κίνησις μὲν κινήσει ἡ ἐκ τοὐ ἐναντίου τῇ ἐκ τοῦ ἐναντίου, κίνησις δὲ μονῇ ἡ ἔκ τινος τῇ ἐν αὐτῷ, ἐπειδὴ οὐ μόνον αἱ κατὰ φύσιν ταῖς κατὰ φύσιν ἀντίκεινται ὡς ἡ κάτωθεν ἄνω τοῦ πυρὸς τῇ ἄνωθεν κάτω τῆς γῆς, ἀλλὰ καὶ ἡ τοῦ αὐτοῦ παρὰ φύσιν τῇ κατὰ φύσιν ὡς τῆς γῆς ἡ κάτωθεν ἄνω τῇ ἄνωθεν κάτω, μέλλων καὶ περὶ τούτων λέγειν τῶν ἀντιθέσεων ἀπορεῖ πρῶτον, διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ καὶ κινήσεις εἰσὶ καὶ μοναὶ καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν. τῇ γὰρ γῇ κίνησις μὲν κατὰ φύσιν ἡ εἰς τὸ κάτω, μονὴ δὲ ἡ ἐν τῷ κάτω, παρὰ φύσιν δὲ κίνησις μὲν ἡ εἰς τὸ ἄνω, μόνη δὲ ἡ ἐν τῳ ἄνω, καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶν σωμάτων καὶ τῶν ἁπλῶν κινήσεων ὁ αὐτὸς λόγος ἐπί γε τῶν κατὰ τόπον· ἐπὶ δὲ ἀλλοιώσεως καὶ τῆς κτὰ τὸ ποσὸν μεταβολῆς οὐκέτι ἡ τοῦ κατὰ φύσιν καὶ παρὰ φύσιν ἀντίθεσις ὁρᾶσθαι δοκεῖ· οὐδὲν γὰρ μᾶλλον τὸ λευκαίνεσθαι τοῦ μελαίνεσθαι κατὰ φύς ἱν ἢ πα ῥὰ φύσιν ἐστὶ τοῖς σώμασι καὶ τὸ ὑγιάζεσθαι ἢ νοσάζεσθαι. ὁμοίως γὰρ δοκεῖ τὸ σῶμα τῶν ζῴων ἀμφοτέρων τούτων εἶναι δεκτικόν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ αὐξήσεως καὶ φθίσεως. οὔτε γὰρ ἡ μὲν αὔξησις κατὰ φύσιν, ἡ δὲ μείωσις παρὰ φύσιν οὔτε ἀνάπαλιν, ἀλλ’ οὐδὲ αὔξησις αὐξήσει ἀντικεῖσθαι δοκεῖ, ὡς εἶναι τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μεταβολῶν τῆς τε γενέσεως καὶ τῆς φθορᾶς ἔχει· οὐδὲ γὰρ τὸ μὲν ἕτερον αὐτῶν κατὰ φύσιν, ἡ γέ· νεσις, τὸ δὲ ἕτερον παρὰ φύσιν, ἡ φθορά. τὸ γὰρ γῆρας, ὅ ἐστι μεταβολὴ ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι καὶ φθορά, κατὰ φύσιν καὶ αὐτὸ δοκεῖ εἶναι. ἀλλ’ οὐδὲ γένεσις γενέσει δοκεῖ οὕτως ἀντικεῖσθαι, ὡς εἶναι τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. Ἀπορήσας δὲ οὕτω τῷ μὲν ἄμφω τὰς ἀντικειμένας οἷον λεύκανσιν καὶ μέλανσιν καὶ αὔξησιν καὶ μείωσιν καὶ γένεσιν καὶ φθορὰν κατὰ φύσιν εἶναι ἐνδίδωσι· καὶ γὰρ ἐπὶ τῆς κτὰ τόπον ἡ ἄνω καὶ κάτω ἀντικείμεναι ἄμφω κατὰ φύσιν εἰσίν, εἰ καὶ ἐπ’ ἄλλου καὶ ἄλλου· τὸ δὲ ἐπὶ τοῦ αὐτοῦ εἴδους οἷον τῆς φθορᾶς ἢ τῆς γενέσεως ἢ αὐξήσεως εἶναι τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν, ὡς ἐπὶ τῆς ἄνω κινήσεως ἢ ἐπὶ τῆς κάτω, δείκνυσιν ἐκ τοῦ τὸ βίαιον ἐν πάσαις ὁρᾶσθαι, τὸ δὲ βίαιον παρὰ φύσιν εἶναι. καὶ φθορὰ οὖν ἂν εἴη φθορᾷ ἐναντία ἡ βίαιος τῇ κατὰ φύσιν. ἀλλ’ ἐπὶ μὲν φθορᾶς τὸ βίαιον δῆλον. · καὶ γενέσεις δέ εἰσι βίαιοι καὶ οὐ κατὰ τὸν εἱρμὸν τῆς φύσεως γινόμεναι, ἃς ‘οὐχ εἰμαρμένας’ εἶπεν. ὅταν πρὸ ἡλικίας γεννᾷ τινα. καὶ σημειοῦνται ἐντεῦθεν οἱ ἐξηγηταί, ὅτι τὴν εἱμαρμένην οἱ ἀπὸ τοῦ Περιπάτου ἐν τοῖς κατὰ φύσιν τίθενται, εἴπερ τὰς βιαίους καὶ παρὰ φύσιν κινήσεις οὐχ εἱμαρμένας εἶπεν. καὶ αὐξήσεις δὲ παρὰ φύσιν εἶναί φησί τινας, ὡς τῶν ταχὺ διὰ τρυφὴν ἡβώντων, οἳ καὶ γεννῷεν ἄν παρὰ φύσιν καὶ βίᾳ, καὶ σῖτος δὲ διὰ θέρμην ταχὺ φύεται καὶ αὔξεται ἐν τοῖς Ἀδώνιδος καλουμένοις κήποις πρὸ τοὺ ῥιζωθῆναι καὶ πιληθῆναι ἐν τῇ γῇ. καὶ ἐπὶ ἀλλοιώσεως δὲ τὸ κατὰ φύσιν εὑρίσκει καὶ παρὰ φύσιν· οἱ μὲν γὰρ ἐν ταῖς κρισίμοις ἡμέραις τῶν νόσων παυόμενοι κατὰ φύσιν ἀλλοιοῦνται καὶ βεβαίως, οἱ δὲ μὴ ἐν κρισίμοις παρὰ φύσιν καὶ ἀβεβαίως. εἰπὼν δὲ καὶ γενέσει γένεσιν ἐναντίαν εἶναι καὶ φθορᾷ φθορὰν ἐπέστησεν, ὅτι ἔσονται φθοραὶ ἐναντίαι ἀλλήλαις. εἰ δὲ τοῦτο, ἐπειδὴ τῇ φθορᾷ καὶ ἡ γένεσις ἀντίκειται δύο ἑνὶ ἔσται ἐναντία· τῇ γὰρ φθορᾷ καὶ γένεσις ἔσται καὶ φθορὰ ἐναντία. ὁμοίως δὲ καὶ τῇ γενέσει γένεσις καὶ φθορά, εἴπερ καὶ γενέσει γένεσις ἀντίκειται. ταύτην δὴ τὴν ἔνστασιν βραχέως ἐνδειξάμενος διὰ τοῦ ῾ἔσονται δὴ ἐναντίαι φθοραὶ ἀλλήλαις οὕτω λαμβανόμεναι, καὶ οὐχὶ γενέσει· εἰ οὖν καὶ γενέσει, δύο ἑνὶ ἐναντία ἔσται’ λύει τὴν ἔνστασιν λέγων μηδὲν κωλύειν κατά τι καὶ φθορὰν εἶναι φθορᾷ ἐναντίαν οὐ καθὸ φθορᾷ, ἀλλὰ καθὸ ἡ μὲν κατὰ φύσιν, ἡ δὲ παρὰ φύσιν, ἃ συμβέβηκε ταῖς φθοραῖς. ὥστε οὐ δύο ἑνὶ ἐναντία, εἴπερ καθὸ μὲν φθορὰ γενέσει μόνῃ ἐναντία ἐστί. καθὸ δὲ κατὰ φύσιν φθορὰ τῇ παρὰ φύσιν. ὥσπερ καὶ εἰ ἡ μὲν τὸ ἡδὺ εἶχε συμβεβηκός, ἡ δὲ τὸ λυπηρόν, ἦν ἄν τις αὐτῶν καὶ κατὰ τοῦτο ἀντίθεσις. p. 230b10 Ὅλως μὲν οὖν ἐναντίαι κινήσεις καὶ ἠρεμίαι ἕως τοῦ ἡ μὲν γὰρ κατὰ φύσιν αὐτῶν ἢ ἄνω ἢ κάτω, ἡ δὲ παρὰ φύσιν. Δείξας ὅτι καὶ ἡ κτὰ φύσιν καὶ παρὰ φύσιν ἐναντίωσίς ἐστιν ἐν ταῖς κινήσεσιν ἐφεξῆς δείκνυσιν, ὅτι μὴ κατ’ ἄλλον τινὰ τρόπον ἐναντιώσεως παρὰ τὸν πρότερον εἰρημένον ταῖς κινήσεσιν ὑπάρχειν ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κινήσεις εἰσὶν ἐναντίαι, ἀλλ’ ἔστιν ὁ αὐτὸς τρόπος τῆς ἐναντιώσεως. ὅταν γὰρ τὸ αὐτὸ ᾖ τὸ κινούμενον τὰς ἐναντίας κινήσεις, τουτέστι τὰς ἐκ τῶν ἐναντίων καὶ εἰς τὰ ἐναντία, |ὡς ἡ ἑτέρα ἐστὶν αὐτῷ κατὰ φύσιν, τότε ἡ ἑτέρα τούτῳ γίνεται παρὰ φύσιν. φέρεται μὲν γὰρ τὴν ἄνω φορὰν φύσει τὸ πῦρ, τὴν δὲ κάτω ἡ γῆ. καὶ ἐναντίαι γε αὐτῶν αἱ φοραί. τὸ δὲ πῦρ ἄνω μὲν κατὰ φύσιν κινεῖται, κάτω δὲ παρὰ φύσιν. καὶ ἐναντία ἡ κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν, ὅτι ἐξ ἐναντίων καὶ εἰς ἐναντία, καὶ αἱ μοναὶ δὲ ὡσαύτως. ἡ γὰρ ἄνω μονὴ τῇ ἄνωθεν κάτω κινήσει ἐναντία. γίνεται δὲ τῇ γῇ ἡ μὲν ἄνω μονὴ παρὰ φύσιν, ἡ δὲ κάτω κίνησις κατὰ φύσιν. ὥστε κινήσει μονὴ ἐναντία ἡ παρὰ φύσιν τοῦ αὐτοῦ· καὶ γὰρ ἡ κίνησις τοῦ αὐτοῦ. ἐναντία ἄρα τῇ ἑκάστου τῶν στοιχείων κατὰ φύσιν κινήσει ἐναντία κίνησις παρὰ φύσιν αὐτῷ ἐστιν. ἐπεὶ δὲ ἐξ οὗ τι κινεῖται ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν, ἡ ἐν ἐκείνῳ μονὴ ἀντίκειται τῇ ἐξ αὐτοῦ κινήσει, δῆλον ὅτι τοῖς ἁπλοῖς σώμασιν αἱ ἐν ἐκείνοις μοναί, ἐξ ὧν κατὰ φύσιν κινοῦνται, αὗται παρὰ φύσιν εἰσίν· ὥστε αἱ παρὰ φύσιν αὐτῶν μοναί τε καὶ ἠρεμίαι ἐναντίαι εἰσὶ ταῖς κατὰ φύσιν αὐτῶν κινήσεσιν. Ἔν τισι τῶν ἀντιγράφων μετὰ τὸ τέλος τῆς ῥήσεως ταύτης τὸ λέγον ἡ μὲν γὰρ κατὰ φύσιν αὐτῶν ἢ ἄνω ἢ κάτω, ἡ δὲ παρὰ φύσιν πρόσκειται τοῦτο· καθόλου δὲ καὶ πρώτως ταῦτα κυρίως ὑπάρχει. καὶ ἴσασιν ἔν τισι τοῦτο προσκείμενον καὶ οἱ ἐξηγηταί. λέγοι δὲ ἄν ὅτι ταῦτα, τό τε κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν κινεῖσθαι, κυρίως τοῖς ἁπλοῖς τῶν φυσικῶν σωμάτων ὑπάρχει καὶ πάσι καὶ πρώτως ἐν τῇ κατὰ τόπον αὐτῶν κινήσει καὶ ἠρεμίᾳ, ἐν δὲ ταῖς ἄλλαις κινήσεσιν ἔστι μὲν καὶ ἐν αὐταῖς τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν, ὡς εἴρηκεν, οὐ κυρίως δὲ οὐδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἀπὸ τούτων μεταφοράν. δοκεῖ δὲ ἐλλείπειν τῷ καθόλου δὲ καὶ πρώτως ταῦτα κυρίως ὑπάρχει τὸ τούτοις τοῖς ἁπλοῖς σώμασιν, ὧν ἐν τῇ ἄνω καὶ κάτω φορᾷ τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐτεχνολόγησεν. p. 230b21 ἔχει δὲ ἀπορίαν, εἰ ἔστι πάσης ἠρεμίας ἕως τοῦ ἢ συμβαίνειν ἅμα. Ἀπορεῖ νῦν εἰ πάσης ἠρεμίας γένεσίς ἐστι ἢ οὔ. τό τε γὰρ μὴ εἶναι γένεσιν πάσης ἠρεμίας ἀδύνατον. καὶ τὴν αἰτίαν βραχέως ἐνεδείξατο διὰ τοῦ εἰπεῖν τῆς μὴ ἀεί. ἡ γὰρ ἠρεμία στέρησίς ἐστι κινήσεως ἐν τῷ ποτὲ κινουμένῳ, ἡ δὲ ἐν τῷ ποτὲ κινουμένῳ ἠρεμία οὐκ ἔστιν ἀεί, εἴπερ ποτὲ κινεῖται· τὸ δὲ μὴ ἀεὶ ὃν γέγονε, τὸ δὲ γεγονὸς ἐγίνετο, τὸ δὲ γινόμενον γένεσιν ἔχει· κατὰ γὰρ τὴν γένεσιν γίνεσθαι λέγεται, ὥσπερ τὸ κινούμενον κατὰ τὴν κίνησιν κινεῖσθαι. αὐτὸς δὲ ἠρκέσθη τῷ μὴ ἀεὶ εἶναι τὴν ἠρεμίαν, ὅτι τὰ ὄντα ἢ ἀεὶ ὄντα ἐστὶν ἢ ποτέ, τὰ δὲ ποτὲ ὄντα γινόμενά ἐστιν. ἐνδειξάμενος οὖν τὴν ἀνάγκην τοῦ δεῖν πᾶσαν ἠρεμίαν γένεσιν ἔχειν καὶ προσθεὶς ὅτι ἡ γένεσις τῆς ἠρεμίας τὸ ἵστασθαί ἐστιν, ὅπερ ἐστὶ τὸ ἠρεμίζεσθαι (τὸ γὰρ ἠρεμεῖν τὸ ἑστάναι ἐστίν, τοῦ δὲ ἑστάναι γένεσις τὸ ἵστασθαι ὡς τοῦ κεκινῆσθαι τὸ κινεῖσθαι), ἐπάγει λοιπὸν τὴν ἀπορίαν τὴν ἀναιρεῖν πειρωμένην τὸ πᾶσαν ἠρεμίαν γένεσιν ἔχειν διὰ τοῦ δεικνύναι, ὅτι ἡ βίαιος ἠρεμία οὐκ ἔχει γένεσιν· οὐδὲ γὰρ ἔχει τὸ ἵστασθαι. εἰ γὰρ ἡ βίαιος ἄνω ἠρεμία καὶ τὸ ἑστάναι ἄνω βίᾳ τῆς γῆς ἔχοι γένεσιν, ἔχοι ἄν τὸ ἵστασθαι βιαίως, τουτέστιν τὸ φέρεσθαι βιαίως, ἐπὶ τὸ ἑστάναι. εἰ οὖν τὸ ἵστασθαι ὅλως μὴ δυνατὸν εἶναι βιαίου φορᾶς ἐπὶ τὸ ἑστάναι, δῆλον ὅτι οὐκ ἄν εἴη τῆς βιαίου ἠρεμίας γένεσις. ὅτι δὲ τὸ ἵστασθαι οὐκ ἔστιν ἐπὶ τῆς βιαίου, δείκνυσι δυνάμει οὕτω· τὸ ἱστάμενον κατὰ φύσιν φέρεται ἐπ’ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἔσται ἑστηκός· τὸ κατὰ φύσιν ἐπί τινα τόπον φερόμενον, ἐν ᾧ ἔσται ἑστηκός, πλησιαίτερον ἐκείνου γινόμενον τοῦ τόπου θάττον κινεῖται δυναμούμενον ἔτι μᾶλλον ὑπ’ αὐτοῦ. καὶ συμπέρασμα τούτου τοῦ λόγου, ὅτι τὸ ἱστάμενον, τουτέστι τὸ ἐπὶ τὸ ἑστάναι φερόμενον, θᾶττον κινεῖται πλησιάζον τῷ τόπῳ, ἐν ᾧ στήσεται. προσληφθείσης φθείσης οὖν ἑτέρας ταύτῃ προτάσεως τῆς λεγούσης, ὅτι τὸ βίᾳ φερόμενον οὐ φέρεται θᾶττον πρὸς τὸν τόπον, ἐν ᾧ βίᾳ στήσεται, ἀλλὰ καὶ βραδύτερον, συνάγεται ἐν δευτέρῳ σχήματι προσεχῶς μέν, ὅτι τὸ βίᾳ φερόμενον οὐχ ἵσταται, τουτέστιν οὐκ ἔχει τὴν ὁρμὴν ἐπὶ τὸ ἑστάναι, τούτῳ δὲ ἕπεται τὸ τὸ βίᾳ ἠρεμοῦν μὴ γίνεσθαι ἠρεμοῦν, εἴπερ μὴ ἔχει τὸ ἵστασθαι καὶ ἠρεμίζεσθαι. τὸ οὖν βίᾳ ἠρεμοῦν ἔσται ἠρεμοῦν, οὐ γινόμενον ἠρεμοῦν· οὐ πάσης ἄρα ἠρεμίας γένεσίς ἐστιν, εἴπερ τῆς βιαίου μὴ ἔστιν. ἐφεξῆς δὲ δοκεῖ μὲν ὡς ἄλλο ἐπιχείρημα ἐπάγειν διὰ τοῦ ἔτι δοκεῖ τὸ ἵστασθαι κυρίως λέγεσθαι ἐπὶ τοῦ κατὰ φύσιν καὶ τῶν ἑξῆς, μᾶλλον δὲ οἶμαι τὸ συνεκτικὸν τοῦ προτέρου λόγου διὰ τούτου ὑποδεικνύναι· συνήχθη γὰρ ὁ λόγος ἐκεῖνος ὡς τοῦ ἵστασθαι μὴ δυναμένου τῷ βίᾳ φερομένῳ προσεῖναι, ἀλλὰ τῷ κατὰ φύσιν ἐπὶ τὸ ἑστάναι κινουμένῳ· τῷ γὰρ τὴν ὁρμὴν καὶ τὸν σκοπὸν ἐπὶ τὸ ἑστάναι ἔχοντι τούτῳ προσήκει τὸ ἵστασθαι ὡς τὸ ἠρεμίζεσθαι τῷ εἰς ἠρεμίαν σπεύδοντι καὶ τὸ λευκαίνεσθαι τῷ εἰς τὸ λελευκάνθαι. εἰπὼν δὲ ἔτι δοκεῖ τὸ ἵστασθαι κυρίως λέγεσθαι ἐπὶ τοῦ κατὰ φύσιν εἰς τὸν οἰκεῖον τόπον ἰόντος, οὐκ ἐπὶ τοῦ παρὰ φύσιν ἐπήγαγεν (εἴπερ, ὥς φησιν ὁ Ἀλέξανδρος, καὶ τοῦτο εἴη γεγραμμένον) ἢ ὅλως εἶναι. “καὶ σημαίνοι ἄν, φησίν, ὅτι δοκεῖ τὸ ἵστασθαι ἢ ὅλως εἶναι, ἐνεργείᾳ τῶν φυσικῶν σωμάτων ἑκάστῳ τοῦτο εἶναι τὸ εἰς τὸν αὑτοῦ καὶ τὸν οἰκεῖον φέρεσθαι τόπον· ἅμ γάρ ἐστι γεγονὸς καὶ ἐνεργείᾳ ὂν καὶ εὐθέως κινεῖται ἐπὶ τὸν οἰκεῖον τόπον |σπεῦδον ἐπὶ τὴν κατὰ τοῦτο τελειότητα, ἂν μή τι ἐμποδίζῃ, ὅ ἐστι, φησί, δεικτικὸν τοῦ τὸ ἵστασθαι λέγεσθαί τε καὶ εἶναι ἐπὶ τῆς κατὰ φύσιν λεγομένης κινήσεως.” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος ἁψάμενος οἶμαι καὶ τοῦ μέλλοντος ὑπ᾿ ἐμοῦ λέγεσθαι. μήποτε δὲ τὸ ἢ ὅλως εἶναι πρὸς τὸ λέγεσθαι ἀποδέδοται, ὅτι δοκεῖ τὸ ἵστασθαι κυρίως λέγεσθαι. ἢ οὐ λέγεσθαι μόνον ἀλλὰ καὶ εἶναι ὅλως ἐπὶ τοῦ κατὰ φύσιν, ἵνα μὴ τὸ λέγεσθαι εἰς λεκτικὴν συνήθειαν ἀποπέμψῃ τὸ ἵστασθαι· ἀλλὰ τὸ ἵστασθαι κυρίως εἶναι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι. ἢ εἰ τὸ μὲν ἵστασθαι ἀπὸ τῆς στάσεως ἐφ᾿ ἣν σπεύδει τὴν ἔννοιαν ἔχει, τὸ δὲ φέρεσθαι ἀπὸ τῆς κινήσεως οὐκ εἶναι ἁπλῶς ταὐτὸν τὸ ἵστασθαι καὶ τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι, ἀλλὰ συμβαίνειν ἅμα. ἢ τότε συμβαίνειν τὸ ἵστασθαι, ὅτε συμβαίνει τι ἐπὶ τὸν αὑτοῦ τόπον φέρεσθαι. τοῦτο δὲ καὶ πρὸ ὀλίγου αὐτὸς εἶπεν οὕτως “ἡ γὰρ εἰς αὐτὸ κίνησις ἠρέμησις μᾶλλόν ἐστιν ἢ συμβαίνει γε ἅμα γίνεσθαι τῇ κινήσει.” εἰ οὖν τοῦτο ἄτοπον τὸ μὴ γινόμενόν τι ἠρεμοῦν εἶναι ἠρεμοῦν, ὅπερ ἐπήγαγεν, ἄτοπον δὲ διότι τὸ γεγονὸς ἀνάγκη πρότερον γίνεσθαι, διττὸν ῥητέον τὸ ἵστασθαι, τὸ μὲν κατὰ φύσιν κυρίως, τὸ δὲ παρὰ φύσιν μεταφορικῶς ἢ ὁμωνύμως. καὶ διὰ τοῦτο ἴσως εἰπὼν τὸ ἵστασθαι ἐπὶ τοῦ κατὰ φύσιν λέγεσθαι προσέθηκε τὸ κυρίως. τῷ γὰρ ὄντι τὸ ἐπὶ στάσιν ἰὸν ἵστασθαι λέγεται ὡς τὸ ἐπὶ ἠρεμίαν ἠρεμίζεσθαι, τὸ μέντοι βίᾳ κινούμενον οὐκ ἐπὶ στάσιν κινεῖται· ἐὰν γοῦν παύσηται ἡ βῶλος τῆς βίᾳ γινομένης ἐπὶ τὸ ἄνω κινήσεως, ἐπὶ τὸ κάτω φέρεται εὐθέως, ἐὰν μή τι βίᾳ κρατήσῃ. βίαιος γὰρ ἠρεμία ἐστὶν ἡ βίᾳ κρατοῦντός τινος, ὥσπερ βίαιος κίνησις ἡ βίᾳ κινοῦντος. κἂν τὸ ἵστασθαι οὖν μὴ λέγηται κυρίως προυπάρχειν τοῦ βίᾳ ἠρεμοῦντος, ἀλλ’, ὅτι γέγονεν ἠρεμοῦν, ἀνάγκη γένεσιν αὐτοῦ προυπάρχειν, καὶ τὸ ἵστασθαί τι ἀνάλογον. τί οὖν; ἆρα σοφιστικόν ἐστι τὸ ἐπιχείρημα ἀπὸ τῆς ὁμωνυμίας τοῦ ἵστασθαι προαχθέν; ἡ τάχα τὸν λόγον σοφιστικῶς οὕτως ἀπορούμενον θεὶς διέλυσε διὰ τῆς τοῦ κυρίως ἵστασθαι διακρίσεως, δείξας ὅτι κυρίως μὲν οὐκ ἂν λέγοιτο ἵστασθαι τὸ βιαίως φερόμενον, καταχρηστικῶς δὲ οὐδὲν κωλύει τὸ βίαιον στάσιν βιαίως φερόμενον ἵστασθαι καὶ αὐτὸ λέγειν, ὅτι προηγεῖταί τι τῆς βιαίου ἠρεμίας ἀνάλογον ὂν τῷ κυρίως ἵστασθαι τῷ τῆς κατὰ φύσιν ἠρεμίας προηγουμένῳ, ὅπερ τῇ κατὰ φύσιν κινήσει συνῆν; εἰ μὴ ἄρα, ὅπερ εἶπον, ἡ μὲν κατὰ φύσιν κίνησις εἰκότως ἔχει ἐν ἑαυτῇ καὶ τὸ ἵστασθαι, ὅπερ ἐστὶ τὸ ἐπὶ τὸ ἑστάναι σπεύδειν, ἡ δὲ παρὰ φύσιν οὐκ ἐπὶ τὸ ἑστάναι ἐν τῷ παρὰ φύσιν σπεύδοντος τοῦ κινουμένου οὐκ ἂν ὅλως ἔχοι τὸ ἵστασθαι· οὐδὲ γὰρ σταίη ἄν τὸ βίᾳ ἐνεχθέν, εἰ μὴ βίᾳ κατέχοιτο. πλὴν ἐπειδὴ ἀδύνατον τὸ βία που ἠρεμοῦν μὴ βίᾳ ἐνηνέχθαι εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ βίᾳ ἠρεμεῖ εἴπερ τὸ κατὰ φύσιν φερόμενον εἰς τὸν κατὰ φύσιν φέρεται τόπον ἐν ὧ κατὰ φύσιν ἠρεμεῖ, προηγεῖται τῆς βιαίου ἠρεμίας ἡ βίαιος φορὰ ὥσπερ τῆς κατὰ φύσιν ἡ κατὰ φύσιν. καὶ κατὰ τοῦτο εἰ καὶ ἀκύρως, λέγοιτο ἄν ἵστασθαι καὶ τὸ βιαίως φερόμενον, ὅταν βίᾳ μέλλῃ ἠρεμεῖν. τὸ δὲ κατὰ φύσιν φερόμενον λέγεται κυρίως ἵστασθαι, ὅτι ἐπὶ στάσιν ἵεται. Ἐπειδὴ δὲ τοῦτο τὸ πρὸς τοῖς οἰκείοις τόποις θᾶττον φέρεσθαι τὰ κατὰ φύσιν φερόμενα ὡς ἀξίωμα πάντες προφέρουσι, καὶ τὴν μὲν αἰτίαν εὔλογον ἀποδιδόασι δυναμοῦσθαι λέγοντες αὐτὰ μᾶλλον πλησιάζοντα τῇ οἰκείᾳ ὁλότητι ὡς τελειούμενα τότε μᾶλλον κατὰ τὸ εἶδος, ἄλλοι δὲ τὸ πλῆθος τοῦ μεταξὺ ἀέρος ἐμποδίζειν λέγουσιν τοῖς ἐπὶ τὸ ἄνω ἢ κάτω κινουμένοις, ἕως ἄν πλησιάζοντα τοῖς οἰκείοις τόποις ὀλίγον ἀπολίπῃ τὸ μεταξύ, τὴν δὲ πίστιν τοῦ οὕτως ἔχειν, ὅτι τὰ κατὰ φύσιν φερόμενα θᾶττον κινεῖται πρὸς τοῖς οἰκείοις τόποις γινόμενα, ὀλίγοι προστιθέασιν, οὐδὲν ἴσως κωλύει τὰ ὑπὸ τοῦ φυσικοῦ Στράτωνος εἰρημένα τεκμήρια παραγράψαι. ἐν γὰρ τῷ Περὶ κινήσεως οὕτως εἰπών, ὅτι τὴν ἐσχάτην τοῦ τόπου ἐξαλλαγὴν ἐν ἐλαχίστῳ χρόνῳ ἐξαλλάσσει τὸ κινούμενον, ἐπάγει· ἱέν μὲν οὖν τοῖς τῷ βάρει φερομένοις διὰ τοὐ ἀέρος φανερόν ἐστιν οὕτω γινόμενον· τό τε γὰρ ἀπὸ τῶν κεράμων καταρρέον ὕδωρ, ἐάν τις ἀφ’ ὑψηλοῦ τόπου φερόμενον αὐτὸ θεωρῇ, ἄνωθεν μὲν συνεχὲς φαίνεται ῥέον, ἐν δὲ τῷ κάτω διεσπασμένον πίπτει ἐπὶ τὸ ἔδαφος. εἰ οὖν μὴ ἀεὶ τὸν ὕστερον τόπον θᾶττον ἐφέρετο, οὐκ ἄν ποτε συνέβαινεν αὐτῷ τοῦτο λέγει δὲ τοῦτο τὸ ἀποσπᾶσθαι τοῦ συνεχοῦς τὸ πλησιαίτερον τοῦ ἐδάφους γινόμενον.” ἔτι δὲ καὶ ἄλλο προστίθησι τεκμήριον λέγων “ἐάν τις λίθον ἢ ἄλλο βάρος ἔχον ἀφῇ ἀποσχὼν τῆς γῆς ὅσον δακτυλιαῖον ὕψος, οὐ πάνυ ποιήσεται ἔνδηλον πληγὴν ἐν τῷ ἐδάφει, ἐὰν δὲ πλέθρον ἢ ἔτι πλέον ἀποσχὼν ἀφῇ ἄνωθεν, ἰσχυρὰν πληγὴν ποιήσει. καὶ ἄλλο μέν, φησίν, οὐδὲν αἴτιον τῆς πληγῆς ἐστιν· οὔτε γὰρ τὸ βάρος μεῖζον ἔχει, οὔτε μεῖζον τὸ κινούμενον γεγένηται οὔτε πλείω τόπον ἐπωθοῦν οὔτε ὑπὸ πλείονος ὠθούμενον, θᾶττον δὲ φερόμενον. καὶ παρὰ τοῦτο καὶ ταῦτα καὶ ἄλλα πολλὰ συμπτώματα συμβαίνει.” τοῦτο δὲ οἶμαι τὸ τεκμήριον δηλοῖ, ὅτι ὀλίγον ἐξαιρούμενον ἀπὸ τῆς γῆς ὡς ἔτι ἐν τῇ γῇ ὂν δυσκίνητόν ἐστιν, ἀπὸ πολλοῦ δὲ κινούμενον ἐπὶ τὸν οἰκεῖον τόπον, ἀεὶ καὶ μᾶλλον δυναμοῦται πρὸς τοῦτο. ὁ δὲ Ἀσπάσιος εἰς ταύτην τὴν λέξιν ἐπεράτωσε τὸ βιβλίον. p. 230b28 Ἔχει δὲ ἀπορίαν, εἰ ἐναντία ἡ ἐνταῦθα μονὴ ἕως τοῦ καὶ τίνες ἐναντίαι τίσιν, εἴρηται. |Εἰπὼν πρότερον, ὅτι τῇ ἐκ τούτου εἰς τὸ ἐναντίον κινήσει ἡ ἐν τούτῳ μονὴ ἀντίκειται, τῇ δὲ ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ, ἀπορεῖ νῦν πρὸς τοῦτο καὶ λέγει, ὅτι εἰ ἐναντία ἐστὶν ἡ ἐνθάδε ἠρεμία τῇ ἐντεῦθεν κινήσει, ὡς εἴρηται. πρότερον, ἐπειδὴ τὸ ἀρχόμενον κινεῖσθαι ἐντεῦθεν ἔτι ἐστὶ καὶ ἐνθάδε, ἐνθάδε δὲ ὂν ἠρεμεῖ (τοῦτο γάρ ἐστιν αὐτῷ τὸ ἐνθάδε εἶναι), συμβαίνει ἅμ τὸ αὐτὸ ἠρεμεῖν τε καὶ κινεῖσθαι τὰς ἐναντίας ἀλλήλαις κίνησίν τε καὶ ἠρεμίαν. ἡ γὰρ εἰς ὃ κίνησις τῇ ἐν αὐτῷ μονῇ οὐκ ἔστιν ἐναντία· διὸ οὐκ ἐπὶ τούτων ἐποιήσατο τὸν λόγον. τὸ δὲ ἅμα περὶ ταὐτὸν τἀναντία συμβαίνειν ἀδύνατον· ὅτι δὲ τὸ ἀρχόμενον ἐντεῦθεν κινεῖσθαι ἔτι ἐστὶν ἐνταῦθα, δείκνυσιν ἐκ τοῦ λόγου τοῦ λέγοντος, ὅτι τοῦ κινουμένου τὸ μέν τί ἐστιν ἐκεῖ ἐξ οὗ κινεῖται, τὸ δὲ ἐκεῖ εἰς ὃ κινεῖται· ὥσπερ εἰ νοήσαιμέν τι λευκὸν μελαινόμενον, μήπω δὲ τελέως μελανθέν, μένει ἔχον τι ἔτι τοῦ λευκοῦ καὶ ἠρεμοῦν ἐν τῷ λευκῷ κατὰ τοσοῦτον, οὕτω καὶ ἡ τοπικὴ κίνησις ἔτι ἔχουσά τι τῆς ἐν τῇ ἠρεμίᾳ διαθέσεως λέγοιτο ἄν μὴ ἀποβεβληκέναι τελέως τὴν ἠρεμίαν. λύει δὲ τὴν ἀπορίαν λέγων μηδὲν ἄτοπον συμβαίνειν ἐκ τοῦ λόγου, ἐὰν ᾖ περὶ τὸ αὐτὸ τὰ ἐναντία, μὴ κατὰ τὸ αὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο· τὸ γὰρ αὐτὸ δυνατὸν εἶναι λευκὸν καὶ μέλαν κατ’ ἄλλο καὶ ἄλλο μέρος ὃ γίνεται καὶ ἐπὶ τοῦ τῆς κινήσεως ἀρχομένου· οὐ γὰρ κατὰ τὸ αὐτὸ ἠρεμεῖ καὶ κινεῖται, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο. τὸ μὲν γὰρ αὐτοῦ ἐστιν ἐκεῖ, τὸ δὲ οὐκέτι· οὐ γὰρ ἀμερὲς τὸ κινούμενον· δειχθήσεται γάρ, ὅτι οὐδὲν ἀμερὲς κινεῖται, εἰ δέ τι εἴη ἐν τοῖς ἐναντίοις κατ’ ἄλλο καὶ ἄλλο, οὐδὲν ἄτοπον. τοῦτο οὖν διὰ βραχέων ἐνδειξάμενος διὰ τοῦ εἰπεῖν εἴ πῃ ἠρεμεῖ ἢ ἔτι μένει, τουτέστιν εἰ κατά τι ἠρεμεῖ ἢ κατά τι μένει, ἐπιφέρει ὅτι οὐδὲ ἐναντίον ἠρέμησις τῇ κινήσει κυρίως· στέρησις γὰρ μᾶλλόν ἐστιν, ἀλλ’ ἔστι κυρίως κίνησις κινήσει ἐναντία ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον, ὡς προείρηται· ἐν γὰρ ταῖς τοιαύταις κινήσεσιν οὐ συμβαίνει τὸ αὐτὸ ἐν τοῖς ἐναντίοις εἶναι. p. 231a2 Καὶ περὶ μὲν κινήσεως καὶ ἠρεμίας πῶς ἑκατέρα μία, καὶ τίνες ἐναντίαι τίσιν, εἴρηται. Πῶς μὲν ἡ κίνησις μία εἴρηται, οὐ μέντοι πῶς μία ἡ ἠρεμία. ἀλλ’ ἔοικεν ὡς εἰρημένον καὶ τοῦτο τιθέναι, διότι ἐκ τῶν περὶ τῆς κινήσεως ῥηθέντων δῆλόν ἐστι καὶ περὶ τῆς ἠρεμίας, πῶς μία. εἰ γὰρ στέρησις κινήσεως ἐν τῷ πεφυκότι ἐστὶν ἡ ἠρεμία, δῆλον ὅτι ὁσαχῶς λέγεται μία κίνησις, τοσαυταχῶς ἄν μία καὶ ἠρεμία ῥηθήσεται. ὥστε καὶ αὕτη ἡ μὲν γένει τις ἔσται μία, ἡ δὲ εἴδει, ἡ δὲ ἀριθμῷ καὶ οὐσίᾳ. μέχρι τούτου τὸ πέρας ἐστὶ τοῦ βιβλίου ἔν τισιν ἀντιγράφοις, ὄις, ἐν δὲ ἄλλοις καὶ τὰ ἑξῆς ῥηθησόμενα πρόσκειται, ἅπερ οὐδὲ ὁ Πορφύριος συνοψίζειν οὐδὲ ὁ Θεμίστιος παραφράζειν εἵλετο. ὁ μέντοι Ἀλέξανδρος ἐπισημηνάμενος, ὅτι ἔν τισιν άντιγράφοις οὐ φέρεται, ἐξηγεῖται ὅμως αὐτά. p. 231a5 Ἀπορήσειε δὲ ἄν τις καὶ περὶ τοῦ ἵστασθαι ἕως τοῦ καὶ ἠρεμοίη ἄν τι παρὰ φύσιν. Εἴπερ μὴ ὡς ἔτυχε ταῦτα πρόσκειται, τὰ αὐτὰ τοῖς πρότερον εἰρημένοις λέγοντα, ἐν οἷς ἀναιρεῖν δοκεῖ τὸ ἵστασθαι ἐπὶ τῶν παρὰ φύσιν κινουμένων καὶ παρὰ φύσιν ἠρεμούντων· πρότερον συστήσας αὐτὸ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτε συνῆγεν, ὅτι εἰ μὴ ἔστι τὸ ἵστασθαι ἐπὶ τῶν βίᾳ κινουμένων καὶ βίᾳ ἠρεμούντων, ‘οὐ γινόμενον ἠρεμοῦν τι ἔσται ἠρεμοῦν,’ ἐπειδὴ ἐν ἐκείνοις ἔδοξε τὸ ἵστασθαι ἀποφάσκειν τῶν βίᾳ κινουμένων διά τε τοὐ ῾τὸ ἱστάμενον ἀεὶ φέρεσθαι θᾶττον πλησιάζον τῷ οἰκείῳ τόπῳ, τὸ δὲ βίᾳ τοὐναντίον,’ καὶ διὰ τοῦ ῾τὸ ἵστασθαι ἐπὶ τοῦ κτὰ φύσιν εἰς τὸν οἰκεῖον τόπον ἰόντος λέγεσθαι,’ βούλεται δὲ ὡς ἔοικεν ἐφ’ ἑκάτερα κρατύνεσθαι τὴν ἀπορίαν, διὰ τοῦτο νῦν τὸ ἕτερον αὐτῆς μέρος ἀνέλαβε τὸ δεικνύον, ὅτι καὶ ἐπὶ τῆς βιαίου κινήσεως καὶ τῆς βιαίου ἠρεμίας τῆς ἀντικειμένης αὐτῇ, ἀνάγκη εἷναι τὸ ἵστασθαι· εἰ γὰρ μή, μένει δέ τι βίᾳ, ἔσται ἠρεμοῦν τι οὐκ ἀεὶ ἄνευ τοῦ γενέσθαι. ὅπερ εἶπεν πρότερον ὅτι “οὐ γινόμενον ἄρα ἠρεμοῦν ἔσται ἠρεμοῦν.” νῦν δὲ προσέθηκε τῷ τῷ ἠρεμοῦν τὸ ἔσται οὐκ ἀεί, περιττῶς οἶμαι· εἰ γὰρ ἠρεμεῖ τὸ πεφυκὸς κινεῖσθαι, οὐκ ἄν εἴη ἀίδιος ἠρεμία. δῆλον δὲ ὅτι, φησίν, ἔσται τι βίᾳ ἠρεμοῦν· ὡς γὰρ κινεῖταί τι παρὰ φύσιν, οὕτω καὶ ἠρεμεῖ παρὰ φύσιν. ὥστε εἶναι τὸν συλλογισμὸν κατὰ τὸν δεύτερον τρόπον τῶν ὑποθετικῶν τοιοῦτον· ὄντος τοῦ βίᾳ μένοντος, ὡς ἀποδείξω, εἰ μὴ ἔστι τὸ ἵστασθαι ἐπ’ αὐτοῦ ὡς καὶ ἐπὶ τοῦ κατὰ φύσιν, ἠρεμοῦν τι ἔσται οὐκ ἀεὶ ἄνευ τοῦ γενέσθαι. εἰ οὖν τοῦτο ἀδύνατον, ἔστι καὶ ἐπὶ τοῦ βίᾳ μένοντος τὸ ἵστασθαι. ὅτι δέ ἐστι τὸ βίᾳ μένον καὶ παρὰ φύσιν, δῆλον ἐκ τοῦ εἶναι τὸ παρὰ φύσιν κινούμενον. ἀντικεῖσθαι δὲ τῇ παρὰ φύσιν κινήσει οὐ <τὴν παρὰ φύσιν μονὴν> κυρίως. ἀντέκειτο γὰρ τῇ παρὰ φύσιν κινήσει οἷον ἐπὶ τὸ ἄνω τῆς γῆς οὐχ ἡ παρὰ φύσιν αὐτῆς ἡ ἐν τῷ ἄνω μονή, ἀλλ’ ἡ κτὰ φύσιν ἡ ἐν τῷ κάτω. ἀκριβέστεροι δέ μοι δοκοῦσιν οἱ ταύτην τὴν λέξιν τὸ αὐτὸ ἀπαραλλάκτως τῇ πρότερον εἰρημένῃ λέγουσαν ὡς ὕστερον ὑπό τινων προστεθεῖσαν οὐ προσιέμενοι. p. 231a10 Ἐπεὶ δέ ἐστιν ἐνίοις κίνησις κατὰ φύσιν καὶ παρὰ φύσιν ἕως τοῦ τέλους. |Τὸ μὲν λεγόμενόν ἐστιν· ἐπειδὴ τῷ πυρὶ ἡ μὲν ἄνω κίνησις κατὰ φύσιν, ἡ δὲ κάτω παρὰ φύσιν, τῇ δὲ γῇ ἡ μὲν κάτω κατὰ φύσιν, ἡ δὲ ἄνω παρὰ φύσιν πότερον τῇ τοῦ πυρὸς κατὰ φύσιν ἡ αὐτοῦ τοῦ πυρὸς παρὰ φύσιν ἐναντία ἔσται ἢ ἡ τῆς γῆς κατὰ φύσιν; καὶ ἐπικρίνει ὅτι ἄμφω ἐναντίαι, ἀλλ’ οὐχ ὡσαύτως, ἀλλ’ ἡ μὲν τῆς γῆς κατὰ φύσιν τῇ τοῦ πυρὸς κατὰ φύσιν ὡς κατὰ φύσιν ἄμφω, ἡ δὲ τοῦ πυρὸς παρὰ φύσιν τῇ κατὰ φύσιν αὐτοῦ ὡς ἡ παρὰ φύσιν τῇ κατὰ φύσιν. καὶ αὕτη δὲ ἡ λέξις ἐκ περιττοῦ πρόσκειται ἤδη ῥηθεῖσα συντομώτερον οὕτως· “φέρεται δὲ τὴν μὲν ἄνω φορὰν φύσει τὸ πῦρ, τὴν δὲ κάτω ἡ γῆ καὶ ἐναντίαι γε αὐτῶν αἱ φοραί. τὸ δὲ πῦρ ἄνω μὲν φύσει, κάτω δὲ παρὰ φύσιν. καὶ ἐναντία γε ἡ κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν.’’ ὅτι δὲ ἐκ περιττοῦ ταῦτα πρόσκειται, δηλοῖ πάλιν ὁ αὐτὸς ἐπίλογος καὶ τούτοις ἐπαγόμενος ὁ λέγων “περὶ μὲν οὖν κινήσεως καὶ ἠρεμίας πῶς ἑκατέρα μία, καὶ τίνες ἐναντίαι τίσιν, εἴρηται.” Μετὰ δὴ τὴν τῶν κατὰ μέρος ἐν τῷ βιβλίῳ τούτῳ διάρθρωσιν, καλὸν ἄν οἶμαι καὶ τὰ κεφάλαια αὐτοῦ συντόμως τε καὶ ὡς δυνατὸν ἀπαραλείπτως ἀναγράψασθαι. προθέμενος τοίνυν ἐν ἀρχῇ τὴν μεταβολὴν διελεῖν εἴς τε κίνησιν καὶ τὰ τῆς κινήσεως εἴδη καὶ εἰς γένεσιν καὶ φθορὰν πρῶτον δείκνυσιν, ὅτι τὰ μεταβάλλοντα τριχῶς μεταβάλλει ἢ κατὰ συμβεβηκὸς ἢ κατὰ μόριον ἢ καθ᾿ αὑτὸ καὶ πρώτως, ἵνα τούτων ποιήσηται τὴν διαίρεσιν. εἶτα ὅτι οὐ μόνον τὰ μεταβαλλόμενα καὶ κινούμενα, ἀλλὰ καὶ τὰ μεταβάλλοντα καὶ κινοῦντα κατὰ τοὺς τρεῖς τούτους διῄρηται τρόπους. καὶ ἐφεξῆς ὅτι πέντε ὄντων τῶν ὑπαρχόντων, εἰ ἔσται κίνησις, τοῦ κινοῦντος, τοῦ κινουμένου, τοῦ χρόνου, καὶ ἔτι τοῦ ἐξ οὗ ἡ κίνησις καὶ τοῦ εἰς ὅ, ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις καὶ ἐν οὐδενὶ ἄλλῳ· τὸ δὲ αὐτὸ δείκνυσι καὶ ἀπὸ τοῦ ὁρισμοῦ τῆς κινήσεως. εἶτα ὅτι τὸ εἶδος εἰς ὃ κινεῖται τὸ γινόμενον, καὶ τὸ πάθος εἰς ὃ κινεῖται τὸ ἀλλοιούμενον, καὶ ὁ τόπος εἰς ὃν κινεῖται τὸ φερόμενον ἀκίνητά ἐστι, καὶ τὸ μέγεθος δὲ εἰς ὃ τὸ αὐξόμενον, καὶ ὅλως τὸ εἰς ὃ ἡ κίνησις. τούτοις δὲ ἀπορίαν ἐπάγει τοιαύτην· εἰ ἡ λευκότης πάθος, τὸ δὲ πάθος κίνησις, ἡ εἰς πάθος μεταβολὴ εἰς κίνησιν ἂν εἴη διὰ κινήσεως· καὶ οὐκ ἐν τῷ κινουμένῳ μόνῳ ἡ κίνησις, ἀλλὰ καὶ ἐν τῷ εἰς ὅ. καὶ λύει τὴν ἀπορίαν ἐκ τῆς τοῦ πάθους ὁμωνυμίας, ὅτι καὶ τὸ λευκὸν πάθος λέγεται καὶ ἡ λεύκανσις, κίνησις δὲ οὐ τὸ λευκόν, ἀλλ᾿ ἡ λεύκανσις. δείξας δὲ πρότερον ὅτι καὶ τὸ κινούμενον καὶ τὸ κινοῦν τριχῶς λέγεται, προστίθησιν ὅτι καὶ ἐν τοῖς ἄλλοις, τῷ τε εἰς ὃ καὶ τῷ ἐξ οὗ καὶ τῷ ἐν ᾧ, τουτέστι τῷ χρόνῳ, ἔστι τὸ τριττόν, τό τε κατὰ συμβεβηκὸς καὶ τὸ κατ᾿ ἄλλο καὶ τὸ πρώτως καὶ καθ᾿ αὑτό. καὶ οὕτως τήν μὲν κατὰ συμβεβηκὸς καὶ κατ᾿ ἄλλο μεταβολὴν ὡς κοινὴν πάντων καὶ ἀόριστον ἀποσκευασάμενος ἐν τῆ καθ᾿ αὑτὸ καὶ πρώτως ὡρισμένῃ καὶ ἐπιστήμῃ πρεπούσῃ τὰς διαφορὰς τῶν μεταβολῶν ἐπιδείκνυσι τριχῇ διελὼν αὐτάς. καὶ τὴν μὲν ἐν τοῖς ἐναντίοις λέγει, τὴν δὲ ἐν τοῖς μεταξὺ ὡς ἐναντίοις, τὴν δὲ ἐν ἀντιφάσει. δείξας δέ, ἐν τίσιν ἐστὶν ἡ μεταβολή ,δείκνυσιν ἑξῆς, κατὰ πόσους γίνεται τρόπους, ἐκ διαιρέσεως προάγων τὸν λόγον· τὸ γὰρ μεταβάλλον πᾶν ἢ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβάλλει τουτ ἐστιν ἐξ ὄντος εἰς ὄν, ἢ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, τουτέστιν ἐξ ὄντος εἰς μὴ ὄν, ἢ ἀνάπαλιν, ἢ τὸ λοιπὸν ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ὅπερ ἐστὶν ἀσύστατον· οὐδὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ μὴ ὃν μεταβάλλει. καὶ ἔστιν ἡ μὲν ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, καὶ ἡ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον ἡ μὲν γένεσις ,ἡ δὲ φθορὰ οὐκ οὖσαι κινήσας· ἡ δὲ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μόνη κίνησις· τὰ δὲ ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ. ἐπὶ τούτοις ζητεῖ, ἐν ποίαις τῶν κατηγοριῶν ἐστιν ἡ κίνησις, καὶ δείκνυσιν ἐν τῇ τοῦ ποιοῦ καὶ τῇ τοῦ ποσοῦ καὶ τοῦ ποῦ, οὔτε δὲ ἐν οὐσίᾳ οὔτε ἐν τῷ πρός τι οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, εἴπερ μὴ ἔστι κινήσεως κίνησις μηδὲ γενέσεως γένεσις μηδὲ ὅλως μεταβολὴ μεταβολῆς, ἅπερ πολυειδῶς ἀποδείκνυσι. καὶ ἐφεξῆς δείκνυσιν, ὅτι ἡ μὲν κατὰ τὸ ποιὸν κίνησις κοινὸν ἔχει ὄνομα τὴν ἀλλοίωσιν, ἡ δὲ κτὰ τὸ ποσὸν κοινὸν μὲν οὐκ ἔχει, ἰδίᾳ δὲ αὔξησιν καὶ μείωσιν, ἡ δὲ φορὰ οὔτε ἴδια οὔτε κοινόν· ἡ γὰρ φορὰ ἐπὶ μόνων λέγεται τῶν ἀψύχως κινουμένων· καὶ ὅτι τὸ μᾶλλον καὶ ἧττον ἐν πάσαις ταῖς κινήσεσιν ἀλλοίωσίς ἐστιν. δείξας δὲ ταῦτα ἐπὶ τῆς κινήσεως ἐφεξῆς τὸ ἀκίνητον τετραχῶς διαιρεῖ εἴς τε τὸ ὅλως ἀδύνατον κινηθῆναι καὶ τὸ ἐν πολλῷ χρόνῳ μόγις κινούμενον καὶ τὸ βραδέως ἀρχόμενον καὶ τὸ πεφυκὸς μὲν δυνάμενον κινεῖσθαι, μὴ κινούμενον δὲ τότε ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, εἴπερ ἠρεμεῖν μόνων τῶν ἀκινήτων φησὶ λέγεσθαι. ταῦτα δὲ περὶ κινήσεως καὶ ἀκινησίας εἰπὼν διαρθροῖ λοιπόν, τί τὸ ἅμα, τί τὸ χωρίς, τί τὸ ἅπτεσθαι, τί τὸ μεταξύ, τί τὸ ἐφεξῆς, τί τὸ ἐχόμενον, τί τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκε. καὶ τούτοις προστίθησιν ἐν τίσιν ἐστὶ τὸ μεταξύ. προλαβὼν δὲ ὡς χρήσιμα τὰ εἰρημένα πρὸς τοὺς |ἐφεξῆς 215v λόγους δείκνυσιν, ὅτι τριχῶς λέγεται μία ἡ κίνησις ἢ τῷ γένει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ ὅτι κυριώτερον μία ἡ τῷ ἀριθμῷ μία, ἥτις ἕκαστον τῶν τριῶν περὶ ἃ ἡ κίνησις, τό τε κινούμενον καὶ τὸ εἶδος καθ’ ὃ κινεῖται καὶ τὸν χρόνον ἐν ᾧ κινεῖται, ἓν κατ’ ἀριθμὸν ἔχει. καὶ ἐπάγει ὅτι ἡ μία τῷ ἀριθμῷ κίνησις καὶ συνεχής ἐστι καὶ ὅτι καὶ ἡ κατὰ γένος μία κίνησις καὶ ἡ κατ’ εἶδος καὶ ἡ κατ’ ἀριθμὸν τότε μᾶλλον ἔχει τὸ μία εἶναι, ὅταν τέλειος ᾖ, καὶ ὅτι ἡ μὲν κατὰ γένος καὶ κατ’ εἶδος μία κίνησις τότε μία λέγεται, ὅταν τέλειος ᾖ, ἡ δὲ κατ’ ἀριθμὸν μίη κἀν μὴ τέλειος ᾗ, συνεχὴς δὲ μόνον λέγεται μία. καὶ ἐφ’ ἐξῆς ὅτι καὶ τὸ ὁμαλὲς δεῖ προσεῖναι τῇ μιᾷ κινήσει· μᾶλλον γὰρ μία ἡ ὁμαλὴς τῆς ἀνωμάλου. καὶ ὅτι τὸ ταχὺ καὶ βραδὺ οὐκ ἔστιν εἴδη κινήσεως, διότι ἐν πᾶσίν ἐστι ταῦτα τοῖς τῆς κινήσεως εἴδεσι. καὶ λοιπὸν διαιρεῖ τὰς τῶν κινήσεων ἀντιθέσεις καὶ διακρίνει τῶν ἄλλων ἐκείνην τὴν κατὰ ἐναντίωσιν. καὶ τότε ζητεῖ ποία κίνησις ποίᾳ κινήσει ἐναντία, καὶ ποία κίνησις ποίᾳ ἠρεμίᾳ ἐναντία, καὶ ποῖαι ἠρεμίαι ἀλλήλαις. καὶ προστίθησιν ὅτι καὶ ἡ κατὰ τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐναντίωσίς ἐστιν ἐν ταῖς κινήσεσιν καὶ ἠρεμίαις κατὰ τὸν αὐτὸν τρόπον, καθ’ ὃν καὶ ἐν τοῖς κτὰ φύσιν. καὶ ἀπορεῖ, εἰ ἐπὶ τῆς παρὰ φύσιν μονῆς ἐστι προηγούμενον τὸ ἵστασθαι, καὶ ἐπιχειρεῖ ἐφ’ ἑκάτερα. καὶ ἑτέραν ἀπορίαν ἐπάγει, εἰ ἐναντία ἡ ἐνταῦθα μονὴ τῇ ἐντεῦθεν κινήσει, ὡς εἴρηται, τὸ δὲ κινούμενον δοκεῖ ἠρεμεῖν, πῶς οὐχ ἅμα ὑπάρξει τὰ ἐναντία; καὶ τὴν λύσιν τῇ ἀπορίᾳ περιέλαβεν, ὅτι οὐ κατὰ ταὐτὸν τὰ ἐναντία, ἀλλὰ ἵῃ μὲν ἠρεμεῖ, πῇ δὲ κινεῖται. |