Ancient Greek · ~4 min
6 to 13
SOCRATES ARGIVUS, Fragmenta 6-13
Not analysed yet
Ἀργείους δὲ Σωκράτης φησὶ τῇ Εἰλειθυίᾳ κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. Ἐν δ ̓ Ἄργει λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης φησὶν, ὑδατόκλυστα. «Τίς ἀλάστωρ, ἀλιτήριος, παλαμναῖος;» Οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίους κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλ ̓ ἀλάστωρ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς· ἀλιτήριος δὲ, ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. Ταῦτα, φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι. Σωκράτης ἐν τῷ Πρὸς Εἰδόθεόν φησι τὸν Ὕλαν ἐρώμενον Πολυφήμου, καὶ οὐχ Ἡρακλέους, γενέσθαι. Τὸν Πολύφημον Ἐλάτου παῖδα εἶπεν Ἀπολλώνιος. Σωκράτης δὲ καὶ Εὐφορίων Ποσειδῶνος. Τὸν Ὕλαν Σωκράτης υἱὸν Ἡρακλέους φησίν. Σωκράτης δὲ ὑπὸ Αὐγέου φησὶν αὐτοὺς (Herculis e Megara liberos) δολοφονηθῆναι. Τὴν δὲ Σφίγγα οἱ μὲν λέγουσιν ἔχειν πρόσωπον παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος· Σωκράτης δὲ αὐτήν φησι χρησμολόγον δύσγνωστα μαντευομένην· ἅπερ ἀγνοοῦντες οἱ Θηβαῖοι καὶ ἐναντίως αὐτοῖς χρώμενοι ἀπώλοντο. Ἀσκληπιάδης δὲ κτλ.