Ancient Greek
α′.> Σωκράτους.
Socrates Epistulae, Epistulae 1
Not analysed yet
Οὔ μοι δοκεῖς καλῶς τὴν ἐμὴν συνιέναι γνώμην (οὐ γὰρ ἂν τὸ δεύτερον ἐπέστελλες καὶ πλείονα δώσειν ὑπισχνοῦ) ἀλλ’, ὥσπερ τοὺς σοφιστάς, καὶ Σωκράτην φαίνῃ ὑπονοεῖν παλιμπράτην τινὰ εἶναι παιδείας καὶ τὰ πρότερον γράψαι οὐχ ἁπλῶς ἀρνούμενον, ἀλλ’ ἐπὶ πλείοσι τῶν τότε διδομένων ὑπὸ σοῦ. νῦν δ’ οὖν ὑπερβολὰς ὑπισχνῇ καὶ τῷ πλήθει τῶν διδομένων οἴει με παραστήσεσθαι, καταλιπόντα τε τὴν Ἀθήνησι διατριβὴν παρὰ σὲ ἥξειν τὸν οὔθ’ ὅλως καλὸν νομίζοντα τοὺς ἐν φιλοσοφίᾳ πιπράσκειν λόγους, ἐμοί τε καὶ σφόδρα ἄηθες.