Ancient Greek
β′.> Σωκράτης Ξενοφῶντι.
Socrates Epistulae, Epistulae 1-2
Not analysed yet
Χαιρεφῶν ὃν τρόπον ὑφ’ ἡμῶν σπουδάζεται οὐκ ἀγνοεῖς, ᾑρημένος δὲ ὑπὸ τῆς πόλεως πρεσβευτὴς εἰς Πελοπόννησον τάχ’ ἂν καὶ πρὸς ὑμᾶς ἀφίκοιτο. τὰ μὲν οὖν τῶν ξενίων εὐπόριστα ἀνδρὶ φιλοσόφῳ, τὰ δὲ τῆς πορείας ἐπισφαλῆ καὶ μάλιστα διὰ τὰς αὐτόθι νῦν ταραχὰς ὑπαρχούσας. ὧν ἐπιμεληθεὶς ἐκεῖνόν τε σώσεις ἄνδρα φίλον καὶ ἡμῖν τὰ μάλιστα χαριῇ.