Ancient Greek
ζ′.> Σωκράτους.
Socrates Epistulae, Epistulae 3-3
Not analysed yet
(3) περὶ δὲ ὑμῶν οἱ παρόντες διήγγελλον κατὰ γνώμην ἄχρι νῦν χωρεῖν τὰ πράγματα· ἔλεγον γὰρ ὅτι οἱ Θηβαῖοι καταφυγόντας ὑμᾶς ἀσμένως ἀπεδέξαντο καὶ κατιοῦσι πάσῃ προθυμίᾳ συλλαμβάνειν οἷοί τέ εἰσιν. ἐταράττοντο δὲ καὶ τῶν ἐνθάδε τινὲς τοῖς λόγοις τούτοις καὶ ὅτι καὶ τὰ ἐκ τῆς Λακεδαίμονος δυσελπιστότερα ἠγγέλλετο. ἔλεγον γὰρ οἱ μετὰ τῶν πρέσβεων ἐκεῖθεν ἥκοντες πολέμους τε καταλαβεῖν τοὺς Λακεδαιμονίους συνεστηκότας μεγάλους, καὶ τοὺς ἐφόρους περὶ τῆς ἐνθάδε ταραχῆς ἀκούοντας ἀγανακτεῖν, οὐκ ἐπ’ ὀλέθρῳ λέγοντας αὐτοῖς παραδεδωκέναι τὴν πόλιν τοὺς Λακεδαιμονίους (τοῦτο μὲν γὰρ ἐξεῖναι σφίσι κρατήσασι πεποιηκέναι, εἰ ἐβούλοντο, τῶν συμμάχων Κορινθίων καὶ Θηβαίων τότε ἐναγόντων), ἀλλ’ ὅπως αὐτοὶ πολιτεύσωνται ἐπιτηδείως ὀλιγαρχούμενοι καὶ τὰ κοινὰ διοικοῦντες βέλτιον ἢ ἐπὶ τῆς δημοκρατίας.