Ancient Greek
ϛ′.> Σωκράτους.
Socrates Epistulae, Epistulae 9-2
Not analysed yet
(9) εἰ δέ σοι τὰς ἐνίων ὀλιγωρίας ὁρῶντι φαύλως δόξω βεβουλεῦσθαι, πρῶτον μὲν ἐκεῖνο ἐρῶ, ὅτι οὐ πάντες ἄνθρωποι ὁμοίως ἔχουσι πρὸς τοὺς φίλους (εἰσὶ δὲ οἳ καὶ τετελευτηκότων αὐτῶν προνοοῦσιν), ἔπειθ’ ὅτι τοὺς ἡμετέρους τοιούτους εἰκὸς εἶναι, οὐ φορτικῶς ἡμῖν συνεληλυθότας, οὐδὲ νῦν μόνον ἀλλὰ καὶ τότε τῆς παρ’ ἡμῶν οὐχ ἧττον ὠφελείας ἀπολαύοντας. τῆς μὲν οὖν ὀλιγοχρονίου χάριτος εἰκὸς καὶ τὰς ἀμοιβὰς εἶναι βραχείας, αἱ πολυχρόνιοι δὲ τῶν εὐεργεσιῶν ἴσην τῇ ὠφελείᾳ τίκτουσι τὴν ἀμοιβήν.