Ancient Greek · ~5 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.15
Not analysed yet
Ὅτι μετὰ τὴν σύνοδον, Ἀλεξάνδρου τελευτήσαντος, Ἀθανάσιος καθίσταται τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος. Μετὰ ταῦτα δὲ εὐθέως Ἀλεξάνδρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας τελευτήσαντος, προΐσταται τῆς ἐκκλησίας Ἀθανάσιος. Τοῦτον φησὶν ὁ Ῥουφῖνος κομιδῇ νήπιον ὄντα, παίζειν σὺν ἑτέροις ἡλικιώταις ἱερὸν παίγνιον. Τοῦτο δὲ ἦν μίμησις ἱερωσύνης καὶ τοῦ καταλόγου τῶν ἱερωμένων ἀνδρῶν. Ἐν δὴ οὖν τῷ παιγνίῳ τούτῳ Ἀθανάσιος μὲν τῆς ἐπισκοπῆς ἐκεκλήρωτο τὸν θρόνον: τῶν δὲ ἄλλων νέων ἕκαστος ἢ πρεσβύτερον ἢ διάκονον ἐμιμεῖτο. Ταῦτα ἔπαιζον οἱ παῖδες κατὰ τὴν ἡμέραν, ἐν ᾗ τοῦ μάρτυρος καὶ ἐπισκόπου Πέτρου ἐπετελεῖτο μνήμη. Τότε δὴ καὶ Ἀλέξανδρος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος διαβαίνων, ὁρᾷ τὸ γιγνόμενον παίγνιον: καὶ μεταπεμψάμενος τοὺς παῖδας, ἐπύθετο παῤ αὐτῶν τὸν ἐν τῷ παιγνίῳ κληρωθέντα τόπον ἑκάστῳ, προμηνύεσθαί τι διὰ τοῦ γεγονότος ἡγησάμενος. Ἐκέλευσέν τε ἐν τῇ ἐκκλησίᾳ ἄγεσθαι τοὺς παῖδας, καὶ παιδείας μεταλαμβάνειν, ἐξαιρέτως δὲ τὸν Ἀθανάσιον: εἶτα ἐν τελείᾳ γενόμενον ἡλικίᾳ καὶ διάκονον χειροτονήσας, ἦλἑ̣?ʼ ἐπὶ τὴν Νίκαιαν, συναγωνιζόμενον αὐτῷ ἐκεῖ, ὅτε συνεκροτεῖτο ἡ σύνοδος. Ταῦτα μὲν ὁ Ῥουφῖνος περὶ αὐτοῦ Ἀθανασίου ἐν τοῖς συντάγμασιν ἑαυτοῦ εἴρηκεν. Οὐκ ἀπεικὸς δὲ γενέσθαι: καὶ γὰρ πολλὰ τοιαῦτα γενόμενα πολλάκις ἐφεύρηται. Περὶ οὗ τέως τοσαῦτα εἰρήσθω μοι.