Ancient Greek · ~9 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.14
Not analysed yet
ʽ??ʼ Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἐξορισθέντες διὰ τὸ συμφρονῆσαι Ἀρείῳ, ὕστερον βιβλίον μετανοίας διαπεμψάμενοι, καὶ συνθέμενοι τῇ ἐκθέσει τῆς πίστεως, τοὺς ἑαυτῶν ἀπέλαβον θρόνους. Εὐσέβιος δὲ καὶ Θέογνις, βιβλίον μετανοίας τοῖς κορυφαίοις ʽ??ʼ ἐπισκόπων ἀποστείλαντες, ἀνεκλήθησάν τε τῆς ἐξορίας ἐκ ʽ??ʼσιλικοῦ προστάγματος, καὶ τὰς ἐκκλησίας ἑαυτῶν ἀπέλαβον: ʽ??ʼὺς εἰς τόπον ἑαυτῶν χειροτονηθέντας ἐξωθήσαντες, Ἀμφίωνα ʽ??ʼν Εὐσέβιος, Χρῆστον δὲ Θέογνις. Οὗ βιβλίον τὸ ἀντίγραφον ʽ??ʼτι τόδε. ʽ??ʼΗδη μὲν οὖν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ʽ??ʼἡσυχίᾳ φέρειν τὰ κεκριμένα παρὰ τῆς ἁγίας ὑμῶν ἐπικρίσεως ὀφείλομεν. ʽ??ʼλ̓ ἐπειδὴ ἄτοπον καθ̓ ἑαυτῶν δοῦναι τῶν συκοφαντῶν τὴν ἀπόδειξιν τῇ ʽ??ʼπῇ, τούτου ἕνεκα ἀναφέρομεν ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν, καὶ ʽ??ʼ ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, οἱ ʽ??ʼαμοῦ τῇ αἱρέσει ἐξακολουθήσαντες. Ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ ʽ??ʼ ἐκκλησιῶν ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορήσαντες τοὺς ʽ??ʼἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημῃνάμεθα τῇ πίστει: τῷ δὲ ἀναθεμἁ̣?ʼμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ἀλλ̓ ὡς ʽ??ʼστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παῤ ʽ??ʼοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοι ʽ??ʼτοιοῦτον εἶναι. Εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ʽ??ʼὰ συντιθέμενοι τοῖς παῤ ὑμῖν κεκριμένοις, καὶ διὰ τούτου τοῦ γράμματος ʽ??ʼροφοροῦμεν τὴν συγκατάθεσιν: οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι. Εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἔχετε ἐν πᾶσι συμψύχους, ἀκολουθοῦντας τοῖς παῤ ὑμῖν κεκριμένοις: ὁπότε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον, ἔδοξε τῇ ὑμῶν εὐλαβείᾳ φιλανθρωπεύσασθαι καὶ ἀνακαλέσασθαι. Ἄτοπον δὲ, τοῦ δοκοῦντος εἶναι ὑπευθύνου ἀνακεκλημένου καὶ ἀπολογησαμένου ἐφ̓ οἷς διεβάλλετο, ἡμᾶς σιωπᾷν, καθ̓ ἑαυτῶν διδόντας τὸν ἔλεγχον. Καταξιώσατε γοῦν, ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι, καὶ τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι, καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ̓ ἡμῖν. Καὶ τοῦτο μὲν τὸ τῆς παλινῳδίας βιβλίον Εὐσεβίου καὶ Θεόγνιδός ἐστιν: ἀπὸ δὲ τῶν ῥημάτων αὐτοῦ τεκμαίρομαι, ὅτι οὗτοι μὲν τῇ ὑπαγορευθείσῃ πίστει ὑπεσημῄναντο, τῇ δὲ καθαιρέσει Ἀρείου σύμψηφοι γενέσθαι οὐκ ἐβουλήθησαν: καὶ ὅτι Ἄρειος πρὸ τούτων φαίνεται ἀνακληθείς. Ἀλλ̓ εἰ καὶ τοῦτο οὕτως ἔχειν δοκεῖ, ὅμως τῆς Ἀλεξανδρείας ἐπιβαίνειν κεκώλυτο: τοῦτο δὲ δείκνυται, ἀφ̓ ὧν ὕστερον ἑαυτῷ κάθοδον εἰς τὴν ἐκκλησίαν καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἐπενόησεν, ἐπιπλάστῳ μετανοίᾳ χρησάμενος, ὡς κατὰ χώραν ἐροῦμεν.