Ancient Greek · ~19 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.20.1
Not analysed yet
Τίνα τρόπον Ἴβηρες ἐχριστιάνισαν. Καιρὸς δὲ ἤδη λέγειν, ὅπως καὶ Ἴβηρες ὑπὸ τὸν αὐτὸν χρόνον ἐχριστιάνισαν. Γυνή τις, βίον σεμνὸν καὶ σώφρονα μετερχομένη, θείᾳ τινὶ προνοίᾳ ὑπ’ Ἰβήρων αἰχμάλωτος γίνεται. Ἴβηρες δὲ οὗτοι προσοικοῦσι μὲν τὸν Εὔξεινον πόντον, ἄποικοι δὲ εἰσὶν Ἰβήρων τῶν ἐν Ἱσπανίᾳ. Ἡ γυνὴ τοίνυν ἡ αἰχμάλωτος ἐν μέσοις οὖσα τοῖς βαρβάροις ἐφιλοσόφει: σὺν γὰρ τῇ πολλῇ τῆς σωφροσύνης ἀσκήσει, νηστείᾳ τε βαθυτάτῃ καὶ συντόνοις προσέκειτο ταῖς εὐχαῖς: τοῦτο δὲ ὁρῶντες οἱ βάρβαροι τὸν ξενισμὸν τοῦ πραττομένου ἐθαύμαζον. Συμβαίνει δὴ τὸν τοῦ βασιλέως παῖδα νήπιον ὄντα ἀρρωστίᾳ περιπεσεῖν: καὶ ἔθει τινὶ ἐγχωρίῳ, παρὰ τὰς ἄλλας γυναῖκας ἡ τοῦ βασιλέως γυνὴ ἔπεμπε τὸν παῖδα θεραπευθησόμενον, εἴπου τι βοήθημα πρὸς τὴν νόσον ἐκ πείρας ἐπίστανται. Ὡς δὲ περιαχθεὶς ὁ παῖς ὑπὸ τῆς τροφοῦ, παῤοὐδεμιᾶς τῶν γυναικῶν θεραπείας ἐτύγχανε, τέλος ἄγεται πρὸς τὴν αἰχμάλωτον. Ἡ δὲ, ἐπὶ παρουσίᾳ πολλῶν γυναικῶν, ὑλικὸν μὲν βοήθημα προσέφερεν οὐδέν: οὐδὲ γὰρ ἠπίστατο: δεξαμένη δὲ τὸν παῖδα, καὶ εἰς τὸ ἐκ τριχῶν ὑφασμένον αὐτῇ στρωμάτιον ἀνακλίνασα, λόγον εἶπεν ἁπλοῦν: Ὁ Χριστὸς, φησὶν, ὁ πολλοὺς ἰασάμενος, καὶ τοῦτο τὸ βρέφος ἰάσεται. Ἐπευξαμένης τε ἐπὶ τῷ λόγῳ τούτῳ, καὶ ἐπικαλεσαμένης Θεὸν, παραχρῆμα ὁ παῖς ἀνερρώννυτο, καὶ εἶχεν ἐξ ἐκείνου καλῶς: φήμη τε ἐντεῦθεν τὰς τῶν βαρβάρων γυναῖκας καὶ αὐτὴν τὴν τοῦ βασιλέως διέτρεχε: καὶ φανερωτέρα ἡ αἰχμάλωτος ἐγίνετο. Μετ̓ οὐ πολὺ δὲ καὶ ἡ τοῦ βασιλέως γυνὴ ἀρρωστίᾳ περιπεσοῦσα τὴν αἰχμάλωτον γυναῖκα μετεπέμπετο. Τῆς δὲ παραιτησαμένης μετριαζούσης τε ἐν τοῖς ἤθεσιν, αὐτὴ φέρεται παῤ αὐτήν: ποιεῖ δὲ ἡ αἰχμάλωτος ἃ καὶ ἐπὶ τοῦ παιδὸς πεποιήκει πρότερον: παραχρῆμα δὲ ἡ νοσοῦσα ἐρρώσθη καὶ ηὐχαρίστει τῇ γυναικί. Ἡ δὲ, Οὐκ ἐμὸν, ἔφη, τὸ ἔργον, ἀλλὰ Χριστοῦ, ὃς Υἱός ἐστι τοῦ Θεοῦ, τοῦ τὸν κόσμον ποιήσαντος: τοῦτόν τε ἐπικαλεῖσθαι παρῄνει, καὶ ἀληθῆ γνωρίζειν Θεόν. Θαυμάσας δὲ ὁ βασιλεὺς τῶν Ἰβήρων τὴν ἐκ τῆς νόσου εἰς ὑγιείαν ταχυτῆτα, πυθόμενός τε τίς εἴη ὁ θεραπεύσας, δώροις ἠμείβετο τὴν αἰχμάλωτον. Ἡ δὲ οὐκ ἔφη δεῖσθαι πλούτου: ἔχειν γὰρ πλοῦτον τὴν εὐσέβειαν, καὶ δέχεσθαι μέγα δῶρον, εἰ ἐπιγνώσειε τὸν Θεὸν, τὸν ὑπ’ αὐτῆς γινωσκόμενον. Ταῦτα εἰποῦσα, τὰ δῶρα ἀντέπεμπεν: ὁ δὲ βασιλεὺς τὸν μὲν λόγον ἐταμιεύσατο. Μεθ̓ἡμέραν δὲ ἐξελθόντι αὐτῷ εἰς θήραν, συμβαίνει τοιοῦτό τι. Τὰς κορυφὰς τῶν ὀρέων καὶ τὰς νάπας ἔνθα ἐθήρα κατέχεεν ὁμίχλη σκότος τε πολύ. καὶ ἦν ἄπορος μὲν ἡ θήρα, ἀδιεξίτητος δὲ ἡ ὁδός: ἐν ἀμηχανίᾳ δὲ γενόμενος πολὺ τοὺς θεοὺς ἐπεκαλεῖτο οὓς ἔσεβεν. Ὡς δὲ οὐδὲν ἤνυε πλέον, τέλος εἰς ἔννοιαν τῆς αἰχμαλώτου λαμβάνει τὸν Θεὸν, καὶ τοῦτον καλεῖ βοηθόν: καὶ ἅμα γε εὔχετο, καὶ τὸ ἐκ τῆς ὁμίχλης διελύετο σκότος. Θαυμάζων δὲ τὸ γενόμενον, χαίρων ἐπὶ τὰ οἰκεῖα ἀνεχώρει, καὶ τὸ συμβεβηκὸς διηγεῖτο τῇ γυναικί. Καὶ τὴν αἰχμάλωτον εὐθὺς μεταπέμπεται, καὶ τίς εἴη ὃν σέβει Θεὸν ἐπυνθάνετο: ἡ δὲ εἰς πρόσωπον ἐλθοῦσα, κήρυκα τοῦ Χριστοῦ τὸν τῶν Ἰβήρων βασιλέα ἐποίησε γενέσθαι. Πιστεύσας γὰρ τῷ Χριστῷ διὰ τῆς εὐσεβοῦς γυναικὸς, πάντας τοὺς ὑπ’αὐτὸν Ἰβήρας συγκαλεῖ: καὶ τὰ συμβάντα περί τε τῆς θεραπείας τῆς γυναικὸς καὶ τοῦ παιδίου, οὐ μὴν ἀλλὰ καὶ τὰ κατὰ τὴν θήραν ἐκθέμενος, παρῄνει σέβεσθαι τὸν τῆς αἰχμαλώτου Θεόν. Ἐγένοντο οὖν ἀμφότεροι κήρυκες τοῦ Χριστοῦ: ὁ μὲν βασιλεὺς τοῖς ἀνδράσιν, ἡ δὲ γυνὴ ταῖς γυναιξί: μαθὼν δὲ παρὰ τῆς αἰχμαλώτου τὸ σχῆμα τῶν παρὰ Ῥωμαίοις ἐκκλησιῶν, εὐκτήριον οἶκον ἐκέλευσε γενέσθαι: εὐθύς τε τὰ πρὸς οἰκοδομὴν προσέταξεν εὐτρεπίζεσθαι. Καὶ ὁ οἶκος ἠγείρετο. Ἐπεὶ δὲ καὶ τοὺς στύλους ἀνορθοῦν ἐπειρῶντο, οἰκονομεῖ τι πρὸς πίστιν τοὺς ἐνοικοῦντας ἡ τοῦ Θεοῦ ἕλκουσα πρόνοια. Εἷς γὰρ τῶν στύλων ἀκίνητος ἔμενε: καὶ οὐδεμία εὑρίσκετο μηχανὴ δυναμένη κινῆσαι αὐτὸν, ἀλλὰ τὰ μὲν καλώδια διερρήγνυτο, τὰ δὲ μηχανήματα κατεάγνυτο: ἀπεγνωκότες οὗν οἱ ἐργαζόμενοι ἀπεχώρουν. Τότε δείκνυται τῆς αἰχμαλώτου ἡ πίστις: νυκτὸς γὰρ μηδενὸς ἐγνωκότος καταλαμβάνει τὸν τόπον, καὶ διανυκτερεύει τῇ εὐχῇ σχολάζουσα. Προνοίᾳ τε Θεοῦ ὁ στύλος ἀνορθοῦται, καὶ ὑψηλότερος τῆς βάσεως ἐν τῷ ἀέρι ἐστήρικτο, μηδαμῶς τῆς κρηπῖδος ἁπτόμενος. Ἡμέρα δὲ ἦν, καὶ ὁ βασιλεὺς ἔμφρων τις ὢν ἐπὶ τὴν οἰκοδομὴν παρῆν, ὁρᾷ τε τὸν στύλον ἐπὶ τὴν ἰδίαν κρεμάμενον βάσιν: καὶ ἐκπλήττεται μὲν αὐτὸς ἐπὶ τῷ γεγονότι, ἐκπλήττονται δὲ καὶ οἱ παρόντες σὺν αὐτῷ. Μετ̓οὐ πολὺ γὰρ ἐπ’ ὀφθαλμοῖς αὐτῶν τῇ ἰδίᾳ βάσει ὁ στύλος κατιὼν ἱδρύεται: βοή τε ἐντεῦθεν τῶν ἀνθρώπων βοώντων, καὶ ἀληθῆ τὴν πίστιν ἀνακαλούντων τοῦ βασιλέως, καὶ ὑμνούντων τὸν τῆς αἰχμαλώτου Θεόν: ἐπίστευόν τε λοιπὸν, καὶ σὺν προθυμίᾳ πολλῇ τοὺς ὑπολοίπους στύλους ἀνώρθουν: καὶ οὐκ εἰς μακρὰν τὸ ἔργον τετέλεστο. Πρεσβεία ἐντεῦθεν πρὸς τὸν βασιλέα Κωνσταντῖνον ἐγένετο: παρεκάλουν τε τοῦ λοιποῦ ὑπόσπονδοι Ῥωμαίων γίνεσθαι, λαμβάνειν τε ἐπίσκοπον καὶ ἱερὸν κλῆρον: πιστεύειν γὰρ εἰλικρινῶς ἔλεγον τῷ Χριστῷ. Ταῦτα φησὶν ὁ Ῥουφῖνος παρὰ Βακουρίου μεμαθηκέναι, ὃς πρότερον μὲν ἦν βασιλίσκος Ἰβήρων, ὕστερον δὲ Ῥωμαίοις προσελθὼν, ταξίαρχος τοῦ ἐν Παλαιστίνῃ στρατιωτικοῦ κατέστη: καὶ μετὰ ταῦτα στρατηλατῶν τὸν κατὰ Μαξίμου τοῦ τυράννου πόλεμον τῷ βασιλεῖ Θεοδοσίῳ συνηγωνίσατο. Τοῦτον μὲν τὸν τρόπον καὶ Ἴβηρες ἐχριστιάνισαν ἐπὶ τῶν Κωνσταντίνου χρόνων.