Ancient Greek · ~2 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.21
Not analysed yet
Περὶ Ἀντωνίου τοῦ μοναχοῦ. Ὁποῖος δὲ ἦν ἐπὶ τῶν αὐτῶν χρόνων καὶ ὁ μοναχὸς Ἀντώνιος ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, ὃς φανερῶς τοῖς δαίμοσιν ἀντεπάλαιεν, ἐφευρίσκων τε ἁπλῶς τὰς τέχνας αὐτῶν καὶ τοὺς ἄθλους, καὶ ὅπως πολλὰ ἐποίει τεράστια, περιττὸν λέγειν ἡμᾶς: ἔφθασε γὰρ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐπίσκοπος, μονόβιβλον εἰς τὸν αὐτοῦ βίον ἐκθέμενος. Τοιούτων ἀγαθῶν εὐφορία κατὰ ταὐτὸν ὑπὸ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως ἐγένετο.