Ancient Greek · ~11 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.23
Not analysed yet
Ὡς Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἀναθαρσήσαντες σπουδὴν πεποίηνται παρατρέψαι τὴν ἐν Νικαίᾳ πίστιν, διὰ τὸ σκευωρήσασθαι Ἀθανάσιον. Οἱ περὶ Εὐσέβιον καὶ Θέογνιν τῆς ἐξορίας ἐπανελθόντες τὰς μὲν ἐκκλησίας κατέλαβον, ἐξωθήσαντες, ὡς ἔφην, τοὺς χειροτονηθέντας εἰς τὸν τόπον αὐτῶν: παρρησίαν τε οὐ τὴν τυχοῦσαν ἐκτήσαντο παρὰ τῷ βασιλεῖ, ὃς πάνυ διὰ τιμῆς ἦγεν αὐτοὺς, ὡς ἀπὸ κακοδοξίας εἰς τὴν ὀρθοδοξίαν ἐπιστρέψαντας. Οἱ δὲ, τῇ δοθείσῃ παρρησίᾳ καταχρησάμενοι, μείζονα τῆς προλαβούσης ταραχὴν τῇ οἰκουμένῃ ἐκίνησαν, διχόθεν ὁρμώμενοι, ἔκ τε τῆς προκατασχούσης αὐτοὺς Ἀρειανῆς δόξης, καὶ ἐκ τῆς πρὸς Ἀθανάσιον ἀπεχθείας: ἐπειδὴ αὐτοῖς ἐκεῖνος ἐν τῇ συνόδῳ γενναίως περὶ τῶν ζητουμένων δογμάτων ἀντέπεσεν. Πρῶτον μὲν τὴν Ἀθανασίου χειροτονίαν διέβαλλον, καὶ ὡς ἀναξίου πρὸς τὴν ἐπισκοπὴν, καὶ μὴ ὡς ὑπὸ ἀξιοπίστων γεγενημένου: ἐπεὶ δὲ ἐκεῖνος κρείττων τῆς διαβολῆς ἐδείκνυτο, ʽἐγκρατὴς γὰρ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενόμενος, διαπύρως ὑπὲρ τῆς ἐν νικαίᾳ πίστεως ἠγωνίζετὀ, τότε δὴ οἱ περὶ Εὐσέβιον σπουδὴν ἐτίθεντο, Ἀθανάσιον μὲν σκευωρήσασθαι, Ἄρειον δὲ καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν: οὕτω γὰρ μόνως δυνήσεσθαι τὴν τοῦ ὁμοουσίου πίστιν ἐκβαλεῖν, παρεισάγειν δὲ τὴν Ἀρειανίζουσαν. Ἔγραφεν οὖν Εὐσέβιος Ἀθανασίῳ, δέχεσθαι Ἄρειον καὶ τοὺς ἀμφ̓ αὐτόν: καὶ γράφων μὲν παρεκάλει, ἔξωθεν δὲ διηπείλει. Ἐπεὶ δὲ Ἀθανάσιος οὐδενὶ τρόπῳ ἐπείθετο, κατασκευάζει πεισθῆναι τὸν βασιλέα, δέξασθαι μὲν εἰς πρόσωπον τὸν Ἄρειον, καὶ κάθοδον αὐτῷ εἰς τὴν Ἀλεξάνδρειαν παρασχεῖν: καὶ ταῦτα μὲν ὅπως ἐξίσχυσε κατεργάσασθαι, κατὰ χώραν ἐρῶ. Πρὸ τούτων δὲ ἑτέρα ταῖς ἐκκλησίαις ἐπιγίνεται ταραχή: καὶ γὰρ πάλιν τὴν εἰρήνην οἱ οἰκεῖοι τῆς ἐκκλησίας ἐτάραττον. Εὐσέβιος μὲν οὖν ὁ Παμφίλου φησὶν, εὐθὺς μετὰ τὴν σύνοδον πρὸς ἑαυτὴν στασιάζειν τὴν Αἴγυπτον, τὴν αἰτίαν μὴ προστιθείς: ἐξ ὧν καὶ διγλώσσου δόξαν ἐκτήσατο, ὅτι τὰς αἰτίας λέγειν ἐκκλίνων, μὴ συνευδοκεῖν τοῖς ἐν Νικαίᾳ συνέθετο: ὡς δὲ ἡμεῖς ἐκ διαφόρων ἐπιστολῶν εὑρήκαμεν, ἃς μετὰ τὴν συνόδον οἱ ἐπίσκοποι πρὸς ἀλλήλους ἔγραφον, ἡ τοῦ ὁμοουσίου λέξις τινὰς διετάραττε: περὶ ἣν κατατριβόμενοι καὶ ἀκριβολογούμενοι τὸν κατὰ ἀλλήλων πόλεμον ἤγειραν: νυκτομαχίας τε οὐδὲν ἀπεῖχε τὰ γινόμενα: οὐδὲ γὰρ ἀλλήλους ἐφαίνοντο νοοῦντες, ἀφ̓ ὧν ἀλλήλους βλασφημεῖν ὑπελάμβανον. Οἱ μὲν γὰρ τοῦ ὁμοουσίου τὴν λέξιν ἐκκλίνοντες, τὴν Σαβελλίου καὶ Μοντανοῦ δόξαν εἰσηγεῖσθαι τοὺς αὐτὴν προσδεχομένους ἐνόμιζον: καὶ διὰ τοῦτο βλασφήμους ἐκάλουν, ὡς ἀναιροῦντας τὴν ὕπαρξιν τοῦ Υἱοῦ τοῦ Θεοῦ: οἱ δὲ πάλιν τῷ ὁμοουσίῳ προσκείμενοι, πολυθεΐαν εἰσάγειν τοὺς ἑτέρους νομίζοντες, ὡς Ἑλληνισμὸν εἰσάγοντας ἐξετρέποντο. Καὶ Εὐστάθιος μὲν ὁ Ἀντιοχείας ἐπίσκοπος διασύρει τὸν Παμφίλου Εὐσέβιον, ὡς τὴν ἐν Νικαίᾳ πίστιν παραχαράττοντα: Εὐσέβιος δὲ τὴν μὲν ἐν Νικαίᾳ πίστιν οὔ φησι παραβαίνειν, διαβάλλει δὲ Εὐστάθιον, ὡς τὴν Σαβελλίου δόξαν εἰσάγοντα: διὰ ταῦτα ἕκαστοι ὡς κατὰ ἀντιπάλων τοὺς λόγους συνέγραφον: ἀμφότεροί τε λέγοντες ἐνυπόστατόν τε καὶ ἐνυπάρχοντα τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, ἕνα τε Θεὸν ἐν τρισὶν ὑποστάσεσιν εἶναι ὁμολογοῦντες, ἀλλήλοις, οὐκ οἶδ̓ ὅπως, συμφωνῆσαι οὐκ ἴσχυον: καὶ διὰ ταῦτα ἡσυχάζειν οὐδενὶ τρόπῳ ἠνείχοντο.