Ancient Greek · ~10 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.24
Not analysed yet
Περὶ τῆς γενομένης συνόδου ἐν Ἀντιοχείᾳ, ἣ καθεῖλεν Εὐστάθιον τὸν Ἀντιοχείας ἐπίσκοπον: ἐφ̓ ᾧ στάσεως γενομένης, μικροῦ ἀνετράπη ἡ πόλις. Σύνοδον οὖν ἐν Ἀντιοχείᾳ ποιήσαντες, καθαιροῦσιν Εὐστάθιον, ὡς τὰ Σαβελλίου μᾶλλον φρονοῦντα, ἢ ἅπερ ἡ ἐν Νικαίᾳ σύνοδος ἐδογμάτισεν: ὡς μὲν οὖν τινες φασὶν, δἰ ἄλλας οὐκ ἀγαθὰς αἰτίας: φανερῶς γὰρ οὐκ εἰρήκασι. Τοῦτο δὲ ἐπὶ πάντων εἰώθασι τῶν καθαιρουμένων ποιεῖν οἱ ἐπίσκοποι, κατηγοροῦντες μὲν καὶ ἀσεβεῖν λέγοντες, τὰς δὲ αἰτίας τῆς ἀσεβείας οὐ προστιθέντες. Ὅτι μέντοι ὡς Σαβελλίζοντα καθεῖλον Εὐστάθιον, Κύρου τοῦ Βεροίας ἐπισκόπου κατηγοροῦντος αὐτοῦ, Γεώργιος ὁ Λαοδικείας τῆς ἐν Συρίᾳ ἐπίσκοπος, εἷς ὢν τῶν μισούντων τὸ ὁμοούσιον, ἐν τῷ ἐγκωμίῳ τῷ εἰς Εὐσέβιον τὸν Ἐμισηνὸν ἔγραψεν [εἰρηκέναι]. Καὶ περὶ μὲν τοῦ Ἐμισηνοῦ Εὐσεβίου κατὰ χώραν ἐροῦμεν. Γεώργιος δὲ περὶ Εὐσταθίου γράφει: φάσκων γὰρ Εὐστάθιον ὑπὸ τοῦ Κύρου κατηγορεῖσθαι ὡς Σαβελλίζοντα, αὖθις τὸν Κῦρον ἐπὶ τοῖς αὐτοῖς ἁλόντα καθῃρῆσθαι φησί. Καὶ πῶς οἷόν τε, Κῦρον τὰ Σαβελλίου φρονοῦντα κατηγορεῖν Εὐσταθίου ὡς Σαβελλίζοντος; Ἔοικεν οὖν Εὐστάθιον δἰ ἑτέρας καθῃρῆσθαι προφάσεις. Τότε δὲ ἐν τῇ Ἀντιοχείᾳ δεινὴ στάσις ἐπὶ τῇ αὐτοῦ καθαιρέσει γεγένηται: καὶ μετὰ ταῦτα πολλάκις περὶ ἐπιλογῆς ἐπισκόπου τοσοῦτος ἐξήφθη πυρσὸς, ὡς μικροῦ δεῆσαι τὴν πᾶσαν ἀνατραπῆναι πόλιν, εἰς δύο τμήματα διαιρεθέντος τοῦ λαοῦ: τῶν μὲν Εὐσέβιον τὸν Παμφίλου ἐκ τῆς ἐν Παλαιστίνῃ Καισαρείας μεταφέρειν φιλονεικούντων ἐπὶ τὴν Ἀντιόχειαν, τῶν δὲ σπευδόντων ἐπαναγαγεῖν Εὐστάθιον. Συνελαμβάνετο δὲ ἑκατέρῳ μέρει καὶ τὸ κοινὸν τῆς πόλεως: καὶ στρατιωτικὴ χεὶρ, ὡς κατὰ πολεμίων κεκίνητο, ὡς καὶ ξιφῶν μέλλειν ἅπτεσθαι, εἰ μὴ ὁ Θεός τε καὶ ὁ παρὰ τοῦ βασιλέως φόβος τὰς ὁρμὰς τοῦ πλήθους ἀνέστειλεν. Ὁ μὲν γὰρ βασιλεὺς δἰ ἐπιστολῶν τὰ γεγενημένα καὶ τὰς στάσεις κατέπαυσεν, Εὐσέβιος δὲ παραιτησάμενος: ἐφ̓ ᾧ καὶ θαυμάσας αὐτὸν ὁ βασιλεὺς, γράφει τε αὐτῷ καὶ τὴν πρόθεσιν αὐτοῦ ἐπαινέσας, μακάριον ἀποκαλεῖ, ὅτι οὐ μιᾶς πόλεως, ἀλλὰ πάσης σχεδὸν τῆς οἰκουμένης ἐπίσκοπος ἄξιος εἶναι ἐκρίθη. Ἐφεξῆς οὖν ἐπὶ ἔτη ὀκτὼ λέγεται τὸν ἐν Ἀντιοχείᾳ θρόνον τῆς ἐκκλησίας σχολάσαι: ὀψὲ δέ ποτε σπουδῇ τῶν τὴν ἐν Νικαίᾳ πίστιν παρατρέπειν σπουδαζόντων, χειροτονεῖται Εὐφρόνιος. Τοσαῦτα μὲν περὶ τῆς συνόδου, ἣ κατὰ τὴν Ἀντιόχειαν δἰ Εὐστάθιον γέγονεν, ἱστορείσθω. Μετὰ ταῦτα δὲ εὐθὺς καὶ ὁ τὴν Βηρυτὸν μὲν πάλαι καταλιπὼν Εὐσέβιος, τότε δὲ τῆς ἐν Νικομηδείᾳ κρατῶν ἐκκλησίας, σπουδὴν ἔθετο σὺν τοῖς ἀμφ̓ αὐτὸν, Ἄρειον καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν: πῶς δὲ ἐξίσχυσαν τοῦτο κατεργάσασθαι, καὶ πῶς ἐπείσθη ὁ βασιλεὺς εἰς πρόσωπον δέξασθαι Ἄρειον καὶ τὸν σὺν αὐτῷ Εὐζώϊον, ἤδη λεκτέον.