Ancient Greek · ~10 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.25
Not analysed yet
Περὶ τοῦ πρεσβυτέρου τοῦ σπουδάσαντος ἀνακληθῆναι Ἄρειον. Ἦν ἀδελφὴ τῷ βασιλεῖ Κωνσταντίνῳ, τοὔνομα Κωνσταντία: γυνὴ δὲ ἐγεγόνει Λικιννίου, τοῦ πρότερον μὲν συμβασιλεύσαντος αὐτῷ Κωνσταντίνῳ, μετὰ ταῦτα δὲ τυραννήσαντος, καὶ διὰ τοῦτο ἀναιρεθέντος. Ταύτῃ πρεσβύτερός τις τῷ Ἀρειανῶν προσκείμενος δόγματι γνώριμος ἦν, καὶ ἐν τοῖς οἰκείοις ἐτάττετο. Ὑποβαλόντος οὖν Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ, λόγους περὶ Ἀρείου πρὸς τὴν γυναῖκα παρέσπειρεν, ἠδικῆσθαι φάσκων αὐτὸν ὑπὸ τῆς συνόδου, καὶ μὴ φρονεῖν ὡς περὶ αὐτοῦ λόγος κατέχει. Ταῦτα ἀκούσασα ἡ Κωνσταντία τῷ μὲν πρεσβυτέρῳ ἐπίστευεν, τῷ δὲ βασιλεῖ λέγειν οὐκ ἐτόλμα. Συμβαίνει δὲ χαλεπῇ νόσῳ περιπεσεῖν τὴν Κωνσταντίαν: ὁ δὲ βασιλεὺς συνεχῶς ἀρρωστοῦσαν αὐτὴν ἐπεσκέπτετο. Ἐπειδὴ δὲ ἡ γυνὴ ἐκ τῆς νόσου χαλεπώτερον διετέθη, θνήσκειν δὲ προσεδόκα, παρακατατίθεται τῷ βασιλεῖ τὸν πρεσβύτερον, μαρτυροῦσα αὐτῷ σπουδὴν καὶ εὐλάβειαν, καὶ ὡς εὔνους εἴη περὶ τὴν βασιλείαν αὐτοῦ. Ἡ μὲν οὖν μετ̓ οὐ πολὺ τεθνήκει: ὁ δὲ πρεσβύτερος ἐν τοῖς οἰκειοτάτοις τοῦ βασιλέως ἐτάττετο: καὶ δὴ κατὰ βραχὺ τὴν παρρησίαν αὐξήσας, τοὺς αὐτοὺς ἀναφέρει λόγους περὶ τοῦ Ἀρείου τῷ βασιλεῖ, οἷς πρὸς τὴν ἀδελφὴν ἐχρήσατο πρότερον: φάσκων μὴ ἄλλως φρονεῖν Ἄρειον, ἢ ὃ τῇ συνόδῳ δοκεῖ: ἐλθόντα τε αὐτὸν κατὰ πρόσωπον, συντίθεσθαι τούτοις, καὶ ἀλόγως συκοφαντεῖσθαι τούτοις. Ξένα καταφαίνεται τῷ βασιλεῖ τὰ παρὰ τοῦ πρεσβυτέρου λεγόμενα: καὶ εἰ Ἄρειος, ἔφη, συντίθεται τῇ συνόδῳ, καὶ εἰ τὰ ἐκείνης φρονεῖ, δέξομαί τε αὐτὸν εἰς πρόσωπον, καὶ σὺν τιμῇ ἐκπέμψω ἐπὶ τὴν Ἀλεξάνδρειαν. Ταῦτα ἔλεγε, καὶ αὐτίκα πρὸς αὐτὸν ἔγραφε τάδε. Νικητὴς Κωνσταντῖνος μέγιστος σεβαστὸς Ἀρείῳ. Πάλαι μὲν ἐδηλώθη τῇ στερρότητί σου, ὅπως ἂν εἰς τὸ ἐμὸν στρατόπεδον ἀφίκοιο, ἵνα τῆς ἡμετέρας θέας ἀπολαῦσαι δυνηθείης. Θαυμάζομεν δὲ σφόδρα, μὴ παραχρῆμα τοῦτο πεποιηκότα. Διόπερ νῦν ἐπιβὰς ὀχήματος δημοσίου εἰς τὸ ἡμέτερον στρατόπεδον ἀφικέσθαι ἐπείχθητι: ὅπως ἂν τῆς παῤ ἡμῶν εὐμενείας τε καὶ ἐπιμελείας τυχὼν, ἐπὶ τὴν πατρίδα ἀφικέσθαι δυνηθῇς. Ὁ Θεός σε διαφυλάττοι, ἀγαπητέ. Ἐδόθη τῇ πρὸ πέντε καλανδῶν Δεκεμβρίων. Καὶ αὕτη μὲν ἡ πρὸς Ἄρειον τοῦ βασιλέως ἐπιστολή. Θαυμάσαι δέ μοι ἔπεισι τὴν σπουδὴν καὶ τὸν ζῆλον, ὃν εἶχεν ὁ βασιλεὺς περὶ τὴν θεοσέβειαν: φαίνεται γὰρ διὰ τῆς ἐπιστολῆς, ὡς πλειστάκις αὐτὸν ἐπὶ μετάνοιαν προτρεψάμενος, ἀφ̓ ὧν μέμφεται ὅτι πολλάκις αὐτοῦ γράψαντος, μὴ ταχέως Ἄρειος ἐπανῆλθεν εἰς τὴν ἀλήθειαν. Ἄρειος μὲν οὖν δεξάμενος τοῦ βασιλέως τὰ γράμματα, μετ̓ οὐ πολὺ παρῆν ἐπὶ τὴν Κωνσταντινούπολιν: συμπαρῆν δὲ αὐτῷ καὶ Εὐζώϊος, ὃν καθεῖλεν Ἀλέξανδρος ὄντα διάκονον, ὅτε καθῄρει τοὺς περὶ Ἄρειον. Δέχεται οὗν αὐτοὺς ὁ βασιλεὺς εἰς πρόσωπον, καὶ διεπυνθάνετο εἰ τῇ πίστει συντίθενται: τῶν δὲ συνθεμένων ἑτοίμως, ὁ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδιδόναι τὴν πίστιν ἐκέλευσεν.