Ancient Greek
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.28
Not analysed yet
Ὡς διὰ τὰς κατηγορίας τὰς κατὰ Ἀθανασίου σύνοδον ἐπισκόπων ἐν τῇ Τύρῳ ὁ βασιλεὺς γενέσθαι παρεσκεύασεν. Σύνοδον ἐπισκόπων ἐκήρυξε γενέσθαι ἐπὶ τῇ καθιερώσει τοῦ εὐκτηρίου οἴκου, ὃν ἐν τοῖς Ἱεροσολύμοις ἀνήγειρεν. Ὁδοῦ οὖν πάρεργον, πρότερον ἐν τῇ Τύρῳ συναχθέντας τοὺς ἐπισκόπους τὰ κατὰ Ἀθανάσιον γυμνάσαι προσέταξεν: ὅπως ἂν ἐκεῖ πρότερον ἐκποδὼν γενομένης τῆς ἐρεσχελίας, εἰρηνικώτερον τὰ ἐπιβατήρια τῆς ἐκκλησίας ἐπιτελέσωσι καθιεροῦντες αὐτὴν τῷ Θεῷ. Τριακοστὸν δὲ ἔτος ἦν τοῦτο τῆς βασιλείας Κωνσταντίνου: καὶ παρῆσαν ἐπὶ τὴν Τύρον ἐκ διαφόρων τόπων ἐπίσκοποι τὸν ἀριθμὸν ἑξήκοντα, Διονυσίου τοῦ ἀπὸ ὑπατικῶν συναγαγόντος αὐτούς. Καὶ ἤγετο μὲν Μακάριος ὁ πρεσβύτερος ἐκ τῆς Ἀλεξανδρείας σιδηροδέσμιος διὰ στρατιωτικῆς χειρός. Ἀθανάσιος δὲ ἀπαντῆσαι οὐκ ἐβούλετο, οὐ τοσοῦτον τὰς κατηγορίας εὐλαβούμενος, οὐδὲν γὰρ τῶν κατηγορουμένων ἐγίνωσκεν, ἀλλὰ φοβούμενος μή τι καινοτομηθῇ παρὰ τὰ ἐν Νικαίᾳ τῇ τότε συνόδῳ συναρέσαντα: ἐδεδοίκει γὰρ τὰ τοῦ βασιλέως ἀπειλητικὰ γράμματα: ἐγέγραπτο γὰρ αὐτῷ, ὡς εἰ μὴ ἑκὼν ἀπαντήσοι, ἀνάγκῃ ἀχθήσεσθαι. Παρῆν οὖν ἐξ ἀνάγκης καὶ Ἀθανάσιος.