Ancient Greek · ~7 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.29
Not analysed yet
Περὶ Ἀρσενίου καὶ τῆς κεκόφθαι λεγομένης αὐτοῦ χειρός. Θεοῦ δέ τις πρόνοια τὸν Ἀρσένιον ἐπὶ τὴν Τύρον ἤλαυνεν: ἀμελήσας γὰρ τῶν ἐντολῶν, ὧν αὐτῷ οἱ τὰ χρήματα συκοφάνται παρασχόντες δεδώκασι, καθ̓ ἱστορίαν τῶν γενησομένων κεκρυμμένως παρῆν. Ἔτυχε δέ πως τοῦ ὑπατικοῦ Ἀρχελάου οἰκέτας ἐν καπηλείῳ ἀκοῦσαι λεγόντων τινῶν, ὡς Ἀρσένιος ὁ λεγόμενος ἀνῃρῆσθαι πάρεστιν ἔν τινος οἰκίᾳ κρυπτόμενος. Ταῦτα ἀκούσαντες, καὶ τοὺς εἰπόντας σημειωσάμενοι, καταφανῆ τὰ ἀκουσθέντα τῷ δεσπότῃ ποιοῦσιν. Ὁ δὲ, ὡς εἶχε, μὴ μελλήσας ἀνεζήτησε καὶ εὗρε, καὶ εὑρὼν ἠσφαλίσατο: καὶ τῷ Ἀθανασίῳ δηλοῖ μηδὲν ταράσσεσθαι, παρεῖναι γὰρ ζῶντα τὸν Ἀρσένιον. Συλληφθεὶς οὖν Ἀρσένιος ἠρνεῖτο εἶναι ὃς ἦν: ἀλλ̓ αὐτὸν Παῦλος ὁ τῆς Τύρου ἐπίσκοπος πάλαι γινώσκων ἐξήλεγξεν. Ταῦτα τῆς προνοίας προευτρεπισάσης, μετ̓ οὐ πολὺ ἐκαλεῖτο ὑπὸ τῆς συνόδου ὁ Ἀθανάσιος: καὶ παρόντος, οἱ συκοφάνται τὴν χεῖρα εἰς μέσον ἦγον, καὶ τὴν κατηγορίαν ἐνίσταντο. Ὁ δὲ σοφῶς μετῆλθε τὸ πρᾶγμα: ἠρώτησε γὰρ τοὺς παρόντας καὶ τοὺς κατηγόρους, τίνες εἶεν οἱ γινώσκοντες τὸν Ἀρσένιον; πολλῶν δὲ εἰπόντων γινώσκειν αὐτὸν, εἰσάγεσθαι ποιεῖ τὸν Ἀρσένιον, ἔνδον τοῦ ἱματίου τὰς χεῖρας αὐτοῦ ἔχοντα. Εἶτα αὖθις ἐρωτᾷ: Οὗτος ἐστὶν ὁ τὴν χεῖρα ἀπολωλεκώς; οἱ δὲ ἐπὶ μὲν τῷ παραδόξῳ κατεπλάγησαν, πλὴν τῶν εἰδότων ὅθεν ἡ χεὶρ ἡ κοπεῖσα: οἱ δὲ λοιποὶ ἀληθῶς ᾤοντο λείπειν τῷ Ἀρσενίῳ τὴν χεῖρα, καὶ προσεδόκων ἐξ ἑτέρας ὑποθέσεως ἀπολογεῖσθαι τὸν Ἀθανάσιον. Ὁ δὲ, ἀνελίξας τὸ ἱμάτιον τοῦ Ἀρσενίου καθ̓ ἕτερον τῶν μερῶν δείκνυσι τοῦ ἀνθρώπου τὴν χεῖρα. Πάλιν δὲ νομιζόντων τινῶν τῆς ἑτέρας ἐστερῆσθαι αὐτὸν, μικρὸν παρελκύσας ἀμφιβόλους αὐτοὺς κατέστησεν. Εἶτα μὴ μελλήσας, καὶ τὸ ἕτερον ἀνελίξας μέρος, καὶ τὴν ἑτέραν τοῦ Ἀρσενίου χεῖρα ἐπέδειξεν: οὕτω τε εἶπε πρὸς τοὺς παρόντας: Ἀρσένιος μὲν, ὡς ὁρᾶτε, τὰς δύο χεῖρας ἔχων ἐφεύρηται: τῆς τρίτης δὲ τὸν τόπον ὅθεν ἀφῄρηται, δεικνύτωσαν οἱ κατήγοροι.