Ancient Greek · ~4 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.33
Not analysed yet
Ὅπως ἡ σύνοδος ἀπὸ τῆς Τύρου ἐπὶ τὰ Ἱεροσόλυμα παραγέγονε, καὶ τὰ ἐγκαίνια ποιησαμένη τῆς νέας Ἱερουσαλὴμ, τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. Παρῆν δὲ εὐθὺς γράμματα τοῦ βασιλέως σημαίνοντα ἐπὶ τὴν νέαν Ἱερουσαλὴμ σπεύδειν τὴν σύνοδον: εὐθύς τε, ὡς εἶχον, ἐκ τῆς Τύρου σπουδαίως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύοντο: πάνδημον δὲ ποιήσαντες ἑορτὴν ἐπὶ τῇ καθιερώσει τῶν τόπων, Ἄρειον μὲν καὶ τοὺς περὶ αὐτὸν ἐδέξαντο, τοῖς βασιλέως γράμμασι πειθαρχεῖν λέγοντες, δἰ ὧν δεδηλώκει αὐτοῖς πεπεῖσθαι περὶ τῆς πίστεως Ἀρείου καὶ Εὐζωΐου. Ἔγραφον δὲ καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ὡς παντὸς ἐξορισθέντος φθόνου ἐν εἰρήνῃ τὰ τῆς ἐκκλησίας καθέστηκε πράγματα: καὶ ὅτι Ἄρειος ἐκ μετανοίας ἐπιγνοὺς τὴν ἀλήθειαν, ὡς λοιπὸν τῆς ἐκκλησίας ὢν. δικαίως καὶ λοιπὸν παῤ αὐτῶν προσεδέχθη, ἐξορισθέντα τὸν Ἀθανάσιον αἰνιττόμενοι. Οὐ μὴν ἀλλὰ καὶ τῷ βασιλεῖ τὰ περὶ τῶν αὐτῶν γνώριμα καθίστων. Ταῦτα δὴ τῶν ἐπισκόπων διατεθέντων, ἐπικαταλαμβάνει ἕτερα τοῦ βασιλέως γράμματα σημαίνοντα, Ἀθανάσιον μὲν ἀναδεδραμηκέναι πρὸς αὐτὸν, αὐτοὺς δὲ ἀναγκαῖον εἶναι δἰ αὐτὸν παραγενέσθαι ἐν Κωνσταντινούπολει. Ἔστι δὲ τὰ ἐπικαταλαβόντα γράμματα τοῦ βασιλέως τάδε.