Ancient Greek
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.32
Not analysed yet
Ὅτι Ἀθανασίου ἀναχωρήσαντος οἱ τῆς συνόδου καθαίρεσιν αὐτοῦ ἐψηφίσαντο. Καὶ Ἀθανάσιος μὲν ἀναχωρήσας πρὸς τὸν βασιλέα ἀνέδραμεν: ἡ σύνοδος δὲ πρῶτον μὲν ἐρήμην αὐτοῦ κατεδιῄτησεν. Ὡς δὲ καὶ τὰ ἐν τῷ Μαρεώτῃ πεπραγμένα συνέφθασε, καθαίρεσιν ἐψηφίσαντο, πολλὰ ἐν τοῖς καθαιρετικοῖς αὐτὸν λοιδορήσαντες, καὶ τῆς ἐπὶ τῷ φόνῳ κατηγορίας τῶν συκοφαντῶν τὴν ἧτταν ἀποσιγήσαντες. Ἐδέξαντο δὲ καὶ αὐτὸν Ἀρσένιον τὸν ἀνῃρῆσθαι λεγόμενον: ὃς πρότερον μὲν τῆς Μελιτιανῶν θρησκείας ἐπίσκοπος ἦν, τότε δὲ εἰς τὴν κατὰ Ἀθανασίου καθαίρεσιν ὡς τῆς Ὑψηλοπολιτῶν πόλεως ἐπίσκοπος καθυπέγραψε: καὶ, τὸ παράδοξον, ὁ λεγόμενος ἀνῃρῆσθαι ὑπὸ Ἀθανασίου ζῶν καθαιρεῖ τὸν Ἀθανάσιον.