Ancient Greek · ~7 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.36
Not analysed yet
Περὶ Μαρκέλλου τοῦ Ἀγκύρας καὶ Ἀστερίου τοῦ σοφιστοῦ. Οἱ δὲ ἐν Κωνσταντινουπόλει συναχθέντες ἐπίσκοποι καὶ Μάρκελλον τὸν Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ καθεῖλον δἰ αἰτίαν τοιαύτην. Ἀστέριός τις ἐν Καππαδοκίᾳ σοφιστικὴν μετιὼν, τὴν μὲν κατέλειπε, Χριστιανίζειν δὲ ἐπηγγέλλετο: ἐπεχείρει δὲ καὶ λόγους συγγράφειν, οἳ μέχρι νῦν φέρονται, δἰ ὧν τὸ Ἀρείου συνίστη δόγμα, τὸν Χριστὸν οὕτω λέγων εἶναι Θεοῦ δύναμιν, ὡς εἴρηται παρὰ Μωϋσῇ τὴν ἀκρίδα καὶ τὴν κάμπην δύναμιν εἶναι Θεοῦ, καὶ ἕτερα τούτοις παραπλήσια. Συνῆν δὲ ὁ Ἀστέριος συνεχῶς καὶ τοῖς ἐπισκόποις τοῖς μάλιστα τὴν Ἀρειανῶν δόξαν μὴ ἀθετοῦσι. Καὶ δὴ καὶ εἰς τὰς συνόδους ἀπήντα, ὑποδῦναι μιᾶς πόλεως ἐπισκοπὴν προθυμούμενος: ἀλλ̓ ἱερωσύνης μὲν ἠστόχησε διὰ τὸ ἐπιτεθυκέναι κατὰ τὸν διωγμόν. Περιϊὼν δὲ τὰς ἐν Συρίᾳ πόλεις οὓς συνέταξε λόγους ἐπεδείκνυτο. Ταῦτα γνοὺς ὁ Μάρκελλος, ἀντιπράττειν αὐτῷ βουλόμενος, κατὰ διάμετρον πολὺ εἰς τὸ ἐναντίον ἐξέπεσε: ψίλον γὰρ ἄνθρωπον, ὡς ὁ Σαμοσατεὺς, ἐτόλμησεν εἰπεῖν τὸν Χριστόν. Ταῦτα γνόντες οἱ τότε ἐν Ἱεροσολύμοις συνελθόντες Ἀστερίου μὲν οὐδένα λόγον ἐτίθεντο, ἐπεὶ μηδὲ εἰς τὸν κατάλογον τῶν ἱερέων ἐτέτακτο: Μάρκελλον δὲ, ὡς ἱερωμένον, λόγον ἀπῄτουν τοῦ συγγραφέντος αὐτῷ βιβλίον. Ὡς δὲ ηὕρισκον αὐτὸν τὰ τοῦ Σαμοσατέως φρονοῦντα, ἐκέλευον αὐτὸν μεταθέσθαι τῆς δόξης: ὁ δὲ καταισχυνθεὶς ἐπηγγέλλετο κατακαύσειν τὸ βιβλίον. Ὡς δὲ σπουδῇ διελύθη ὁ τῶν ἐπισκόπων σύλλογος, τοῦ βασιλέως εἰς τὴν Κωνσταντινούπολιν καλοῦντος αὐτοὺς, τότε δὴ τῶν περὶ Εὐσέβιον ἐν τῇ Κωνσταντινουπόλει παρόντων, αὖθις τὰ κατὰ Μάρκελλον ἀνεζητεῖτο. Ὡς δὲ ὁ Μάρκελλος οὐχ ᾑρεῖτο κατακαῦσαι, καθὰ ὑπέσχετο, τὴν ἄκαιρον συγγραφὴν, οἱ παρόντες τὸν μὲν καθεῖλον, Βασίλειον δὲ ἀντ̓ αὐτοῦ εἰς τὴν Ἄγκυραν ἔπεμψαν. Ἀλλὰ τοῦτο μὲν τὸ σύγγραμμα Εὐσέβιος ἐν τρισὶ βιβλίοις ἀνέτρεψεν, ἐξελέγξας τὴν κακοδοξίαν αὐτοῦ. Μάρκελλος δὲ ὕστερον ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ τὴν ἐπισκοπὴν ἀνέλαβεν, εἰπὼν μὴ νενοῆσθαι αὐτοῦ τὸ σύγγραμμα, καὶ διὰ τοῦτο τοῦ Σαμοσατέως δόξαν λαβεῖν. Περὶ μὲν οὖν τούτου κατὰ χώραν ἐροῦμεν.