Ancient Greek · ~8 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.37
Not analysed yet
Ὅπως Ἄρειος μετὰ τὴν Ἀθανασίου ἐξορίαν ἐκ τῆς Ἀλεξανδρείας ὑπὸ τοῦ βασιλέως μεταπεμφθεὶς ταραχὰς ἐκίνησεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ Κωνσταντίνου πόλεως. Τριακοστὸν δὲ ἔτος τῆς βασιλείας Κωνσταντίνου τούτων γινομένων ἐπληροῦτο: καὶ Ἄρειος σὺν τοῖς περὶ αὐτὸν καταλαβὼν τὴν Ἀλεξάνδρειαν αὖθις ὅλην ἐτάραττε, τοῦ Ἀλεξανδρέων λαοῦ δυσφοροῦντος ἐπί τε τῇ Ἀρείου καθόδῳ καὶ τῶν ἀμφ̓ αὐτὸν, καὶ ὅτι ὁ ἐπίσκοπος αὐτῶν Ἀθανάσιος εἰς ἐξορίαν ἀπέσταλτο. Ὡς δὲ ὁ βασιλεὺς ἐπυνθάνετο διεστράφθαι τὴν Ἀρείου γνώμην, μετάπεμπτον αὖθις εἰς τὴν Κωνσταντινούπολιν ἥκειν αὐτὸν ἐκέλευσε, λόγον δώσοντα ὧν αὖθις ἀνακινεῖν ἐπεχείρει. Ἐτύγχανε δὲ τότε τῆς ἐν Κωνσταντινουπόλει προεστὼς Ἀλέξανδρος ἐκκλησίας, Μητροφάνην πάλαι διαδεξάμενος. Τοῦτον τὸν ἄνδρα θεοφιλῆ ὄντα ἡ πρὸς Ἄρειον τότε γενομένη μάχη ἀνέδειξεν: ὡς γὰρ ἧκε τότε Ἄρειος, καὶ ὁ λαὸς εἰς δύο πάλιν τμήματα ἐμερίζετο, ταραχή τε κατὰ τὴν πόλιν ἐγένετο, τῶν μὲν τὴν ἐν Νικαίᾳ πίστιν μηδαμῶς παρασαλεύειν λεγόντων, τῶν δὲ εὔλογα λέγειν τὸν Ἄρειον φιλονεικούντων, εἰς ἀγῶνα μέγιστον κατέστη ὁ Ἀλέξανδρος: καὶ μάλιστα μὲν, ὅτι Εὐσέβιος ὁ Νικομηδείας πολλὰ διηπείλει αὐτῷ, λέγων ὅσον οὐδέπω καθαιρήσειν αὐτὸν, εἰ μὴ εἰς κοινωνίαν δέξηται τὸν Ἄρειον καὶ τοὺς ἀμφ̓ αὐτόν. Ἀλεξάνδρῳ δὲ οὐ τοσοῦτον περὶ καθαιρέσεως ἔμελεν, ὅσον ἐδεδίει ἐπὶ τῇ σπουδαζομένῃ παραλύσει τοῦ δόγματος: φύλακα γὰρ ἑαυτὸν τῶν ὅρων τῆς συνόδου νομίζων, παντοῖος ἐγίνετο μὴ παρατρωθῆναι τοὺς τύπους αὐτῆς. Ἐν ταύτῃ τοίνυν τῇ ἀγωνίᾳ καθεστὼς, χαίρειν πολλὰ φράσας τῇ διαλεκτικῇ προσφεύγει Θεῷ: καὶ νηστείαις μὲν συνεχέσιν ἐσχόλαζε, καὶ τοῦ προσεύχεσθαι οὐδένα τρόπον παρέλειπε: καὶ δὴ τοιοῦτο ἐνθύμιον εἶχε, καὶ λαθὼν ἐπετέλει τὰ δόξαντα. Ἐν τῇ ἐκκλησίᾳ ᾗ ἐπώνυμον Εἰρήνη μόνον ἑαυτὸν κατακλειστὸν ποιήσας, καὶ εἰς τὸ θυσιαστήριον εἰσελθὼν, ὑπὸ τὴν ἱερὸν τράπεζαν ἑαυτὸν ἐπὶ στόμα ἐκτείνας εὔχεται δακρύων. Νύκτας τε πολλὰς ἐφεξῆς καὶ ἡμέρας τοῦτο ποιῶν διετέλει: ᾐτεῖτο γὰρ παρὰ Θεοῦ, καὶ ἐλάμβανεν. Ἡ δὲ αἴτησις ἦν τοιαύτη: Εἰ μὲν ἀληθὴς ἡ Ἀρείου δόξα, ἑαυτὸν τὴν ὡρισμένην ἡμέραν τῇ συζητήσει μὴ ὄψεσθαι: εἰ δὲ ἣν αὐτὸς ἔχει πίστιν ἀληθὴς, Ἄρειον τῆς ἀσεβείας δίκην διδόναι τὸν πάντων αἴτιον τῶν κακῶν.