Ancient Greek
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.4
Not analysed yet
Ὅτι πόλεμος μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου διὰ Χριστιανοὺς ἐγένετο. Ἐκ δὲ τούτου, πρὸς ἀπέχθειαν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν: ἦσάν τε πολέμιοι, διακοπείσης αὐτοῖς τῆς ἐπιπλάστου φιλίας. Οὐκ εἰς μακράν τε εἰς τὸ πολεμεῖν ἀλλήλους ἐτράπησαν. Καὶ πολλῶν γενομένων συμβολῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, τέλος πρὸς Χρυσόπολιν τῆς Βιθυνίας, ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστὶν, ἡττηθεὶς ἐξέδωκεν ἑαυτόν. Ζῶντα οὖν συλλαβὼν φιλανθρωπεύεται: καὶ κτείνει μὲν οὐδαμῶς, οἰκεῖν δὲ τὴν Θεσσαλονικὴν προσέταξεν ἡσυχάζοντα. Ὁ δὲ πρὸς ὀλίγον ἡσυχάσας, ὕστερον βαρβάρους τινὰς συναγαγὼν, ἀναμαχέσασθαι τὴν ἧτταν ἐσπούδαζεν. Τοῦτο γνοὺς ὁ βασιλεὺς, ἀναιρεθῆναι αὐτὸν προσέταξε: καὶ κελεύσαντος αὐτοῦ ἀνῃρέθη. Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς, αὐτοκράτωρ τε βασιλεὺς ἀναδειχθεὶς, τὰ Χριστιανῶν αὖθις αὔξειν ἐσπούδαζεν: ἐποίει τε τοῦτο διαφόρως: καὶ ἦν ἐν βαθείᾳ εἰρήνῃ τὰ τοῦ Χριστιανισμοῦ δἰ αὐτόν. Ἀλλὰ δὴ τὴν τηλικαύτην εἰρήνην ἐμφύλιος τῶν Χριστιανῶν πόλεμος διαδέχεται: τίς δὲ ἦν οὗτος, καὶ ὅπως ἔλαβε τὴν ἀρχὴν, ὡς οἷόν τε διηγήσομαι.